Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ὑποτύπωσις τῆς μονῆς τῶν Στουδίου

Θεόδωρος ὁ Στουδίτης

Καθημερινή μοναστηριακή τάξη και διοίκηση

Κανόνες για τις καθημερινές ακολουθίες, την εξομολόγηση, την υποδοχή νέων αδελφών, τα καθήκοντα των υπευθύνων, καθώς και την αντιμετώπιση ζητημάτων πειθαρχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 5

ιϛʹ. Χρὴ γινώσκειν ὅτι δʹ καὶ Παρασκευῇ καὶ Κυριακῇ, τῶν ἀδελφῶν ἱσταμένων μετὰ πάσης εὐλαβείας, μετὰ τὴν ἀπόλυσιν τοῦ ὄρθρου ἀναγινώσκεται ἡ κατήχησις τοῦ θεοφόρου Πατρὸς ἡμῶν Θεοδώρου. Εἶτα λέγει καὶ τὰ παρ’ ἑαυτοῦ ὁ ἠγούμενος νουθετῶν τοὺς ἀδελφούς. Καὶ μετὰ τὴν συμπλήρωσιν τῆς κατηχήσεως, δοξάζουσιν, καὶ λέγεται τὸ Πάτερ ἡμῶν, καὶ εὐλογεῖτε, ἅγιοι, εὐλόγησον, Πάτερ, καὶ ἀπολύει. Οὕτως καθόλου τοῦ ἐνιαυτοῦ.

ιζʹ. Χρὴ γινώσκειν ὅτι τῷ Σαββάτῳ εἰς τὸ Κύριε, ἐκέκραξα, τὰ ἀναστάσιμα στιχηρὰ τρισσεύονται· εἰς δὲ τοὺς αἴνους δισσεύονται. Ὁμοίως καὶ ἐν ταῖς Δεσποτικαῖς ἑορταῖς. ιηʹ. Ἰστέον ὅτι καὶ ἐπιστημονάρχαι εἰσὶν εἰς οὓς τὰ σφάλματα τῶν μικροτέρων ἀδελφῶν ἀναφερόμενα τὴν διόρθωσιν δέχεται. Καὶ ταξιάρχαι δύο κατὰ χορῶν, ὑφ’ ὧν οἱ ἀδελφοὶ κοσμίως ἵστασθαι ἐν τοῖς χοροῖς ὑπομιμνήσκονται. Καὶ ἀφυπνιστὴς ἕτερος, ὁ ἐν ταῖς ἀναγνώσεσι τοῦ ὄρθρου, ἠρέμα περιερχόμενος τοὺς ἀδελφούς, καὶ τοὺς κοιμωμένους ἐξυπνίζων.

Ἀλλὰ καὶ ἐπιτηρηταὶ καθ’ ἑσπέραν δύο τάσσονται ἀμοιβαδόν, οἵ τινες μετὰ τὴν φωνὴν τοῦ ξύλου προτρέπονται τοὺς νωθροὺς συνδραμεῖν εἰς τὰ ἑσπερινὰ καὶ εἰς τὰ ἀποδείπνια καὶ πάλιν μετὰ τὴν ἀπόλυσιν τοῦ ἀποδειπνίου περινοστοῦσιν τοὺς κρυπτοὺς τοῦ μοναστηρίου τόπους, καὶ τοὺς συνδυάζοντας εἰς ἀκαίρους συντυχίας διαλύουσι μετὰ τῆς προσηκούσης στυφότητος.

ιθʹ. Χρὴ γινώσκειν ὡς καθ’ ἕκαστον ἀποδείπνιον ὁ διὰ χειρῶν σταυροειδὴς ἀσπασμὸς γίνεται, σημεῖον τυγχάνων ἀποκαταλλαγῆς ἑκάστου πρὸς ἕκαστον, διὰ τὰς μεθημερινὰς συμβαινούσας προσκρούσεις. κʹ. Δεῖ εἰδέναι ὡς τῇ παραμονῇ τῶν Χριστοῦ Γεννῶν, καὶ τῶν Φώτων, καὶ τῇ ἁγίᾳ εʹ ὀψέ, καὶ τῷ ἁγίῳ Σαββάτῳ ὀψέ, ἀποδείπνιον οὐ ψάλλομεν, ἀλλ’ ἢ τὸ τρισάγιον εἰς τὸ τραπεζάριον.

καʹ. Ἰστέον ὡς ἐν τοῖς ἀποδειπνίοις τῆς ἁγίας μʹ, πᾶσι σχεδόν, πῆ μὲν παρὰ τοῦ προεστῶτος, πῆ δὲ παρὰ τῶν προβεβηκότων καὶ λόγου πεπειραμένων κατήχησις ἐν τοῖς ἀδελφοῖς γίνεται. κβʹ. Δεῖ εἰδέναι ὅτι καθ’ ἕκαστον ὄρθρον ἐξέρχεται τοῦ χοροῦ ὁ ἡγούμενος τοῦ ἄρξασθαι τὴν δʹ ᾠδήν.

Καὶ καθεζόμενος, εἰς τὴν ἐξαγγελίαν δέχεται τοὺς ἀδελφοὺς προσιόντας, καὶ θεραπεύει ἕνα ἕκαστον πρὸς τὸ συμφέρον. κγʹ. Χρὴ γινώσκειν ὡς τῇ ἁγίᾳ Τεσσαρακοστῇ τάσσεται ἀδελφὸς γηραιός, καὶ ἀπὸ τῆς γʹ ὥρας ἀπέρχεται εἰς ἑκάστην διακονίαν, καὶ βάλλων μετάνοιαν λέγει· Ἀδελφοὶ καὶ Πατέρες, προσέχωμεν ἑαυτοῖς, ὅτι ἀποθνήσκομεν, ἀποθνήσκομεν, ἀποθνήσκομεν· μνημονεύσωμεν καὶ τῆς ἐπουρανίου βασιλείας.

κδʹ. Ἰστέον ὡς ὅτε δεχόμεθα ἀδελφούς, εἴτε ἀπὸ ἄλλου μοναστηρίου, εἴτε λαϊκοὺς πρὸς τὸ μονάσαι, ποιοῦμεν αὐτοὺς καθεσθῆναι εἰς τὸ ξενοδοχεῖον ἑβδομάδας βʹ, ἢ καὶ γʹ, πρὸς θεωρίαν καὶ πεῖραν τοῦ μοναστηρίου· καὶ εἰ ἐπιμένει τῇ κρίσει τοῦ λογισμοῦ αὑτοῦ, μετὰ τὸ διαμαρτύρασθαι αὐτῷ τὸν ἡγούμενον τὰ συμβησόμενα, τηνικαῦτα ἐπὶ κατηχήσεως εἰσάγει αὐτὸν καὶ συναριθμεῖ τῇ ἑαυτοῦ ποίμνῃ, βάλλοντος τοῦ προσερχομένου μετάνοιαν τοῖς ἀδελφοῖς κατ’ ἐπιτροπὴν τοῦ ἡγουμένου, κἀκείνων ἐπευχομένων αὐτῷ.

κεʹ. Χρὴ γινώσκειν ὡς καὶ ἀφορίστριαι εἰσὶ παρ’ ἡμῖν, ἐν αἷς οἱ ἀπειθεῖς καὶ δυσήνιοι κατακλείονται, ξηροφαγοῦντες καὶ παιδευόμενοι τὴν ἀρετήν· ἡ γὰρ διὰ μαστίγων παίδευσις, ὡς τοῖς κοσμικοῖς ἁρμόζουσα, τοῖς Πατράσιν ἡμῶν ἀπόβλητος εἰκότως ἐκρίθη.

κϛʹ. Δεῖ εἰδέναι ὅτι ἐν αἷς ἡμέραις ἀργίαν ἄγομεν τῶν σωματικῶν ἔργων, κρούει ὁ βιβλιοφύλαξ τὸ ξύλον ἅπαξ, καὶ συνάγονται οἱ ἀδελφοὶ εἰς τὸν τόπον τῶν βιβλίων, καὶ λαμβάνει ἕκαστος βιβλίον, καὶ ἀναγινώσκει ἕως ὀψέ· πρὸ δὲ τῶν σημαντήρων τοῦ λυχνικοῦ, κρούει πάλιν ἅπαξ ὁ ἐπὶ τῶν βιβλίων, καὶ ἐρχόμενοι πάντες κατὰ τὴν ἀναγραφὴν ἀποστρέφουσιν αὐτά· εἰ δέ τις ὑστερίσει εἰς τὴν ἀπόδοσιν τῆς βίβλου, ἐπιτιμίῳ ὑποβάλλεται.

κζʹ. Χρὴ εἰδέναι ὡς ἡνίκα ἐννάτην ποιοῦμεν, ἀπὸ τῆς ϛʹ λειτουργεῖ ὁ πρεσβύτερος· εἰ δὲ καὶ μέλλομεν ἐσθίειν, ἀπὸ τῆς γʹ· ἐὰν δὲ ἀργίαν ἄγομεν τῶν ὁρῶν καὶ κάμνομεν, ἡ μὲν θεία λειτουργία ὥραν γʹ σημαίνει· μετὰ δὲ τὴν συμπλήρωσιν αὐτῆς, κρούει τὸ ξύλον τρίς, καὶ συνάγονται πάντες οἱ ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ μετὰ τὸ ψᾶλαι τὰ τυπικά, καὶ λαβεῖν εὐλογίαν, ἀπερχόμεθα εἰς τὴν τράπεζαν.