Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ὑποτύπωσις τῆς μονῆς τῶν Στουδίου

Θεόδωρος ὁ Στουδίτης

Διακονήματα, υλικός βίος και συμπληρωματικές διατάξεις

Οδηγίες για το πρόγραμμα εργασίας, τον επιτρεπόμενο ρουχισμό και τον εξοπλισμό των κελιών, καθώς και ειδικές τελετουργικές προσθήκες για εορτές όπως τα Θεοφάνεια και η Μεγάλη Εβδομάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 5

Περὶ τῆς ἐν διακονίαις συμμετρίαις. λγʹ. Χρὴ γινώσκειν ὅτι τῇ ἁγίᾳ μεγάλῃ τεσσαρακοστῇ, μετὰ τὸ ψάλλαι ἡμᾶς τὴν αʹ ὥραν, ἡλίου ἥδη ἀνίσχοντος, ἀπέρχεται ἕκαστος εἰς τὴν αὐτοῦ διακονίαν· στιχολογία δὲ γίνεται τοῦ ψαλτῆρος ὅλου ἐν αὐταῖς, πλὴν τῶν καλλιγραφῶν· κάμνουσί τε ἕως τῆς θʹ. Μετὰ δὲ τὸ λυχνικὸν ψάλλαι ἡμᾶς, καὶ δειπνίσαι, ἰδιάζει ἕκαστος ὡς βούλεται. Ἐν δὲ ταῖς λοιπαῖς τοῦ ἐνιαυτοῦ ἡμέραις, ὅτε μὲν οὐ ψάλλομεν ὥρας, κρούει τῷ πρωῒ γʹ, καὶ ἀπέρχεται ἕκαστος εἰς τὴν ἑαυτοῦ διακονίαν, καὶ ἐνεργεῖ μέχρις ἀρίστου.

Μετὰ δὲ βρῶσιν ἰδιάζει ἕκαστος ὡς βούλεται, εἴτε μελετῶν, εἴτε κοιμώμενος ἕως ὥρας ηʹ· τῇ δὲ ηʹ κρούει τὸ ξύλον γʹ, καὶ πάλιν ἀπέρχεται εἰς τὴν ἑαυτοῦ διακονίαν ἕκαστος ἕως τοῦ λυχνικοῦ. Ὅτε δὲ ψάλλομεν ὥρας, τελέσαντες τὴν ὥραν πρωΐ, ἀπέρχονται οἱ ἀδελφοὶ εἰς τὰς ἑαυτῶν διακονίας, ἕως ὥρας ϛʹ κάμνοντες, κἄν τε ἐστὶν θʹ, κἄν τε μή· καὶ μετὰ τὴν ϛʹ ἡσυχάζει, ὡς εἴρηται ἕως τῆς ηʹ.

λδʹ. Χρὴ γινώσκειν ὅτι κατὰ καιρὸν τῆς παραμονῆς τῆς βαϊοφόρου εἰς τὸ Κύριε ἐκέκραξα, ἀλλάσσονται οἱ χοροί· καὶ οἱ μὲν δεξιοὶ ἀπέρχονται εἰς τὰ ἀριστερά, οἱ δὲ ἀριστεροὶ εἰς τὰ δεξιά. λεʹ. Δεῖ γινώσκειν ὅτι ἡνίκα κλάσει ἀδελφὸς σκεῦος εἴτε ὀστράκινον εἴτε σιδήρεον, τῷ καιρῷ τοῦ ἀρίστου ἐσθιόντων τῶν ἀδελφῶν παρίσταται πλησίον τῆς τραπέζης, ἡγουμένου τὴν κεφαλὴν τῷ ἑαυτοῦ περικαλύπτοντος κουκουλλίῳ, καὶ τὸ ὑπ’ αὐτοῦ συντριβὲν μετὰ χεῖρας, φέρων εἰς ἐπίδειξιν τοῦ οἰκείου σφάλματος.

λϛʹ. Χρὴ γινώσκειν ὅτι μετὰ τὸ στιχολογῆσαι ἡμᾶς τὸ ψαλτήριον, εἰς τὴν γʹ δόξαν τοῦ καθίσματος, κρούει τὰ γʹ ὁ ἐπὶ τοῦ κανόνος, ἵν’ ἐπισυναχθῶσιν οἱ τὸ ψαλτήριον ἔτι μανθάνοντες, τοῦ ψάλλαι ἡμᾶς ὁμοῦ τὸν κανόνα· ἀπὸ γὰρ τοῦ ἑξαψάλμου ἐξέρχονται, καὶ μελετῶσιν ἕως τότε· τρία δὲ κρούει πάλιν, καὶ εἰς τοὺς αἴνους, ὅτε μέλλει κατήχησις ἀναγινώσκεσθαι τοῦ μεγάλου Πατρὸς καὶ καθηγητοῦ Θεοδώρου.

λζʹ. Χρὴ γινώσκειν ὅτι ἐν τῇ παραμονῇ τῶν φώτων, μετὰ τὸ ἀπολῦσαι τὴν θείαν λειτουργίαν, λαμβάνομεν τὴν εὐλογίαν· εἶτα διακλυόμεθα μὲν οἱ κοινωνήσαντες, τὴν δὲ εὐλογίαν οὐκ ἐσθίομεν· συστείλας δὲ ὁ ἱερεὺς τὰ σκεύη, ἔρχεται εἰς τὰ ἅγια θυρία, καὶ ποιήσας εὐχήν, ἐξέρχεται μετὰ τῶν ἀδελφῶν εἰς τὸν λουτῆρα, ψάλλων τὸ Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε· καὶ τούτου λεγομένου γίνεται πρὸς τοῦ διακόνου εὐχὴ συναπτή· ἧς τελεσθείσης, ἄρχεται ὁ ἱερεὺς τῆς εὐχῆς τοῦ ἁγιασμοῦ· μετὰ δὲ τὸ ἁγιασθῆναι τὰ ὕδατα, καὶ τοὺς ἀδελφοὺς ῥαντισθῆναι, ψάλλεται τροπάριον· ὁ ἦχος πλ. δʹ, Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· στιχ. αʹ, Ἡ θάλασσα ἴδεν καὶ ἔφυγεν· στιχ. βʹ, Τί σοί ἐστιν θάλασσα, ὅτι ἔφυγες; καὶ μετὰ τὸ ψαλθῆναι γʹ τοῦτο τὸ τροπάριον, ἐξερχόμενοι εἰς τὴν ἐκκλησίαν, ψάλλομεν τροπάριον, ἦχος δʹ, Ὁ τὸ φῶς ἀναβαλλόμενος θεϊκῶς· τούτου οὖν τρισσευομένου, γίνεται εὐχὴ παρὰ τοῦ ἱερέως, καὶ καταπαύει αὕτη ἡ θεία δοξολογία. Εἶθ’ οὕτως ἀπέρχεται ὁ στίχος εἰς τὸ τραπεζάριον.

Ὡσαύτως δὲ καὶ τῇ ἁγίᾳ εʹ, μετὰ τὸ κοινωνῆσαι καὶ διακλύσασθαι, γίνεται ὁ νιπτήρ· καὶ μετὰ τὸ ἀπονίψασθαι πάντας, ἀπέρχεται ὁ στίχος εἰς τὸ τραπεζάριον.

Περὶ ποσότητος ἐνδύματός τε καὶ ὑποδημάτων καὶ καταστάσεως στρωμνῆς καὶ τῶν τοιούτων. ληʹ. Χρὴ γινώσκειν ὅτι ἕκαστος ἀδελφὸς ὀφείλει ἔχειν ὑποκαμήσα βʹ, ἐπανωφόρια βʹ, μαλλωτὸν ἕν, κουκούλλια βʹ, ἐπώμιον μικρὸν εἰς τὸ διακονεῖν, καὶ ἕτερον τὸ τῆς ἐκκλησίας βαθύτερον, ᾧ νόμος ἐστὶ κεχρῆσθαι Σαββάτῳ ὀψὲ εἰς τὸ λυχνικόν, καὶ τῇ Κυριακῇ εἰς τὸν ὄρθρον, καὶ πάλιν ὀψὲ εἰς λυχνικόν, καὶ πρὸ τοῦ γε εἰς τὴν θείαν λειτουργίαν, ὡσαύτως καὶ ἐν ταῖς δεσποτικαῖς ἑορταῖς. Καὶ ἕτερον ἐπώμιον μαλλωτὸν μέγα· ὑποδήματα δὲ κονδοτζάγγια, καὶ ἕτερα μακροτζάγγια, καὶ καλίκην· εἰς δὲ τὴν κλίνην ἐχέτω ψίαθον κιλίκην καὶ δύο μαλλωτάρια.