Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ὑποτύπωσις τῆς μονῆς τῶν Στουδίου

Θεόδωρος ὁ Στουδίτης

Διατροφικοί κανόνες και τήρηση των νηστειών

Κανονισμοί για τη διατροφή των μοναχών, την ευταξία στην τράπεζα και τις ειδικές διατροφικές και λειτουργικές διατάξεις κατά την περίοδο της Μεγάλης Τεσσαρακοστής και των δεσποτικών εορτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 5

Περὶ τῆς ἐν βρώμασι καὶ πόμασι ποσότητος καὶ ποιότητος, καὶ τῆς ἐν ταῖς τραπέζαις εὐταξίας. κηʹ. Ὑπερχομένων τῶν ἀδελφῶν εἰς τὸ ἀριστῆσαι, ὁ στίχος αὐτῶν ἐπὶ στόματος φέρεται· κάθηνται δὲ κατὰ τράπεζαν ἀκόβητον θʹ· οἱ ταξιάρχαι δὲ τὰς ἀναπληρώσεις τῶν τραπεζῶν ποιοῦνται, καὶ εὐτάκτως ἐκτὸς θορύβου· γίνεται δὲ ἡ ἀνάγνωσις, τῶν ἀδελφῶν τὰ κουκούλλια ἐπὶ κεφαλῆς ἐχόντων.

Σημεῖον δὲ τοῦ τέλους τῆς ἀναγνώσεως ταύτης ἐστὶν ὁ ἦχος τῶν κλιερίων ἐν τῇ ὑστάτῃ μαγειρίᾳ, πάντων ὁμοῦ ἐπὶ τῶν παροψίδων ἐῤῥιπτομένων· ὁμοίως δὲ καὶ τὸ κεράσαι καὶ τὸ παραθῆσαι διὰ κρούσματος γίνεται.

κθʹ. Ἰστέον δὲ ὅτι ἀπὸ τῆς πασχαλίας μέχρι τῶν ἁγίων πάντων, τὰς βʹ μαγειρίας τό τε λάχανον καὶ τὸ ὄσπριον μετὰ ἐλαίου ἐσθίομεν· χρώμεθα δὲ καὶ ἰχθύων, καὶ τυροῦ, καὶ ὠοῦ· πίνομεν δὲ τὰ ἄριστα γʹ· κρούοντος τοῦ ξύλου, ἀπέρχονται οἱ ἀδελφοὶ καὶ ἐσθίουσιν ἄρτον· καὶ ἐὰν ἐπερίσσευσεν μαγειρία πρωῒ (ἐπίτηδες γὰρ ἔδεσμα τὸ ὀψὲ τῷ κοινῷ οὐ γίνεται), κιρνὰ δὲ δύο. Εἰς δὲ τὴν μʹ τῶν ἁγίων ἀποστόλων ἰχθύας καὶ τυρὸν καὶ ὠὸν οὐκ ἐσθίομεν, πλὴν τῶν ἡμερῶν ἐν αἷς ὥραν οὐ ψάλλομεν· τρώγομεν δὲ θʹ μαγειρίας βʹ, τὸ μὲν λάχανον μετὰ ἐλαίου, τὸ δὲ ὄσπριον ἄνευ ἐλαίου ἐσθίομεν· κιρνὰ δὲ δύο τῇ θʹ, καὶ δύο ὀψέ· ἐν δὲ ταῖς ἀργησίμοις ἐν αἷς ᾐνιξάμεθα τυρὸν ἐσθίειν καὶ τὰ λοιπά, τῇ ϛʹ τρώγοντες, γʹ πίνομεν, καὶ ὀψὲ βʹ· οὗτος τύπος καὶ τῇ μʹ τοῦ ἁγίου ἀποστόλου Φιλίππου· διὰ δὲ τὴν σμικρότητα τῶν ἡμερῶν τῆς μʹ τοῦ ἁγίου Φιλίππου μονοσιτοῦμεν, πίνομεν δὲ γʹ. Ἀπὸ δὲ τῶν ἀποστόλων μνήμης ἕως τοῦ ἁγίου Φιλίππου, τετράδα καὶ παρασκευὴν θʹ ποιοῦμεν· ἐὰν δὲ ἔπεσεν ἐν αὐταῖς μνήμη ἁγίου, σχολὴν ἡμῖν ἐμποιοῦσα τῶν τε ὡρῶν καὶ μετανοιῶν, καὶ τυρὸν καὶ ὠὸν καὶ ἰχθύν, εἴπερ χορηγοίη ἡμῖν ὁ Θεός, ἐσθίομεν· κιρνὰ δὲ γʹ τὰ ἄριστον, καὶ ὀψὲ βʹ.

Περὶ τῆς ἁγίας μεγάλης Μʹ. λʹ. Ἐν δὲ τῇ ἀγίᾳ καὶ μεγάλῃ Τεσσαρακοστῇ μονοσιτοῦμεν, πλὴν Σαββάτου καὶ Κυριακῆς· ἐσθίομεν δὲ τῇ πρώτῃ καὶ τῇ μέσῃ ἑβδομάδι μονοτρόπως, ἤγουν φάβα ἐξεστόν, καὶ ἁλμαίαν χωρὶς ἐλαίου, καὶ ἰσχάδας ἀνὰ εʹ, καὶ εἰ τύχοι κάστανα, καὶ ἀπίεφθα, καὶ δαμασκηνά· τῇ δὲ βʹ ἑβδομάδι, καὶ γʹ, καὶ εʹ, καὶ ϛʹ ἐσθίομεν οὕτως· κόκκους ἐξεστούς, καὶ ἁλμαίαν εἰς τὰ σκουτέλλια, καὶ μαγειρίαν ὄσπριον μετὰ καρίου τριπτοῦ· ὀπώρας δὲ ἢ ἰσχάδας ἐν ταύταις οὐ τρώγομεν· πᾶσαν δὲ τὴν ἁγίαν μʹ εὔκρατον πίνομεν, χωρὶς τῶν ἀσθενούντων ἢ γερόντων· τὸ δὲ εὔκρατον συνίσταται ἔκ τε πιπέρεως καὶ κυμίνου καὶ ἀνίσου θερμοῦ. Τῇ δὲ ἁγίᾳ βʹ, καὶ τρίτῃ, καὶ δʹ, καὶ εʹ, καὶ ϛʹ, τὰ βρώματα ταύτης πρώτης ἑβδομάδος πίπτουσιν· τῇ δὲ ἁγίᾳ εʹ ἐσθίομεν μίαν μαγειρίαν ὄσπριον μετὰ καρύου τριπτοῦ, καὶ ζεστὰ κουκία· πίνομεν δὲ καὶ πρὸς ἔνκρασιν· τῷ δὲ ἁγίῳ Σαββάτω ὥρᾳ ἑνδεκάτῃ ἄρχεται τὸ λυχνικόν· καὶ ὅπου σώσει ἡ ἀπόλυσις, ἐσθίομεν δὲ τυρὸν καὶ ἰχθῦς καὶ ὠά· καὶ πίνομεν ἀνὰ γʹ.

Περὶ τοῦ εὐαγγελισμοῦ. λαʹ. Ἴστεον ὡς ὥρᾳ ϛʹ τοῦ ξύλου κρούοντος συναγόμεθα εἰς τὸν οἶκον τῆς παναχράντου Θεοτόκου καὶ ἀρξαμένου τοῦ λυχνικοῦ, ἵστανται ἐκεῖ ὀλίγοι ἀδελφοὶ ἐκτελοῦντες αὐτό· οἱ δὲ λοιποὶ ἐπαίρουσι λιτήν, καὶ περικυκλεύσαντες τὸ μοναστήριον ἔρχονται, εἰ εἴσοδος, καὶ λειτουργία τελεία· ἐσθίομεν δὲ τότε ἰχθύας καὶ ἔλαιον, καὶ πίνομεν ἀνὰ γʹ.

λβʹ. Χρὴ γινώσκειν ὅτι τῇ μέσῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν, καθεκάστην μετὰ τὸ ψαλθῆναι τὴν θʹ, προτίθεται τὸ ζωοποιὸν ξύλον, καὶ προσκυνοῦμεν πάντες.