Διδάσκει δὲ καὶ διὰ λόγου, ὅτι τῶν κατὰ τὰ παιδία διακειμένων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Τὸ παιδίον οὐκ ἐπαίρεται, οὐκ ἐξουθενεῖ τινα, ἄκακόν ἐστιν, ἄδολον, οὔτε ἐπὶ τοῖς λαμπροῖς ὀγκούμενον, οὔτε ἐπὶ τοῖς λυπηροῖς συστελλόμενον, ἀλλὰ πάσῃ ἁπλότητι συνόν. Ὥστε ὁ ταπεινοφρόνως ζῶν καὶ ἀκάκως, ἐκεῖνος παρὰ τῷ Θεῷ προσδεκτέος, καὶ ὁ δεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, τουτέστιν, ἀδόλως, ἀπολυπραγμονήτως, πιστῶς. Ὁ γὰρ περίεργος, καὶ ἀεὶ ἐρωτῶν τό, Πῶς; τῇ ἀπιστίᾳ συγκαταλυθήσεται, καὶ οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν, ἣν ἀπλῶς, καὶ ἀπεριέργως, καὶ μετριοφρόνως οὐκ ἠθέλησε παραδέξασθαι. Πάντες μὲν οὖν οἱ ἀπόστολοι καὶ πάντες ἁπλῶς οἱ πιστεύσαντες τῷ Χριστῷ, παιδία ἂν κληθεῖεν, ὡς καὶ αὐτὸς ὁ Κύριος τοὺς ἀποστόλους ὠνόμασε· Παιδία, μήτι προσφάγιον ἔχετε; Οἱ δὲ σοφοὶ τῶν Ἑλλήνων, σοφίαν ἐν τῷ μυστηρίῳ ζητοῦντες, ὅ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ μὴ βουλόμενοι δέξασθαι τοῦτο ἀσυλλογίστως, εἰκότως ἐξώσθησαν τῆς βασιλείας ταύτης. Οὐκ εἶπε δέ, ὅτι, Τούτων ἐστὶν ἡ βασιλεία, ἀλλὰ τῶν τοιούτων, τουτέστι, τῶν τὴν ἀκακίαν, καὶ μετριοφροσύνην προαιρετικῶς κτησαμένων, ἣν φυσικῶς τὰ παιδία ἔχουσι. Δεξώμεθα οὖν πάντα τὰ ἐκκλησιαστικά, ἅπερ ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεριέργως, καὶ πιστῶς, καὶ μετριοφρόνως, τὸ γὰρ περιεργάζεσθαι οἰήσεως, καὶ δοξοσοφίας. «