Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ὑποτύπωσις τῆς μονῆς τῶν Στουδίου

Θεόδωρος ὁ Στουδίτης

Λειτουργικές διατάξεις του ετήσιου κύκλου

Τυπικές οδηγίες για τις ακολουθίες, τις ψαλμωδίες και τις αναγνώσεις από το Πεντηκοστάριο και τη θερινή περίοδο έως τις μεγάλες εορτές, τη χειμερινή περίοδο και τη Μεγάλη Τεσσαρακοστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 5

Ὅπως διοικούμεθα ἐν ταῖς συνάξεσι τῆς ἁγίας καὶ ἐνδόξου τριημέρου ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν. Περὶ τοῦ ξύλου. βʹ. Ἰστέον ὅτι μετὰ τὸ παρελθεῖν δευτέραν φυλακὴν τῆς νυκτός, ἤτοι τὴν ϛʹ ὥραν, ἀρχομένης τῆς ζʹ, πίπτει τοῦ ὑδρολογίου τὸ σύσσημον, καὶ τῇ τούτου σημασίᾳ ἐγείρεται ὁ ἀφυπνιστής, καὶ περιέρχεται τοὺς κοιτῶνας μετὰ φανοῦ, προτρεπόμενος τοὺς ἀδελφοὺς εἰς ἐξανάστασιν τῆς ἑωθινῆς δοξολογίας· σημαίνουσι δὲ παραυτίκα καὶ τὰ ξύλα ἄνω τε καὶ κάτω· καὶ τῶν ἀδελφῶν πάντων ἀθροιζομένων ἐν τῷ νάρθηκι τοῦ Κυριακοῦ, καὶ προσευχομένων ἡσυχῇ, ὁ ἱερεὺς τὸ πύριον μετὰ χεῖρας ἐπιλαβόμενος, θυμιᾷ πρῶτον τὸ ἱερὸν βῆμα· κἀκεῖθεν διὰ τῆς ἔμπροσθεν κιγκλίδος ἐξελθών, διέρχεται τὸ βόρειον κλιὸν τὸ τοῦ ναοῦ, καὶ φθάσας τὴν βασιλικὴν πύλην, θυμιᾷ τοὺς ἀδελφούς, καὶ εὐθέως ἀνατρέχει διὰ τοῦ νοτίου μέρους ὅθεν ἐξῆλθεν· οἵ τε ἀδελφοὶ κατόπιν αὐτοῦ εἰσέρχονται εἰς τὸν ναόν. Αὐτὸς δὲ τὸ πύριον ἀποθέμενος εἰς τὸ ἅγιον βῆμα, ἐξελθὼν ἵσταται κατὰ πρόσωπον τοῦ ἱλαστηρίου, καὶ ἄρχεται τροπάριον, ὁ ἦχος πλ. αʹ, Χριστὸς ἀνέστη ἐκ νεκρῶν.

Ὅπερ μετὰ τὸ ψαλθῆναι τρίτον παρά τ’ ἐκείνου καὶ τῶν ἀδελφῶν, λέγει ὁ πρεσβύτερος στίχον, Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· οἱ ἀδελφοὶ δὲ τὸ τροπάριον στιχ. βʹ, Συστήσασθε ἑορτήν, ἕως τέλος· καὶ πάλιν ὁ λαὸς τὸ τροπάριον δοξάζει. Καὶ μετὰ τὴν συμπλήρωσιν τούτου, ἄρχεται εὐθὺς ὁ κανών, καθότι ἑξάψαλμον πᾶσαν τὴν ἑβδομάδα ταύτην οὐ ψάλλομεν. Γίνονται δὲ δύο ἀναγνώσεις, καὶ ὁ νʹ ἀπὸ τῆς βʹ ἀναγνώσεως· καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ὄρθρου, γίνεται ὁ ἀσπασμὸς καὶ ἡ ἀπόλυσις· εἰς δὲ τὰ λυχνικὰ ταύτης τῆς ἑβδομάδος λέγομεν τό, Χριστὸς ἀνέστη· καὶ εὐθέως τό, Κύριε, ἐκέκραξα, καὶ ἀπολυτικὸν τό, Χριστὸς ἀνέστη· ὁμοίως ἐν τοῖς ἀποδειπνίοις τὸν τρισάγιον ὕμνον, καὶ τό, Κύριε, ἐλέησον, ιβʹ· τῷ δὲ Σαββάτῳ τῆς διακαινησίμου, καὶ τῇ Κυριακῇ ὀψὲ τῆς λαμπροφόρου, εἰς τὰ ἀποδείπνια ἀπὸ τοῦ, μεθ’ ἡμῶν ὁ Θεός, καὶ ἐπέκεινα.

γʹ. Τῇ δὲ Κυριακῇ τῆς λαμπροφόρου ἄρχεται καὶ τὸ ἑξάψαλμον, καὶ λέγομεν τό, Θεὸς Κύριος εἰς πλʹ δʹ· καὶ εὐθὺς τοὺς ἀναβαθμοὺς εἰς τὸν αὐτὸν ἦχον· τό τε προκείμενον· καὶ τὸ πᾶσα πνοή· εἶτα τὸ Εὐαγγέλιον, καὶ τό, ἐν ταῖς νυξί. Καὶ μετὰ τὸν νʹ, ἄρχεται ὁ κανών· γίνονται δὲ ἀναγνώσεις βʹ.

Καὶ τῇ Κυριακῇ ἑσπέρᾳ ἄρχεται τό, μακάριος ἀνήρ. καὶ τῇ βʹ εἰς τὸν ὄρθρον ψάλλομεν πάλιν τό, Θεὸς Κύριος, εἰς πρῶτον ἦχον, καὶ ἓν κάθισμα ψαλμοῦ, εἶτα τὸν κανόνα ἀναστάσεως· γίνονται δὲ ἀναγνώσεις γʹ· ἐκ τότε τὰ ἀποδείπνια ὁλόκληρα ποιοῦμεν, πλὴν Σαββάτου ἑσπέρας, καὶ ἑορτῆς δεσποτικῆς, καὶ μνήμης ἁγίου, ἀργίαν ἡμῖν τῶν ἔργων ἢ καὶ τῶν ὡρῶν καὶ τῶν μετανοιῶν ὅτε γίνονται προξενούσης· ἐν ταύταις γὰρ ἀπὸ τοῦ, μεθ’ ἡμῶν ὁ Θεός, καὶ ἐπέκεινα. Κάμνουσι δὲ καὶ αἱ διακονίαι ἀπὸ πρωΐ, τῇ γʹ τῆς βʹ ἑβδομάδος ἀρχομένης· ἕως δὲ τῆς νʹ ἐν τῷ λυχνικῷ προκείμενα ψάλλομεν ἑκάστης ἡμέρας.

Δʹ. Χρὴ γινώσκειν ὅτι ἐν τοῖς λυχνικοῖς πᾶσι τῶν Δεσποτικῶν ἑορτῶν τό, Μακάριος ἀνὴρ ἄρχεται εἰς πλ. δʹ· εἶτα ἡ δευτέρα ἔναρξις καὶ ἡ τρίτη εἰς τὸν ἦχον τῆς ἡμέρας· εἶτα τὸ Κύριε, ἐκέκραξα εἰς τὸν ἦχον τῶν στίχων τῆς ἑορτῆς.

εʹ. Δεῖ εἰδέναι ὅτι ἄχρι τῆς Ἀναληψίμου ἑορτῆς προηγοῦνται τὰ ἀναστάσιμα στιχηρὰ καθισμάτων τῶν τε κατανυκτικῶν καὶ ἀποστολικῶν. ϛʹ. Χρὴ γινώσκειν ὅτι ἀπὸ τοῦ Πάσχα ἕως τῆς Ἀναληψίμου, τὸ ἀνάστασιν Χριστοῦ λέγομεν, εἶθ’ οὕτως τὸν νʹ· καὶ μαρτυρικὰ ἐν τῇ ψαλμῳδίᾳ· ἐξ ἐκείνου δὲ οὐκέτι.

ζʹ. Ἰστέον δὲ ὅτι ἕως τῆς νʹ, εἰ καὶ ὥρας οὐ ψάλλομεν, οὐδὲ γόνυ κλίνομεν, ἀλλ’ οὖν κανόνας νεκρωσίμους ἐν τοῖς Σάββασι ψάλλομεν· καὶ ἐν ἄλλῃ δὲ ἡμέρᾳ, εἰ τύχοι μνημόσυνον ἀδελφοῦ, ψάλλομεν. ηʹ. Δεῖ εἰδέναι ὡς τῷ Σαββάτῳ τῆς νʹ εἰς τὸ ἐξαποστειλάριον ψάλλομεν, ἡ μνήμη τῶν κεκοιμημένων, Κύριε· καὶ τοῦτο ψάλλοντες κατερχόμεθα εἰς τοὺς τάφους τῶν ἀδελφῶν, κἀκεῖ ἱστάμενοι ψάλλομεν τὰ τῆς ἡμέρας στιχηρά· καὶ ἀπολύει ὁ ὄρθρος· τοῦτο δὲ ποιοῦμεν καὶ τῷ Σαββάτῳ τῆς Ἀποκρέου.

θʹ. Χρὴ γινώσκειν ὅτι ὀψὲ τῇ Κυριακῇ τῆς ἁγίας Πεντηκοστῆς εἰς τὸ λυχνικόν, ἐν ᾧ καὶ τὰς γʹ γονυκλισίας ποιοῦμεν, μετὰ τὸ προοίμιον εὐθέως τό, Κύριε, ἐκέκραξα· καὶ τῇ ἕωθεν εἰς τὸν ὄρθρον μετὰ τὸ ἑξάψαλμον τό, Θεὸς Κύριος λέγομεν· καὶ εὐθὺς τὸν κανόνα, καὶ ἀναγνώσεις βʹ· ἄγομεν δὲ καὶ τὴν ἑβδομάδα ταύτην μὴ ψάλλοντες ὥρας.

ιʹ. Εἶτα ἐπέρχεται καὶ ἡ ἁγία τεσσαρακοστὴ τῶν ἁγίων ἀποστόλων, καὶ ἀρχόμεθα ψάλλειν καὶ τὰς ὥρας μετὰ καθίσματος πάντοτε. Μετὰ γοῦν τὸ τέλος τῆς ψαλμῳδίας, λέγομεν τό, Κύριε, ἐλέησον, Χριστέ, ἐλέησον. Καὶ βάλλομεν ἐν πρώτοις γʹ μετανοίας ἰσοταχῶς ἅπαντες τῷ προεστῶτι ἑπόμενοι· ἐν αἷς καὶ μικρὸν τὰς χεῖρας ἐκτείνομεν πρὸς τὸν Θεόν.

Εἶθ’ οὕτως ἄλλας κʹ ὡς ἔχει τάχους ἕκαστος. Οὕτως οὖν καθ’ ἑκάστην σύναξιν. Εἰς δὲ τὸ Ἀποδείπνιον, γονυκλισίαι νʹ, καὶ εἰς τὸν ὄρθρον μʹ. ιαʹ. Χρὴ γινώσκειν ὅτι εἰς ἕκαστον ὄρθρον μετὰ τὸ τέλος τῆς ἀναγνώσεως ἐγειρόμενοι δωδεκάκις λέγομεν τό, Κύριε, ἐλέησον. Καὶ οὕτως ἄρχεται πάλιν ἡ ψαλμῳδία.

ιβʹ. Δεῖ εἰδέναι ὡς καθ’ ἕκαστον Σάββατον καὶ Κυριακήν, ὅτε οὐκ ἔστιν ἐν αὐταῖς ἤτοι ἑορτὴ Δεσποτική, ἢ μνήμη ἁγίου, τὸν Ἀπόστολον ἀναγινώσκομεν. Ἐν δὲ τοῖς Σάββασιν εἰς τὸν ὄρθρον ψάλλομεν τό, πρὸ τοῦ ἀμώμου κάθισμα. Εἶτα τὸν ἄμωμον· εἶτα τὸν νʹ· εἶτα τὸν κανόνα· γίνονται δὲ ἀναγνώσεις γʹ.

Εἰς γὰρ τὸν ἄμωμον οὐκ ἀναγινώσκομεν. Ἀντὶ δὲ τοῦ ἐξαποστειλαρίου λέγομεν τό, Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Αὕτη ἡ ποσότης τε καὶ ποιότης τῆς ψαλμῳδίας διατείνει μέχρι τῆς ὑψώσεως τοῦ ζωοποιοῦ ξύλου.

ιγʹ. Ἰστέον ὅτι εἰς τὴν κοίμησιν τῆς παναγίας Θεοτόκου ἤγουν εἰς τὸ λυχνικὸν τὸ μεθέορτον μετὰ τὸ προοίμιον εὐθέως, Κύριε, ἐκέκραξα. Καὶ τῇ ἕωθεν εἰς τὸν ὄρθρον μετὰ τὸ ἑξάψαλμον πάλιν τό, Θεὸς Κύριος, καὶ εὐθὺς ὁ κανών, ἀναγνώσεις βʹ.

Ὁμοίως εἰς τὸ γενέθλιον τῆς αὐτῆς· ὁμοίως εἰς τὴν Χριστοῦ Γένναν· ὡσαύτως εἰς τὰ Φῶτα· ὡσαύτως εἰς τὴν Ὑπαπαντὴν τοῦ Κυρίου. Ἐν ἄλλαις δὲ ἑορταῖς, πλὴν τῶν προγεγραμμένων, διπλῶς ἑορτάζειν οὐκ ἔνι. Ἀπὸ δὲ τῆς ὑψώσεως ἕως τῆς μεγάλης μʹ, προτίθεται καὶ ἕτερον κάθισμα ἐν τοῖς ὄρθροις, καὶ τὰ τροπάρια δὲ τῶν καθισμάτων διπλοῦνται, λεγομένου μεσοστίχου· γίνονται δὲ ἀναγνώσεις δʹ. Ἐν δὲ τοῖς Σάββασι τούτοις ψάλλομεν τὰ πρὸ τοῦ ἀμώμου βʹ καθίσματα· εἶτα τὸν ἄμωμον, εἶθ’ οὕτως τὸν κανόνα, γινομένων δʹ ἀναγνώσεων, καθότι εἰς τὸν ἄμωμον οὐκ ἀναγινώσκομεν.

Περὶ τῆς ἁγίας Τεσσαρακοστῆς. ιδʹ. Χρὴ γινώσκειν ὅτι τῇ ἁγίᾳ καὶ μεγάλῃ μʹ ψάλλομεν καθίσματα δʹ, καὶ τὸ τριῴδιον· γίνονται καὶ ἀναγνώσεις δʹ. Καὶ τῶν ἀδελφῶν μικρὸν ἀναπαυσαμένων, περὶ τὸ διάφαυσμα σημαίνει ὁ ἐκκλησιάρχης· καὶ πάντων συναθροισθέντων ἐν τῷ κυριακῷ, ψάλλομεν τὴν αʹ, μετὰ καθίσματος· οὐ μὴν καὶ ἀναγινώσκομεν ἐν αὐτῇ. Ἐν δὲ τῇ γʹ καὶ ϛʹ καὶ θʹ ἀναγινώσκομεν.

Καθ’ ἕκαστον ἀντίφωνον, ἤγουν δόξαν, εὐχὴ γίνεται παρά τε τοῦ πρεσβυτέρου καὶ διακόνου. Ποιοῦμεν δὲ μετανοίας εἰς μὲν τὰς ὥρας καὶ τὸ λυχνικὸν ἀνὰ λʹ· εἰς δὲ τὸ ἀποδείπνιον ρʹ, καὶ εἰς τὸν ὄρθρον πʹ.

ιεʹ. Δεῖ εἰδέναι ὅτι τῇ μεγάλῃ ἑβδομάδι ὅλῃ ψάλλομεν τὰς ὥρας ὁμοίως ταῖς πρὸ αὐτῶν, πλὴν τοῦ ἁγίου Σαββάτου· καὶ μετανοίας δὲ ποιοῦμεν ἕως ὅτου ἄρξηται τὸ ἑωθινὸν τρισάγιον, ὅπερ λέγεται μετὰ τὸ στιχηρὸν τοῦ στίχου· μεθ’ οὗ προκείμενον, καὶ Ἀπόστολον καὶ προφητείαν καὶ Εὐαγγέλιον.