Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΡΙΑ΄ έως ΡΚ΄

Εσχατολογικές διδασκαλίες για την έλευση της τελικής κρίσεως, τη σταθερότητα στην ορθόδοξη ομολογία και τον διαρκή αόρατο πόλεμο. Καταδικάζεται η πλεονεξία και εξαίρεται η υπεροχή της εν Χριστώ αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 12 από 13

ΚΑΤΗΧΗΣΙΣ ΡΙΑʹ ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΚΑΤΑΝΥΞΕΩΣ Ἀδελφοὶ καὶ πατέρες, λαλῶν ἔτι λαλήσω, καὶ παρακαλῶν ἔτι παρακαλέσω· ἐπειδὴ ἐναγώνιός εἰμι, ὅτι καὶ τὸ γῆρας περὶ τὴν κεφαλήν, καὶ τὸ κρῖμα τῆς προστασίας φοβερόν.

Ἐφ’ ᾧ πῶς οὐκ ἔστι μοι δεδοικέναι; πῶς δὲ οὐ προαιρεῖσθαι, μὴ ὅτι ταῦτα τὰ βραχέα φθέγγεσθαι· ἀλλὰ καὶ αὐτὴν τὴν ταπεινήν μου ψυχὴν προέσθαι ὑπὲρ ἑνὸς ἑκάστου πάντων ὑμῶν; Τοιγαροῦν, ὦ ἀδελφοὶ, ἀκούσωμεν τοῦ Ἀποστόλου λέγοντος· «Ὁ καιρὸς συνεσταλμένος· τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Τί ἐστι «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου;» τουτέστι· παρέρχεται, παριππεύει, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας τὸ στάσιμον ἔχον.

Ἀλλ’ ὁ χθὲς λαμπρὸς, σήμερον κατηφής· καὶ ὁ χθὲς ἐν εὐημερίᾳ, σήμερον ἐν συμφορᾷ. Καὶ νῦν μὲν οὗτος εἰς ὕψος αἴρεται, νῦν δὲ ἕτερος πίπτει τοῦ ἀξιώματος. Καὶ ἄλλος μὲν ἐκ πλουσίου πένης· ἕτερος δὲ ἐκ πένητος πλούσιος καθίσταται, καὶ μυρίαις μεταβολαῖς καὶ μεταπτώσεσιν ὑποβάλλεται ὁ ταλαίπωρος ἡμῶν βίος, μηδαμοῦ τὸ στάσιμον κεκτημένος. Πόθεν οὖν τοῦτο συμβέβηκεν; ἐκ τῆς ἀρχῆθεν ἀβουλίας ἡμῶν δηλονότι· ἐπειδὴ γὰρ ἠλογήσαμεν τῆς ἐν τῷ παραδείσῳ δοθείσης ἡμῖν ἁγίας ἐντολῆς, ἡδονῇ κλαπέντες τῇ ἀπάτῃ τοῦ ὄφεως, εἰκότως παρεδόθημεν τῇ πολυπαθεστάτῃ καὶ ἀλλοιωτῇ ζωῇ ταύτῃ, δι’ ἣν καὶ ἡ παρουσία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνακομίζουσα ἡμᾶς εἰς τὸ καταρχὰς, καὶ ἀποκαθιστῶσα εἰς τὴν ἀπήμονα ζωὴν καὶ ἄλυπον διαγωγὴν ἐκείνην. Σωφρόνων οὖν ἐστι καὶ δοκίμων ἐν τοῖς ἀστάτοις στερέμνιον εἶναι, καὶ ἐν τοῖς τρεπτοῖς ἄτρεπτον διαμένειν. Τίνων δ’ ἂν εἴη τοῦτο, ἀλλ’ ἢ τῶν ἐσταυρωμένων τῷ κόσμῳ καὶ κατόπιν ἰόντων τοῦ Κυρίου; Καί γε τοιοῦτοι ὑμεῖς χάριτι Χριστοῦ, ἀδελφοὶ τιμιώτατοι, τὴν καλὴν ἀποταγὴν ἀποταξάμενοι καὶ τὴν ἀρίστην ὑποταγὴν ὑποτασσόμενοι, δι’ ἧς ἡ πρὸς τὸ ἀρχαῖον ἀνακομιδὴ πέφυκεν ἐγγίνεσθαι. Καὶ γὰρ ἐπειδὴ διὰ παρακοῆς καὶ ἀπειθείας ἐξεβλήθημεν τοῦ παραδείσου, εὐδόκησεν ὁ ὑπεράγαθος ἡμῶν Θεὸς δι’ ὑπακοῆς καὶ εὐπειθείας ἀπολαβεῖν ἡμᾶς πάλιν τὸν παράδεισον.

Οὐκοῦν χαίρωμεν ἐπὶ τῇ ὑποταγῇ ἡμῶν· ὅτι ἀνακομίζει ἡμᾶς εἰς ζωὴν αἰώνιον· ἀλλὰ τὸ ζητούμενον, ἡ ἐν τοῖς ἀγῶσιν ἐπιμονὴ καὶ ἐν τοῖς λυπηροῖς ὑπομονή. Εἰ γὰρ τὸ κατὰ σάρκα νικᾶν οὐκ ἂν προσγένοιτο, εἰ μὴ σὺν πολλοῖς πόνοις καὶ ἱδρῶσι· πολλῷ μᾶλλον τὸ ἐκδραμεῖν τὸ τῇδε στάδιον τοῦ βίου νικητικῶς τῶν λίαν ἐστὶν ἀνδρικῶν καὶ γενναίων. Γενναίως οὖν στῶμεν, παρακαλῶ, καθ’ ἑκάστην ἡμέραν νήφοντες, γρηγοροῦντες, ἀνακινοῦντες τὸ ἐπιθυμητικὸν ἡμῶν πρὸς Θεὸν μόνον, καὶ τῇ περὶ αὐτὸν θεωρίᾳ ἐνασχολούμενοι, δάκρυσί τε καὶ κατανύξεσι βαλλόμενοι, προσευχαῖς τε καὶ δεήσεσι φωτιζόμενοι, κἀντεῦθεν ἕλκοντες τὴν χάριν τοῦ ἁγίου Πνεύματος· ἐπ’ οὐδενὶ γὰρ ἐπιτέρπεται Θεὸς, ὡς ἐπὶ ψυχῇ καθαριευούσῃ παθῶν· καὶ οὐδεὶς οὕτω πολυανθὴς λειμὼν εὐωδεῖν πέφυκεν, ὡς ψυχὴ τὰς ἀρετὰς κυπρίζουσα.

Εἰ δὲ ὅτι συμβαίνει ἀπονυστάζειν· ἀλλὰ θᾶττον διυπνιστέον· κἂν ἑπτάκις τῆς ἡμέρας ἁμαρτεῖν συμβῇ, ἑπτάκις μετανοητέον, καὶ προσδεδέγμεθα· κἂν ἑβδομηκοντάκις ἑπτὰ τοῦτο πάθωμεν, τοσαυτάκις ἡ μεταμέλεια, καὶ τῆς ἐλπίδος οὐκ ἀποτευξόμεθα κατὰ τὴν θείαν ὑπόσχεσιν. Μόνον ἐπιμείνωμεν, παρακαλῶ, μόνον μὴ ἐκκακήσωμεν ἀνακαλεῖσθαι ἑαυτοὺς ἀπὸ τῶν ὑποπτώσεων. Καὶ ἐγγὺς τὸ πέρας τῶν ἀγώνων, καὶ ἐγγὺς ἡ χαρὰ καὶ ἡ ἀγαλλίασις, καὶ οἱ στέφανοι τῆς δικαιοσύνης· ὧν καὶ ἀξιωθείημεν ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΒʹ ΠΕΡΙ ΤΗΣ ΤΕΛΕΥΤΑΙΑΣ ΗΜΕΡΑΣ ΚΑΙ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Ἀδελφοὶ καὶ πατέρες, στενή μοῦ ἐστιν ἡ διάνοια, καὶ ὀλίγη ἡ γλῶσσα τοῦ λαλεῖν, πλὴν ὅτι κατεπείγομαι ἐξ ἀναγκαίου τοῦ διαλέγεσθαι ὑμῖν. Τί δὲ τὸ ἀναγκαῖον; Τὸ κρῖμα τῆς προστασίας, καὶ τὸ χρέος τῆς ἀγάπης ὑμῶν· τὸ μὲν ὅτι ὑφέξω λόγον τῷ Θεῷ περὶ ὑμῶν ἐν ἡμέρᾳ κρίσεως, ἐφ’ ᾧ καὶ τρέμω ὁ ταπεινός· τὸ δὲ ὅτι ὁ ποιμὴν ὁ καλὸς, οὔ τί που μόνον λόγον, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Δεῦτε οὖν λοιπὸν, ἀδελφοὶ, διαθώμεθα διαθήκην σωτήριον περὶ τῆς τελευταίας ἡμέρας· δεῦτε καταλλαγῶμεν τῷ Θεῷ πρὸ τοῦ φθάσαι τὴν ἀκατάλλακτον ὥραν τοῦ θανάτου. «Διότι, φησὶν, οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Οὐχ ὁρῶμεν ἁρπαζομένους τοὺς ἀδελφοὺς ἡμῶν καθ’ ἑκάστην; Οὐχ ὁρῶμεν ὅτι ὡς πρόβατα ἐπὶ σφαγῆς ἐσμεν, σήμερον ὄντες καὶ αὔριον οὐκ ὄντες; Ἰδοὺ προσελήφθη καὶ ὁ ἀδελφὸς Λιβέριος· καί γε κατήνυξέ μου τὴν ταπεινὴν ψυχὴν ἡ κοίμησις αὐτοῦ. Εὑρέθη γὰρ, ὥς φασιν, ἐξάπινα ἐν τῇ κέλλῃ τεθανατωμένος, πλαγίως κείμενος ἐν σχήματι ὑπνώττοντος· καὶ τοιοῦτον μὲν τὸ τούτου τέλος. Τί δὲ τὸ ἡμέτερον ἀποβήσεται, οὐκ ἴσμεν· ἢ ποῖον θάνατον δώσομεν, οὐκ ἐπιστάμεθα. Ἆρα γὰρ ἐξαπίνης, ἢ προνενοσηκότες; ἆρα ἐπὶ τῆς ξηρᾶς, ἢ ἐπὶ τῆς ὑγρᾶς;

ἆρα μεμονωμένοι ἢ συνημμένοι ἀδελφοῖς; «Καὶ τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο,» ὥστε εἰδέναι καὶ ἡμέραν καὶ ὥραν, καὶ τρόπον καὶ τόπον τοῦ οἰκείου τέλους; Φοβερὸν οὖν ὄντως, ὦ ἀδελφοὶ, τὸ ἀπόκριμα τοῦ θανάτου· καὶ «φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Διὰ τοῦτο παρακαλῶ, ἀεὶ ἐναγώνιοι ὦμεν, ἀεὶ προσεκτικοὶ, ἀεὶ πρακτικεύοντες τὰ θεῖα. Ἔπραξε, φησὶν, ὁ δεῖνα ἐπὶ τῆσδε τῆς ἀρχῆς, καὶ ἕτερος ἐδυνάστευσε· καὶ ἄλλος ἐπλούτησε, καὶ ἕτερος ἐβασίλευσε. Καὶ τί ταῦτα ὀνείρου δίκην παρερχόμενα; «Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ἐν ταῖς χερσὶν αὐτῶν.» «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.» Ἔπραξαν δὴ πρᾶξιν ἀρίστην οἱ τοῦ Θεοῦ ἐκλεκτοί· εἴληφαν ἀξιώματα ἀναφαίρετα. Καὶ τίνα ταῦτα; Οἱ μὲν ἀποστολικά, οἱ δὲ προφητικά, οἱ δὲ μαρτυρικά, οἱ δὲ ὁσιακά, ἄλλοι κἂν ἔσχατα, ἀλλ’ οὖν σωστικά· «ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς,» καὶ ὧν τὸ κλέος ἄσβεστον καὶ ἡ χαρὰ ἀνεκλάλητος. Τούτους δὴ οὖν μιμησώμεθα, ἀδελφοὶ, καὶ ἕν γε πάντως τῶν ἀξιωμάτων ἑλώμεθα· ἄφθονος γὰρ ἡ χάρις, καὶ παντὸς τοῦ προαιρουμένου τὸ ἀγαθὸν, μικροῦ τε καὶ μεγάλου, σοφοῦ τε καὶ ἰδιώτου, γέροντός τε καὶ νεωτέρου. Εἰ δὲ μή, οὐ προσήσεται ἡμᾶς εἰς τὸν οὐράνιον νυμφῶνα· ἀλλὰ κλείσει καθ’ ἡμῶν τὴν θύραν ὁ Δεσπότης. «

Οὐαὶ, φησὶν, τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» Καὶ εὔδηλον ὅτι περὶ τοῦ προδότου ὁ λόγος· οὐ μὴν ἀλλὰ καὶ περὶ παντὸς τοῦ προδιδόντος τὴν ἑαυτοῦ σωτηρίαν εἰκότως ῥηθήσεται.

Οὐκ ἐννοοῦμεν «Τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ;» Οὐ λογιζόμεθα τὴν ἐλεεινὴν ἀπόφασιν, ἣν ἐξοίσει ὁ ἀδέκαστος κριτὴς κατὰ πάντων τῶν ἐξ ἀριστερῶν ἱσταμένων; Οὐ λογιζόμεθα τὸ ἄσβεστον πῦρ καὶ τὰς αἰωνίους καὶ ἀνυποίστους βασάνους; Ὣ τίς συνήσει ταῦτα; Τίς νοήμων κυβερνήτης, ὃς κυβερνήσει ἑαυτὸν, καὶ διασώσει τὴν ψυχὴν αὐτοῦ ἀκαταπόντιστον ἐκ τῶν πνευμάτων τῆς πονηρίας; Οὐκοῦν ἐπειδὴ ἡμεῖς τὸν γαληνὸν καὶ ἤρεμον καὶ ἡσύχιον βίον εἱλόμεθα χάριτι Χριστοῦ, ἔτι εὐπλοήσωμεν, ἀδελφοί· ἔτι οἴσωμεν εὐψύχως ἅπαντα, ἕκαστον ἡμῶν μέλος τῷ φόβῳ τοῦ Θεοῦ κατασφαλιζόμενοι.

Εἰργέσθω τοίνυν ὁ ὀφθαλμὸς μὴ περιέργως ὁρᾶν, τὸ οὖς μὴ παραδεχέσθω ματαίαν ἀκοήν· εἰργέσθω ἡ γλῶσσα καταλαλιᾶς, φησὶ γάρ· «Ὁ καταλαλῶν τοῦ ἀδελφοῦ αὐτοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον·» ἡ χεὶρ ἐργαζέσθω κατὰ δύναμιν· ἐπείπερ ὁ ἀργὸς «μηδὲ ἐσθίειν» ἀποστολικῶς κέκριται· οἱ πόδες κατευθυνέσθωσαν εἰς ὁδὸν εἰρήνης· ἡ καρδία μὴ ἐκκλινάτω ἑαυτὴν «εἰς λόγους πονηρίας,» μηδὲ προφασιζέσθω «προφάσεις ἐν ἁμαρτίαις·» «ἀλλ’ εὐσχημόνως καὶ κατὰ τάξιν πάντα γινέσθω,» ἵνα καλῶς ἐν πᾶσι πολιτευόμενοι τύχωμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΓʹ ΠΕΡΙ ΠΙΣΤΕΩΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΠΑΡΘΕΝΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, δύο εἰσὶ τὰ σώζοντα τὸν ἄνθρωπον· πίστις καὶ ἀγάπη· καὶ εἰ μὲν περὶ τὴν πίστιν ἑώρων ὑμᾶς ἐσφαλμένους, περὶ ταύτης ἂν κατεβαλλόμην τὸν λόγον, ἀγωνιζόμενος καὶ ἐπανορθούμενος εἰς ὀρθόδοξον φρόνημα. «Χωρὶς γὰρ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καθὼς γέγραπται, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Ἐπειδὴ δὲ χάριτι Χριστοῦ ἔρρωται ὑμῶν ἡ πίστις, «Ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ·» φέρε ταύτην ἀφέντες περὶ τοῦ πρακτικοῦ βραχέα διαλεχθῶμεν. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, ὡς πάντοτε καὶ νῦν, ἀνολιγώρως ἔχειν περὶ τὴν ἄσκησιν, περὶ τὴν ἐπιστασίαν τῶν λογισμῶν, περὶ τοῦ πολυτιμήτου χρήματος τῆς παρθενίας, ἥνπερ ἐλέει Θεοῦ ἠσπασάμεθα· καὶ ἐφ’ ᾗ πάσῃ σπουδῇ μηχανᾶται ὁ ἐχθρὸς συλῆσαι ἡμῶν τὴν σωτηρίαν. Οἶδε γὰρ ὅτι τούτῳ τῷ κατορθώματι ὁμοιούμεθα Θεῷ· ὡς ἔμπαλιν τῇ τούτου ἀποπτώσει παραβαλλόμεθα τοῖς κτήνεσιν· ἐπεὶ γέγραπται· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Ὢ πόσους ὑφείλετο ἐξ αἰῶνος ὁ ἀπατεὼν τῇ ἐπιθυμίᾳ τῆς σαρκός!

Ἀλλὰ γὰρ καὶ ἔτι ἐνεργῶν ἐστι καὶ ἐξαπατῶν, οὐ μόνον νέους, ἀλλὰ καὶ γέροντας, καὶ οὔ τί που μόνον ἀμελεστέρους, ἀλλὰ καὶ σπουδαιοτέρους· καὶ σχέδον κατὰ πάσης ψυχῆς τῷ ὅπλῳ τούτῳ κέχρηται. Ἄρχεται δὲ κατασκευάζειν τὸ φάρμακον, πρῶτον μὲν ἐκ τῆς παραδοχῆς τῶν ἐκτόπων λογισμῶν· εἶτα ἀναφλέξας τὴν καρδίαν ἐν ἐπιθυμίαις σαρκὸς καὶ αἵματος ἐκκαλεῖται αὐτὴν εἰπεῖν τι τῶν ἀπηγορευμένων· εἶτα παρρησιασθῆναι ἐφάψασθαι μέλους ἢ οἰκείου ἢ ἀλλοτρίου· εἶθ’ οὕτω συντελεῖ τὸν θάνατον. Καὶ γὰρ «Ἡ ἐπιθυμία, φησὶ, συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκυεῖ θάνατον.» Φύγωμεν οὖν θάνατον αἰώνιον, ἀδελφοί· φύγωμεν νόσον παγχάλεπον ψυχῆς. Καί μοι δοκεῖ τὸ πάθος τοῦτο τῇ ψώρᾳ ἐοικέναι. Καθάπερ οὖν ὁ ψωριῶν καὶ κνηθόμενος δοκεῖ μὲν ἥδεσθαι, οὐχ ἥδεται δὲ, ἀλλ’ ὀδυνᾶται τἀληθὲς, καὶ τοσοῦτον μᾶλλον ὅσον προστίθησι τοῦ κνήθεσθαι· οὕτω καὶ ὁ ἁλοὺς τῷ τῆς ἐπιθυμίας πάθει οὐ καρποῦται ἡδονὴν, ἀλλ’ ὀδύνην· οὐδὲ ἄνεσιν, ἀλλὰ περίστασιν· οὐδὲ εὐθυμίαν, ἀλλ’ ἀθυμίαν. Ἐλεεινὸς ὁ τοιοῦτος, δύσελπις, ἔμφοβος, ὑποπτήσσων καὶ τὰς σκιάς, καὶ οὔπω λέγω τὸ μέλλον κριτήριον. Τίς οὖν ἡ φυγὴ τοῦ κακοῦ; ἡ πρὸς τὰς προσβολὰς ἀντίστασις ἐπίμονος.

Ἡνίκα τοίνυν ἐπέλθοι τὸ πάθος· (ἐπέρχεται γὰρ, καὶ οὐ θαυμαστὸν, εἴτε ἀμελείᾳ τοῦ νοῦ μὴ ἔχοντος ἀγαθὴν θεωρίαν, εἴτε φθόνῳ τοῦ ἐχθροῦ,) θᾶττον διανάστηθι ὁ πληγεὶς, πρόσευξαι, στέναξον, δάκρυσον· κἀκεῖνο μὲν οἴχεται θᾶττον, αὐτός τε ἔσῃ ἀναπαυόμενος ἐν Κυρίῳ. Οὐδὲν γὰρ οὕτως ἡδὺ τῇ ψυχῇ, ὡς τὸ ἀνενόχλητον καὶ ἀδούλωτον πάθεσιν. Οὐκ ἀκούομεν τοῦ Κυρίου λέγοντος; «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ, εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.» Ἐλευθερωθέντες οὖν ἀπὸ τῆς ἁμαρτίας καὶ εἰς υἱοθεσίαν ἀναβεβηκότες ὑποδουλώσομεν ἑαυτοὺς πάλιν τῇ ἁμαρτίᾳ; Ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ γεγονότες τῷ διαβόλῳ γενοίμεθα ὑπόσπονδοι;

Μὴ γένοιτο. «Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, φησί που ὁ Ἀπόστολος, παραβάτην ἐμαυτὸν συνίστημι.» Μὴ τοίνυν παραβάται γενοίμεθα, ἀδελφοὶ, τῶν θείων συνθηκῶν· μηδὲ ὑποδούλιοι τῷ διαβόλῳ ὑπάρξωμεν ἅπαξ ἐλευθερωθέντες· μηδὲ θησαυρίσωμεν ἑαυτοῖς «Ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ.» Γέγραπται γὰρ περὶ τῶν τοιούτων, ὅτι «Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.» Ἀλλὰ «τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε,» στήκωμεν βδελυσσόμενοι τὰς βδελυρὰς φαντασίας τοῦ δράκοντος, καθ’ ἡμέραν ἀντιτασσόμενοι καὶ ἀντικαθιστάμενοι, οὐ μόνον τούτῳ τῷ πάθει, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι, καταπατοῦντες φθόνον, ἀποστυγοῦντες τὴν πονηρίαν, μισαδελφίαν, πᾶσαν ἄλλην κακίαν, ἵνα φύγωμεν τὰς αἰωνίους βασάνους, καὶ ἐπιτύχωμεν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΔʹ ΠΕΡΙ ΤΗΣ ΜΟΝΑΔΙΚΗΣ ΠΟΛΙΤΕΙΑΣ ΚΑΙ ΑΝΤΙΠΑΡΑΤΑΞΕΩΣ ΕΠΙ ΤΗΣ ΗΔΗ ΕΝΙΣΤΑΜΕΝΗΣ ΑΙΡΕΣΕΩΣ Ἀδελφοὶ καὶ πατέρες, οὐ παύσομαι τούτῳ τῷ καλῷ ὀνόματι τῆς ἀδελφότητος καὶ πατρότητος προσαγορεύειν ὑμᾶς, εἰδὼς ὅτι ἀληθὴς ὑμῖν ἡ κλῆσις, καὶ ἀψευδὴς ἡ προσηγορία. Ὄντως γὰρ ἀδελφοὶ ἀληθινοὶ καὶ πατέρες οὗτοί εἰσιν, οἵτινες ὑπὲρ γονεῖς, ὑπὲρ ἀδελφοὺς, ὑπὲρ γένος, ὑπὲρ πατρίδα, ὑπὲρ πάντα τὰ ὁρώμενα ἠγάπησαν Θεὸν, τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδεξάμενοι· ὧν καρδία καὶ ψυχὴ μία, καὶ ὧν πατὴρ ὁ Θεός, καὶ πόλις ἡ ἄνω Ἱερουσαλήμ. Τοιοῦτοι οὖν καὶ ὑμεῖς, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου· καὶ ἵνα ἀπὸ τῆς γραφῆς ὑμᾶς καλέσω· «Γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγέλλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.» Θαυμαστὸν γὰρ ὅτι μάλιστα φῶς ἡ μοναδικὴ πολιτεία, εἰς ἣν ἐκλήθημεν, καὶ ἐν ᾗ ἐξαγγέλλομεν τὰς αἰνέσεις τοῦ καλύψαντος ἀρετῇ τοὺς οὐρανούς. Ἐνταῦθα οὖν ἐστι φρόνησις, σωφροσύνη, ἀνδρεία καὶ δικαιοσύνη· ἐνταῦθα τὰ κατὰ τοῦ Πονηροῦ τρόπαια καὶ ἡ ἐν Χριστῷ νίκη. Εἴγε «τὰ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.»

Εἰ δὲ καὶ πρὸς τοὺς ὁρωμένους ἐχθροὺς ἔστιν ἀπιδεῖν, ἐννοήσωμεν τοὺς ἀπ’ αἰῶνος διωγμοὺς, ὅσοι καὶ ἡλίκοι κατέλαβον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ τίνων τὸ διώκεσθαι, τίνων τὸ τύπτεσθαι καὶ ἀποκτέννεσθαι. Ἀλλ’ οὐχὶ τῶν ἐσταυρωμένων τῷ κόσμῳ; Καὶ ἵνα τὰ πάλαι παρήσω, ἐπὶ τῆς παρούσης γενεᾶς καὶ ἐπὶ τῆς ἤδη ἐνισταμένης αἱρέσεως ὁ λόγος· τίνες μέχρις αἵματος ἀντικατέστησαν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι;

Οὐχὶ οἱ μακάριοι πατέρες, καὶ ἀδελφοὶ ἡμῶν, οἵ τε τῆς καθ’ ἡμᾶς μονῆς, καὶ οἱ τῶν ἄλλων; Μοναχῶν οὖν, ὡς ἀληθῶς, τὰ τοιαῦτα κατορθώματα καὶ ἀθλήματα· καὶ μοναχοὶ τὰ νεῦρα καὶ ἑδραιώματα τῆς Ἐκκλησίας. Καὶ τοιοῦτον καὶ τηλικοῦτον τὸ ἀξίωμα, ὅπερ κεχάρισται ἡμῖν ὑπὸ τῆς ἀγαθότητος τοῦ Θεοῦ.

Ἀλλ’ ἐπειδὴ, ὅπου οἱ θησαυροί, ἐκεῖ καὶ οἱ κλέπται παρεδρεύοντες, θησαυροὶ δὲ ψυχῆς αἱ ἀρεταί, παρακαλῶ καὶ ὑπομιμνήσκω, γρηγορῶμεν, νήφωμεν, ἀσυλαγώγητοι διαμένειν, μήτε ὑπὸ ἡδονῆς κατασυρόμενοι, μήτε ὑπὸ θυμοῦ ἐξαγριαινόμενοι, μήτε ὑπὸ ἀπιστίας σκοτιζόμενοι, μήτε ὑπὸ ἀνεξαγορευσίας περιστατούμενοι, μήτε ὑπό τινος ἄλλου πάθους κατακυριευόμενοι· ἀλλὰ ἀνώτεροι τῶν ὀλεθρίων παθῶν ὄντες, ἴωμεν προθυμίᾳ πρὸς τὸ ἑξῆς, μέχρις ἂν καταντήσωμεν εἰς τὸ πέρας τοῦ βίου. Τάχα λυπεῖ ὑμᾶς ἡ ἀκοὴ τοῦ τὰ μοναστήρια ἡμῶν ὑπὸ τῶν ἐχθρῶν τοῦ Κυρίου διαφθείρεσθαι· ἀλλ’ οὐδεμία λύπη τοῦτο· μοναστήριον γὰρ καὶ ναὸς Θεοῦ ἡμεῖς ἐσμεν, πρὸς οὓς καὶ λέλεκται· «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Καὶ ἄλλως, ὅτι πολλάκις ἔφθασαν διαφθαρῆναι ὑπὸ τῶν διωξάντων ἡμᾶς, καὶ πάλιν τῇ τοῦ Θεοῦ προμηθείᾳ, εἰς τὸ ἀρχαῖον ἐπανέδραμον. Τάχα καὶ τοῦτο σαλεύει ὑμᾶς, ὅτι μὴ κατὰ πολλοὺς τῶν δεδιωγμένων κατέχομεν τὰ μοναστήρια, ἀνοικοδομοῦντες καὶ φυτεύοντες καὶ ὅσα ἄλλα καλλιεργοῦντες.

Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ σαλεύεσθαι· ὅτι καὶ ὑπὲρ ἐκείνων λίαν αἰσχύνομαι. Εἰ γὰρ ὑπὲρ τῆς καταστροφῆς τῆς πίστεως ἡμῶν ὁ διωγμὸς καὶ ὁ σύμπας ἀγὼν, ταύτης μὴ ἐπανορθωθείσης, ἀλλ’ ἔτι βλασφημουμένου τοῦ ὀνόματος τοῦ Θεοῦ, τῶν τε ἁγίων πατέρων ἡμῶν ἀναθεματιζομένων, ἔστιν ἄρα τις ὠφέλεια τῆς ἐπικρατήσεως, καὶ οὐχὶ μᾶλλον βλάβη ὁμολογουμένη καὶ προδοσία τῆς ἀληθείας; Τίς ἐξ ἡμισείας δραμὼν ἦρεν ἔπαθλον, ὁπότε οὐ τελείως δραμεῖν μόνον, ἀλλὰ καὶ νομίμως, διηγόρευται; Φησὶ γάρ· Καὶ «οὐδεὶς στεφανοῦται, <ἐὰν> μὴ νομίμως ἀθλήσῃ.» Οὐκοῦν ἀφέμενοι τοὺς τοιούτους διαλογισμοὺς, εἴπερ καὶ πάρεισι, καὶ πόρρω τὰ λοξὰ παραδείγματα ἀποπεμπόμενοι, ἑνὸς ἐχώμεθα μόνον, τῆς διπλῆς ἡμῶν ὁμολογίας τῆς τε κατὰ πίστιν καὶ κατὰ λόγον, πεποιθότες τῇ ὑποσχέσει τοῦ ἀψευδοῦς λέγοντος· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Ἧς καὶ γένοιτο ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΕʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΚΑΙ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΙΑΚΩΒΟΥ ΚΑΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, ἕως πότε ἐγὼ μὲν ὁ ταπεινὸς ἔσομαι ὑμῖν διαλεγόμενος; ἕως πότε δὲ ὑμεῖς οἱ τίμιοι καὶ ἠγαπημένοι, ἀκούσησθέ μου τῆς πενιχρᾶς φωνῆς ὑπομνηματιζούσης ὑμῖν τὰ ὀφειλόμενα; Οὐχὶ καὶ νῦν δύο τῶν ἀδελφῶν ἡμῶν, ὅ τε Ἰάκωβος καὶ Βασιανὸς, ὁ μὲν ἐνεδήμησε πρὸς Κύριον, ὁ δὲ ἐπ’ αὐταῖς ἤδη ταῖς πύλαις τοῦ θανάτου παρίσταται; Μήτιγε ἡμεῖς ἀθάνατοι ἐσόμεθα; ἢ οὐχὶ τὸ αὐτὸ ποτήριον πίωμεν, ὅπερ ἔπιον οἱ προεκδημήσαντες; Μακάριος οὖν λοιπὸν ὃς εἰς αὐτὸ τοῦτο ἀδολεσχεῖ, μελέτην θανάτου τὸν ἑαυτοῦ βίον ποιούμενος. Δῆλον γὰρ ὅτι ὅπου μελέτη θανάτου, ἐκεῖ συναίσθησις, κατάνυξις, δάκρυα, γλυκασμὸς, φωτισμὸς, ἐπιθυμία τῶν κρειττόνων τε καὶ ὑπερκοσμίων.

Οὗ δὲ ταῦτα μὴ πάρεστιν, ἐκεῖ ἀνατέλλουσι διαλογισμοὶ πονηροί, οὓς ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ διηγόρευσεν· ὑφ’ ὧν ἁλίσκονται οἱ ἁλισκόμενοι καὶ πλανῶνται οἱ φιλόζωοι. Ἡμῖν δὲ, ἀδελφοὶ, μνημονευτέον ἀεὶ καὶ διαπαντὸς τοῦ θανάτου, καὶ σπουδαστέον εἰς τὸ μηκέτι ἀτόποις ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. «Εἰς ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῆς σαρκὸς καὶ τῶν διανοιῶν κατεργάσασθαι.» Ἀρκετὴ ἡ παρὰ τοῦ διαβόλου ἐπιτηδευομένη ἀπάτη ὑποκλέπτοντος ἡμᾶς ἀπὸ τῆς ἀγαθῆς ἐφέσεως, καὶ συγχέοντος ἐν τοῖς πονηροῖς ἐπιθυμήμασιν· ἐφ’ οἷς οὐδέποτε ὠφελήθημεν· τοὐναντίον δὲ ἐκακώθημεν καὶ ἐταπεινώθημεν. «Νῦν οὖν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας.» «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν,» βοᾷ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπεὶ γὰρ εἶδε τὴν πρὸς ἁμαρτίαν εὐόλισθον ἡμῶν φύσιν, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας τὸ στάσιμον ἔχουσαν, φιλανθρώπως τὸ νῦν καὶ τὸ σήμερον ὡρίσατο, ὡς ἂν μὴ ἐξεῖναί τινι ἀναδύεσθαι πρὸς τὴν μετάνοιαν. Ἀλλ’ εἴτε πολλά τις ἡμαρτηκὼς εἴη εἴτε ἐλάχιστα, εἴτε ἔκπαλαι εἴτε νεωστὶ, ἀκούων τοῦ σωτηρίου κηρύγματος ἀνανεοῖ ἑαυτὸν καθ’ ἑκάστην προθύμως, καὶ ἀνακαινίζεται. Ἴδε ὅση φιλανθρωπία τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ ταχεῖαν ἡμῖν καὶ εὔκολον τὴν ἰατρείαν τῆς ἁμαρτίας παρεχομένου.

Θεραπεύονται μὲν οὖν καὶ οἱ κατὰ σάρκα τιτρωσκόμενοι· ἀλλὰ χρονοτριβοῦσι πρὸς τὴν ἴασιν εἰς τὸ αὖθις ἀντικαθίστασθαι τοῖς πολεμίοις. Ἡμῖν δὲ ὁμοῦ μὲν ἡ τρῶσις, ὁμοῦ δὲ καὶ ἡ ἴασις, εἴπερ βουλοίμεθα εἰς τὸ εὐθὺς τροποῦσθαι τοὺς ἐχθροὺς ἡμῶν. Μὴ τοίνυν λοιπὸν ἐλλείψωμεν καθ’ ἑκάστην μετανοεῖν καὶ ἀνακαινοῦσθαι τῷ πνεύματι, μηδὲ ἀφορμὴ ῥᾳθυμίας γένηται ἡ ἐπισυμβαίνουσα ἧττα κατά τε νοῦν κατά τε λόγον ἢ πρᾶξιν· ἀλλ’ ὁσάκις ἂν ἡττηθῶμεν, τοσαυτάκις ἀνακληθῶμεν ἀπὸ τῶν κριμάτων τοῦ Θεοῦ φοβούμενοι, καὶ πάσῃ δυνάμει τὰ πάθη σκυλεύοντες. Μωσῆς οὖν ὁ θεράπων τοῦ Θεοῦ ἡνίκα ἐπὶ τοῦ ὄρους ἐφήπλου τὰς χεῖρας ἐτροποῦτο τὸν Ἀμαλήκ· ὁπότε δὲ ὑπέστελλεν, ἐνισχύετο ἐκεῖνος. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ’ ἡμῖν, ἡνίκα ὁ νοῦς ὑπὸ παθῶν διωκόμενος ἐπὶ τὸ ὄρος τῆς προσευχῆς γένηται ἐκταθεὶς, οἷα δὴ χερσὶ, διαλογισμοῖς πρὸς Θεὸν, τροποῦται τὸν ἀόρατον Ἀμαλήκ· ὁπόταν δὲ ὑφῆται, καταδυναστεύεται.

Τί δεῖ οὖν δρᾶσαι; Τί ἄλλο γε ἢ τὸ ἐν τῇ ἐπιστασίᾳ τῶν ἐναντίων καὶ νοῦν καὶ χεῖρας ἐκτείνειν πρὸς τὸν δυνάμενον σώζειν ἐκ θανάτου Θεόν; κἀντεῦθεν οἰχήσονται οἱ πολέμιοι, ἡμεῖς τε κλέος νίκης στεψόμεθα, καὶ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙϚʹ ΠΕΡΙ ΤΩΝ ΑΝΑ ΧΕΙΡΑ ΟΡΑΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ ΠΕΙΡΑΣΜΩΝ ΤΕ ΚΑΙ ΘΛΙΨΕΩΝ ΚΑΙ ΕΠΙΤΕΥΞΕΩΣ ΤΗΣ ΜΑΚΑΡΙΑΣ ΖΩΗΣ Ἀδελφοὶ καὶ πατέρες, ὅτι ἐλήλυθε πρὸ βραχέος ὁ πνευματικὸς ἡμῶν ἀδελφὸς κύριος Εὐστράτιος ἐνταῦθα, οὐκ ἔξω ὑμᾶς λογισμῶν πείθομαι εἶναι φιλοπευστοῦντας τὴν αἰτίαν τῆς ἀφίξεως αὐτοῦ. Καὶ οὐ θαυμαστόν· πρόκειται γὰρ ὑπόθεσις ἡ ἀναγκάζουσα τοὺς τοιούτους διαλογισμοὺς ἀναβαίνειν ἐν ὑμῖν. Ἀλλὰ σύγγνωτε· οὐ πᾶσι πάντοτε ἐκκαλυπτέον τὰ συμβαίνοντα ἢ μόνον τοῖς προέχουσι τῶν ἀδελφῶν. Καὶ τοῦτο διδασκόμεθα ὑπ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποτὲ μὲν πᾶσι τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐκκαλύπτοντος τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ποτὲ δὲ παραλαμβάνοντος Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, καὶ τούτοις μόνοις φανεροῦντος τὰ τελούμενα. Ὅμως ἵνα ἀπὸ μέρους καὶ ὑμεῖς μάθητε, διὰ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἡ ἄφιξις. Ἐπαγγέλλεται γὰρ ὡς ἀπὸ τῶν εἰδότων καὶ συνόδου καιρὸν, καὶ τῆς πίστεως ἐπανόρθωσιν, καὶ τῶν δεδιωγμένων ἀποκατάστασιν. Ἡμεῖς δὲ πρὸς ταῦτα σὺν πολλῇ προσοχῇ ἀπεκρίθημεν τὰ εἰκότα, μηδὲν ὑποστειλάμενοι χάριτι Θεοῦ τῶν ὀφειλόντων λαληθῆναι· ὅθεν καὶ στοχαζόμεθα, ὅτι πάλιν πειρασμοὶ καὶ θλίψεις ἡμᾶς μένουσιν. «

Ἀλλ’ οὐδενὸς λόγον ποιοῦμαι, φησὶν ὁ μακάριος Ἀπόστολος, (καλὸν γὰρ τῶν αὐτοῦ ῥημάτων ἐπιμνησθῆναι,) οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τὸ τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.» Οὐκοῦν καὶ ἡμεῖς, ἀδελφοὶ, κατὰ τὸ δεδομένον ἡμῖν μέτρον τῆς πίστεως, τὸ αὐτὸ φρονῶμεν καὶ λέγωμεν χαίροντες ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, καὶ προθυμούμενοι ἐν τοῖς ὑπὲρ αὐτοῦ παθήμασι, καὶ μὴ, ὅτι πολλάκις δεδιώγμεθα, τὸ πάλιν διωχθῆναι ἀπαναινόμενοι· ἀλλ’ ὅτι ἀκούομεν· «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,» ἑλώμεθα πολλὰ παθεῖν καὶ πολλὰ ὑποῖσαι, ὥστε τῆς μακαρίας ἐκείνης εἰσόδου ἐπιτεύξασθαι.

Ἴσως μὲν οὖν οὐδὲ γενήσεταί τι τῶν ἀπευκτῶν ἐλέει Θεοῦ, πλὴν ὅτι καλὸν πρὸ τῆς ἀγωνίας τὰ τῆς ἀγωνίας διατίθεσθαι, ἵν’ ἐν καιρῷ τοῦ ἀγῶνος ἀξιολόγως ὑπαντήσωμεν. Ψυχὴ γὰρ ἀπαρασκεύαστος εὐκαταγώνιστος, μὴ εὐτρεπισαμένη ἑαυτήν· ἀλλ’ ἀθρόως προσβαλοῦσα τοῖς ἀγῶσι. Τί δὲ λέγω πρὸς ἀγωνίαν; Καθ’ ἑκάστην ἀγών, καθ’ ἑκάστην πόλεμος, οὐχ ὁρώμενος, ἀλλ’ ἀόρατος, οὐδὲ σῶμα, ἀλλὰ ψυχὴν τιτρώσκων καὶ ἀπολλύων. «Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας» ἡμῶν, καὶ τὰ ὅπλα τῆς δικαιοσύνης, ὡς καλοὶ στρατιῶται Χριστοῦ περιθέμενοι πολεμῶμεν προθύμως καὶ ἀνυστάκτως. Οὐδεὶς γὰρ καθεύδων τρόπαιον ἀνίστησιν, οὐδὲ ἀναπεπτωκὼς θερισμὸν συνέλεξεν· ἀλλ’ ἐπ’ ἀμφοτέροις πολὺς ὁ ἱδρὼς καὶ κόπος. Εἰ δὲ ἐκεῖ οὕτω, πόσῳ γε μᾶλλον ἐν τῷ καθ’ ἡμᾶς πολέμῳ· οὗ τὰ βέλη ὡς βολίδες ἀστραπῆς ἐπερχόμεναι· ἐντεῦθεν μὲν ἐπιθυμία πονηρὰ πολιορκοῦσα· ἐκεῖθεν δοξομανία· ἄλλοθεν βασκανία· ἑτέρωθεν βλασφημία, καὶ πολλαὶ αἱ μεθοδεῖαι τοῦ διαβόλου πειρωμένου πάντοθεν κατασείειν τὴν ψυχήν, καὶ οἷον ἐπιέναι καταπιεῖν αὐτήν, «ὡς ἐξαπορεῖσθαι ἡμᾶς καὶ τοῦ ζῆν,» καὶ ἕκαστον λέγειν· «Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.» «Ἀλλ’ ὅμως ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.» Καί γε «ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, δαυιτικῶς εἰπεῖν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.» «

Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ·» τουτέστι, τὸν διάβολον νικήσας καὶ καταπατήσας, κἀντεῦθεν τὸ νικᾶν καὶ ἡμῖν παρασχόμενος, καὶ τῆς νίκης ἔπαθλον, βασιλείαν οὐρανῶν ὑπισχνούμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΖʹ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑΠΤΩΣΕΩΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΜΕΜΝΟΝΟΣ ΚΑΙ ΠΑΡΑΓΓΕΛΙΑ ΠΕΡΙ ΤΟΥ ΜΗ ΜΟΝΟΥΣ ΕΙΝΑΙ ΩΣ ΑΝ ΦΥΓΟΙΜΕΝ ΤΑ ΔΙΑ ΤΩΝ ΑΙΣΘΗΣΕΩΝ ΕΓΓΙΝΟΜΕΝΑ ΗΜΙΝ ΦΘΟΡΟΠΟΙΑ ΠΑΘΗ Ἀδελφοὶ καὶ πατέρες, πάντοθεν ἐπιθυμῶ περιποιεῖσθαι ὑμῖν λόγον παρακλήσεως ἐντεῦθεν καὶ ἐντεῦθεν τὰς ἀφορμὰς ἐρανιζόμενος· νῦν δὲ ἐπειδὴ ἀκήκοα ἐν τῇ Θυνίᾳ γεγονέναι τι τῶν ἀπροσδοκήτων, ἔνθεν ἄρξομαι ποιῆσαι τὸν λόγον. Τί οὖν τὸ συμβεβηκός;

Φασὶν ὅτι πάρδαλις οὐ μία, ἀλλὰ καὶ δύο καὶ τρεῖς ἐπιφανεῖσαι ἐξάπινα λυμαίνονται οὐ βόας οὔτε πρόβατα οὔτε τι τῶν ἑτέρων ζώων, ἀλλ’ ἢ μόνους ἀνθρώπους, ὥστε τοὺς οἰκήτορας τῶν ἐκεῖσε φοβηθῆναι φόβον μέγαν, καὶ ἑαυτοὺς κατακλείειν ἐν ταῖς οἰκίαις, δι’ ὅλης νυκτὸς, ἕως ἂν ἐπιφαύσῃ ἡ ἡμέρα. Καὶ τὸ μὲν πρᾶγμα ἔνδειξίς ἐστιν ὀργῆς Θεοῦ. Ἐμοὶ δὲ οὗτινος χάριν ὁ λόγος εἴληπται ἐρῶ. Ὅτι καὶ ἐν ἡμῖν θῆρες πολλοὶ καὶ θῆρες ἄγριοι, τὰ πνεύματά φημι τῆς πονηρίας. Θηρίον πονηρὸν ὁ θυμός· θηρίον πονηρὸν ἡ ἐπιθυμία, θηρίον πονηρὸν ἡ βασκανία, θηρίον πονηρὸν ἡ κενοδοξία καὶ ὅσα ἄλλα τῆς κακίας πάθη, ἅπερ οὐ νύκτωρ, ἀλλὰ καὶ μεθ’ ἡμέραν παρρησιάζεται, καὶ ἐφορμᾷ λαβεῖν κατάβρωμα ψυχήν. Ὅθεν ὁ μακάριος ἀπόστολος Πέτρος διακελεύεται λέγων· «Νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ.» Καὶ πάλιν ὁ ἅγιος Δαυὶδ ἀπεύχεται λέγων· «Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος.» Τί οὖν ἐστιν ἐν τούτοις πρᾶξαι; Τί ἄλλο, ἢ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλίζεσθαι, καὶ εἴσω τῆς τῶν αἰσθήσεων περιπλανήσεως ἑαυτοὺς ἐπέχειν;

Ἐπεὶ ἐὰν ὁ ὀφθαλμὸς ἀπομετεωρίζηται, καὶ τὸ οὖς εἰσδέχηται φθοροποιοὺς ἀκοάς, καὶ τὸ στόμα φθέγγηται ἃ μὴ θέμις, καὶ ὁ νοῦς ἐμβατεύῃ εἰς ἔκτοπα, οἱονεὶ ἡ ψυχὴ προέρχεται εἰς τόπους ἐρήμους, εἰς οὓς οὐκ ἐπισκοπεῖ Κύριος, καὶ γίνεται ἐντεῦθεν θηριάλωτος. Τοῦτο νῦν πέπονθε καὶ ὁ ἐλεεινὸς Μέμνων, θήραμα τῷ διαβόλῳ γενόμενος· οὗπερ οὐ τὴν ἐσθῆτα ᾑμαγμένην ὁρῶ, ὡς πάλαι ὁ πατριάρχης Ἱακὼβ Ἰωσὴφ τοῦ ἰδίου υἱοῦ· ἀλλ’ αὐτὴν τὴν ψυχὴν τῷ ξίφει τῆς ἁμαρτίας τεθανατωμένην. Ἁμαρτία γάρ ἐστιν ἡ τοῦ θανάτου μήτηρ· ἁμαρτία τὸν προπάτορα ἡμῶν Ἀδὰμ ἀθάνατον ὄντα κατὰ χάριν θνητὸν ἀπειργάσατο· ἁμαρτία πανωλεθρίαν δι’ ὕδατος ἐπήγαγε τῷ κόσμῳ· ἁμαρτία ἐνέπρησε Σόδομα καὶ Γόμορρα καὶ τὰς περὶ αὐτὰς πόλεις· ἁμαρτία καὶ νῦν ἕκαστον τὸν συλλαμβάνοντα αὐτὴν παραδίδωσι θανάτῳ αἰωνίῳ. Ἣν φύγωμεν, ὦ ἀδελφοὶ, ὡς ἀπὸ πυρός. Ὡς ὄφελόν γε πυρὶ καὶ σιδήρῳ καὶ θηρίοις, ἢ τοῖς ὀλεθρίοις πάθεσιν ὑποπεσεῖν! Πόθεν δὲ πέπτωκεν ὁ ταπεινὸς ἐκεῖνος; πόθεν ἄλλοθεν ἢ ἐκ τοῦ εἶναι αὐτὸν μεμονωμένον;

Οὐ γὰρ ἂν ψεύσαιτο ἡ ἀλήθεια τὸ «οὐαὶ» αὐτῷ ἐπιφθεγγομένη· καὶ ὅτι, ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν. Ὅπερ ἐγὼ δεδοικὼς ὁ ταπεινὸς οὐκ ἐπαυσάμην διαγγέλλειν κἀκείνῳ καὶ τοῖς λοιποῖς, ὃ καὶ νῦν εἰμι διαγγέλλων· μή τις εἴη μεμονωμένος, μή τις φιλοπρόοδος, μή τις ὧδε κἀκεῖσε ἀεργῶς περιερχόμενος, μή τις συναυλιζόμενος γυναιξίν, ἐξ οὗ φιλία ὡς πῦρ ἀνάπτεται. Καὶ ὁ μὲν υἱὸς τῆς ὑπακοῆς εἴκει καὶ πείθεται καὶ σώζεται ἐν Κυρίῳ· ὁ δὲ υἱὸς τῆς ἀπειθείας ζωγρούμενος ὑπὸ τοῦ διαβόλου παραδίδοται θανάτῳ. Οὗ εἰ καὶ ἀθῶον ἐμαυτὸν συνίστημι τοῦ αἵματος, διὰ τὸ μὴ ὑποσιωπῆσαι, ἀλλὰ προαναγγεῖλαι τὴν ἐρχομένην ἐπ’ αὐτῷ ῥομφαίαν· ὅμως θρηνῶ, καὶ ὡς οἰκείῳ μέλει ἐπιστυγνάζω.

Ἔχω δέ τι καὶ πρὸς ὑμᾶς τοὺς ἠγαπημένους ἐγκλητικῶς φάναι. Τί τοῦτο; Ἐν ταῖς τῶν ἁγίων ἀποστόλων Πράξεσι γέγραπται, ὅτι «ἐγένετο ὡς τριῶν ὡρῶν διάστημα,» ἀφ’ οὗ τέθνηκεν Ἀνανίας, «καὶ οὐκ ἔγνω Σάπφειρα ἡ γυνὴ αὐτοῦ τὸ γεγονός.» Καίτοι τοῦ δράματος ἀναφανδὸν γενομένου, καὶ πλήθους πολλοῦ παρόντος· ἀλλ’ ὅτι ἀσφάλεια ἦν ἐκεῖ εὐταξία τε καὶ φόβος Θεοῦ· ὧδε δὲ ἐπειδὴ πρὸ ὀλίγων ἡμερῶν ἐλάλησα ὑμῖν μυστηρίως τι, εὐθὺς διεφημίσθη ὁ λόγος, ἔνθεν μὲν ἕως Κωνσταντινουπόλεως· ἐκεῖθεν δὲ ἕως Προύσης. Καὶ στενά μοι ἑκατέρωθεν καὶ λαλοῦντι καὶ μὴ λαλοῦντι. Λαλοῦντι μὲν ὅτι ἔκφορα γίνονται, ἃ οὐ δεῖ ἐκφερομυθεῖσθαι· μὴ λαλοῦντι δὲ ὅτι οὐκ ἔχω πῶς εὖ πρᾶξαι μὴ συμβούλοις χρώμενος. Καὶ ἱνατί ἀφρονεύομεν, ἀδελφοί; Καὶ ἱνατί ἀκρατεῖς ἐσμεν γλώσσης; Καὶ ἱνατί πρὸ καιροῦ ἑαυτοὺς ἐπιρρίπτομεν κινδύνοις; Οὐ γνησίων τοῦτο μαθητῶν, ἀλλ’ ἀντιθετῶν.

Μὴ, παρακαλῶ, μὴ οὕτως ἀσχημονῶμεν· ἀλλὰ πρὸς τὸ ἑξῆς εἴη καὶ ἀσφάλεια καὶ εὐταξία καὶ φόβος Θεοῦ καὶ κανὼν ἐπὶ πᾶσιν, ἵνα κατὰ τὸ θέλημα τοῦ Θεοῦ ζήσαντες καὶ εὐαρεστήσαντες αὐτῷ, κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΗʹ ΠΕΡΙ ΑΣΦΑΛΕΙΑΣ ΤΗΣ ΑΚΛΙΝΟΥΣ ΟΜΟΛΟΓΙΑΣ ΚΑΙ ΥΠΟΤΑΓΗΣ ΗΜΩΝ ΚΑΙ ΕΥΤΟΝΟΥ ΠΡΟΣΟΧΗΣ ΚΑΙ ΔΙΕΓΕΡΣΕΩΣ ΤΩΝ ΔΙΑΚΟΝΙΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἄλλοι μὲν ἄλλοις χαίρουσι καὶ καλλωπίζονται διηγήμασι· τουτέστι, στρατιῶται τοῖς περὶ πολέμων· πλωτῆρες τοῖς περὶ θαλάσσης· γεωργοὶ τοῖς περὶ γηπονίας· οἱ τὰς ἄλλας τέχνας καὶ ἐπιστήμας μετιόντες περὶ τῶν ταύταις ἐπιβαλλόντων· καὶ ἁπλῶς, οὐκ ἔστιν οὐδεὶς, ὃς οὐχ ἥδεται τοῖς οἰκείοις ἀπαγγέλμασιν· Ἡμῖν δὲ τὸ χάριεν τῆς διηγήσεως οὐκ ἐν τούτοις, ὅτι μηδὲ σαρκικὰ τὰ ἡμέτερα, ἀλλὰ περὶ σωτηρίας ψυχῆς, περὶ εὐαρεστήσεως Θεοῦ, περὶ τῆς ἐντεῦθεν μεταναστάσεως, περὶ τῆς ἐκεῖσε ἀποκαταστάσεως, καὶ καθώς φησιν ὁ Ἀπόστολος· «Ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα· εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος·» ταῦτά ἐστιν ἡμῖν εἰς διάλεξιν, ταῦτα εἰς περιποίησιν. Οὗ τί ἂν γένοιτο χαριέστερόν τε ἅμα καὶ μακαριώτερον; Καὶ τοῦτο ἴδοι τις ἂν ἐκ τοῦ τέλους ἑκατέρων· τῶν μὲν γὰρ ὁμοῦ τῇ ἀρχῇ καὶ τὸ τέλος τῷ παρόντι αἰῶνι συγκαταλύεσθαι πέφυκε. «Ποῦ γὰρ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» Ποῦ τίς ἐνευδοκιμήσας τοῖς ἀνθρωπίνοις καθήκουσιν ἐπέμεινε τῷ βίῳ;

Ἀλλ’ οὐκ «Ἀπώλετο μετ’ ἤχου τὸ μνημόσυνον ἁπάντων;» Ἡμῶν δὲ καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος ἀκατάλυτόν τε καὶ αἰώνιον. Ἀρετὴ γάρ ἐστιν ἥτις τοὺς μεταποιουμένους αὐτῆς θεοὺς οἶδε ἀπεργάζεσθαι, εἴπερ ἀληθὴς ὁ λέγων· «Ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.» Ὢ τῆς μεγαλοδωρεᾶς ἧς ἠξιώθημεν! Ὢ τοῦ ἐλέους, οὗ τετυχήκαμεν! Οὐκοῦν «ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν· προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ·» «Ὅτι εἵλετο ἡμᾶς ἀπ’ ἀρχῆς εἰς σωτηρίαν, ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας· εἰς ὃ ἐκάλεσεν ἡμᾶς διὰ τοῦ σχήματος ἡμῶν εἰς περιποίησιν τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἄρα οὖν, ἀδελφοὶ, στήκωμεν ἐν τῇ πίστει ἀκλινεῖς· κατέχωμεν τὴν ὁμολογίαν ἀρραγῆ, φυλάττωμεν τὴν ὑποταγὴν ἀψευδῆ, φρουρῶμεν τὴν παρθενίαν ἀσινῆ. Εἷς ἡμῶν ὁ ἔρως ὁ νυμφίος Χριστός, ὁ «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» μία κληρουχία, ἡ βασιλεία τῶν οὐρανῶν, τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ. Σὰρξ δὲ καὶ αἷμα, πλοῦτος καὶ δόξα, καὶ ὅσα τῆς ματαιότητος χαιρέτω, ἀπίτω ἀφ’ ἡμῶν πορρωτέρω.

Πλὴν ἐφ’ ὅσον ἐσμὲν ἐν τῇ σαρκὶ ταύτῃ, πάρεστιν ὁ πόλεμος· οὐ γὰρ ἂν εἴη ἀρετὴ μὴ παρόντος πολέμου. Εἰ δὲ, ὅτι συμβαίνει αἰχμαλωτίζεσθαι ὑπὸ λογισμῶν, ξενοπαθοῦμεν, ἀλλὰ θᾶττον ἀνακικλησκώμεθα ἓν μόνον φοβούμενοι, τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν ὡς θανάσιμον καὶ πόρρω Θεοῦ βάλλουσαν. Λογισμοῖς δὲ λογισμοὺς ἀποκρουώμεθα, καὶ ἐπιθυμίαις ἐπιθυμίας ἀντεπεξάγωμεν· καὶ τοῦτο ἀνολιγώρως. Σκοπὸς γὰρ τῷ δαίμονι τῇ ἐπιμονῇ τοῦ πολέμου ἀκηδίαν ἡμῖν ἐμποιῆσαι, ὡς ἂν ἀπείπωμεν πρὸς τὴν ἔνστασιν· ὡς εἴ γε ἐπιμείνωμεν τῇ ἐνστάσει τληπαθοῦντες καὶ ἀντικαθιστάμενοι τῷ διαβόλῳ, ἕξομεν κατ’ αὐτοῦ τὰ νικητήρια, καὶ στέφανον ἡμῖν ἐν οὐρανοῖς ἑτοιμαζόμενον. Φησὶ γὰρ ὁ Ἀδελφόθεος· «Μακάριος ὃς ὑπομείνῃ πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.» Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε ἐν Κυρίῳ, οἱ τὰς διακονίας ἐπέχοντες ἴστε ὡς ἐν αὐταῖς πολὺς ὁ μισθὸς ὑμῶν ὑπάρχει. Οἱ τὰ μαθήματα μελετῶντες προσέχετε, μήπως ἐν αὐτοῖς τὸν Θεὸν παροργίζητε. Καιρὸς ἐργασίας; ἴωμεν ἐπὶ τὴν ἐργασίαν. Καιρὸς σχολῆς; ἴωμεν ἐπὶ τὸ μάθημα.

Εἰ δὲ ὁ ἀδελφός σου ἐπὶ τὸ ἔργον, σὺ δὲ ἐπὶ τὸ μάθημα, «οὐκέτι κατὰ ἀγάπην περιπατεῖς·» Ἀλλ’ ἀλλοτριοῖς σεαυτὸν τῆς ἀδελφότητος. Ἢ οὐκ ἀκούεις τοῦ Ἀποστόλου λέγοντος; «Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Σὺ δὲ οὐ μόνον σκανδαλίζεις τὸν ἀδελφόν σου· ἀλλὰ καὶ καλούμενος οὐχ ὑπαντᾷς, σκήψεις καὶ προφάσεις σεαυτῷ περιποιούμενος καὶ οὐκ ἐννοῶν ὅτι «Σεαυτῷ θησαυρίζεις ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ.» Ἀλλ’ ἵνα μὴ τοῦτο γένηται, πειθώμεθα τῷ Ἀποστόλῳ λέγοντι· «Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω·» προηγουμένως τὰ ἔργα, ἑπομένως τὰ μαθήματα. Καί γε ἀλλήλοις συναντιλαμβανώμεθα, καθὼς πρέπει ἁγίοις· καὶ ὑπὲρ ἀλλήλων τὰς ψυχὰς τιθώμεθα, ὡς ἀδελφοὶ γνησιεύοντες, ἵνα καὶ Θεὸς δοξάζηται, καὶ ἡμεῖς εὖ πράττοντες κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΘʹ ΟΤΙ Ο ΕΚΖΗΤΩΝ ΤΟΝ ΘΕΟΝ ΔΙΑ ΤΗΣ ΦΥΛΑΚΗΣ ΤΩΝ ΘΕΙΩΝ ΕΝΤΟΛΩΝ ΑΠΤΟΗΤΟΣ ΕΣΤΙΝ ΕΝ ΚΑΙΡῼ ΕΞΟΔΟΥ ΑΠΟ ΤΗΣ ΤΩΝ ΔΑΙΜΟΝΩΝ ΕΠΙΣΤΑΣΙΑΣ ΚΑΙ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΚΑΙ ΑΓΑΠΗΣ Ἀδελφοὶ καὶ πατέρες, θανάτου προκειμένου, τοῦ κοινοῦ πᾶσιν ἐπιτιμίου, βασιλείας τε οὐρανῶν ἐλπιζομένης, καὶ γεέννης πυρὸς ἀπειλουμένης, ἔστιν ἄρα ὀκνεῖν καὶ ἀναδύεσθαι ἢ ἐμοὶ τοῦ λαλεῖν, ἢ ὑμῖν τοῦ ἀκούειν; οὐμενοῦν· ἀλλ’ ἀεὶ τοῦτο ποιητέον, «Καὶ τοσοῦτον μᾶλλον ὅσον βλέπομεν ἐγγίζουσαν τὴν ἡμέραν.» Ἐγγίζει γὰρ ἡ τελευταία ἡμέρα παντὶ ἀνθρώπῳ κατὰ πᾶσαν ἡλικίαν· καὶ «Φοβερά τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους,» καθώς φησιν ὁ ἱερὸς Ἀπόστολος. Μὴ τοίνυν λοιπὸν, ἀδελφοὶ, ἐκλυώμεθα, μηδὲ ἀμείψωμεν μίαν καὶ μόνην ἡμέραν ἀργῶς τε καὶ ἀνεπιστημόνως· ἀλλ’ ἐν αὐτῇ νήψωμεν, γρηγορήσωμεν, ἐκζητήσωμεν τὸν Θεὸν, ψαλμικῶς εἰπεῖν, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν. Πῶς δὲ ἔστιν ἐκζητῆσαι τὸν Θεόν;

Διὰ τῆς φυλακῆς τῶν ἐντολῶν, δηλονότι κατὰ τὴν τῶν μακαρισμῶν ὑποθήκην· τουτέστι διὰ ταπεινοφροσύνης, διὰ πένθους, διὰ πραότητος, διὰ καθαρᾶς καρδίας, διὰ εἰρήνης καὶ ἁγιασμοῦ· ἐν οἷς ὁ καταληφθεὶς ἐκζητήσας εὗρε τὸν Θεόν· καὶ εὑρὼν ἀφόβητός ἐστιν ἐν καιρῷ ἐξόδου, ἀπτόητος ἀπὸ δαιμόνων, ἀτάραχος ἀπὸ τῆς τῶν ἀγγέλων παρουσίας, ὡς οἰκείοις προσελθὼν, καὶ ἵλεως χωρῶν πρὸς τὸν ἑαυτοῦ δεσπότην, καλὸν ἐφόδιον τὸ χρηστὸν συνειδὸς ἀπενεγκάμενος. Ὁ δὲ μὴ οὕτω παρασκευασάμενος ἐμπεσεῖται εἰς ἀφυλάκτους περιστάσεις οὐκ ἔχων ὅπου ἀποβλέψει ἢ πρός τινος βοηθηθήσεται. Ἐνταῦθα γὰρ, φέρε εἰπεῖν, ἐμπεσών τις εἰς χεῖρας ἀνθρώπων κολαστῶν, ἤγουν εἰς θάλασσαν βαρβαρουμένην, ἢ εἰς γῆν ἀρασσομένην, ἢ εἴς τινα ἄλλην περιστατικὴν ἀνάγκην, οὐκ ἀμοιρεῖ ἐλπίδος τῆς ἐντεῦθεν ἀπαλλαγῆς· ἐκεῖ δὲ περιῄρηται πᾶσα ἐλπὶς σωτηρίας, οὐδενὸς ὄντος βοηθοῦντος ἢ ῥυομένου, οὐκ ἀγγέλου, οὐκ ἀνθρώπου, οὐ πατρός, οὐ μητρός, οὐκ ἀδελφοῦ, οὐ φίλου, οὐδενὸς οὖν τῶν ἁπάντων· ἀλλ’ ἐν ἀπορίᾳ δεινῇ καὶ ὀδύνῃ ἀπαραμυθήτῳ συσχεθεῖσα ἡ ἐλεεινὴ ψυχὴ ἄπεισι τῶν ἐνθένδε. Καὶ φοβερὸς μὲν ὁ λόγος, ὑπογραφόμενος δὲ, οὔ τί που τῆς πραγματικῆς ἀληθείας ἐφαπτόμενος. «

Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,» γέγραπται εἶναι τά τε ἀγαθὰ καὶ τὰ ἐναντία, «ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,» καὶ τοῖς υἱοῖς τῆς ἀπειθείας. Οὗ ἕνεκεν παρακαλῶ, ἀδελφοὶ, ἀνεπίληστον ἔχειν τὴν μνήμην τοῦ θανάτου· καὶ ταύτῃ νεκροῦν «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς,» καὶ ἐξαίρειν τὸ φιλήδονον ἀπὸ τῆς ψυχῆς. Τί γὰρ ἡμῖν καὶ τὸ φιλόσαρκον τοῦτο, ἐξ οὗ οὐδὲν ἀπωνάμεθα, τοὐναντίον δὲ ὀδυνώμεθα; ἐπείπερ εὐπερίστατος πᾶσα ἁμαρτία. Ἐμβλέψωμεν, εἰ δοκεῖ, εἰ τοὺς τάφους, καὶ ἴδωμεν οἵας δυσωδίας ἐφιέμεθα· τοιαύτη γὰρ πᾶσα σὰρξ ἀπὸ φθορᾶς ἀρχομένη καὶ εἰς φθορὰν καταλήγουσα· «Καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·» ἀναφαίρετος δὲ ἡ ἀρετὴ, ἣν ἀσπασάμενοι οἱ ἅγιοι εὐηρέστησαν τῷ Θεῷ· ὧν τὰ πνεύματα ἐν οὐρανοῖς, τὰ δὲ ἱερὰ σώματα ἀλεξιτήρια τοῖς ἐπὶ γῆς ἐν σημείοις τε καὶ τέρασι, καὶ δυνάμεσιν. Ἐπεὶ δὲ ὁ λόγος περὶ σημείων· καὶ νῦν γίνεται σημεῖα, ὡς ἀκούομεν, καὶ οὐ θαυμαστόν. Ἡ γὰρ τότε ἐνεργοῦσα χάρις τοῦ Πνεύματος καὶ νῦν ἐνεργεῖν δεδυσώπηται.

Οὐ μὴν ἁπλῶς πιστευτέον τοῖς θρυλλουμένοις, γέγραπται γάρ· «Μὴ παντὶ πνεύματι πιστεύετε· ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον·» ἀλλὰ γὰρ καὶ πολλοὶ αἱρετικοί τε καὶ τὰς θείας ἐντολὰς διακρουόμενοι, πάλαι τε καὶ νῦν παρεχωρήθησαν, καθ’ οὓς οἶδε τρόπους ἡ Πρόνοια σημεῖά τε καὶ τέρατα ἀπεργάζεσθαι· ὥστε οὐ δεῖ τούτοις συναρπάζεσθαι· ἐκ δὲ τοῦ παραδεδομένου ἡμῖν ὑπὸ τοῦ Κυρίου χαρακτῆρος δοκιμάζειν τοὺς γνησιεύοντας μαθητάς. Τίς δὲ ὁ χαρακτήρ; «Ἐν τούτῳ, φησὶ, γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.» Ὅθεν παιδευθεὶς ὁ Ἀπόστολος τάδε φησίν· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον· καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Ὁρᾶτε οἷον τὸ ὕψος τῆς ἀγάπης; Ὡς βασίλισσά ἐστι πάντων τῶν τοῦ Πνεύματος χαρισμάτων ὑπερανεστῶσα, ἥτις οὐδὲ ἐκπίπτειν ποτὲ δύναιτ’ ἄν· οἱ δὲ σημειουργοὶ ἔστιν ὅτε ἐκπίπτουσιν.

Εἴρηκε γὰρ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις· «Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι οὐδέποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» Ὡς φοβερὸν ὄντως τὸ ἀπόκριμα, καὶ παγχάλεπος ἡ ἀπόφασις! Λοιπὸν, ἀδελφοί μου, διώκωμεν τὴν ἀγάπην καὶ τὴν σύζυγον αὐτῆς πίστιν τε καὶ ἐλπίδα, καὶ τῶν τὰ σημεῖα ποιούντων μᾶλλον ἀσφαλέστερον βιοτεύσομεν· ἀλλὰ γὰρ καὶ μαθηταὶ ἀληθινοὶ γνωρισθέντες τοῦ Κυρίου κληρονομήσομεν βασιλείαν οὐρανῶν, ἐν αὐτῷ Χριστῷ, τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚʹ ΟΤΙ ΟΥ ΧΡΗ ΤΟΥΣ ΕΣΤΑΥΡΩΜΕΝΟΥΣ Τῼ ΚΟΣΜῼ ΚΕΧΗΝΕΝΑΙ ΕΝ ΤΟΙΣ ΜΑΤΑΙΟΙΣ ΤΟΥ ΒΙΟΥ ΑΛΛΑ ΒΕΛΤΙΟΥΣΘΑΙ ΠΡΟΣ ΤΑ ΚΡΕΙΤΤΟΝΑ Ἀδελφοὶ καὶ πατέρες, ἐοίκασιν αἱ ἡμέραι ἡμῶν ὡσεὶ ὧραι παρατρέχουσαι, καὶ αἱ ἑβδομάδες ὡσεὶ ἡμέραι, καὶ οἱ μῆνες ὡσεὶ ἑβδομάδες, καὶ οἱ ἐνιαυτοὶ ὡσεὶ μῆνες, οὕτω τοῦ χρόνου τρέχοντος καὶ συνελαύνοντος πάντας εἰς τὴν τελευταίαν ἡμέραν τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ «Πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,» καθώς φησιν ὁ λόγος. Τί οὖν λοιπὸν «ἄνθρωπος μάτην ταράσσεται;» Τί δὲ βασιλεὺς πέποιθεν ἐπὶ χρυσῷ καὶ φάλαγξι; Τί δὲ δυνάστης γαυριᾷ ἐπὶ κτήμασι καὶ βοσκήμασι; Τί δὲ φιλόπλουτος ἐλπίζει ἐπὶ πλούτου ἀδηλότητι; Τί δὲ φιλήδονος ἐνέχεται τοῖς τῆς ἁμαρτίας τέλμασι; δέον καθ’ ἑκάστην πενθεῖν καὶ σκυθρωπάζειν, καθαίρειν τε ἑαυτοὺς, ὅση δύναμις, πρὶν ἐπιστῇ τὸ κρῖμα τοῦ θανάτου, εἰς τὸ φυγεῖν ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης «ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» «Οὗτοι δὲ, γραφικῶς εἰπεῖν, ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς ὡς ἄλογα ζῶα ἐπίστανται, ἐν τούτοις φθείρονται. Οὐαὶ αὐτοῖς, φησὶν, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.»

Φοβοῦμαι δὲ μήπως ὁ λόγος ἐκείνους κακίζων καὶ ὑμῶν τῶν δοκούντων εἶναί τι καθάψηται· ὅταν γὰρ ὁ μὲν ὑπὲρ γονικῆς κληρονομίας διαπληκτίζηται μακρὰς ἀποδημίας στελλόμενος· ἕτερος δὲ ὑπὲρ τοῦ ἐπαυξῆσαι τὰ βαλλόμενα τυρβάζῃ πολλὰ, καὶ διαγωνίζηται· ἄλλος δὲ ὑπὲρ τοῦ κατακτήσασθαι τοῦτο κἀκεῖνο πλεονεκτικῶς καὶ ἀμονάχως ἐπείγηται· πῶς οὐ τῆς αὐτῆς ἐκείνοις καταδίκης εἰσὶν ἄξιοι;

Καίτοιγε ἐκεῖνοι μὲν ἔχουσιν ἀπολογίαν, εἰ καὶ ψυχρὰν, ὅμως ὅτι ὑπὲρ γυναικῶν καὶ τέκνων φροντίζουσιν· ὑμῖν δὲ οἷς ὁ κόσμος ἐσταύρωται, καὶ μόνος ὁ σταυρὸς τεθησαύρισται, τίς λόγος ὑπολείπεται, μὴ οὐχὶ χείρονος τιμωρίας ἀξιωθήσεσθαι τὰ τοιαῦτα διαπραττομένους; ἐπεὶ γέγραπται· «Δυνατοὶ δυνατῶς ἐτασθήσονται.» Καί· «Κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι.» Καί· «ᾯ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν·»—«Υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;» λόγους συνηγόρους τοῖς πάθεσιν ἀνευρίσκοντες, καὶ τὸν ἀναίτιον διωγμὸν ὡς ὑπαίτιον τῶν τοιούτων προβαλλόμενοι. «Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, βοᾷ ὁ λόγος, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ, καὶ ὑπερεῖδεν αὐτόν;» Οὐχὶ Ἁβραὰμ ὁ πατριάρχης ἄποικος γέγονε τῆς ἐνεγκαμένης διὰ προστάγματος Θεοῦ; ἀλλ’ ὅμως πατὴρ πολλῶν ἐθνῶν ἐχρημάτισεν. Οὐχὶ Ἰακὼβ ὁ πατριάρχης μόνην ῥάβδον ἔχων κάτεισιν εἰς Μεσοποταμίαν; καὶ ὅμως πολυούσιος ἐντεῦθεν ἀνέκαμψεν. Οὐχὶ Ἰωσὴφ ὤνιος ἀπήχθη εἰς Αἴγυπτον; καὶ ὅμως ἐκεῖσε ἰσοβασίλειος ἐγεγόνει. Οὐχὶ Ἡλίας ὁ προφήτης διωκόμενος ὑπὸ τῆς Ἰεζάβελ οὐδὲ πήραν ἐπεφέρετο; ἀλλ’ ὅμως ὑπὸ κόρακος διετρέφετο. Οὐχὶ οἱ μακάριοι ἀπόστολοι γυμνοὶ καὶ ἄοπλοι ἐξῄεσαν εἰς τὸ κήρυγμα; ἀλλ’ ὅμως τῆς οἰκουμένης κατεκράτησαν.

Αὐτοὶ ὑμεῖς οὐχὶ ἐν τοῖς προλαβοῦσι χρόνοις διωγμοὺς καὶ ἁρπαγὰς ὑπεμείνατε; ἀλλ’ ὅμως ἀψευδεῖς τὰς ὑποσχέσεις τοῦ Θεοῦ εὕρετε. Πόθεν οὖν ἡ κακία; καὶ τίς ἡ ματαιότης αὕτη; Ἀλλ’ ὡς ἔοικεν ἐπελαθόμεθα τῶν εὐεργεσιῶν τοῦ Θεοῦ κατὰ τὸν πάλαι Ἰσραήλ· καὶ πειράζομεν «τὸν Χριστὸν, καθάπερ τινὲς αὐτῶν ἐπείρασαν.» Ἀλλὰ τί φησι περὶ αὐτῶν; «Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον·

Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· οὐκ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Βλέπετε, ἀδελφοὶ, μήποτε τὰ αὐτὰ καὶ ὑμῖν ῥηθείη ἀχαρίστως περὶ τὸν εὐεργέτην διατεθεῖσι, καὶ μὴ τῇ αὐταρκείᾳ κεχρημένοις ἐν τοῖς παροῦσιν. Ἐντεῦθεν ἡσυχάζειν οἱ πόδες ὑμῶν οὐκ ἐπιτρέπονται ὧδε κἀκεῖσε περιερχομένων· ἐντεῦθεν μεταξὺ ἀλλήλων κρίσεις καὶ λογομαχίαι ἴσα καὶ τοῖς ἔξω· ἐντεῦθεν τὸ μεμονωμένον καὶ οὐ μετ’ ἀδελφοῦ· εἰ δὲ καὶ μετ’ ἀδελφοῦ, ἀλλ’ ἐπιπλάστως. Πῶς γὰρ ἄν τις τὴν φίλην ἑαυτῷ συνοδίαν ἔχων, φημὶ δὲ τὴν φιλαργυρίαν, ἐφ’ ᾗ σπένδεται, δυνήσεται κεκτῆσθαι ἀδελφὸν ὁμοψυχοῦντα; Οὐδαμῶς. Οὐαὶ αὐτοῖς ὡς ἀδοκίμοις· οὐ γὰρ περὶ ὑμῶν λέγω, ἀδελφοί μου, οὐδὲ περὶ τῶν ὧδε κἀκεῖσε θεοπρεπῶς βιοτευόντων· ἀλλὰ περὶ τῶν κακῶς καὶ παρ’ ἐντολὴν κατὰ τὴν προλαβοῦσαν θεωρίαν ἀναστρεφομένων· οὓς εὐξώμεθα ὀψέ ποτε ὀρθοποδῆσαι καὶ βελτιωθῆναι, ἵνα μή τις ἀπόληται· ἀλλὰ πάντες σωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.