Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Λουκάν: Διδασκαλίες περί της Βασιλείας, ο Άσωτος Υιός και ο Πλούσιος και Λάζαρος

Ο Χριστός διδάσκει περί ταπεινώσεως, διηγείται την παραβολή του Ασώτου, του Οικονόμου της Αδικίας, του Πλουσίου και του Λαζάρου και παραδίδει διδαχές για την πίστη και τη μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 16 από 28

ΚΕΦΑΛ. ΙΔʹ. Περὶ τοῦ ὑδρωπικοῦ. Περὶ τοῦ μὴ ἀγαπᾷν τὰς πρωτοκλισίας. Περὶ τοῦ πτωχοὺς μᾶλλον εἰς τὸ δεῖπνον καλεῖν, ἢ φίλους. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. Περὶ οἰκοδομῆς πύργου παραβολή. «Καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων Σαββάτῳ, φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. Καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς Φαρισαίους καὶ νομικούς, λέγων· Εἰ ἔξεστι θεραπεύειν ἐν Σαββάτῳ; Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτόν, καὶ ἀπέλυσε. Καὶ ἀποκριθεὶς πρὸς αὑτοὺς εἶπε· Τίνος ὑμῶν ὄνος ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα.» Εἰ καὶ ἐγίνωσκε τὸ δύστροπον τῶν Φαρισαίων ὁ Κύριος, ὅμως εἰσίει εἰς τοὺς οἴκους αὐτῶν· ὡφελείας γὰρ ψυχῶν ἐφρόντιζε, καὶ διὰ τοῦτο εἰσήρχετο· ἢ γὰρ ἐκ λόγου καὶ διδασκαλίας, ἢ ἐκ σημείων ἐπιδείξεως δυνατὸν ἦν αὐτοὺς ὠφελεῖσθαι, εἴγε ἠβούλοντο. Παρελθόντος οὖν εἰς μέσον τοῦ ὑδρωπικοῦ, ὁ Κύριος οὐ τοῦτο ἐσκόπησεν, ὅπως μὴ σκανδαλίσῃ αὐτούς, ἀλλ’ ὅπως εὐεργετήσῃ τὸν θεραπείας δεόμενον. Δεῖ γὰρ ἡμᾶς, ἔνθα ὠφέλεια ἀνακύπτει μάλα πολλή, μὴ φροντίζειν τῶν ἀνοήτως σκανδαλιζομένων.

Ἐλέγχει δὲ τὴν ἀφροσύνην τῶν ἐγκαλεῖν μελλόντων αὐτῷ, διὸ καὶ ἐρωτᾷ, Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν, ἢ οὔ; Ἆρα γὰρ οὐ προφανῶς καταγελᾷ αὐτῶν ὡς ἀνοήτων; εἴγε τοῦ Θεοῦ τὸ Σάββατον εὐλογήσαντος, αὐτοὶ κωλύουσιν ἀγαθοποιεῖν ἐν τούτῳ, καὶ ποιοῦσιν αὐτὸ πάντως ἐπικατάρατον;

Ἡ γὰρ ἡμέρα ἡ μηδὲν ἔργον ἀγαθὸν ἐπιδεχομένη, οὐκ εὐλογημένη. Ἀλλ’ οὗτοί γε γνόντες ὅποι φέρει τὸ ἐρώτημα, ἡσύχασαν· τότε δὴ ὁ Ἰησοῦς τὸ οἰκεῖον ποιεῖ, καὶ διὰ τῆς ἀφῆς ἰᾶται τὸν ἄνθρωπον· εἶτα καὶ τοὺς Φαρισαίους ἐντρέπει διὰ τούτου, μονονουχὶ τοιαῦτα λέγων αὐτοῖς· Εἰ κεκώλυκεν ὁ νόμος ἐλεεῖν ἐν Σαββάτῳ, μὴ φροντίσῃς υἱοῦ κινδυνεύοντος ἐν Σαββάτῳ; Καὶ τί λέγω υἱοῦ; ὅπου οὐδὲ βοῦν ἀβοήθητον καταλείψεις εἰ κινδυνεύοντα ὄψει; Πῶς οὖν οὐκ ἀνόητον παρατηρεῖσθαι τὴν τοῦ ὑδρωπικοῦ θεραπείαν ἐν Σαββάτῳ; Ὑδρωπικός ἐστι καὶ πᾶς ὂς διὰ τοῦ ἀνειμένου βίου καὶ ὑγροῦ κατὰ ψυχὴν νοσήσας δεινῶς, δεῖται Χριστοῦ, οὐκοῦν καὶ θεραπευθήσεται, εἰ ἔμπροσθεν Χριστοῦ γένηται. Ὁ γὰρ ἔμπροσθεν Θεοῦ εἶναι ἐννοῶν ἀεί, καὶ παρ’ αὐτοῦ ὁρᾶσθαι, ἐλάχιστα ἁμαρτήσεται. «

Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· Ὅταν κληθῇς ὑπό τινος εἰς γάμον, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας, ἐρεῖ σοι, Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετ’ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν· ἀλλ’ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσον εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, εἴπῃ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι, ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Ὁρᾷς τὰ δεῖπνα τοῦ Χριστοῦ ποῖά τινά εἰσιν, εἰς ὠφέλειαν ψυχῶν, οὐκ εἰς κόρον γαστρὸς καταστρέφοντα;

Ἴδε γάρ, ἰάσατο τὸν ὑδρωπικόν, ἐδίδαξε τοὺς Φαρισαίους, ὅτι καλὸν τὸ ἐν Σαββάτῳ εὐεργετεῖν. Ἐπεὶ δὲ εἶδεν αὐτοὺς καὶ περὶ τῆς πρωτοκλισίας θορυβουμένους, ἰᾶται καὶ τοῦτο τὸ πάθος οὐκ ἀπὸ σμικρᾶς ἀρχόμενον προφάσεως, ἀλλ’ ἀπὸ μεγάλης καὶ δυσδιαφεύκτου, τῆς κενοδοξίας φημί· καὶ μή τις νομιζέτω τὴν περὶ τούτου διδασκαλίαν μικρὰν εἶναι, καὶ ἀναξίαν τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας· μάλιστα μὲν γὰρ οὐδὲ ἰατρὸν φιλάνθρωπον εἴποις ἄν, τὸν ποδάγρας μὲν ἰᾶσθαι ἐπαγγελλόμενον, καὶ ὅσα τῶν νοσημάτων ἀξιόλογα, δακτύλου δὲ σύντριμμα ἢ ὀδόντος ἄλγος μὴ δεχόμενον θεραπεύειν. Ἔπειτα πῶς μικρὸν τὸ τῆς κενοδοξίας πάθος, ὃ ἠνώχλει πάντως τοῖς τὰς πρωτοκλισίας ζητοῦσιν; Ἐχρῆν οὖν, ἐχρῆν τὸν τῆς ταπεινώσεως διδάσκαλον, καὶ ἀρχηγόν, καὶ τελειωτὴν Χριστὸν πάντα κλάδον τῆς πονηρᾶς ῥίζης τῆς κενοδοξίας ἐκτέμνειν. Καὶ τοῦτο δέ μοι προσλογίζου· εἰ μὲν οὖν οὐκ ἦν καιρὸς τραπέζης, καὶ διελέγετο περὶ τούτων ὁ Κύριος, ἀφεὶς τοὺς περὶ ἄλλων λόγους, εἶχεν ἂν λόγον ἡ μέμψις, νῦν δὲ δείπνου ὄντος, καὶ τοῦ τῆς φιλοπρωτείας πάθους πρὸ ὀφθαλμῶν τοῦ Σωτῆρος ἐνοχλοῦντος τοῖς ἐλεεινοῖς, καιρὸν εἶχεν ἡ παραίνεσις. Ἴδε γὰρ καὶ ἄλλως πόσου μώμου τὸν ἄνθρωπον ἀπαλλάττει, καὶ πῶς κόσμιον αὐτὸν ποιεῖ.

Πόσης γὰρ αἰσχύνης ἀνάμεστον, ὅταν τὸν μὴ πρέποντά σοι τόπον ζητήσαντι, εἶτα ἐλθόντος τοῦ ἐντιμοτέρου, ὁ καλέσας σε εἴπῃ· Δὸς τούτῳ τόπον, καὶ τοῦτο πολλάκις, καὶ ὑποβαίνῃς μὲν αὐτός, ἐκεῖνοι δὲ προεδρεύωσι; Πόσου δὲ ἐπαίνου ἄξιον τοὐναντίον, ὅταν ὁ τῆς πρώτης καθέδρας ἄξιος, ὑποβὰς ἐξ ἀρχῆς, εἶτα προεδρεύων εὑρεθῇ, πάντων ἐξισταμένων αὐτῷ τῶν πρωτείων; Ἆρα μικρά σοι δοκεῖ ἡ τοιαύτη τοῦ Κυρίου παραίνεσις, τὴν μεγίστην τῶν ἀρετῶν, τὴν ταπείνωσιν ὑπογράφουσα, καὶ ταῖς τῶν ἀκροωμένων ψυχαῖς ἐγκαθιστῶσα, καὶ πρὸς τὸ εὔσχημον ἄγουσα τόνγε αὐτῆς ἀκούοντα; ὅπερ οὖν καὶ ὁ Χριστοῦ μαθητὴς Παῦλος ὕστερον εἶπε, «Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν, φησί, γινέσθω.» Πῶς οὖν τοῦτο γενήσεται; Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὁρᾷς τὸν μαθητὴν τὰ αὐτὰ τῷ διδασκάλω φθεγγόμενον; Τὸ δέ, «Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται,» πῶς νοήσομεν; Καὶ γὰρ πολλοὶ ἐν τῷ βίῳ τούτῳ ὑψοῦντες ἑαυτούς, τιμῆς ἀπολαύουσι· τοῦτο μὲν οὖν ἔστι τὸ ταπεινοῦσθαι, ὅταν τις ἀπολαύῃ πλείονος τιμῆς ἐν τῷ κόσμῳ· τότε γὰρ ἄθλιος καὶ ταπεινὸς παρὰ Θεῷ. Ἔπειτα δὲ οὐκ ἄχρι τέλους, οὐδὲ παρὰ πᾶσιν ὁ τοιοῦτος τιμᾶται, ἀλλ’ ἐν ὅσῳ τούτοις τιμᾶται, ἐκεῖνοι διασύρουσιν αὐτόν, ἢ καὶ αὐτοὶ οἱ τιμῶντες. Ἀληθὴς οὖν ἡ τῆς ἀληθείας ἀπόφασις.

Καὶ πᾶς ὁ ἀνάξιος ὕψους, σφετεριζόμενος τοῦτο, ταπεινωθήσεται, καὶ παρὰ τῷ Θεῷ μέν, ὅτε ἡ τελευταία κρίσις, κἂν τῷ βίῳ δὲ τούτῳ πάντων μάλιστα· φύσει δὲ πᾶς ἄνθρωπος ἀνάξιος ὕψους. Μηδεὶς οὖν ἐπαιρέσθω, ἵνα μὴ ἐσχάτως ταπεινωθῇ. «Ἔλεγε δὲ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα, ἀλλ’ ὅταν ποιῇς δοχήν, κάλεσον πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ἀκούσας δέ τις τῶν συνανακειμένων εἶπεν αὐτῷ· Μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» Ἐκ δυοῖν μεροῖν συγκειμένου τοῦ δείπνου, τῶν τε καλούντων καὶ τῶν καλουμένων, τὸ μὲν τῶν καλουμένων μέρος ἔφθη διὰ παραινέσεως εἰς τὴν σωτήριον ταπεινοφροσύνην χειραγωγήσας, καὶ ὄψον αὐτοῖς ἀδαπάνητον παραθείς, λοιπὸν δὲ τὸν καλέσαντα ἀντιφιλοτιμεῖται, καὶ διὰ παραινέσεως ἀνθεστιᾷ, ἀπάγων αὐτὸν τοῦ διά τινα χάριν ἀνθρωπίνην τὰς ἑστιάσεις ποιεῖσθαι, καὶ τὴν παραυτίκα ἀντιμισθίαν ἐκδέχεσθαι. Οἱ γὰρ μικρόψυχοι φίλους καλοῦντες ἢ συγγενεῖς διὰ τὴν ἐν τῷ παρευθὺ χάριν τοῦτο ποιοῦσι, κἂν μὴ τύχωσι, δυσχεραίνουσιν.

Οἱ δὲ μεγαλόψυχοι τὸ μέλλον ἀναμένοντες παρὰ τοῦ ὄντως πλουσίου, τὰς ἀμοιβὰς ἐκδέχονται. Ταῦτα δὲ λέγων ὁ Κύριος, οὐ τῆς πρὸς τοὺς φίλους τιμῆς ἀπείργει ἡμᾶς, ἀλλὰ μὴ πιπράσκειν τὴν φιλοφροσύνην παιδεύει. Ἀκούσας δέ τις ταῦτα, καὶ νομίσας, ὅτι ὁ Θεὸς ἀντιφιλοτιμήσεται, καὶ ἀνθεστιάσει σωματικαῖς τραπέζαις τοὺς δικαίους, εἶπεν· ὅτι Μακάριος ὅστις φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Οὐ γὰρ ἦν πνευματικός, ἵνα νοήσῃ τὰ ὑπὲρ αἴσθησιν, ἀλλ’ ἔτι ψυχικός, τουτέστιν ἀνθρωπίνοις λογισμοῖς διοικούμενος· τοιοῦτος γὰρ ὁ ψυχικὸς ὁ μηδὲν ὑπὲρ φύσιν πιστεύων, ἀλλὰ πάντα κατὰ φύσιν νοῶν. Τρεῖς γάρ εἰσι καταστάσεις, σαρκική, ψυχική, καὶ πνευματική. Καὶ σαρκικὴ μέν ἐστιν, ὅταν τις ἥδεσθαι βούληται, καὶ χαίρειν μετὰ τοῦ καὶ ἄλλους κακοποιεῖν, οἷόν ἐστι πάντων τὸ τῶν πλεονεκτῶν φῦλον· ψυχικὴ δὲ κατάστασις, ὅταν τις μήτε βλάπτειν μήτε βλάπτεσθαι βούλοιτο· τοῦτο γὰρ τὸ κατὰ φύσιν ζῆν· ἐπεὶ καὶ ἡ φύσις αὐτὴ τοῦτο ἡμῖν εἰσηγεῖται· πνευματικὴ δέ, ὅταν τις καὶ βλάπτεσθαι βούλοιτο διὰ τὸ καλὸν καὶ κακουχεῖσθαι. Ἔστιν οὖν ἡ μὲν πρώτη παρὰ φύσιν, ἡ δὲ μέση κατὰ φύσιν, ἡ δὲ τρίτη ὑπὲρ φύσιν.

Πᾶς οὖν ἀνθρώπινα φρονῶν, καὶ μηδὲν τῶν ὑπὲρ φύσιν δυνάμενος νοῆσαι, ψυχικὸς λέγεται, ὡς ψυχῇ καὶ πνεύματι διοικούμενος· ὅταν δέ τις πνεύματι ἄγηται, καὶ οὐκέτι ζῇ αὐτός, ζῇ δὲ ἐν αὐτῷ Χριστός, οὗτός ἐστιν ὁ πνευματικός, ὁ τὴν φύσιν ὑπεραναβάς· ψυχικὸς οὖν ἦν ὁ νομίσας αἰσθητὰς ἔσεσθαι τὰς ἀμοιβὰς τοῖς ἁγίοις, οἷα μηδὲν τῶν ὑπὲρ φύσιν δυνάμενος νοῆσαι. «Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς, καὶ ἀπέστειλε τὸν δοῦλον αὑτοῦ τῇ ὥρᾳ τοῦ δείπνου, εἰπεῖν τοῖς κεκλημένοις·

Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν, ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά, ἐρωτῶ σε, ἔχε με παρῃτημένον.

Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.» Τοῦ συνανακειμένου εἰπόντος, ὅτι μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὁ Κύριος διδάσκει αὐτὸν πλατύτερον, πῶς δεῖ νοεῖν ἡμᾶς τὰς τοῦ Θεοῦ ἑστιάσεις. Καὶ δή φησι παραβολὴν τοιάνδε, ἄνθρωπον μὲν ὀνομάζων τὸν φιλάνθρωπον αὐτοῦ Πατέρα. Ὁ γὰρ Θεὸς ὅταν μὲν τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν αἰνίττηται, παρὰ τῇ Γραφῇ πάνθηρ, καὶ πάρδαλις, καὶ ἄρκτος ὀνομάζεται· ὅταν δὲ φιλανθρωπίαν τινὰ αἰνίττεσθαι μέλλῃ, ἄνθρωπος εἰσάγεται, ὥσπερ οὖν καὶ νῦν· ἐπειδὴ περὶ τῆς φιλανθρωποτάτης οἰκονομίας διαλαμβάνει ἡ παραβολή, ἣν ἐνήργησεν ἐν ἡμῖν, κοινωνοὺς ἡμᾶς ποιήσας τῆς σαρκὸς τοῦ Υἱοῦ αὑτοῦ, ἄνθρωπον αὐτὸν ὠνόμασε· δεῖπνον δὲ μέγα ἐκάλεσε τὴν οἰκονομίαν ταύτην, δεῖπνον μέν, ἐπειδὴ ἐν ἐσχάτοις καιροῖς, καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ αἰῶνος ἦλθεν ὁ Κύριος. Μέγας δὲ ὁ δεῖπνος οὗτος, ἐπειδὴ καὶ ὁμολογουμένως μέγα τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου. Τίς ἐστιν οὗτος ὁ δοῦλος; Ὁ τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν ὁ Υἱὸς τοῦ Θεοῦ, ἄνθρωπος γενόμενος, καὶ ὡς ἄνθρωπος ἀποσταλῆναι λεγόμενος.

Πρόσχες δὲ πῶς οὐκ εἶπε, δοῦλον, ἀλλὰ μετὰ τοῦ ἄρθρου, τὸν δοῦλον, τὸν κυρίως, φησίν, αὐτῷ κατὰ τὸ ἀνθρώπινον εὐαρεστήσαντα καὶ εὖ δουλεύσαντα. Οὐ μόνον γὰρ καθὸ Υἱὸς καὶ Θεὸς εὐάρεστος τῷ Πατρί, ἀλλὰ καὶ καθὸ ἄνθρωπος, αὐτὸς μόνος ἀναμαρτήτως πάσαις ταῖς τοῦ Πατρὸς βουλαῖς καὶ ἐντολαῖς ὑπηρετήσας, καὶ πληρώσας πᾶσαν δικαιοσύνην, δουλεῦσαι λέγεται τῷ Θεῷ καὶ Πατρί, διὸ καὶ κυρίως δοῦλος τοῦ Θεοῦ αὐτὸς ἂν λέγοιτο μόνος. Τῇ ὥρᾳ δὲ τοῦ δείπνου ἀπεστάλη, τουτέστιν, ἐν τῷ ὡρισμένῳ καὶ ἐπιτηδείῳ καιρῷ. Οὐδὲ γὰρ ἄλλος καιρὸς ἦν τῆς σωτηρίας ἡμῶν ἐπιτηδειότερος, ἢ ἐκεῖνος ὁ κατὰ τὴν τοῦ Αὐγούστου Καίσαρος βασιλείαν, ὅτε κορυφωθεῖσαν τὴν κακίαν ἔδει καθαιρεθῆναι. Ὥσπερ γὰρ νόσημα ὕπουλον, καὶ κακόηθες ἐῶσιν οἱ ἱατροὶ πάντα τὸν πονηρὸν χυμὸν ἐκρῆξαι, εἶθ’ οὕτως τὰς φαρμακείας ἐπάγουσιν, οὕτως καὶ τὴν ἁμαρτίαν ἔδει πάντα τὰ οἰκεῖα ἑαυτῆς εἴδη ἐπιδείξασθαι, εἶτα τὸν μέγαν ἰατρὸν ἐπιθεῖναι τὸ φάρμακον. Διὰ τοῦτο δὴ περιέμεινεν ὁ Κύριος τὸ μέτρον τῆς κακίας πληρῶσαι τὸν διάβολον, καὶ οὕτως σαρκωθεὶς πᾶν εἶδος κακίας διὰ πάσης τῆς ἁγίας αὐτοῦ πολιτείας ἐξιάσατο.

Ἀπεστάλη οὖν ἐν ὥρᾳ, τουτέστι, τῷ ὡραίῳ καὶ ἐπιτηδείῳ καιρῷ, καθὰ καὶ Δαυῒδ λέγει· «Περίζωσαι τὴν ῥομφαίαν σου, ἐπὶ τὸν μηρόν σου, δυνατὲ» τῇ ὡραιότητί σου· πάντως γὰρ ῥομφαία μὲν ὁ λόγος τοῦ Θεοῦ, διὰ τοῦ μηροῦ δὲ ἡ ἐν σαρκὶ γένεσις σημαίνεται, ἤτις τῇ ὡραιότητι ἐγένετο, τουτέστιν, ἐν τῷ ἐπιτηδείῳ καιρῷ. Ἀπεστάλη δὲ εἰπεῖν τοῖς κεκλημένοις. Τίνες δέ εἰσιν οὗτοι οἱ κεκλημένοι; Τάχα μὲν καὶ πάντες ἄνθρωποι πάντας γὰρ ἐκάλεσεν ὁ Θεὸς εἰς τὴν ἐπίγνωσιν αὐτοῦ, τοῦτο μὲν διὰ τῆς τῶν ὁρωμένων εὐταξίας, τοῦτο δὲ διὰ τοῦ φυσικοῦ νόμου· τάχα δὲ οἰκειότερον οἱ ἐξ Ἰσραήλ, οἳ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐκλήθησαν· εἰς τούτους οὖν ἀπεστάλη προηγουμένως ὁ Κύριος, εἰς τὰ πρόβατα οἴκου Ἰσραήλ. Αὐτὸς μὲν οὖν ἔλεγε· Ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστι πάντα· ἐγγὺς γὰρ εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἅπασιν εὐηγγελίζετο ὁ Κύριος, καὶ ἐντὸς ὑμῶν. Οἱ δὲ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι, τουτέστιν, ὡς ἐξ ἑνὸς συνθήματος· πάντες γὰρ οἱ ἄρχοντες τῶν Ἰουδαίων παραιτησάμενοι ἔχειν τὸν Ἰησοῦν βασιλέα, οὐδὲ τοῦ δείπνου ἠξιώθησαν· ὁ μὲν διὰ φιλοπλουτίαν, ὁ δὲ διὰ φιληδονίαν. Ὁ μὲν γὰρ τὸν ἀργὸν ἀγοράσας, καὶ ὁ τὰ ζεύγη τῶν βοῶν, φιλόπλουτοι ἂν νοηθεῖεν· ὁ δὲ τὴν γυναῖκα γήμας, φιλήδονος· εἰ βούλει δέ μοι, ἀγρὸν ἀγοράζει ὁ διὰ τὴν τοῦ κόσμου σοφίαν μὴ παραδεχόμενος τὸ μυστήριον.

Ἀγρὸς μὲν γὰρ ὁ κόσμος, καὶ ἡ φύσις ἁπλῶς, ὁ δὲ τὴν φύσιν βλέπων, τὸ ὑπὲρ φύσιν οὐ παραδέχεται. Ἰδὼν οὖν ὁ Φαρισαῖος τυχὸν τὸν ἀγρόν, τουτέστι, πρὸς τοὺς τῆς φύσεως νόμους ἀποβλέψας, οὐ παρεδέξατο τὸ τεκεῖν παρθένον Θεόν, ὡς ὑπὲρ φύσιν ὄν· ἀλλὰ καὶ οἱ τῇ ἔξω σοφίᾳ ἐγκαυχώμενοι πάντες, διὰ τὸν ἀγρὸν τοῦτον, τουτέστι τὴν φύσιν, ἠγνόησαν τὸν καινοτομήσαντα τὴν φύσιν Ἰησοῦν. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, καὶ δοκιμάζων αὐτά, νοηθείη ἂν καὶ ὁ φιλόϋλος ἄνθρωπος, ὃς τὰς πέντε τῆς ψυχῆς αἰσθήσεις ταῖς σωματικαῖς συνέζευξε, καὶ τὴν ψυχὴν σάρκα ἐποίησε· διὰ τοῦτο οἷα δὴ περὶ γῆν ἐνησχολημένος, οὐ βούλεται τοῦ λογικοῦ δείπνου μεταλαβεῖν, φησὶ γὰρ καὶ σοφός· «Τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου;» Ὁ δὲ διὰ τὴν γυναῖκα ἐκπίπτων, ὁ φιλήδονος εἴη ἄν, ὃς τῇ σαρκὶ τῇ συζύγῳ τῆς ψυχῆς προστετηκώς, καὶ ἐν αὐτῇ ὤν, ὡς κολληθεὶς αὐτῇ, Θεῷ ἀρέσαι οὐ δύναται. Νοήσαις δ’ ἂν ταῦτα πάντα καὶ κατὰ τὸ ῥητόν· καὶ γὰρ ἐκπίπτομεν τοῦ Θεοῦ καὶ δι’ ἀγρούς, καὶ διὰ ζεύγη βοῶν, καὶ διὰ γάμους, προσκείμενοι μὲν τούτοις, καὶ τὸν ἅπαντα βίον εἰς ταῦτα δαπανῶντες, καί που καὶ ἄχρις αἱμάτων διὰ ταῦτα ἐκτραχηλιζόμενοι· θεῖον δὲ μηδὲν ἢ νόημα ἢ ῥῆμα διανοούμενοι, ἢ μετερχόμενοι. «Καὶ παραγενόμενος ὁ δοῦλος, ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα.

Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης, εἶπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας, καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχούς, καὶ ἀναπήρους, καὶ χωλούς, καὶ τυφλοὺς εἰσάγαγε ὧδε.

Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί· καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδούς, καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου· λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.» Ἀπεῤῥίφησαν μὲν οἱ ἄρχοντες τῶν Ἰουδαίων, καὶ οὐδεὶς ἐκ τούτων ἐπίστευσε τῷ Χριστῷ, ὡς καὶ αὐτοὶ ἐνεκαυχῶντο τῇ κακίᾳ.

Μὴ γάρ, φησί, τῶν ἀρχόντων τις ἐπίστευσεν εἰς αὐτόν; Οὗτοι μὲν οὖν οἱ νομομαθεῖς, καὶ Γραμματεῖς, ὥς φησιν ὁ προφήτης, μωρανθέντες ἐξέπεσον τῆς χάριτος· οἱ δὲ ἐκ τῶν Ἰουδαίων ἰδιῶται χωλοῖς, καὶ τυφλοῖς, καὶ ἀναπήροις ἀπεικαζόμενοι, τὰ μωρὰ τοῦ κόσμου, καὶ οἱ ἐξουδενωμένοι, οὗτοι ἐκλήθησαν. Ὁ γὰρ ὄχλος ἐθαύμαζεν ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ, καὶ ἔχαιρον τῇ διδασκαλίᾳ. Μεθ’ ὃ δὲ εἰσῆλθον οὗτοι οἱ ἐξ Ἰσραήλ, ἡ ἐκλογή, φημί, οὓς ὁ Θεὸς προώρισεν εἰς δόξαν αὐτοῦ, οἳ ἦσαν Πέτρος, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ αἱ λοιπαὶ μυριάδες τῶν πιστευσάντων, ἡ ἀγαθότης τοῦ Θεοῦ καὶ εἰς τὰ ἔθνη ὑπερεκχεῖται· οἱ γὰρ ἐν ταῖς ὁδοῖς, καὶ τοῖς φραγμοῖς, τὰ ἔθνη νοηθεῖεν. Οἱ μὲν Ἰσραηλῖται ἐντὸς ἦσαν τῆς πόλεως, ἅτε καὶ νομοθεσίαν δεξάμενοι, καὶ ἀστειοτέραν διαγωγὴν λαχόντες· τὰ δὲ ἔθνη ξένα τῶν διαθηκῶν ὄντα, καὶ ἀπηλλοτριωμένοι τῆς νομοθεσίας τοῦ Χριστοῦ, καὶ μὴ συμπολῖται ὄντες τῶν ἁγίων οὐκ ἐν μιᾷ ὁδῷ, ἀλλὰ πολλαῖς τῆς ἀνομίας καὶ ἀγροικίας διέτριβον, καὶ ἐν τοῖς φραγμοῖς, ταῖς ἁμαρτίαις, φημί· ἡ γὰρ ἁμαρτία μέγας φραγμός, καὶ μεσότοιχον διϊστῶν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ.

Τὴν κτηνώδη οὖν τῶν ἐθνῶν διαγωγήν, καὶ εἰς τὰς πολλὰς δόξας μεμερισμένην αἰνίττεται διὰ τῶν ὁδῶν, τὴν δὲ ἐν ἁμαρτίαις αὐτῶν ζωὴν διὰ τῶν φραγμῶν· οὐχ ἁπλῶς δὲ κελεύει τούτους καλέσαι, ἀλλὰ ἀναγκάσαι, καίτοι προαιρετικὸν ἅπασι τὸ πιστεύειν· ἀλλ’ ἵνα μάθωμεν, ὅτι μεγάλης τοῦ Θεοῦ δυνάμεως σημεῖόν ἐστι τὸ πιστεῦσαι τὰ ἔθνη τοσαύτην ἀγνωσίαν ἔχοντα, διὰ τοῦτο εἶπεν, Ἀνάγκασον. Εἰ μὴ γὰρ ἦν πολλὴ τοῦ κηρυττομένου ἡ δύναμις, καὶ μεγάλη ἡ τοῦ λόγου ἀλήθεια, πῶς ἂν ἐπείσθησαν ἄνθρωποι εἰδωλομανοῦντες, καὶ αἰσχρουργοῦντες ἀθρόον ἐπιγνῶναι τὸν ὄντως Θεόν, καὶ πνευματικὸν βίον τελέσαι; Τὸ τοίνυν παράδοξον τῆς μεταθέσεως θέλων δηλῶσαι, ἀνάγκην τὸ πρᾶγμα ὠνόμασεν· ὡς ἂν εἴποι τις, ὅτι καὶ μὴ βουλόμενοι οἱ Ἕλληνες ἀφεῖναι τὰ εἴδωλα, καὶ τὴν τρυφήν, ὅμως ὑπὸ τῆς ἀληθείας τοῦ κηρύγματος ἠναγκάσθησαν ταῦτα φυγεῖν. Ἄλλως τε καί, ἡ δύναμις τῶν σημείων μεγάλην ἐπῆγεν ἀνάγκην τοῦ μετατεθῆναι εἰς τὴν τοῦ Χριστοῦ πίστιν.

Καὶ καθεκάστην δὲ ὁ δεῖπνος οὗτος ἑτοιμάζεται, καὶ καλούμεθα πάντες εἰς τὴν βασιλείαν, ἣν καὶ πρὸ καταβολῆς κόσμου ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀνθρώποις· ἀλλ’ οἱ μὲν διὰ σοφίας περιεργίαν, οἱ δὲ διὰ φιλοϋλίαν, οἱ δὲ διὰ φιλοσαρκίαν οὐκ ἀξιούμεθα ταύτης· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἑτέροις ἁμαρτωλοῖς χαρίζεται ταύτην, τυφλοῖς τὰς νοητὰς ὄψεις, μὴ συνιεῖσι τί τὸ θέλημα τοῦ Θεοῦ, ἢ συνιεῖσι μέν, χωλοῖς δὲ οὖσι, καὶ ἀκινητοῦσι πρὸς τὸ πράττειν τοῦτο· καὶ συνόλως πτωχοῖς ἀποπεσοῦσι τῆς ἄνω δόξης· καὶ ἀναπήροις, ἄμωμον τὸν ἑαυτῶν βίον μὴ ἐπιδεικνυμένοις· τούτοις οὖν τοῖς ἁμαρτωλοῖς εἰς τὰς πλατείας, καὶ εὐρυχώρους ὁδοὺς τῆς ἁμαρτίας πλανωμένοις. ἐπιπέμπει ὁ Πατὴρ τὸν δειπνοκλήτορα αὐτοῦ Υἱόν, τὸν καὶ δοῦλον γενόμενον κατὰ σάρκα, τὸν μὴ δικαίους ἐλθόντα καλέσαι, ἀλλὰ ἁμαρτωλούς· καὶ ἑστιᾷ τούτους φιλοτίμως ἀντ’ ἐκείνων τῶν γνωστικῶν καὶ πλουσίων, καὶ τῇ σαρκὶ χαριζομένων. Πολλοῖς δὲ καὶ νόσους ἐπιπέμπων καὶ κινδύνους, ποιεῖ αὐτοὺς καὶ ἄκοντας ἀποτάξασθαι τῷ βίῳ, οἷς κρίμασιν οἶδε, καὶ εἰσάγει αὐτοὺς εἰς τὸν δεῖπνον αὐτοῦ, ἀνάγκην αὐτοῖς ἐπάγων τὴν τῶν κινδύνων ἐπιφοράν· καὶ τούτου τὰ παραδείγματα πολλά.

Διδάσκει δὲ ἡμᾶς καὶ κατὰ τὸ ἁπλούστερον ἡ παραβολὴ τοῖς πένησι καὶ ἀναπήροις χαρίζεσθαι μᾶλλον ἢ τοῖς πλουσίοις, ὃ καὶ πρὸ ὀλίγου παραινῶν, διὰ τοῦτο αὐτὸ δοκεῖ τὴν παραβολὴν εἰπεῖν, πιστούμενος διὰ ταύτης, ὅτι τοὺς πτωχοὺς δεῖ ἑστιᾷν. Καὶ ἄλλο δὲ μανθάνομεν, τὸ ὀφείλειν οὕτως εἶναι πρόθυμοι, καὶ φιλότιμοι περὶ τὴν ὑποδοχὴν τῶν ἀδελφῶν, ὥστε καὶ μὴ θέλοντας ἀναγκάζειν πρὸς τὸ μεταλαμβάνειν τῶν ἡμετέρων ἀγαθῶν. Τοῦτο καὶ τοῖς διδάσκουσι μεγάλη νουθεσία, ὥστε καὶ ἄκοντας τοὺς μαθητὰς παιδεύειν τὸ δέον. «Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπε πρὸς αὐτούς· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής· καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής.» Ἐπειδὴ πολλοὶ τῶν συμπορευομένων τῷ Ἰησοῦ, οὐ σὺν προθυμίᾳ πάσῃ, καὶ ἀποταγῇ ἠκολούθουν, ἀλλὰ ψυχρότερον διέκειντο, διδάσκων αὐτοὺς οἷον δεῖ τὸν μαθητὴν αὐτοῦ εἶναι, ἀποφαίνεται περὶ τούτου, καὶ οἷον διατυποῖ αὐτόν, καὶ ζωγραφεῖ εἰσηγούμενος δεῖν αὐτὸν μισεῖν οὐ μόνον τοὺς ἔξωθεν αὐτῷ ᾠκειωμένους, ἀλλὰ καὶ τὴν ἑαυτοῦ ψυχήν.

Ὅρα δὲ μὴ συναρπασθῇς τῷ ῥητῷ ἁπλῶς οὕτως καὶ ἀνεπιστημόνως. Οὐ γὰρ ἀπανθρωπίαν διδάσκει ὁ φιλάνθρωπος, οὐδὲ διαχειρίζεσθαι ἑαυτοὺς νουθετεῖ, ἀλλὰ τόν γε γνήσιον αὐτοῦ μαθητὴν βούλεται τότε μισεῖν τοὺς κατὰ γένος οἰκείους, ὅτε πρὸς θεοσέβειαν αὐτῷ ἐμποδίζοιεν καὶ διὰ τὴν πρὸς αὐτοὺς σχέσιν κωλύοιτο αὐτὸς τὸ καλὸν μετιέναι· ἐπεὶ εἰ μὴ ἐμποδίζοιεν, τιμᾷν μᾶλλον ἄχρι τῆς τελευταίας ἀναπνοῆς διδάσκει. Καὶ πῶς διδάσκει; Διὰ τῆς μείζονος διδασκαλίας, φημί, δι’ ὧν ἔπραξεν αὐτός· καὶ γὰρ τῷ Ἰωσήφ, καίτοι οὐδὲ κυρίως αὐτοῦ πατρὶ ὄντι, ἀλλὰ νομιζομένῳ, ἦν ὑποτασσόμενος, καὶ τῆς Μητρὸς τοσαύτην ἐποιεῖτο ἀεὶ τὴν πρόνοιαν, ὥστε οὐδὲ σταυρούμενος ἠμέλησε ταύτης, ἀλλὰ παρεδίδου τῷ ἠγαπημένῳ μαθητῇ. Πῶς οὖν ὁ ταῦτα διδάξας διὰ τῶν ἔργων, ἕτερα διὰ τῶν λόγων εἰσηγοῖτο; Ἀλλ’ ὅπερ ἔφην, μισεῖν ἡμᾶς τοὺς γονεῖς ἐντέλλεται, ὅτε Θεὸς τὸ κινδυνευόμενον. Τότε γὰρ οὐ γονεῖς λογίζονται οὐδὲ οἰκεῖοι, πρὸς τὴν τοιαύτην ὠφέλειαν ἡμῖν ἀντιπίπτοντες.

Κἀντεῦθεν δὲ δῆλον, ὃ λέγομεν, ἐκ τοῦ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἐντέλλεσθαι μισεῖν· πάντως γὰρ οὐ τοῦτο διακελεύεται τὸ ἑαυτοὺς ἀποκτιννύναι, ἀλλὰ τὸ ταῖς ἐπιθυμίαις τῆς ψυχῆς ταῖς χωριζούσαις ἡμᾶς τοῦ Θεοῦ ἀποτάσσεσθαι· καὶ εἰ πρόκειται μαρτύριον, μὴ φροντίζειν τῆς ψυχῆς, μόνον κέρδους προκειμένου αἰωνίου. Ὅτι δὲ τοῦτο διδάσκει, καὶ οὐ τὸ ἀπλῶς ἑαυτοὺς ἀποκτιννύναι, δείκνυσι πάλιν αὐτὸς ἐξ ὧν τοῦ διαβόλου πειράζοντος αὐτόν, ὥστε βαλεῖν ἑαυτὸν κάτω ἀπὸ τοῦ ἱεροῦ, ἀπεκρούσατο τὴν πεῖραν, καὶ οὐδὲ ἐπεδίδου ἑαυτὸν τοῖς Ἰουδαίοις, ἀλλὰ καὶ ἀνεχώρει, καὶ διὰ μέσου αὐτῶν ἀνερχόμενος τοὺς φωνοῦντας [φονῶντας] ἀπεκρύπτετο. Ὅστις οὖν βλαπτόμενος εἰς θεοσέβειαν ὑπό τινος τῶν οἰκείων, στέργει τὴν πρὸς αὐτοὺς σχέσιν, καὶ προτιμοτέραν ταύτην ποιεῖται τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, ἔτι τε καὶ διὰ τοῦ φιλοζωεῖν πολλάκις καὶ μαρτυρίου προκειμένου εἰς ἄρνησιν ἐκτραχηλίζεται, οὗτος οὐ δύναται Χριστοῦ εἶναι μαθητής. «Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ εἰς ἀπαρτισμόν, ἵνα μήπωτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ἐμπαίζειν αὐτῷ λέγοντες, ὅτι, Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι;»

Διὰ τῆς τοῦ πύργου παραβολῆς διδάσκει ἡμᾶς ὁ Κύριος ἅπαξ ἀκολουθεῖν αὐτῷ ἑλομένους, φυλάξαι τὴν αὐτὴν προαίρεσιν, καὶ μὴ θεμέλιον μὲν καταβαλέσθαι, ἤτοι ἀρχὴν ἀκολουθήσεως, εἶτα τέλος μὴ ἐπιθεῖναι, ὡς μὴ ἔχοντας ἀρκοῦσαν τὴν παρασκευὴν τῆς προθυμίας. Τοιοῦτοι ἦσαν ἐκεῖνοι, περὶ ὧν Ἰωάννης ὁ εὐαγγελιστὴς ἔφη· Πολλοὶ οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω. Καὶ πᾶς δὲ ἄνθρωπος πράττειν μὲν τὴν ἀρετὴν ἑλόμενος, μὴ φθάσας δέ, ὥστε καὶ θείαν γνῶσιν προσλαβεῖν, διὰ τὸ ἀτελῶς καὶ ἀλόγως τῆς ἀρετῆς ἄρξασθαι, ἀτελῶς κτίζει, μὴ δυνάμενος ἀπαρτίσαι τὸν πύργον τῆς ὑψηλῆς γνώσεως· ὅθεν καὶ ἐμπαίζεται ὑπὸ τῶν θεωρούντων αὐτὸν καὶ ἀνθρώπων καὶ δαιμόνων. Καὶ ἄλλως δέ, θεμέλιον μὲν νοήσαις τὸν διδασκαλικὸν λόγον. Ὁ γὰρ τῆς διδασκαλίας λόγος διαλαμβάνων, φέρε εἰπεῖν, περὶ ἐγκρατείας θεμελίῳ ἔοικε καταβληθεὶς ἐπὶ τὴν τοῦ μαθητοῦ ψυχήν. Δεῖ οὖν τῷ λόγῳ τούτῳ, ἤτοι τῷ θεμελίῳ, καὶ ἐποικοδομεῖν, τὰ τῆς πράξεως λέγω· ἵνα καὶ πύργος ἡμῖν ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ ἀπαρτισθείη ἡ ἀρετὴ ἐκείνη, ἣν προεθέμεθα.

Ὅτι δὲ θεμέλιος μὲν ὁ λόγος, οἰκοδομὴ δὲ ἡ πρᾶξις, ἱκανῶς ἡμᾶς ὁ Ἀπόστολος διδάσκει λέγων, ὅτι «Θεμέλιον τέθεικα Ἰησοῦν Χριστόν, ἄλλος δὲ ἐποικοδομεῖ·» καὶ ἑξῆς καταλέγει τὰς διαφόρους οἰκοδομάς, ἤτοι ἐργασίας ἢ καλῶν ἢ πονηρῶν ἔργων· φοβηθῶμεν οὖν, μήποτε ἐμπαίζωσιν ἡμῖν οἱ δαίμονες, περὶ ὧν ὁ προφήτης φησὶν ὅτι, «Ἐμπαῖκται κυριεύσουσιν αὐτῶν,» τῶν ὑπὸ τοῦ Θεοῦ δηλαδὴ ἀπωσμένων. «Ἣ τίς βασιλεὺς πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ πρὸς αὐτόν· εἰ δὲ μήγε ἔτι πόῤῥω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην; Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς γῆν, οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν ἔξω βάλλουσιν αὐτό.

Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» Καὶ αὕτη ἡ παραβολὴ διδάσκει ἡμᾶς μὴ διψύχους εἶναι, μηδὲ σαρκὶ καὶ Θεῷ προσηλῶσθαι· ἀλλ’ εἰ μέλλοιμεν τὸν κατὰ τῶν πονηρῶν δυνάμεων πόλεμον ἄρασθαι, προσφέρεσθαι αὐτοῖς ὡς ἐχθροῖς, καὶ ἀληθῶς ἀντιπαρατάττεσθαι Βασιλεὺς μὲν οὖν ἐστι καὶ ἡ ἁμαρτία βασιλεύουσα ἐν τῷ θνητῷ σώματι ἡμῶν τῶν παραδεχομένων αὐτήν· βασιλεὺς δὲ καὶ ὁ νοῦς ἡμῶν ἐκτίσθη. Εἰ τοίνυν μέλλοιεν ἀντιστῆναι τῇ ἁμαρτίᾳ. ὁλοψύχως πολεμείτω αὐτῇ. Δεινὸς γὰρ ὁ στρατὸς ταύτης καὶ φοβερός, καὶ μείζων καὶ πλείων δοκεῖ ἡμῶν· οἱ γὰρ δαίμονες στρατιῶται τῆς ἁμαρτίας, οἳ δοκοῦσιν εἴκοσι χιλιάδων ἀριθμὸν ἐπέχειν, πρὸς δέκα χιλιάδας ἡμετέρας· ἀσώματοι γὰρ ὄντες, καὶ πρὸς τοὺς ἐνσωμάτους ἡμᾶς; συγκρινόμενοι, πλείονα τὴν ἰσχὺν δοκοῦσιν ἔχειν· κἂν οὖν δοκῶσιν ἰσχυρότεροι, ἀλλ’ ἡμεῖς δυνάμεθα ἀντιπαρατάσσεσθαι· «Ἐν τῷ Θεῷ γάρ, φησί, ποιήσομεν δύναμιν·» καί· «Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.» Δέδωκε δὲ ἡμῖν πάντως ὁ σαρκωθεὶς δι’ ἡμᾶς Θεὸς πατεῖν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.

Διὸ καὶ ἐπειδὴ ἐν σαρκὶ ὄντες, οὐ σαρκικὰ ὅπλα ἔχομεν, κἂν δέκα χιλιάδας δοκῶμεν ἔχειν, διὰ τὸ ἐν σώματι εἶναι, ἐκείνων εἴκοσι χιλιάδων ὄντων διὰ τὸ ἀσώματον τῆς φύσεως, ὅμως λέγειν ὀφείλομεν· «Κύριος ὁ Θεός μου, δύναμίς μου·» καὶ μηδέποτε εἰρηνεύσωμεν πρὸς τὴν ἁμαρτίαν, ὅπερ ἐστὶ δουλωθῆναι τοῖς πάθεσιν· ἀλλὰ μᾶλλον ἀντιστῶμεν αὐτοῖς καὶ ἄσπονδον μῖσος πρὸς αὐτὰ ἀναδεξώμεθα, μηδὲν θέλοντες ἔχειν τῶν τοῦ κόσμου ἐμπαθῶν, ἀλλ’ ἀποτασσόμενοι πᾶσιν· ὅτι οὐ δύναται Χριστοῦ εἶναι μαθητὴς ὁ μὴ ἀποτασσόμενος πᾶσιν, ἀλλ’ εἰρηνεύων πρός τινα τῶν ἐν τῷ κόσμῳ ψυχοβλαβῶν. Ὁ γὰρ Χριστοῦ μαθητής, ἅλας ὀφείλει εἶναι, οὐ μόνον αὐτὸς ἀγαθὸς ὤν, καὶ κακίας ἀμέτοχος, ἀλλὰ καὶ ἄλλοις μεταδοτικὸς ἀγαθότητος· τοιοῦτον γὰρ τὸ ἅλας· αὐτό τε ἄσηπτον μένον καὶ ἀβλαβές, καὶ ἕτερα διαφυλάττει ἄσηπτα, οἷς ἂν μεταδῷ τῆς ποιότητος. Ἐὰν δὲ τὸ ἅλας ἀποβάλῃ τὴν οἰκείαν φύσιν, ἄχρηστον πάντη γίνεται, οὔτε εἰς γῆν, οὔτε εἰς κοπρίαν εὔθετον ὄν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν πάντα Χριστιανὸν ὠφέλιμον καὶ ἀρτυτικὸν βούλομαι εἶναι, οὐ μόνον τὸν διδασκαλίας χάρισμα ἐγκεχειρισμένον, οἷοι ἦσαν οἱ ἀπόστολοι, καὶ διδάσκαλοι, καὶ ποιμένες, ἀλλὰ καὶ τοὺς λαϊκοὺς αὐτοὺς χρησίμους, καὶ ἐπωφελεῖς τοῖς πλησίον ἀπαιτῶ εἶναι.

Ἐὰν δὲ ὁ μέλλων ἑτέρους ὠφελεῖν, αὐτὸς ἀδόκιμος γένηται, καὶ ἐκστῇ τῆς προσηκούσης τῷ Χριστιανῷ καταστάσεως, οὔτε ὠφελῆσαι, οὔτε ὠφεληθῆναι δυνήσεται. «Οὔτε γὰρ εἰς γῆν, φησίν, οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν.» Αἰνίττεται δὲ διὰ μὲν τῆς γῆς τὸ ὠφελούμενον, διὰ δὲ τῆς κοπρίας τὸ ὠφελοῦν. Διὸ ὡς μήτε ὠφελῶν, μήτε ὠφελούμενος ἀπόβλητος πάντη καὶ ἀποῤῥιπτέος· ἐπεὶ δὲ σκοτεινὸς καὶ παραβολικὸς ὁ λόγος ἦν, διεγείρων τοὺς ἀκροατὰς ὁ Κύριος εἰς τὸ μὴ ἁπλῶς παραδέξασθαι τὸ ῥηθὲν περὶ τοῦ ἅλατος, φησίν· «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω,» τοῦτ’ ἔστιν. Ὁ ἔχων σύνεσιν συνιέτω· ὦτα γὰρ ἐνταῦθα τὴν αἰσθητικὴν δύναμιν τῆς ψυχῆς, καὶ τὴν πρὸς τὸ συνιέναι ἐπιτηδειότητα νοητέον· ἕκαστος οὖν ἡμῶν τῶν πιστῶν ἅλας ἐστίν, ἐκ τῶν θείων λόγων καὶ τῆς ἄνωθεν χάριτος ταύτης τὴν ποιότητα δεδεγμένος· Ὅτι δὲ ἡ χάρις ἅλας ἐστίν, ἄκουε τοῦ Παύλου· «Ὁ λόγος ὑμῶν ἔστω ἐν χάριτι ἅλατι ἠρτυμένος·» ὡς ὁτὰν ὁ λόγος εἴη ἄχαρις, ἄναλος λέγοιτο ἄν. Εἰ τοίνυν καταφρονήσομεν τῆς τῶν θείων λόγων ποιότητος, καὶ οὐ δεχόμεθα ταύτην εἰς ἑαυτοὺς καὶ ποιούμεθα ἐξ αὐτῆς, τότε μωροὶ καὶ ἀσύνετοι γινόμεθα, καὶ ὄντως ἐμωράνθη τὸ ἅλας ἡμῶν, ὡς μὴ ἔχον τὴν τῆς ἄνωθεν χάριτος ποιότητα.

ΚΕΦΑΛ. ΙΕʹ. Περὶ τῶν ἑκατὸν προβάτων παραβολή. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν. «Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι, καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ· καὶ διεγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ Γραμματεῖς λέγοντες, ὅτι, Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐννενηκονταεννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό· καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὥμους αὑτοῦ χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον αὐτοῦ συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς·

Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός; Λέγω ὑμῖν, ὅτι οὕτω χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐννενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς, ἕως ὅτου εὕρῃ, καὶ εὐροῦσα. συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας λέγουσα·

Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμήν, ἣν ἀπώλεσα; Οὕτω λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» Ὁ μὲν Κύριος ἐκεῖνο ἐποίει οὗ ἕνεκεν καὶ ἐσαρκώθη, προσιέμενος τοὺς τελώνας καὶ τοὺς ἁμαρτωλούς, ὡς ἰατρὸς τοὺς ἀσθενοῦντας· οἱ δὲ ἁμαρτωλοὶ τῷ ὄντι Φαρισαῖοι γογγυσμῷ τὴν φιλανθρωπίαν ταύτην ἠμείβοντο· βδελυκτοὺς γὰρ ἡγούμενοι τοὺς τελώνας, αὐτοὶ τὰς οἰκίας τῶν χηρῶν καὶ τῶν ὀρφανῶν κατήσθιον. Τί οὖν ὁ Κύριος; Ὥσπερ πρὸς τοὺς τελώνας ἐφιλανθρωπεύετο, οὕτω δὴ καὶ πρὸς τούτους αὐτοὺς τοὺς τὴν φιλανθρωπίαν ταύτην διαβάλλοντας· οὐ γὰρ ἀποστρέφεται τούτους ὡς ἀνιάτους καὶ γογγυστάς, ἀλλὰ πραέως θεραπεύει παραβολὴν αὐτοῖς λέγων τὴν τῶν προβάτων, καὶ ἀπὸ τῶν ἐναργῶν καὶ φανερῶν πείθων αὐτούς, καὶ ἐπιστομίζων μὴ δυσχεραίνειν ἐπὶ τῷ τοσούτῳ τῆς ἀγαθότητος χύματι. Καίτοι εἰ ἐπὶ προβάτῳ ἑνὶ ἀλόγῳ, καὶ μὴ κατ’ εἰκόνα Θεοῦ γεγενημένῳ τοσαύτη χαρὰ γίνεται εὑρεθέντι μετὰ τὸ πλανηθῆναι, πόσην εἰκὸς γίνεσθαι ἐπὶ ἀνθρώπῳ λογικῷ κατ’ εἰκόνα Θεοῦ δεδημιουργημένῳ;

Προδήλως μὲν οὖν ἡ παραβολὴ τοὺς δικαίους φησὶ πρόβατα ἐννενηκονταεννέα, καὶ ἓν τὸν ἐκπεσόντα ἁμαρτωλόν. Φασὶ δέ τινες ἑκατὸν μὲν πρόβατα πᾶσαν τὴν λογικὴν κτίσιν, ἓν δὲ πρόβατον τῆς λογικῆς φύσεως τὸν ἄνθρωπον, ὃ πλανηθὲν ἀνεζήτησεν ὁ ποιμὴν ὁ καλός, ἀφεὶς τὰ ἐννενηκονταεννέα ἐν τῇ ἐρήμῳ, τουτέστιν, ἐν τῷ ἄνω τόπῳ τῷ οὐρανίῳ. Ἕρημος γὰρ πολυοχλίας κοσμικῆς ἀπῳκισμένος ὁ οὐρανός, καὶ πάσης γαλήνης καὶ εἰρήνης μεμεστωμένος. Εὑρὼν δὲ ὁ Κύριος τοῦτο τὸ πλανηθέν, ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ.

Τὰς γὰρ ἀσθενείας ἡμῶν, καὶ τὰς ἁμαρτίας αὐτὸς ἐβάστασε, καὶ πάντα τὰ βάρη ἡμῶν αὐτὸς ἀβαρῶς ἀνεδέξατο· πάντα ὅσα ἐχρεωστοῦμεν, αὐτὸς ἀποφλήσας, καὶ ἡμᾶς ῥᾳδίως καὶ ἀπόνως σώσας ἄχρι καὶ τοῦ οἴκου αὐτοῦ, τουτέστι, τοῦ οὐρανοῦ· καὶ συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, τάχα τοὺς ἀγγέλους, οὒς καὶ πρόβατα εἶναι ἀποδεδώκαμεν κατ’ ἄλλην καὶ ἄλλην ἐπιβολήν. Καθ’ ὃ μὲν γὰρ πᾶσα κτιστὴ φύσις ὡς πρὸς Θεὸν κτηνώδης ἐστί, κατὰ τοῦτο πρόβατα καλοῖντο ἂν αἱ ἄνω δυνάμεις.

Καθὸ δὲ λογικαί, ἤγουν νοεραὶ καὶ πλησιέστεραι τῶν ἄλλων κτισμάτων δοκοῦσαι, κατὰ τοῦτο φίλοι καὶ γείτονες οἱ τῶν ἀγγελικῶν δυνάμεων χοροὶ νοηθεῖεν. Καὶ γυναῖκα δὲ νοήσαις, τὴν σοφίαν, καὶ δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς τὸν αὐτοῦ Υἱόν, ὃς ἀπώλεσε μίαν δραχμὴν ἐκ τῶν λογικῶν, καὶ κατ’ εἰκόνα αὐτοῦ κτισθέντων κτισμάτων τὸν ἄνθρωπον, καὶ ἅπτει λύχνον, τὴν ἑαυτοῦ σάρκα. Ὥσπερ γὰρ ὁ λύχνος ἐκ γῆς ὢν τὰ ἐσκοτισμένα φωτίζει διὰ τοῦ φωτός, οὗ δέχεται, οὕτω καὶ ἡ σὰρξ τοῦ Κυρίου γήϊνος οὖσα, καὶ ὁμοία ἡμῖν, τῷ φωτὶ τῆς θεότητος, ὑφ’ ἧς προσελήφθη, ἔφανε· καὶ μὴν ἐσαρώθη καὶ ὁ οἶκος, τουτέστιν, ἅπας ὁ κόσμος ἀπεκαθάρθη τῆς ἁμαρτίας. Χριστὸς γὰρ ἦν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ δὴ εὑρέθη ἡ δραχμή, ἡ βασιλικὴ εἰκών, καὶ χαρὰ γίνεται αὐτῷ τε τῷ εὑρόντι Χριστῷ, καὶ ταῖς ἄνω δυνάμεσιν, αἳ φίλαι αὐτῷ καὶ γείτονές εἰσι· φίλαι μὲν ὡς τὸ θέλημα αὐτοῦ ποιοῦσαι, γείτονες δὲ ὡς ἀσώματοι. Ζητῶ δὲ μή ποτε φίλαι μὲν αὐτοῦ εἰσι πᾶσαι αἱ ἄνω δυνάμεις, γείτονες δὲ αἱ πλησιέστεραι, οἷον Θρόνοι, Χερουβείμ, Σεραφείμ.

Ὅρα γὰρ τὴν λέξιν. «Καὶ συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας·» ἔοικε γὰρ δύο τινὰ μέρη παραδηλοῦν, εἰ καὶ περιεργότερον δόξει. «Εἶπε δέ· Ἀνθρωπός τις εἶχε δύο υἱούς, καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱός, ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως· δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι, καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους, καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.» Καὶ αὕτη ἡ παραβολὴ ὁμοία ταῖς προλαβούσαις ἐστίν· εἰσάγει γὰρ καὶ αὕτη ἄνθρωπον μέν, τὸν Θεόν, τὸν ὄντως φιλάνθρωπον· υἱοὺς δύο, τὰ δύο τάγματα τῶν ἀνθρώπων, δικαίους φημὶ καὶ ἁμαρτωλούς. Εἶπε δὲ ὁ νεώτερος·

Δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Ἡ δικαιοσύνη μὲν ἀρχαῖον κτῆμα τῆς ἀνθρωπίνης φύσεως, διὸ καὶ ὁ πρεσβύτερος υἱὸς οὐκ ἀποσκιρτᾷ· ἡ δὲ ἁμαρτία ὑστερογενὲς κακόν, διὸ καὶ ὁ νεώτερος ἀποσκιρτᾷ, ὁ τῇ ἁμαρτίᾳ δηλαδὴ τῇ ὕστερον ἐπεισαχθείσῃ συναυξηθείς. Καὶ ἄλλως δὲ νεώτερος υἱὸς λέγεται ὁ ἁμαρτωλός, ὡς νεωτεριστής, καὶ ἀποστάτης, καὶ ἀντάρας τῷ πατρικῷ θελήματι. «Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.» Οὑσία τοῦ ἀνθρώπου τὸ λογικόν ἐστιν, ᾧ παρέπεται καὶ τὸ αὐτεξούσιον, πᾶν γὰρ λογικὸν αὐτεξούσιον. Δίδωσιν οὖν ἡμῖν ὁ Κύριος τὸν λόγον, ἵνα χρησώμεθα αὐτεξουσίως τούτῳ ὡς οὐσίᾳ ὄντι ἡμετέρᾳ. Δίδωσι δὲ πᾶσιν ἐπίσης, πάντες γὰρ ἐπίσης λογικοί, ἐπίσης αὐτεξούσιοι· ἀλλ’ οἱ μὲν κατὰ λόγον χρώμεθα τῇ φιλοτιμίᾳ ταύτῃ, οἱ δὲ καὶ ἀχρειοῦμεν τὸ θεῖον δῶρον.

Καὶ πάντα δὲ ἀπλῶς, ὅσα δέδωκεν ἡμῖν ὁ Κύριος, οὐσία ἡμῶν λογισθεῖεν, οἷον λέγω οὐρανόν, γῆν, ἁπλῶς τὴν κτίσιν πᾶσαν, νόμον, προφήτας. Ἀλλ’ ὁ μὲν νεώτερος υἱὸς εἶδεν οὐρανόν, καὶ ἐθεοποίησεν, εἶδε γῆν, καὶ ἐσεβάσθη, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθη πορεύεσθαι, ἐν τοῖς προφήταις ἐπονηρεύσατο.

Ὁ δὲ πρεσβύτερος υἱὸς πᾶσι τούτοις εἰς δόξαν Θεοῦ ἀπεχρήσατο. Δοὺς οὖν ταῦτα ἐπίσης εἴασεν αὐτεξουσίως πορεύεσθαι, οὐδένα γὰρ βιάζεται μὴ δουλεύειν αὐτῷ βουλόμενον. Εἰ γὰρ ἤθελε βιάζεσθαι, οὐδ’ ἂν λογικοὺς ἡμᾶς καὶ αὐτεξουσίους ἐδημιούργησεν.

Ἅπαντα δὲ ταῦτα συλλήβδην ὁ νεώτερος ἐδαπάνησε· καὶ τί τὸ αἴτιον; Ὅτι ἀπεδήμησεν εἰς χώραν μακράν. Ἐπειδὰν γὰρ ὁ ἄνθρωπος ἀποστῇ ἀπὸ Θεοῦ, καὶ μακρὰν ἑαυτὸν ποιήσῃ τοῦ θείου φόβου, πάντα τὰ θεῖα δῶρα ἐκδαπανᾷ. Ἐγγὺς μὲν ὄντες τοῦ Θεοῦ, οὐδὲν τοιοῦτον ποιοῦμεν ἀπωλείας ἄξιον, κατὰ τό· «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκδεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ.» Μακρὰν δὲ αὐτοῦ καὶ ἀποστάται γενόμενοι τὰ χείριστα πάντα καὶ ποιοῦμεν, καὶ πάσχομεν, κατὰ τό· «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται.» Διεσκόρπισε τοίνυν τὴν οὐσίαν εἰκότως· ἡ μὲν γὰρ ἀρετὴ ἕνα ὅρον ἔχει, καὶ ἕν τι ἐστίν· ἡ δὲ κακία πολυσχιδής ἐστι, καὶ πλάνας ἐμποιοῦσα πολλάς, οἷον, λόγου χάριν, τῆς μὲν ἀνδρίας εἷς ἐστιν ὅρος, τὸ δὲ ἔστιν, ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ πρὸς οὓς δεῖ τῷ θυμικῷ χρᾶσθαι. Τῆς δὲ κακίας δύο τὰ εἴδη, δειλία καὶ θρασύτης. Ὁρᾷς σκορπιζόμενον τὸν λόγον, καὶ τὴν ἑνότητα τῆς ἀρετῆς ἀπολλυμένην; Δαπανηθείσης δὲ τῆς οὐσίας ταύτης, καὶ μηκέτι κατὰ λόγον, τὸν φυσικὸν νόμον φημί, πορευομένου τοῦ ἀνθρώπου, ἀλλὰ μηδὲ νόμῳ στοιχοῦντος τῷ γραπτῷ, μηδὲ προφητῶν ἀκούοντος, λιμὸς ἰσχυρὸς γίνεται, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἄρχεται ὑστερεῖσθαι, οἷα μὴ φοβούμενος τὸν Κύριον, ἀλλὰ μακρὰν ἀπέχων αὐτοῦ· ὡς τοῖς γε φοβουμένοις τὸν Κύριον οὐκ ἔστιν ὑστέρημα.

Πῶς δὲ οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις; Διότι ὁ φοβούμενος τὸν Κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Διὰ τοῦτο δὲ δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἐσκόρπισε μᾶλλον αὐτός, καὶ ἔδωκε τοῖς πένησι, τοσοῦτον ἀπέχει τοῦ αὐτὸς ὑστερεῖσθαι. Ὁ τοίνυν μακρὰν ἀποδημήσας τοῦ Θεοῦ, καὶ μὴ πρὸ ὀφθαλμῶν ἔχων τὸ φοβερὸν αὐτοῦ πρόσωπον, ὑστερεῖται εἰκότως, οὐδενὸς θείου λόγου ἐν ἐκείνῳ ἐνεργοῦντος.

Καὶ πορευθείς, τουτέστι, προοδεύσας, καὶ προκόψας τῇ κακίᾳ, ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης. Ὁ μὲν γὰρ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμα γίνεται· ὁ δὲ κολλώμενος τῇ πόρνῃ. φύσει τῶν δαιμόνων, ἓν σῶμα γίνεται, σὰρξ ὅλος καθιστάμενος, καὶ μὴ πνεύματος χώρησις ἐν ἑαυτῷ ἔχων, ὡς οἱ ἐπὶ τοῦ κατακλυσμοῦ. Πολῖται γὰρ τῆς χώρας ἐκείνης τῆς ἀπεχούσης τοῦ Θεοῦ οἱ δαίμονες πάντως εἰσίν. Οὗτος δὲ προκόψας, καὶ ἐν κακίᾳ δυνατὸς γεγονὼς βόσκει χοίρους, τουτέστι, καὶ ἄλλοις διδάσκαλος πονηρίας γίνεται καὶ βορβορώδους πράξεως.

Πάντες γὰρ οἱ τῷ βορβόρῳ τῶν ἀτίμων πράξεων καὶ ὑλικῶν παθῶν ἐνηδόμενοι, χοῖροι· τοῦ χοίρου γὰρ οἱ ὀφθαλμοὶ οὐδέποτε τὰ ἄνω βλέπειν δύνανται, ἀλλοκότου διαπλάσεως τυχόντες. Ὅθεν καὶ οἱ χοιροβοσκοὶ ἐπειδὰν χοῖρον κατέχοντες, οὐ δύνωνται παύειν αὐτὸν βοῶντα, ἀναστρέψαντες ὕπτιον, μετριώτερον αὐτὸν πείθουσι βοᾷν. Οἱονεὶ γὰρ εἰς θέαν ἐλθὼν ὧν οὐκ εἶδέ ποτε, καὶ τὰ ἄνω βλέπων ἐκπλήττεται, καὶ σιγᾷ· τοιοῦτοι οἱ ὀφθαλμοὶ τῶν τοῖς φαύλοις ἐντρεφομένων, οὐδέποτε τὰ ἄνω ὁρῶσι. Τούτους οὖν βόσκει ὁ πολλῶν ἐν κακίᾳ προέχων, οἷοι οἱ πορνοβοσκοί, οἱ ἀρχιλῃσταί, οἱ ἀρχιτελῶναι, πάντες γὰρ οὗτοι χοίρους βόσκειν λεχθήσονται. Ἐπιθυμεῖ δὲ ὁ ἐλεεινὸς οὗτος κορεσθῆναι τῆς ἁμαρτίας, καὶ οὐδεὶς αὐτῷ δίδωσι ταύτης κόρον. Τῶν γὰρ κακῶν οὐ λαμβάνει κόρον, ὁ τούτοις ἐνεθισθείς· μὴ γὰρ μένει ἡ ἡδονή, ἀλλ’ ἅμα γίνεται, καὶ ἀπογίνεται, καὶ εὑρίσκεται πάλιν κενὸς ὁ ἐλεεινός, κερατίοις γὰρ παραβάλλεται ἡ ἁμαρτία, γλυκύτητα ἔχουσα καὶ τραχύτητα, ἡδύνει μὲν γὰρ πρόσκαιρα, κολάζει δὲ ἀΐδια. Οὐδεὶς οὖν δίδωσι κορεσθῆναι τῶν κακῶν τῷ ἐν τούτοις τρυφῶντι. Τίς γὰρ καὶ δώσει αὐτῷ κόρον, καὶ παύσει;

Θεός; Ἀλλ’ οὐ πάρεστι, μακρὰν γὰρ τοῦ Θεοῦ ἀποδημεῖ ὁ ταῦτα ἐσθίων. Ἀλλὰ δαίμονες; Καὶ πῶς οἵγε μᾶλλον τοῦτο σπεύδοντες, τὸ μηδέποτε παῦλαν καὶ κόρον γενέσθαι τῆς κακίας; «Εἰς ἑαυτὸν δὲ ἐλθών, εἶπε· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων; ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ εὐσπλαγχνίσθη, καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ υἱός· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.» Εἰς ἑαυτὸν ἦλθεν ὁ τέως ἄσωτος· ἕως μὲν γὰρ ἔπραττε τὰ φαῦλα, ἔξω ἑαυτοῦ ἦν. Καταδαπανῆσαι γὰρ λέγεται τὴν οὐσίαν, καὶ εἰκότως· διὰ τοῦτο ἔξω ἑαυτοῦ ἐστιν. Ὁ γὰρ μὴ λόγῳ κυβερνώμενος, ἀλλὰ ὡς ἄλογος ζῶν, καὶ ἑτέροις τῆς ἀλογίας ἐξάρχων, ἔξω ἑαυτοῦ ἐστι, καὶ οὐ μένει ἐπὶ τῆς οἰκείας οὐσίας, τουτέστι, τοῦ λόγου. Ὅταν δὲ ἀναλογίσηται τίς ὢν ἐπὶ ποίαν κατήντησεν ἀθλιότητα, τότε γίνεται ἐν ἑαυτῷ, λογιζόμενος, καὶ εἰς μετάνοιαν ἐρχόμενος ἀπὸ τῆς ἔξω περιπλανήσεως.

Μισθίους δὲ λέγει, οἷον τοὺς κατηχουμένους, οἳ οὔπω ἔφθασαν γενέσθαι υἱοί, ὡς μήπω φωτισθέντες. Πάντως δὲ οἱ κατηχούμενοι περισσείαν ἔχουσι τῶν ἄρτων τῶν λογικῶν, καθ’ ἑκάστην τῶν ἀναγνωσμάτων ἀκούοντες. Καὶ ἵνα μάθῃς διαφορὰν μισθίου καὶ υἱοῦ, ἄκουε. Τρεῖς εἰσι τάξεις τῶν σωζομένων· οἱ μὲν γὰρ ὡς δοῦλοι ποιοῦσι τὸ καλὸν φοβούμενοι τὴν κρίσιν· ὃ καὶ ὁ Δαυῒδ αἰνίττεται· «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, λέγων· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.» Οἱ δὲ μίσθιοι εἶναι δοκοῦσιν ἐπιθυμίᾳ τῶν ἀγαθῶν εὐαρεστεῖν σπεύδοντες Θεῷ, ὡς ὁ αὐτὸς Δαυΐδ φησιν· «Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι’ ἀντάμειψιν.» Εἰ δέ εἰσιν υἱοί, δι’ ἀγάπην τὴν πρὸς Θεὸν ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ὡς καὶ πάλιν ὁ αὐτὸς Δαυῒδ μαρτυρεῖ· «Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε! ὅλην τὴν ἡμέραν μελέτη μου ἐστί·» καὶ πάλιν· «Ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα,» οὐχ ἃς ἐφοβήθην· καὶ πάλιν· «Θαυμαστὰ τὰ μαρτυρία σου, καὶ διὰ τὸ εἶναι θαυμαστά, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.»

Ὅταν οὖν ἐν τῇ τάξει τοῦ υἱοῦ ὤν τις, εἶτα διὰ τὴν ἁμαρτίαν ἀποκηρυχθείη, καὶ ὁρῴη ἄλλους ἀπολαύοντας τῶν θείων χαρισμάτων, καὶ κοινωνοῦντας τῶν θείων μυστηρίων, καὶ τοῦ ἄρτου τοῦ θείου· οὐδὲ γὰρ περὶ τῶν κατηχουμένων μόνον χρὴ νοεῖν ὡς μισθίων λεγομένων, ἀλλὰ καὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ἁπλῶς μὴ τῆς πρώτης τάξεως ὄντων· τότε δὴ ταῦτα τὰ οἰκτρὰ ὀφείλει ἐπιλέγειν ἑαυτῷ· Πόσοι μίσθιοι τοῦ Πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. Ἀλλ’ ἀναστάς, τουτέστιν, ἐκ τοῦ πτώματος τῆς ἁμαρτίας, πορεύσομαι πρὸς τὸν Πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου· καταλιπὼν γὰρ τὰ οὐράνια, ἥμαρτον εἰς ταῦτα, προτιμήσας αὐτῶν τὴν κατάπτυστον ἡδονήν, καὶ τῆς πατρίδος μου οὐρανοῦ τὴν τοῦ λιμοῦ χώραν προκρίνας. Ὥσπερ γὰρ ἁμαρτάνειν λέγεται, φέρε εἰπεῖν εἰς χρυσόν, ὁ μόλιβδον αὐτοῦ προτιμῶν, οὕτως εἰς οὐρανὸν ἁμαρτάνει, ὁ τούτου προτιμήσας τὰ γήϊνα. Ἀποτυγχάνει γὰρ πάντως τῆς εἰς τὸν οὐρανὸν φερούσης ὁδοῦ. Ἐπίστησον δέ, ὅτι, ὅταν μὲν ἡμάρτανεν, ὡς μὴ ἐνώπιον τοῦ Θεοῦ πράττων ἡμάρτανεν, ὅτε δὲ ἐξομολογεῖται, ἐνώπιον τοῦ Θεοῦ ἡμαρτηκὼς αἰσθάνεται. Ἀναστὰς δὲ ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ, δεῖ γὰρ ἡμᾶς μὴ μόνον βούλεσθαι τὰ φίλα Θεῷ, ἀλλὰ καὶ πράττειν. Ὥσπερ δὲ εἶδες θερμὴν τὴν μετάνοιαν, οὕτως καὶ τὴν εὐσπλαγχνίαν τοῦ πατρὸς ὅρα.

Οὐδὲ γὰρ ἀνέμεινε τὸν υἱὸν ἐλθεῖν ἄχρις αὐτοῦ, ἀλλὰ προφθάνει, καὶ περιπλέκεται.

Πατὴρ γὰρ τῇ χρηστότητι, εἰ καὶ φύσει Θεός, καὶ ὅλος ὅλον περιφύεται, ἵνα πάντοθεν αὐτὸν πρὸς ἑαυτὸν συσφίγξῃ, καθὸ εἴρηται· «Καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.» Καὶ πάλαι μὲν ὅτε ἐμάκρυνεν ἑαυτὸν ὁ υἱός, καιρὸς ἦν καὶ τῷ πατρὶ τοῦ μακρυνθῆναι ἀπὸ τῆς περιλήψεως· ὅτε δὲ ἤγγισε διὰ τῆς προσευχῆς καὶ τῆς ἐπιστροφῆς, καιρὸς ἐγένετο τοῦ περιλαβεῖν. Ἐπιπίπτει τοίνυν ἐπὶ τὸν τράχηλον, τὸν ἀποστατοῦντα πρώην, πειθήνιον νῦν γενέσθαι ἐνδεικνύμενος. Καὶ καταφιλεῖ αὐτόν, τὴν καταλλαγὴν δεικνύων, καὶ οἷόν τι προπύλαιον τὸ στόμα πρῶτον τοῦ μιανθέντος ἁγιάζων, εἶτα διὰ τούτου καὶ ἐπὶ τὰ ἔνδον τὸν ἁγιασμὸν εἰσπέμπων. «Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ, καὶ ἐξενέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι ὁ υἱός μου οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.» Δούλους ἢ τοὺς ἀγγέλους νοήσαις, τὰ λειτουργικὰ πνεύματα τὰ στελλόμενα εἰς διακονίαν διὰ τοὺς σωτηρίας ἀξίους· καὶ γὰρ οὗτοι στολίζουσι τὸν ἐκ κακίας ἐπιστρέφοντα τὴν στολὴν τὴν πρώτην, ἤτοι τὴν ἀρχαίαν, ἣν πρὶν ἁμαρτεῖν ἐφοροῦμεν, τὸν ἔνδυμα τῆς ἀφθαρσίας, ἣ τὴν τιμίαν τὴν πρὸ τῶν ἄλλων πασῶν, οἷά ἐστιν ἡ τοῦ βαπτίσματος.

Πρώτη γάρ μοι αὕτη περιτίθεται, καὶ παρ’ αὐτῆς λαμβάνω τὴν τῆς ἀσχημοσύνης περιστολήν. Ἢ τοίνυν τοὺς ἀγγέλους νοήσαις δούλους, τοὺς πᾶσι τοῖς ὑφ’ ἡμῖν τελουμένοις διακονουμένους, καὶ δι’ ὧν ἁγιαζόμεθα μέσων· ἢ καὶ τοὺς ἱερεῖς, τοὺς καὶ διὰ βαπτίσματος, καὶ λόγου διδασκαλικοῦ τὸν ἐπιστρέφοντα ἐνδύοντας, καὶ στολὴν πρώτην περιτιθέντας, τὸν Χριστὸν αὐτὸν (ὅσοι γὰρ ἐβαπτίσθημεν εἰς Χριστόν, Χριστὸν ἐνεδυσάμεθα). καὶ δακτύλιον διδόασιν εἰς τὴν χεῖρα, τὴν σφραγῖδα τοῦ Χριστιανισμοῦ, ἣν διὰ τῶν ἔργων ἔχομεν· ἡ μὲν γὰρ χεὶρ τῆς πράξεως σύμβολον, ὁ δὲ δακτύλιος τῆς σφραγῖδος· ὁ τοίνυν βαπτισθείς, καὶ ἁπλῶς ὁ ἀπὸ κακίας ἐπιστρέφων, ὀφείλει ἔχειν ἐπὶ τῆς χειρός, τουτέστιν, ἐπὶ πάσης πρακτικῆς δυνάμεως, σφραγῖδα, καὶ γνώρισμα Χριστιανοῦ, ἵνα δεικνύναι ἔχῃ, ὡς κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὸν ἀνεκαινίσθη. Ἢ καὶ ἄλλως νοήσαις τὸν δακτύλιον, ἀῤῥαβῶνα τοῦ Πνεύματος· οἷόν τί φημι· Ὁ Θεὸς τὰ μὲν τελειότατα ἀγαθὰ τότε δίδωσιν, ὅτε τούτων καιρός, καὶ νῦν δὲ πιστούμενος δηλαδή, ἐκεῖνα δίδωσιν ἡμῖν χαρίσματα, οἷόν τινας ἀῤῥαβῶνας τῶν μελλόντων, τοῖς μὲν θαυματουργίαν, τοῖς δὲ διδασκαλίαν, τοῖς δὲ ἄλλο τι, καὶ ταῦτα δεχόμενοι ἀπὸ τούτων καὶ τὰ τελειότερα βεβαίως ἐλπίζομεν.

Ὑποδήματα εἰς τοὺς πόδας, ἵνα φυλάττωνται ἀπὸ τῶν σκορπίων, τῶν μικρῶν δηλαδὴ δοκούντων ἁμαρτημάτων, καὶ κρυφίων, ὡς ἔφη Δαυΐδ, πλὴν θανατωδῶν καὶ αὐτῶν· ναὶ μὴν καὶ ἀπὸ ὄφεων τῶν προφανῶς βλάπτειν νομιζομένων, φημὶ ἁμαρτιῶν. Καὶ ἄλλως δέ, ὑποδήματα δίδονται τῷ ἀξιωθέντι τῆς πρώτης στολῆς, ποιοῦντος τοῦ Θεοῦ αὐτὸν ἕτοιμον εἰς τὸ εὐαγγελίζεσθαι, καὶ ὠφελεῖν ἑτέρους. Τοῦτο γὰρ ὁ Χριστιανὸς τοῦ πλησίον ἡ ὠφέλεια. Μόσχος δὲ σιτευτὸς οὐκ ἀγνοεῖται τίς ἐστιν, ὁ θυόμενος, καὶ ἐσθιόμενος· πάντως γὰρ ὁ ἀληθὴς Υἱὸς τοῦ Θεοῦ, καθὸ ἄνθρωπος, καὶ σάρκα εἴληφε, τὴν ἄλογον φύσει, καὶ κτηνώδη, κἂν αὐτὴν τῶν οἰκείων αὐχημάτων πεπλήρωκε.

Κατὰ τοῦτο μόσχος νοεῖται, ἀπειρόζυγος μὲν τοῦ νόμου τῆς ἁμαρτίας· σιτευτὸς δέ, καθὸ εἰς τοῦτο τὸ μυστήριον ἀφώριστο πρὸ καταβολῆς κόσμου. Καὶ περιεργότερον δὲ ἴσως δόξει τὸ ῥηθησόμενον, ὅμως ῥηθήσεται· ὅτι ὁ ἄρτος, ὃν κλῶμεν κατὰ τὸ φαινόμενον μέν, ἐκ σίτου συνεστώς, σιτευτὸς ῥηθείη· κατὰ τὸ νοούμενον δὲ σὰρξ ὤν, μόσχος ἂν λεχθείη. Καὶ ὁ αὐτός ἐστι μόσχος, καὶ σιτευτός. Πᾶς οὖν βαπτιζόμενος, καὶ υἱὸς Θεοῦ γινόμενος, μᾶλλον δὲ ἀποκαθιστάμενος, καὶ ἁπλῶς πᾶς ὁ ἀπὸ ἁμαρτίας καθαριζόμενος, τοῦ μόσχου τούτου τοῦ σιτευτοῦ κοινωνεῖ, καὶ εὐφροσύνης αἴτιος καὶ τῷ Πατρί, καὶ τοῖς δούλοις αὐτοῦ καθίσταται, ἀγγέλοις καὶ ἱερεῦσιν ὡς ἐκ νεκρώσεως ἀναζήσας, καὶ ἐξ ἀπωλείας εὑρεθείς· ὅσον μὲν γὰρ ἐπὶ τῇ τῆς κακίας περιουσίᾳ νεκρὸς ἦν, ἀπεγνωσμένος δηλαδή· ὅσον δὲ ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει τῇ τρεπτῇ, καὶ ἐκ κακίας δυναμένη εἰς ἀρετὴν μεταπεσεῖν, ἀπολωλὼς λέγεται· ὁ γὰρ ἀπολωλὼς μετριώτερον, ἢ ὁ νεκρός. «Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ, καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων δούλων, ἐπυνθάνετο τί εἴη ταῦτα· ὁ δὲ εἶπεν αὐτῷ, ὅτι, Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.

Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθών, παρεκάλει αὐτόν· ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι. καὶ οὐδέποτέ σου ἐντολὴν παρεῖδον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ ἔδει, καὶ χαρῆναι, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη.» Ἐνταῦθα τὸ πολυθρύλλητον ζήτημα· Πῶς ὁ υἱὸς φαίνεται φθονερὸς ὁ εὐαρέστως ζήσας τἆλλα, καὶ δεδουλευκὼς τῷ πατρί; Ὃ λυθήσεται, εἴγε τις τὴν παραβολὴν ἀναλογίσαιτο, διὰ τί ἐῤῥέθῃ· πάντως γὰρ διότι ἐγόγγυζον οἱ καθαροί, καὶ δικαιοῦντες ἑαυτοὺς Φαρισαῖοι ἐπὶ τῷ Κυρίῳ προσδεχομένῳ πόρνας καὶ τελώνας, διὰ τοῦτο ἡ παραβολὴ αὕτη μετὰ τῶν πρὸ αὐτῆς εἴρηται· ἐπεὶ οὖν διότι ἐγόγγυζον οἱ Φαρισαῖοι, δίκαιοι ὄντες ὑπὲρ τοὺς τελώνας.

ὡς ἐδόκουν, εἴρηται· σκόπει ὅτι τὸ πρόσωπον τοῦ δοκοῦντος γογγύζειν υἱοῦ λαμβάνεται εἰς πάντας τοὺς σκανδαλιζομένους ἐπὶ τῇ ἀθρόᾳ εὐπραγίᾳ, καὶ σωτηρίᾳ τῶν ἁμαρτωλῶν· τοῦτο δὲ οὐκ ἔστι φθόνος, ἀλλ’ ὑπέρχυσις τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἀγνοουμένη ἡμῖν, καὶ διὰ τοῦτο τίκτουσα τὸν γογγυσμόν· ἆρα γὰρ ὁ Δαυῒδ οὐκ εἰσάγει πρόσωπον σκανδαλιζομένου ἐπὶ τῇ εἰρήνῃ τῶν ἁμαρτωλῶν; καὶ ὁ Ἱερεμίας ὁμοίως, «Τί ὅτι ὁδὸς ἀσεβῶν εὐθηνεῖται, λέγων, καὶ ἐφύτευσας αὐτούς, καὶ ἐριζοβόλησαν·» Ταῦτα γὰρ πάντα τῆς ἀσθενοῦς καὶ πτωχῆς διανοίας εἰσὶ τῶν ἀνθρώπων ἐμπυριζομένης, καὶ δισταζούσης ἐπὶ τῇ ἀναξίᾳ, δῆθεν εὐπραγίᾳ τῶν πονηρῶν. Λέγει τοίνυν διὰ τῆς παρούσης παραβολῆς ὁ Κύριος μονονουχὶ τοιαῦτα τοῖς Φαρισαίοις· Ἔστω, ὑμεῖς δίκαιοι κατὰ τὸν υἱὸν ἐκεῖνον, καὶ εὐάρεστοι τῷ Πατρί, παρακαλῶ ὑμᾶς τοὺς δικαίους καὶ καθαρούς, μὴ γογγύζειν ἐπὶ τῇ εὐφροσύνῃ, ἣν ποιούμεθα διὰ τὴν τοῦ ἁμαρτωλοῦ σωτηρίαν· καὶ γὰρ καὶ οὗτος υἱός.

Οὐ τοίνυν φθόνος ἐντεῦθεν ἐμφαίνεται, ἀλλὰ τὴν τῶν Φαρισαίων γνώμην παιδεύει ὁ Κύριος διὰ τῆς παραβολῆς ταύτης, ὥστε εἰ καὶ δίκαιοι εἶεν αὐτοί, καὶ πᾶσαν ἐντολὴν τοῦ Θεοῦ πεπληρωκότες, μὴ δυσχεραίνειν ἐπὶ τῇ παραδοχῇ τῶν ἁμαρτωλῶν. Καὶ οὐδὲν θαυμαστὸν εἰ δυσχεραίνομεν ἐπὶ τοῖς ἀναξίως δοκοῦσι γίνεσθαι, τοσαύτη γάρ ἐστιν ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ οὕτως ἀφθόνως μεταδίδωσιν ἡμῖν τῶν οἰκείων ἀγαθῶν, ὥστε καὶ γογγυσμὸν τίκτεσθαι ἐντεῦθεν δύνασθαι· ὅπερ καὶ ἐν τῇ συνήθει ὁμιλίᾳ λέγομεν. Πολλάκις γὰρ εὐεργετήσαντές τινα, εἶτα ἀχαριστηθέντες παρ’ αὐτοῦ λέγομεν, ὅτι Μέμφονταί μοι πάντες, ὅτι σε εὐηργέτησα τοσαῦτα· καίτοι γε ἵσως οὐκ ἐμέμψατό τις ἡμῖν, ἀλλὰ ὅμως τῆς εὐεργεσίας ἐνδείξασθαι βουλόμενοι τὸ μέγεθος, τοῦτο πλάττομεν.

Ἴδωμεν δὲ καὶ κατὰ μέρος ὡς ἐν ἐπιτομῇ τὴν παραβολήν. Ἐν ἀγρῷ ἦν ὁ πρεσβύτερος υἱός, ἐν τῷ κόσμῳ τούτῳ, ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, τὴν σάρκα φημί, ἵνα ἐμπλησθῇ ἄρτων, καὶ σπείρων ἐν δάκρυσιν, ἵνα ἐν ἀγαλλιάσει θερίσῃ. Μαθὼν δὲ τὰ πραχθέντα, οὐκ ἤθελεν εἰς τὴν κοινὴν χαρὰν εἰσελθεῖν.

Ὁ δὲ φιλάνθρωπος πατὴρ ἔξεισι, καὶ παρακαλεῖ, καὶ ἀναδιδάσκει αὐτὸν τὴν τῆς εὐφροσύνης αἰτίαν, ὅτι νεκροῦ ἐστιν ἀναζώωσις· διὰ τὸ ἀγνοεῖν ὡς ἄνθρωπον σκανδαλιζόμενον, καὶ αἰτιώμενον αὐτόν, ὡς αὐτῷ μέν, οὐδὲ ἔριφον ἐδεδώκει, τῷ δὲ ἀσώτῳ τὸν σιτευτὸν καταθύσειε μόσχον. Τί δέ ἐστι τὸ διὰ τοῦ ἐρίφου δηλούμενον; Ὧδε ἂν μάθοις· Πᾶς ἔριφος τῆς ἀριστερᾶς καὶ ἁμαρτωλοῦ μερίδος τάττεται.

Φησὶν οὖν ὁ εὐάρεστος υἱός, ὅτι Ἐν πᾶσι πόνοις διῆγον τὴν ζωήν, διωκόμενος, κακοχούμενος, ὑπὸ τῶν ἁμαρτωλῶν θλιβόμενος, καὶ οὐδέποτε ὑπὲρ ἐμοῦ ἔσφαξας καὶ ἀπέκτεινας ἔριφον, τουτέστιν, ἁμαρτωλὸν θλίβοντά με, ὡς ἂν εὕρω μικρὰν ἄνεσιν· οἷον ἔριφος ἦν τῷ Ἠλιοὺ ὁ Ἀχαάβ. Ἐδίωκεν οὖν τὸν προφήτην, καὶ οὐκ ἔδωκεν ὁ Κύριος τοῦτον τὸν ἔριφον ταχέως εἰς σφαγήν, ἵνα μικρὸν ἀνεθεὶς Ἠλιοὺ ἀναπαύσηται μετὰ τῶν φίλων αὐτοῦ τῶν προφητῶν. Διὸ καὶ φησὶ πρὸς Θεόν· «Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν.» Ἔριφος τῷ Δαυῒδ ὁ Σαούλ, καὶ πάντες οἱ ἐνδιαβάλλοντες αὐτόν, οὓς ἐφίει ὁ Κύριος πειράζειν αὐτόν, καὶ οὐκ ἔσφαττεν, ὡς ἂν ἡσθείη Δαυΐδ· διὸ καὶ ἔλεγεν· «Ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται»; Ταῦτα λέγει καὶ ὁ ἐν τῷ Εὐαγγελίῳ υἱός· Πάντοτέ με ἐν κόποις ὄντα οὐδεμιᾶς παραμυθίας ἠξίωσας, οὐδὲ τῶν θλιβόντων μέ τινα σφαγῇ παρέδωκας, νῦν δὲ οὕτως ἀπόνως σώζεις τὸν ἄσωτον. Οὗτος μὲν οὖν ὁ σκοπὸς τῆς παραβολῆς ἅπας, διὰ τοὺς γογγύζοντας Φαρισαίους ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου προσλαμβανομένοις ἁμαρτωλοῖς λεχθείσης, καὶ παιδευούσης, κἂν ὦμεν δίκαιοι, μὴ τοὺς ἁμαρτωλοὺς ἀποσείεσθαι, μηδὲ προσδεχομένου αὐτοὺς τοῦ Θεοῦ καταγογγύζειν.

Υἱὸς τοίνυν νεώτερος αἱ πόρναι, καὶ οἱ τελῶναι· υἱὸς πρεσβύτερος οἱ Φαρισαῖοι καὶ οἱ Γραμματεῖς, καθ’ ὑπόθεσιν δίκαιοι λαμβανόμενοι, ὡσανεὶ λέγοντος τοῦ Θεοῦ· Ἔστω, ὑμεῖς δίκαιοι ἀληθῶς, καὶ οὐδεμίαν ἐντολὴν παραβεβηκότες· οὐ δεῖ οὖν προσλαμβάνεσθαι τοὺς ἐκ πονηρίας ἐπιστρέφοντας; Τοὺς τοιούτους οὖν γογγυστὰς παιδεύει διὰ τῆς παραβολῆς.

Οὐκ ἀγνοῶ δέ, ὅτι τινὲς εἰς τοὺς ἀγγέλους μὲν τὸν πρεσβύτερον υἱόν, τὸν δὲ νεώτερον εἰς τὴν τῶν ἀνθρώπων φύσιν τὴν νεωτερίσασαν κατὰ τῆς δοθείσης ἐντολῆς καὶ ἀφηνιάσασαν ἐξελάβοντο· ἄλλοι εἰς τοὺς Ἰσραηλίτας καὶ τοὺς ἐθνικούς. Ἀληθὲς δέ, ὃ εἴπομεν μόνον, ὅτι εἰς μὲν τῶν δικαίων τὸ πρόσωπον, λαμβάνεται ὁ πρεσβύτερος υἱός, εἰς τὸ τῶν ἁμαρτωλῶν δὲ καὶ ἐπιστρεφόντων, ὁ νεώτερος. Τὸ δὲ ὅλον ὕφος τῆς παραβολῆς διὰ τοὺς Φαρισαίους συνέστη, παιδεύοντος αὐτοὺς τοῦ Κυρίου, μὴ δυσχεραίνειν ἐπὶ τῇ παραδοχῇ τῶν ἁμαρτωλῶν, κἂν αὐτοὶ δίκαιοι εἶεν.

Μηδεὶς οὖν ἐπὶ τοῖς τοῦ Θεοῦ κρίμασι δυσχεραινέτω, ἀλλ’ ἀνεχέσθω εὐπραγούντων, καὶ σωζομένων τῶν ἁμαρτωλῶν δοκούντων. Τί γὰρ οἶδας, εἰ ἕνα σὺ νομίζεις ἁμαρτωλόν, οὗτος μετενόησε, καὶ διὰ τοῦτο προσεδέχθη; Τί δὲ εἰ κρυπτὰς ἀρετὰς ἔχει, καὶ διὰ ταύτας παρὰ τοῦ Θεοῦ εὐμενῶς ὁρᾶται;

ΚΕΦΑΛ. ΙϚʹ. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. Περὶ τοῦ μηδὲ κεραίαν ἀπὸ τοῦ νόμου παρελθεῖν ἄν. Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου. «Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ, ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. Καὶ φωνήσας αὐτόν, εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δυνήσῃ ἔτι οἰκονομεῖν. Εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν. Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου αὐτοῦ, ἔλεγε τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; Ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· καὶ εἶπεν αὐτῷ· Δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα. Ἔπειτα ἑτέρῳ εἶπε· Σὺ δὲ πόσον ὀφείλεις; Ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου. Καὶ λέγει αὐτῷ· Δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα. Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροί εἰσιν ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν. Κἀγὼ ὑμῖν λέγω, ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.»

Πᾶσα παραβολὴ πλαγίως καὶ εἰκονικῶς δηλοῖ πραγμάτων τινῶν φύσιν, οὐ κατὰ πάντα ἐοικυῖα τοῖς πράγμασιν ἐκείνοις, δι’ ἃ παρελήφθη. Διὸ οὐδὲ χρὴ πάντα τὰ μέρη τῶν παραβολῶν λεπτῶς πολυπραγμονεῖσθαι, ἀλλ’ ὅσον ἔοικε τῷ προκειμένῳ καρπουμένους, τὰ λοιπὰ ἐᾷν, ὡς τῇ παραβολῇ συνυφιστάμενα, καὶ μηδὲν πρὸς τὸ προκείμενον συμβαλλόμενα, οἷον δὴ καὶ ἐπὶ τῆς προτεθείσης παραβολῆς, χρὴ ποιῆσαι. Εἰ γὰρ πάντα ἐξετάζειν ἐπιχειρήσομεν λεπτομερῶς, τίς ὁ οἰκονόμος, τίς ὁ τοῦτον προβαλλόμενος εἰς τὴν οἰκονομίαν, καὶ παρὰ τίνος διεβλήθη, καὶ τίνες οἱ χρεωστοῦντες, καὶ διὰ ποίαν αἰτίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον, καὶ διατί ἀνὰ ἑκατὸν ὀφλῆσαι λέγονται· καὶ ἁπλῶς τἆλλα πάντα εἰ περιεργότερον ἐξετάζοιμεν, σκοτεινὸν τὸν λόγον ποιησόμεθα, πρὸς τῷ καὶ καταγέλαστα ἵσως ἐξηγεῖσθαι διὰ τὴν τῆς ἀπορίας ἀνάγκην. Δεῖ τοίνυν τοσοῦτον ὠφεληθῆναι ἀπὸ τῆς παρούσης παραβολῆς, ὅσον ἐνδέχεται. Οἷόν τί φημι· ὁ Κύριος ἐνταῦθα βούλεται ἡμᾶς διδάξαι περὶ τοῦ τὸν δοθέντα ἡμῖν πλοῦτον καλῶς διατίθεσθαι.

Καὶ πρῶτον μὲν τοῦτο μανθάνομεν, ὅτι οὐκ ἐσμὲν κύριοι χρημάτων, οὐδὲν γὰρ ἔχομεν ἴδιον, ἀλλ’ οἰκονόμοι ἀλλοτρίων ἐσμὲν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐγκεχειρισμένων, ἵνα καλῶς αὐτὰ διαθώμεθα, καὶ ὡς ἐκεῖνος προστάττει· ἔπειτα ὅτι μὴ κατὰ γνώμην τοῦ Δεσπότου τὴν οἰκονομίαν τοῦ πλούτου μεταχειριζόμενοι, ἀλλ’ εἰς οἰκείας σπατάλας τοῖς δοθεῖσιν ἀποχρώμενοι, διαβεβλημένοι ἐσμὲν οἰκονόμοι.

Βούλημα γὰρ τοῦ Δεσπότου ἐστὶ χρᾶσθαι τοῖς δοθεῖσιν εἰς τὰς τῶν ὁμοδούλων χρείας, οὐκ εἰς οἰκείας τρυφάς· διαβαλλόμενοι δὲ καὶ μέλλοντες μεθίστασθαι τῆς οἰκονομίας τῶν χρημάτων, ἤτοι τοῦ βίου τούτου ἐκκόπτεσθαι, ὅτε δηλαδὴ καὶ λόγον δώσομεν τῆς οἰκονομίας μετὰ τὴν ἐνθένδε μετάστασιν, ἐὰν φρόνιμοι ὧμεν, ἐπαισθανόμεθα ὀψὲ γοῦν τοῦ δέοντος, καὶ ποιοῦμεν ἡμῖν ἑαυτοῖς φίλους ἐκ τῶν τῆς ἀδικίας χρημάτων· ἀδικίας δὲ χρήματα ἐκεῖνα ὀνομάζονται, ὅσα ὁ μὲν Κύριος δέδωκεν ἀναλίσκεσθαι εἰς χρείας τῶν ἀδελφῶν, καὶ ὁμοδούλων, ἡμεῖς δὲ ἑαυτοῖς παρακατέσχομεν.

Ἀλλ’ ὀψὲ γοῦν συναισθώμεθα, ποῖ φερόμεθα, καὶ ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὔτε κάμνειν δυνάμεθα· ἐργασίας γὰρ οὐκ ἔστι τότε καιρός· οὔτε ἐπαιτεῖν εὐπρεπές· μωραὶ γὰρ αἱ παρθένοι αἱ ἐπαιτήσασαι ὀνομάζονται. Τί τοίνυν λοιπόν; Τὸ συμμεριστὰς ποιῆσαι τῶν χρημάτων τούτων τοὺς ἀδελφούς, ἵν’ ὅταν ἐκλίπωμεν ἐντεῦθεν, τουτέστιν, ἀπὸ τοῦ βίου τούτου ἀναχωρῶμεν, δέξωνται ἡμᾶς οἱ πένητες εἰς τὰς αἰωνίους σκηνάς· τοῖς γὰρ ἐν Χριστῷ πένησιν αἱ αἰώνιαι σκηναὶ ἀπεκληρώθησαν, εἰς ἃς δύνανται δέξασθαι τοὺς ἐνταῦθα αὐτοῖς φιλιάσαντας διὰ τῆς δόσεως τῶν χρημάτων, ἃ Δεσποτικὰ ὄντα τοῖς πένησιν ἔδει ἐξ ἀρχῆς δοθῆναι. Οὗτοι γὰρ οἱ χρεῶσται κατὰ τὸ εἰρημένον· «Ὄλην τὴν ἡμέραν ἐλεεῖ, καὶ δανείζει ὁ δίκαιος·» καὶ πάλιν· «Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ.» Ἔδει μὲν οὖν προηγουμένως πάντα δοθῆναι τοῖς καλοῖς τούτοις χρεωφειλέταις τοῖς ἑκατονταπλασίονα ἀποδιδοῦσι. Πλὴν ἐπεὶ οἰκονόμοι τῆς ἀδικίας εὑρισκόμεθα, ἀδίκως παρακατέχοντες ἃ ἄλλοις ἀφώρισται, μὴ πάντη μενητέον ἐν ταύτῃ τῇ ἀπανθρωπίᾳ, ἀλλὰ μεταδοτέον τοῖς πένησιν, ἵνα παρ’ αὐτῶν ὑποδεχθῶμεν εἰς τὰς αἰωνίους σκηνάς. Οὕτως οὖν ἐκλαμβάνουσιν ἡμῖν τὴν παραβολήν, οὐδὲν περιττόν, ἢ περίεργον, ἢ ὀνειροκριτικὸν τῇ ἐξηγήσει ἀπαντήσει. Δοκεῖ δὲ ἀλλόκοτόν τι σημαίνειν τό· Υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροί εἰσι, καὶ τὰ ἑξῆς. Οὐκ ἔστι δὲ δυσπαρακολούθητον, ἢ ξενίζον.

Υἱοὺς γὰρ αἰῶνός φησι τούτου, τοὺς ἐπινοουμένους πάντα τὰ ἐν τῇ γῇ αὑτοῖς λυσιτελοῦντα· υἱοὺς δὲ φωτός, τοὺς ὀφείλοντας τὸν πνευματικὸν πλοῦτον μεταχειρίζεσθαι θεοφιλῶς.

Τοῦτο οὖν λέγει, ὅτι Οἱ ἄνθρωποι οἰκονόμοι μὲν ἀνθρωπίνων διοικήσεων καθιστάμενοι πάντα τρόπον πραγματεύονται, ὅπως μετὰ τὸ μετασταθῆναι ἐκ τῆς οἰκονομίας, ἔχωσι παρηγορίαν· υἱοὶ δὲ φωτὸς ταττόμενοι, τουτέστι, πνευματικὴν διοίκησιν χρημάτων πιστευόμενοι, οὐδὲν ἐπινοοῦνται πρὸς τὸ ὠφεληθῆναι μετὰ ταῦτα· υἱοὶ οὖν τοῦ αἰῶνος τούτου οἱ ἀνθρωπίνας διοικήσεις πεπιστευμένοι, καὶ ἐν τῇ γενεᾷ τῇ ἑαυτῶν, τουτέστιν, ἐν τῷ βίῳ τούτῳ, φρονίμως τὰ καθ’ ἑαυτοὺς διοικοῦντες. Υἱοὶ δὲ φωτὸς οἱ χρήματα λαβόντες, ὥστε διοικεῖν αὐτὰ θεοφιλῶς.

Εὑρισκόμεθα οὖν ἐν μὲν ταῖς ἀνθρωπίναις διοικήσεσι φρονίμως τὰ ἑαυτῶν διοικοῦντες, καὶ πραγματευόμενοι, ἵνα, εἰ καὶ ἐκπέσωμέν ποτε τῆς οἰκονομίας. ἔχοιμέν τι καταφύγιον τοῦ βίου· ἐν δὲ τοῖς κατὰ Θεὸν ὀφείλουσι διοικεῖσθαι χρήμασιν οὐ φαινόμεθα πρόνοιαν ποιούμενοι, μήπως λόγον δῶμεν τῆς οἰκονομίας μεταστάντες ἐκ τοῦδε τοῦ βίου, καὶ εὑρεθῶμεν πάσης παραμυθίας ἐστερημένοι. Διὸ καὶ ἄφρονες καλούμεθα, μὴ φρονοῦντες τὰ μετὰ ταῦτα ἡμῖν λυσιτελήσοντα, ἀλλὰ ποιήσωμεν ἑαυτοῖς φίλους τοὺς πένητας, μεταδιδόντες αὐτοῖς τοῦ τῆς ἀδικίας πλούτου, τουτέστι, τοῦ δοθέντος μὲν ἡμῖν παρὰ Θεοῦ, ὥστε δικαιοσύνης ὅπλον γενέσθαι, ὑποκρατηθέντος δὲ παρ’ ἡμῶν, καὶ διὰ τοῦτο εἰς ἀδικίαν μεταστάντος.

Εἰ δὲ ὁ ἐκ δικαίων δῆθεν πόρων πλοῦτος, ὅταν μὴ καλῶς οἰκονομηθῇ, καὶ δοθῇ πένησιν, ἀδικία καὶ μαμωνᾶς λογίζεται, ὁ ἐξ ἀδικίας, πόσῳ μᾶλλον. Ἐκ τούτου οὖν ποιήσωμεν ἡμῖν φίλους, ἵνα, ὅταν ἐκλίπωμεν, καὶ ἀναχωρῶμεν ἐκ τοῦ βίου, ἣ καὶ ἄλλως, ὅταν ὀλιγοψυχῶμεν κατακρινόμενοι, ἐκεῖσε δέξωνται ἡμᾶς εἰς τὰς αἰωνίους σκηνάς. «Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστιν· ὁ δὲ ἐν ἐλαχίστῳ ἄδικος, καὶ ἐν πολλῷ ἄδικός ἐστιν. Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει; Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» Ἔτι περὶ τοῦ δεῖν κατὰ Θεὸν οἰκονομεῖν τὸν πλοῦτον διδάσκει. Ὁ γὰρ πιστὸς ἐν ἐλαχίστῳ, τουτέστιν. ὁ διοικήσας καλῶς τὸν ἐμπιστευθέντα αὐτῷ πλοῦτον ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἐν πολλῷ πιστός ἐστι, τουτέστι, καὶ ἐν τῷ μέλλοντι αἰῶνι τοῦ ὄντως πλούτου ἄξιός ἐστιν. Ἐλάχιστον οὖν καλεῖ τὸν γήϊνον πλοῦτον, ὡς τῷ ὄντι μικρόν, μᾶλλον δὲ οὐδὲν ὄντα, ἐπείπερ ῥευστός· πολὺν δέ, τὸν οὐράνιον, ὡς μένοντα ἀεί, καὶ προστιθέμενον.

Ὁ δὲ ἐν τούτῳ τῷ γηΐνῳ ἄδικος φανείς, καὶ σφετερισάμενος τὰ εἰς κοινὴν τῶν ἀδελφῶν χρείαν δοθέντα αὐτῷ, οὐδὲ τοῦ πολλοῦ ἐκείνου ἄξιος εὑρεθήσεται, ἀλλ’ ὡς ἄδικος ἀποβληθήσεται. Ἑρμηνεύων δὲ τὸ ῥηθέν, ἐπιφέρει·

Εἰ ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸν ἀληθινὸν τίς ὑμῖν πιστεύσει; Ἄδικον μὲν μαμωνᾶν τὸν προσόντα πλοῦτον ὑμῖν ὠνόμασεν· εἰ γὰρ οὐκ ἦν ἄδικος, οὐκ ἂν προσῆν, νῦν δὲ ἐπεὶ πρόσεστιν ἡμῖν, εὔδηλον ὅτι ὑποκρατούμενος, καὶ μὴ πτωχοῖς διαδιδόμενος, ἄδικός ἐστι· τοῦτο δὲ νοσφισμὸς ἀλλοτρίων χρημάτων καὶ πτωχικῶν, τοῦτο δὲ ἀδικία.

Ὃς οὖν τὸν πλοῦτον τοῦτον κακῶς διοικεῖ καὶ ἀπίστως, πῶς τὸν ἀληθινὸν πλοῦτον πιστευθήσεται; καὶ τοῖς μὴ πιστῶς διαθεμένοις ἡμῖν τὸ ἀλλότριον, τουτέστι, τὰ χρήματα· ἀλλότρια δὲ ταῦτα ὡς τοῖς πτωχοῖς ἀφωρισμένα, καὶ ἄλλως, καθὸ οὐκ εἰσηνέγκαμέν τι εἰς τὸν κόσμον, ἀλλὰ γυμνοὶ γεγεννήμεθα· τὸ ἡμέτερον τίς δώσει; Ἡμέτερον δὲ ὁ πλοῦτος ὁ οὐράνιος καὶ θεῖος, ἐκεῖ γὰρ ἡμῶν τὸ πολίτευμα, καὶ τοῦ κατ’ εἰκόνα Θεοῦ δημιουργηθέντος ἀνθρώπου χρήματα μέν, καὶ κτήματα ἀλλότρια, οὐδὲν γὰρ ἔοικεν αὐτῷ τούτων. Θείων δὲ ἀγαθῶν ἀπόλαυσις, καὶ Θεοῦ μέθεξις, τοῦτό ἐστι τὸ ἡμέτερον. Μέχρι μὲν οὖν τούτου ἐδίδαξεν ἡμᾶς, πῶς δεῖ διοικεῖν τὸν πλοῦτον πιστῶς· ἀλλότριος γάρ ἐστι, καὶ οὐχ ἡμῶν· ἡμεῖς γὰρ οἰκονόμοι, καὶ οὐχὶ κύριοι καὶ δεσπόται.

Ἐπεὶ δὲ ἡ κατὰ Θεὸν τοῦ πλούτου διοίκησις οὐκ ἄλλως κατορθοῦται, εἰ μὴ διὰ τῆς ἀπροσπαθείας, προστίθησι καὶ τοῦτο τῇ διδασκαλίᾳ, εἰπών· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, τουτέστιν, ἀδύνατον τὸν προσηλωμένον τῷ πλούτῳ, καὶ ὑποκρατοῦντά τι κατὰ προσπάθειαν, δοῦλον εἶναι Θεοῦ· ὥστε εἰ μέλλεις πιστῶς διοικεῖν τὸν πλοῦτον, μὴ δουλεύσῃς αὐτῷ, ὅπερ ἐστί, μὴ ἔχῃς σχέσιν πρὸς αὐτόν, καὶ ὄντως ἐδούλευσας τῷ Θεῷ· πανταχοῦ γὰρ ἡ φιλαργυρία διαβάλλεται, ὅπερ ἔστιν ἡ ἐμπαθὴς σχέσις καὶ φιλία τοῦ πλούτου. «Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν. Καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλόν, βδέλυγμα παρὰ τῷ Θεῷ.» Οἱ μὲν Φαρισαῖοι ἐξεμυκτήριζον τὸν Κύριον, ὡς ἐπὶ τοῖς λόγοις δακνόμενοι· δυσηρεστοῦντο γὰρ ὡς φιλάργυροι περὶ ἀκτημοσύνης ἀκούοντες, ἐπεὶ καὶ εἴρηται· Βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια, καὶ οἱ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες.

Ὁ δὲ Κύριος ἐκκαλύπτων τὴν ὑποκεκρυμμένην αὐτῶν πονηρίαν, καὶ δεικνύς, ὅτι εἰ καὶ ὑποκρίνονται δικαιοσύνην, βδελυκτοί εἰσι παρὰ τῷ Θεῷ διὰ τὴν οἴησιν, ἣν περὶ ἑαυτῶν ἔχουσι, φησίν· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτούς, καὶ οἰόμενοι, ὡς μόνοις ὑμῖν τὸ νοεῖν ἃ δεῖ, καὶ διδάσκειν δέδοται· διὸ καὶ μυκτηρίζετε τοὺς ἐμοὺς λόγους ὡς ἄφρονος, θέλοντες νομίζεσθαι τῷ πλήθει ἀληθείας διδάσκαλοι. Ἀλλ’ οὐχ οὕτως· ὁ γὰρ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, καὶ βδελυκτοὺς ὑμᾶς ἡγεῖται διὰ τὴν ὑψηλοφροσύνην, καὶ τὴν τῆς ἀνθρωπίνης δόξης ἐπιθυμίαν. «Τὸ γὰρ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα παρὰ τῷ Θεῷ,» ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ἔδει γοῦν ὑμᾶς· ὦ Φαρισαῖοι, μὴ πρὸς ὑπόληψιν ζῇν ἀνθρωπίνην, Θεὸς γὰρ διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· δικαιοῦν δὲ μᾶλλον ἑαυτοὺς ἐνώπιον τοῦ Θεοῦ. «Ὁ νόμος· καὶ οἱ προφῆται ἕως Ἰωάννου, ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται· καὶ πᾶς εἰς αὐτὴν βιάζεται. Εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἣ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.

Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, καὶ γαμῶν ἑτέραν, μοιχεύει, καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν, μοιχεύει.» Δοκεῖ ἀπηρτημένα εἶναι ταῦτα, καὶ μηδεμίαν κοινωνίαν ἔχειν πρὸς τὰ προῤῥηθέντα, ἀλλὰ τῷ προσέχοντι οὐκ ἀνακόλουθα δόξαιεν ἄν, λίαν δὲ τοῖς προλαβοῦσιν ἀκόλουθα. Ἐπειδὴ γὰρ αὐτὸς μὲν ἀκτημοσύνην εἰσηγήσατο δι’ ὧν ἀνωτέρω εἶπε, καὶ τὸν πλοῦτον ἄδικον μαμωνᾶν ἐκάλεσεν, ὁ δὲ νόμος τὰς εὐλογίας καὶ ἐν τῷ πλούτῳ ἐδίδου, καὶ οἱ προφῆται τὰ ἀγαθὰ τῆς γῆς ἐπηγγέλλοντο, ἵνα μή τις εἴπῃ αὐτῷ διαμυκτηρίζων, ὥσπερ οἱ Φαρισαῖοι, Τί σὺ λέγεις; ἐναντίοις τῷ νόμῳ; ἐκεῖνος καὶ ἐν τῷ πλούτῳ εὐλογεῖ, καὶ σὺ ἀκτημοσύνην διδάσκεις;

Διὰ τοῦτό φησιν· Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου εἶχον τὸν καιρόν. Καὶ καλῶς μὲν ἐδίδασκον, ἅτε καιρὸν ἐχούσης τῆς νηπιότητος τῶν ἀκουόντων. Ἀφ’ οὗ δὲ ὁ Ἰωάννης, ὁ σχεδὸν ἄϋλος δι’ ἀκτημοσύνην, καὶ ἀκτήμων διὰ τὴν μικροῦ ἀϋλία, ἐπεδήμησε, καὶ βασιλείαν οὐρανῶν ἐκήρυξεν, οὐκέτι λοιπὸν τὰ τῆς γῆς ἀγαθὰ καιρὸν ἔχουσιν, ἀλλ’ ἡ βασιλεία τῶν οὐρανῶν κηρύττεται. Διὸ καὶ ἀκτημοσύνην ἐν γῇ ὀφείλουσιν ἐπιτηδεύειν οἱ τῶν οὐρανῶν ἐφιέμενοι. Ἐπεὶ οἵγε προφῆται καὶ ὁ νόμος, μὴ μνησθέντες βασιλείας οὐρανῶν, εἰκότως τὰ τῆς γῆς ἀγαθὰ ἐπηγγέλλοντο τοῖς ἔτι ἀτελεστέροις, καὶ μηδὲν μέγα καὶ ἀνδρικὸν ἐννοεῖν δυναμένοις. Ὥστε εἰκότως, ὦ Φαρισαῖοι, ἀκτημοσύνην διδάσκω, οἷα δὴ τῶν ἀτελῶν τοῦ νόμου προσταγμάτων μηκέτι καιρὸν ἐχόντων. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι λοιπὸν πάντα τὰ τοῦ νόμου ἐκβέβληται ὡς ματαίου καὶ διακένου, οὐχί φησιν, ἀλλὰ μᾶλλον νῦν ἀναπληροῦται καὶ τελειοῦται.

Ὅσα γὰρ ἐσκιαγράφησεν ἐκεῖνος εἴτε περὶ Χριστοῦ λέγων τυπικῶς, εἴτε περὶ ἐντολῶν, ταῦτα νῦν ἀναπληροῦνται, καὶ οὐδὲν τούτων ἄχρι καὶ μιᾶς κεραίας διαπεσεῖται· τά τε γὰρ περὶ Χριστοῦ ἐκεῖ σκιοειδῶς ὑποδειχθέντα, νῦν φανώτερον τελεσθήσονται.

Καὶ αἱ ἐντολαὶ τοῦ νόμου, αἱ τότε πρὸς τὴν τῶν ἀτελῶν διάνοιαν οἰκείως καὶ καταλλήλως δοθεῖσαι, νῦν τὸ ὑψηλότερον καὶ τελειότερον ἕξουσιν· ὅτι γὰρ ὁ νόμος πρὸς ἀτελεῖς ἀτελῶς διελέγετο, δῆλον ἐντεῦθεν. Καὶ γὰρ περὶ λύσεως γάμου πρὸς τὴν σκληροκαρδίαν τῶν Ἑβραίων ἀπεκρίνατο, ἵν’ εἰ μισοίη ὁ ἀνὴρ τὴν γυναῖκα, ἐξουσίαν ἔχῃ ἀπολύειν αὐτήν, ἵνα μὴ χεῖρόν τι γένηται. Φονεῖς γὰρ ὄντες καὶ αἱμοχαρεῖς, οὐδὲ τῶν οἰκειοτάτων ἐφείδοντο, ὡς καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις θύειν· ἀλλὰ τὸ μὲν χθαμαλόν, καὶ ἀτελὲς τοῦ νόμου τοιοῦτον· καιρὸς γὰρ ἦν τῆς τοιαύτης νομοθεσίας τότε, νυνὶ δὲ ἄλλης τελειοτέρας διδασκαλίας δεῖ. Διὸ καί φημι, πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας δηλαδή, καὶ γαμῶν ἑτέραν, μοιχεύει· ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ μὴ περὶ ἀκτημοσύνης διαλέγομαι, μηδὲν οὕτω σαφῶς τοῦ νόμου διδάσκοντος.

Ἰδοὺ γοῦν περὶ τῆς τοῦ γάμου λύσεως ὁ νόμος ἀδιαφόρως ἐκέλευσε, διὰ τὴν μιαιφονίαν τῶν Ἰουδαίων, ἐγὼ δὲ πρὸς τὸ τελειότερον ἐγγυμνάζων τοὺς ἀκούοντας, τὴν ἀνεύλογον ἀπόλυσιν ἀπαγορεύω, οὐκ ἐναντία ἐκείνῳ διαγορεύων, ἀλλὰ μᾶλλον τὸ ἐκείνου βούλημα ἱστῶν. Τῷ γὰρ νόμῳ βουλητὸν ἦν τὸ μὴ γίνεσθαι φόνους μεταξὺ ἀνδρὸς καὶ γυναικός· τοῦτο κἀγὼ τυπῶ, διὰ τοῦ παιδεύειν τοὺς συζύγους ἀλλήλων κήδεσθαι, καὶ φείδεσθαι, ὡς μελῶν οἰκείων, ὥστε καὶ ὁ νόμος μὲν τοῦτο ἐβούλετο· ἐπεὶ δὲ ἀτελεῖς ἦσαν οἱ ἀκούοντες, ὥρισε τὴν τοῦ γάμου διάλυσιν, ἵνα κἂν οὕτως φειδὼ γένοιτο καὶ μὴ κατ’ ἀλλήλων μαίνοιντο ὅ τε ἀνὴρ καὶ ἡ γυνή· τὰ τοῦ νόμου τοίνυν πάντα ἕστησεν ὁ Χριστός· ὥστε καλῶς εἶπεν, ὡς ἀδύνατόν φησιν, πεσεῖν μίαν κεραίαν τοῦ νόμου· πῶς γὰρ ἂν πέσῃ ὁ μᾶλλον ὀρθούμενος ὑπὸ Χριστοῦ; «Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου. Ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη.» Ἀκόλουθα τοῖς προειρημένοις ταῦτα.

Ἐπειδὴ γὰρ προλαβὼν περὶ τοῦ τὸν πλοῦτον διατίθεσθαι καλῶς ἐδίδαξεν, εἰκότως ἐπισυνάπτει καὶ ταύτην τὴν παραβολήν, εἰς τοῦτο αὐτὸ φέρουσαν διὰ τοῦ κατὰ τὸν πλούσιον ὑποδείγματος.

Παραβολὴ γὰρ καὶ τοῦτο, ἀλλ’ οὐχ ὥς τινες ἀνοήτως ἂν οἰηθεῖεν, πρᾶγμά ἐστιν ἤδη γεγονός. Οὐδέπω γὰρ οὔτε τοῖς δικαίοις τῶν ἀγαθῶν, οὔτε τοῖς ἁμαρτωλοῖς τῶν ἐναντίων ἡ ἀποκλήρωσις, ἀλλ’ ἐσχημάτισε τὸν λόγον ὁ Κύριος, πρὸς τὸ παιδεῦσαι τοὺς ἀνελεήμονας, οἷα αὐτοῖς ἀποκείσονται, καὶ αὖ διδάξαι τοὺς κακοπαθοῦντας, οἷα εὐπαθήσουσιν, ὑπὲρ ὧν ἐνταῦθα ὑπομένουσι. Τὸν μὲν οὖν πλούσιον ἀνωνύμως ἐν τῇ παραβολῇ παρέλαβεν, οἷα μηδὲ ἄξιον παρὰ Θεῷ ὀνομάζεσθαι, καθὰ καὶ διὰ τοῦ προφήτου φησίν, οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Τοῦ δὲ πένητος ὀνομαστὶ μνημονεύει· τῶν γὰρ δικαίων τὰ ὀνόματα καὶ ἐν βίβλῳ ζωῆς ἀπογράφονται· ἔστι δὲ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα ἐν Ἱεροσολύμοις κατ’ ἐκεῖνο καιροῦ ἐσχάτην πενίαν κεκληρωμένον καὶ ἀῤῥωστίαν, οὗ μνημονεῦσαι τὸν Κύριον εἰς παραβολὴν αὐτὸν λαβόντα, ὡς ἐμφανῆ καὶ γνώριμον.

Ὁ μὲν οὖν πλούσιος πάντοθεν εὐροῶν ἦν, καὶ γὰρ καὶ πορφύραν καὶ βύσσον ἐνεδέδυτο· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὴν ἄλλην τρυφὴν ἐτρύφα πᾶσαν. Εὐφραινόμενος γάρ, φησί, καὶ οὐ νῦν μέν, νῦν δὲ οὔ, ἀλλὰ καθημέραν, καὶ οὐ μετρίως, ἀλλὰ λαμπρῶς, τουτέστιν ἀσώτως καὶ πολυτελῶς. Ὁ δὲ Λάζαρος καὶ πένης, καὶ ἀῤῥωστῶν, καὶ τοῦτο δεινῶς· ἡλκωμένος γάρ, φησίν. Ἔστι γὰρ ἀῤῥωστεῖν, οὐ μὴν ἡλκῶσθαι. Ἐνταῦθα δὲ ἐπίτασις τοῦ κακοῦ καὶ πρὸς τὸν πυλῶνα βεβλημένος τοῦ πλουσίου, ἑτέρα βάσανος τὸ ὁρᾷν ἄλλους ὑπερτρυφῶντας, αὐτὸν δὲ λιμώττειν.

Ἐπεθύμει γὰρ χορτασθῆναι οὐχὶ βρωμάτων πολυτελῶν, ἀλλὰ καὶ ψιχίων αὐτῶν, καὶ τούτων, ὧν οἱ κύνες χορτάζονται. Ἀλλὰ καὶ ἔρημος τῶν θεραπευσόντων· οἱ γὰρ κύνες ἔλειχον τὰ ἕλκη αὐτοῦ, οἷα μηδενὸς ὄντος τοῦ ἀποσοβήσοντος τούτους. Ἆρα οὖν ἐν τοσούτοις δεινοῖς ὢν ὁ Λάζαρος ἐβλασφήμησεν; ἢ ἐλοιδόρησε τὴν τρυφὴν τοῦ πλουσίου; ἢ τὴν ἀπανθρωπίαν κατέκρινεν; ἣ τὴν πρόνοιαν ἐμέμψατο;

Οὐδὲν τούτων ἐνόησεν, ἀλλὰ μετὰ πολλῆς τῆς φιλοσοφίας ἐκαρτέρει. Πόθεν δῆλον; Ἀφ’ ὧν οἱ ἄγγελοι αὐτὸν ἀποθανόντα ἐδέχοντο. Οὐκ ἂν γάρ, εἰ γογγυστὴς ἦν καὶ βλάσφημος, τοσαύτης τιμῆς ἠξιώθη, καὶ τῆς παρ’ ἀγγέλων δορυφορίας, ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη. Τῷ ὄντι γὰρ καὶ ζῶντος κατωρυγμένη αὐτοῦ ἦν ἡ ψυχή, ὡς τάφον περιφέρουσα τὴν σάρκα. Διὸ καὶ ἀποθανὼν οὐχ ὑπὸ ἀγγέλων ἀπάγεται, ἀλλ’ εἰς τὸν ᾅδην κατάγεται. Ὁ γὰρ μηδὲν ὑψηλὸν φρονήσας ποτὲ μηδ’ οὐράνιον, τοῦ κατωτάτου τόπου ἄξιος, τῷ γοῦν εἰπεῖν, ὅτι ἐτάφη, τοῦτο παρῃνίξατο ὁ Κύριος, ὅτι καὶ ἡ ψυχὴ αὐτοῦ τὸν κατωτάτω τόπον καὶ ζοφώδη ἔλαχεν. «Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ·

Τέκνον, μνήσθητι, ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά, νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι τούτοις χάσμα μέγα ἐστήρικται μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.» Ὥσπερ τὸν Ἀδὰμ ὁ Κύριος ἐκβάλλων τοῦ παραδείσου ἀπέναντι αὐτοῦ κατῴκισεν, ἵνα τῇ συνεχεῖ ὄψει ἀνανεούμενον τὸ πάθος ἀκριβεστέραν αὐτῷ παράσχῃ τὴν αἴσθησιν τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, οὕτω καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατεδίκασεν, ἵν’ ὁρῶν αὐτὸν ἐν οἵοις ἐστίν, αἰσθάνηται ὧν διὰ τὴν ἀπανθρωπίαν ἐκπέπτωκε. Διατί δὲ οὐ παρ’ ἄλλῳ τινὶ τῶν δικαίων, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ εἶδε τὸν Λάζαρον, ἐπεὶ φιλόξενος ἦν ὁ Ἀβραάμ. Ἵν’ οὖν ἔλεγχος τῆς μισοξενίας αὐτοῦ γένηται, διὰ τοῦτο μετ’ ἐκείνου βλέπει. Ἐκεῖνος καὶ τοὺς παριόντας εἰς τὴν οἰκίαν εἷλκε τὴν ἑαυτοῦ, αὐτὸς δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα. Διατί δὲ μὴ πρὸς τὸν Λάζαρον ἀποτείνει τὸν λόγον, ἀλλὰ πρὸς τὸν Ἀβραάμ; ᾘσχύνετο ἴσως· ἐνόμιζε γὰρ τυχὸν καὶ μνησικακεῖν τὸν Λάζαρον, καὶ ἐκ τῶν καθ’ ἑαυτὸν ἔκρινε καὶ τὰ τοῦ Λαζάρου. Εἰ γὰρ ἐγὼ τοσαύτης ἀπολαύων εὐημερίας, παρεώρων αὐτὸν τοσούτοις κακοῖς στενοχωρούμενον, καὶ οὐδὲ ψιχίων μετεδίδουν, πολλῷ μᾶλλον αὐτὸς ὁ καταφρονηθεὶς μνησικακήσει, καὶ οὐκ ἐπινεύσει δοῦναι τὴν χάριν.

Διὰ τοῦτο πρὸς τὸν Ἀβραὰμ ποιεῖται τοὺς λόγους.

Ἐνόμιζε γὰρ ἀγνοεῖν τὸν πατριάρχην τὰ γεγενημένα. Τί οὖν ἐκεῖνος; οὐκ εἶπεν· Ἀπάνθρωπε καὶ ὠμέ, οὐκ αἰσχύνῃ; φιλανθρωπίας νῦν μέμνησαι; ἀλλὰ πῶς; Τέκνον. Ὅρα συμπαθῆ καὶ ἁγίαν ψυχήν· φησὶ γὰρ καί τις σοφός· Ψυχὴν τεταπεινωμένην μὴ προσταράξῃς. Διὰ τοῦτο καὶ αὐτός, τέκνον, φησίν, αἰνιττόμενος διὰ τούτου, ὅτι ἄχρι τούτου ἐστὶν αὐτῷ ἡ ἐξουσία τοῦ ὀνομάσαι αὐτὸν οὕτως ἱλαρῶς, περαιτέρω δὲ οὐδενὸς ἐξουσιάζει. Οὗ ἔχω τούτου σοι μεταδίδωμι, συμπαθοῦς φωνῆς, τὸ δὲ ἐντεῦθεν ἐκεῖ μεταβαίνειν οὐχ ἡμέτερον· ἐκλείσθη γὰρ τὰ πάντα.

Καὶ σὺ μὲν ἀπέλαβες τὰ ἀγαθά σου, ἐκεῖνος δὲ τὰ κακά. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες, ἀλλ’, Ἀπέλαβες; Τὸ γὰρ ἀπολαβεῖν ἐπὶ τῶν ὑποδεχομένων ἅπερ ἐχρεωστοῦντο, λέγειν εἰώθαμεν. Τί οὖν μανθάνομεν; Ὅτι κἂν μιαροί τινες εἶεν, κἂν εἰς ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἕν τι καὶ δύο εἰργάσαντο ἀγαθά. Ὅθεν καὶ αὐτὸς ἔχων τινὰ ἀγαθὰ διὰ τῆς ἐν τῷδε τῷ βίῳ εὐημερίας τὴν ἀμοιβὴν δεξάμενος, ἀπολαβεῖν ταῦτα λέγεται· ὁμοίως δὲ καὶ ὁ Λάζαρος τὰ κακά. Ἴσως γὰρ καὶ οὗτος ἓν ἢ δύο εἰργάσατο κακά, καὶ διὰ τῆς ὀδύνης, ἧς ἐνταῦθα ὑπέμεινεν, ἀπέλαβε τὴν ἀξίαν ἀμοιβὴν τούτων.

Διὸ παρακαλεῖται μὲν οὗτος, ὀδυνᾶσαι δὲ σύ. Τὸ δὲ χάσμα δηλοῖ τὴν τῶν δικαίων πρὸς τοὺς ἁμαρτωλοὺς διάστασιν καὶ διαφοράν. Ὥσπερ γὰρ καὶ αἱ προαιρέσεις αὐτῶν διάφοροι ᾖσαν, οὕτω καὶ αἱ μοναὶ πολλὴν τὴν ἀπόστασιν ἔχουσιν, ἑκάστου τὰ κατάλληλα τῇ προαιρέσει καὶ τῷ βίῳ ἀπολαμβάνοντος.

Σημείωσαι δὲ ἐντεῦθεν πόρισμά τι κατὰ τῶν Ὠριγενιαστῶν λεγόντων, ὅτι τέλος ἐχούσης τῆς κολάσεως ἔσται καιρός, ὅτε οἱ ἁμαρτωλοὶ ἑνωθήσονται τοῖς δικαίοις, καὶ τῷ Θεῷ, καὶ οὕτως τὰ πάντα ἐν πᾶσι γένηται ὁ Θεός. Ἰδοὺ γὰρ ἀκούομεν τοῦ Ἀβραὰμ λέγοντος, ὅπως οἱ βουλόμενοι ἔνθεν πρὸς ὑμᾶς, ἢ ἐκεῖθεν διαβῆναι πρὸς ἡμᾶς μὴ δύνωνται.

Ὥσπερ οὖν ἀδύνατον ἐκ τῆς λήξεως τῶν δικαίων μεταβῆναί τινα εἰς τὸν τόπον τῶν ἁμαρτωλῶν, οὕτως ἀδύνατον, ἡμᾶς διδάσκει Ἀβραάμ, τὸ μεταβῆναι ἐκ τοῦ τόπου τῆς κολάσεως εἰς τὸν τόπον τῶν δικαίων. Ἀβραὰμ δὲ ἀξιοπιστότερος δήπου Ὠριγένους. Τί δὲ ὁ ᾅδης; Οἱ μὲν αὐτόν φασι χῶρον ὑπόγειον σκοτεινόν, οἱ δὲ τὴν ἀπὸ τοῦ ἐμφανοῦς εἰς τὸ ἀφανὲς καὶ ἀειδὲς μετάστασιν τῆς ψυχῆς ᾅδην ἔφασαν. Ἄχρι μὲν γὰρ ἐν σώματί ἐστιν ἡ ψυχή, φαίνεται διὰ τῶν οἰκείων ἐνεργειῶν, μεταστᾶσα δὲ τοῦ σώματος ἀειδὴς γίνεται· τοῦτο γοῦν ἔφασαν εἶναι τὸν ᾅδην.

Κόλπους δὲ Ἀβραάμ, τὴν περιοχὴν τῶν ἀγαθῶν τῶν ἀποκειμένων τοῖς δικαίοις, τοῖς ἀπὸ ζάλης εἰς λιμένας καταντήσασιν οὐρανίους. Ἐπεὶ καὶ ἐν θαλάσσῃ κόλπους εἰώθαμεν καλεῖν τοὺς λιμενοειδεῖς καὶ ἀναπαυτηρίους τύπους. Σημείωσαι δὲ καὶ τοῦτο, ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ ἀδικῶν τὸν ἀδικούμενον ὄψεται, ἐν ποίᾳ δόξῃ ἐστί, καὶ οὗτος αὖ ἐκεῖνον ἐν ποίᾳ κατακρίσει, ὥσπερ ἐνταῦθα ὁ πλούσιος τὸν Λάζαρον, καὶ οὗτος πάλιν τὸν πλούσιον. «Εἶπε δέ· Ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.

Λέγει αὐτῷ Ἀβραάμ· Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.» Ἀποτυχὼν τῶν καθ’ ἑαυτὸν ὁ ἐλεεινὸς πλούσιος, ὑπὲρ ἑτέρων τίθησι τὴν ἱκετηρίαν. Ὅρα πῶς ὑπὸ τῆς κολάσεως εἰς συναίσθησιν ἦλθε, καὶ ὁ τοῦ Λαζάρου πρὶν καταφρονῶν ἐν ποσὶ κειμένου, νῦν ἑτέρων ἀπόντων φροντίζει, καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λάζαρον ἐκ τῶν νεκρῶν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.

Καὶ οὐχ ἁπλῶς ἕνα τῶν νεκρῶν, ἀλλὰ τὸν Λάζαρον, ὅπως ἴδωσιν αὐτὸν στεφανωθέντα καὶ ἐν δόξῃ καὶ ὑγείᾳ, οἱ ἰδόντες αὐτὸν ἐν ἀῤῥωστίᾳ, καὶ ἀτιμίᾳ, καὶ οἱ γενόμενοι μάρτυρες τῆς πενίας αὐτοῦ, αὐτοὶ καὶ τῆς δόξης γένωνται θεαταί. Πρόδηλον γὰρ ὡς ἐν δόξῃ ἔμελλεν αὐτοῖς ἐπιφανῆναι, εἴγε ἀξιόπιστον αὐτὸν ἐχρῆν εἶναι κήρυκα. Τί οὖν ὁ Ἀβραάμ; Ἔχουσι Μωσέα· οὐχ οὕτως, φησί, σὺ κήδῃ τῶν ἀδελφῶν, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· μυρίους γὰρ ἐπέστησεν αὐτοῖς διδασκάλους. Ὁ δὲ πλούσιος, Οὐχί, φησί, πάτερ. Ἐπεὶ γὰρ αὐτὸς τῶν Γραφῶν ἀκούων ἠπίστει, καὶ μύθους εἶναι τὰ λεγόμενα ἐνόμιζε, ὁμοίως ἔχειν καὶ τοὺς ἀδελφοὺς ὑπελάμβανε, καὶ ἀφ’ ἑαυτοῦ κρίνων ἔλεγε, ὅτι οὐκ ἀκούουσι τῶν Γραφῶν, ὥσπερ οὖν οὐδ’ αὐτός, ἀλλ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πιστεύσουσι.

Τοιοῦτοι καὶ νῦν εἰσιν οἳ λέγουσι· Τίς οἶδε τὰ ἐν ᾅδου; τίς ἐλθὼν ἐκεῖθεν ἀπήγγειλεν ἡμῖν; Ἀλλ’ ἀκουσάτωσαν τοῦ Ἀβραάμ, ὅτι εἰ τῶν Γραφῶν οὐκ ἀκούομεν, οὐδὲ τοῖς ἐξ ᾅδου ἐρχομένοις πιστεύσομεν. Καὶ τοῦτο ἐδήλωσαν οἱ Ἰουδαῖοι, οἳ ἐπεὶ τῶν Γραφῶν οὐκ ἤκουον, οὐδὲ νεκροὺς ἰδόντες ἀναστάντας ἐπίστευσαν, ἀλλὰ καὶ τὸν Λάζαρον ἀνελεῖν ἐπεχείρουν, καὶ ἐν τῷ σταυρῷ νεκρῶν πολλῶν ἀναστάντων, ὅμως τοῖς ἀποστόλοις ἐπεπήδων φονικώτερον. Ἐπεὶ εἴγε ὠφέλει ἡμᾶς εἰς πίστιν, καὶ τοῦτο ἐποίει ἂν συχνάκις ὁ Κύριος. Νῦν δὲ οὐδὲν οὕτως ὠφελεῖ, ὡς ἡ τῶν Γραφῶν ἀκριβὴς ἔρευνα. Νεκροὺς δὲ ἀνιστᾷν, ἐσοφίσατο ἂν ὁ διάβολος κατὰ φαντασίαν, καὶ διὰ τοῦτο ἐπλάνησεν ἂν τοὺς ἀνοήτους, περὶ τῶν ἐν ᾅδου δόγματα ἄξια τῆς οἰκείας κακίας κατασπείρων. Τῶν δὲ Γραφῶν ὑγιῶς ἐρευνωμένων, οὐδὲν ἰσχύσει τοιοῦτον σοφίσασθαι· αὗται γάρ εἰσι λύχνος καὶ φῶς, καὶ τούτου φαίνοντος, ὁ κλέπτης φαίνεται καὶ εὑρίσκεται.

Ταύταις οὖν πιστευτέον, καὶ μὴ ζητητέον νεκρῶν ἀναστάσεις. Ἔστι δὲ καὶ τροπικώτερον τὴν παραβολὴν ταύτην ἐκλαβεῖν, λέγοντας τὸν Ἑβραϊκὸν λαὸν ὑποδηλοῦσθαι διὰ τοῦ πλουσίου. Πλούσιος γὰρ ἦν οὗτος τὸ παλαιόν, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ πλουτισθείς, καὶ τοῖς λογίοις τοῦ Θεοῦ τοῖς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, ἀλλὰ καὶ πορφύραν καὶ βύσσον ἐνεδέδυτο, βασιλείαν ἔχων καὶ ἱερωσύνην, καὶ βασίλειον ὢν ἱεράτευμα τῷ Θεῷ. Αἰνίττεται δὲ ἡ μὲν πορφύρα τὴν βασιλείαν, ἡ δὲ βύσσος ἱερωσύνην. Οἱ γὰρ Λευῖται βυσσίνοις ἐχρῶντο ἐν ταῖς ἱερουργίαις ἐσθήμασιν. Εὐφραίνετό τε καθ’ ἡμέραν λαμπρῶς· καθ’ ἑκάστην γὰρ ἡμέραν θυσίας ἀνέφερον πρωΐας καὶ ἑσπέρας, ἃς καὶ τοῦ ἐνδελεχισμοῦ ὠνόμαζον. Λάζαρος δὲ ἦν ὁ ἐξ ἐθνῶν λαός, πένης θείων χαρίτων καὶ σοφίας, καὶ πρὸ τῶν πυλώνων κείμενος· οὐ γὰρ ἐξῆν τοῖς ἐθνικοῖς εἰς τὸν οἶκον εἰσελθεῖν· μιασμὸς γὰρ ἐδόκει, ὡς καὶ ἐν ταῖς Πράξεσι καταβοᾶται ὁ Παῦλος ὡς ἐθνικοὺς εἰσαγαγὼν εἰς τὸν ναόν, καὶ κεκοινωκὼς τὸν ἅγιον τόπον τοῦτον. Ἀλλὰ καὶ ἥλκωτο ταῖς προσωζούσαις ἁμαρτίαις, καὶ τοὺς ἀναιδεῖς κύνας, τοὺς δαίμονας, ἔτρεφε τοῖς ἕλκεσι τούτοις. Ἡδονὴ γὰρ αὐτοῖς τὰ ἡμέτερα ἕλκη.

Ἐπεθύμει δὲ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἄμοιρος γὰρ ἦν παντάπασι τῶν τὴν καρδίαν στηριζόντων ἄρτων, καὶ τῆς λεπτοτάτης, καὶ μικρᾶς, καὶ λογικῆς τροφῆς ἐδεῖτο, ὥσπερ καὶ ἡ Χαναναία, ἐθνικὴ οὖσα, ἀπὸ τῶν ψιχίων διατραφῆναι ζητεῖ. Τί τοίνυν; Ἀπέθανε μὲν ὁ Ἑβραϊκὸς λαὸς τῷ Θεῷ, καὶ νεκρὰ γέγονεν αὐτῶν τὰ ὀστᾶ, μηδεμίαν κίνησιν πρὸς τὸ ἀγαθὸν ποιουμένων. Ἀπέθανε δὲ καὶ ὁ Λάζαρος τῇ ἁμαρτίᾳ, ὁ ἐθνικὸς λαός, καὶ οἱ μὲν Ἰουδαῖοι ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθανόντες ἐν τῇ φλογὶ κατακαίονται τοῦ φθόνου, ζηλοῦντες, ὥς φησιν ὁ Ἀπόστολος, ὅτι οἱ ἐθνικοὶ προσεδέχθησαν εἰς τὴν πίστιν, ὁ δὲ πρὶν πένης καὶ ἄτιμος λαὸς τῶν ἐθνῶν ἐν κόλποις Ἀβραὰμ τοῦ πατρὸς τῶν ἐθνῶν διάγει εἰκότως. Καὶ γὰρ καὶ Ἀβραάμ, ἐθνικὸς ὤν, ἐπίστευσε τῷ Θεῷ καὶ ἐξ εἰδωλολατρείας εἰς θεογνωσίαν μετέστη. Οἱ τοίνυν κοινωνοὶ τῆς μεταθέσεως αὐτοῦ καὶ τῆς πίστεως, εἰκότως καὶ ἐν τοῖς κόλποις αὐτοῦ ἀναπαύονται, τὰς αὐτὰς αὐτῷ λήξεις, καὶ μονάς, καὶ ὑποδοχὰς τῶν ἀγαθῶν κληρωσάμενοι. Καὶ ἐπιθυμεῖ ὁ Ἰουδαῖος σταγῶνος μιᾶς τῶν παρὰ τῷ νόμῳ παλαιῶν ῥαντισμῶν, καὶ καθαρσίων, ὡς ἂν καταψυχθείη αὐτοῦ ἡ γλῶσσα, καὶ ἔχοι τὸ παῤῥησιάζεσθαι καὶ λέγειν τι πρὸς ἡμᾶς, ὡς τοῦ νόμου ἐνεργοῦντος, ἀλλ’ οὐ τυγχάνει.

Ὁ νόμος γὰρ ἕως Ἰωάννου· καὶ θυσίαν, φησί, καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ τὰ ἑξῆς. Καὶ ὁ Δανιὴλ ἐξολοθρευθήσεσθαι χρίσμα, καὶ σφραγισθῆναι προφητείαν, τουτέστι, παυθῆναι καὶ συγκλεισθῆναι προηγόρευσε. Σὺ δὲ καὶ ἠθικῶς τὴν παραβολὴν ἐκλάμβανε, καὶ μὴ πλούσιος ὢν ἐν κακοῖς παρορᾷς τὸν νοῦν σου λιμώττοντα, καὶ κάτω βεβλημένον τὸν ἄνω φέρεσθαι δεδημιουργημένον, καὶ πρὸ τῶν πυλώνων κείμενον, ἀλλ’ εἰσάγαγε αὐτὸν ἔσω, καὶ μὴ ἔξω ἔστω, καὶ περιπλανάσθω, μηδὲ κείσθω, ἀλλ’ ἐνεργείτω. Οὕτως γὰρ ἄν σοι ὑπάρξῃ τὸ κατὰ νοῦν ἐνεργεῖν, καὶ μὴ μόνον κατὰ σάρκα τρυφᾷν.

Καὶ τ’ ἄλλα δὲ τῆς παραβολῆς ῥᾴδιον εἰς ἤθους ὠφέλειαν ἐκλαβέσθαι.

ΚΕΦΑΛ. ΙΖʹ. Περὶ σκανδάλου. Περὶ τοῦ ἀφεῖναι τὰς ἁμαρτίας τοῖς πλησίον. Περὶ τῆς εἰς Θεὸν πίστεως. Περὶ τῶν δέκα λεπρῶν. Περὶ τοῦ Ἰησοῦ ἐπερωτηθέντος πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ. «Εἶπε δὲ πρὸς τοὺς μαθητάς, ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα, οὐαὶ δὲ δι’ οὗ ἔρχονται· λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἣ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Προσέχετε ἑαυτοῖς. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ, καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσει εἰς σέ, καὶ ἑπτάκις ἐπιστρέψῃ εἰς σέ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.» Ἐπειδὴ οἱ Φαρισαῖοι, φιλοχρήματοι ὄντες, διεγόγγυζον κατὰ τοῦ Κυρίου περὶ ἀκτημοσύνης λέγοντος, εἶπε μὲν καὶ τὴν τοῦ πλουσίου καὶ τοῦ Λαζάρου παραβολήν, δεικνύων αὐτοῖς διὰ ταύτης οἵα αὐτοὺς κόλασις ἐκδέξεται διὰ τὸ φιλόπλουτον. Λέγει δὲ λοιπὸν καὶ πρὸς τοὺς μαθητὰς καὶ περὶ αὐτῶν τῶν Φαρισαίων, σκανδαλουργοὺς ἐμφαίνων αὐτούς, καὶ ἐμποδιστὰς τῆς θείας ὁδοῦ, καὶ διὰ τοῦτο οὐαὶ αὐτοῖς ἀποκληρῶν. Τί οὖν φησιν, ἴδωμεν. Ἀνένδεκτόν ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα, οὐαὶ δὲ δι’ οὗ ἔρχεται, τουτέστιν, ἀδύνατόν ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα, ἤτοι τὰ κωλύματα τῆς ἀγαθῆς καὶ θεοφιλοῦς πολιτείας.

Ἀνάγκη γὰρ διὰ τὴν πολλὴν τῶν ἀνθρώπων πονηρίαν κωλύματα πολλὰ τοῦ κηρύγματος καὶ τῆς ἀληθείας εὑρεθῆναι· πλὴν ἀλλ’ οὐαὶ τῷ δι’ οὗ ἔρχονται, τῷ ἐργάτῃ τούτων, οἷοι οἱ Φαρισαῖοι σκανδαλίζοντες, καὶ κωλύοντες τὸ κήρυγμα. Ἀλλὰ ζητοῦσι πολλοὶ ἐπαποροῦντες, εἰ ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, καὶ ἀδύνατον μὴ ἐμποδισθῆναι τὸ κήρυγμα, διὰ τί λοιπὸν κατακρίνεις, ὦ Κύριε, καὶ ταλανίζεις τοὺς τῶν σκανδάλων ἐργάτας; ἐξ ἀνάγκης γὰρ ἐγένοντο τοιοῦτοι, πᾶν δὲ τὸ ἀναγκαστικὸν καὶ συγγνωστόν.

Ἀλλ’ ἄκουε ὅτι ἡ ἀνάγκη αὕτη ἐκ προαιρέσεως ἔχει τὴν ἀρχήν, οἷόν τι λέγω, ὁ Κύριος ὁρῶν τὴν πονηρίαν τῶν τότε ἀνθρώπων, καὶ ὅπως ἔγκεινται ἐπὶ τὸ πονηρόν, καὶ οὐδὲν ἀγαθὸν προαιροῦνται, εἶπεν, ὅτι ὅσον ἀπὸ τῆς ἀκολουθίας τῶν ὁρωμένων ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα. Ἡ μὲν οὖν πονηρία, ἣν ἐπετηδεύοντο οἱ ἄνθρωποι, ἐκ προαιρέσεως, ἡ δὲ τῶν σκανδάλων ἐργασία ἐκ τῆς πονηρίας ἀναγκαίως ἐπηκολούθησεν, ὥστε διὰ τοῦτο καὶ κολαστέοι οἱ τῶν σκανδάλων ἐργάται. Ὡς, φέρε εἰπεῖν ἐπὶ ὑποδείγματος, ἰατρὸς ὁρῶν τινα μοχθηρῶς διαιτώμενον, καὶ ἀπληστίᾳ χρώμενον, εἴποι·

Ἀναγκαῖόν ἐστι τοῦτον νοσῆσαι. Ἆρ’ οὖν ἡ νόσος ἀναγκαία; Ναί, ὅσον ἀπὸ τῆς ἀκολουθίας τῆς μοχθηρᾶς διαίτης. Διὰ τοῦτο οὐαὶ τοῖς ἐμποδίζουσι τῷ κηρύγματι, διότι εἰς τοσοῦτον κακίας ἦλθον, ὥστε ἀνάγκην γενέσθαι τοῦ ἐλθεῖν τὰ σκάνδαλα. Καὶ γὰρ συμφέρει τῷ ἀνθρώπῳ τῷ σκάνδαλα καὶ ἐμπόδια ποιοῦντι μύλον ὀνικὸν περιτεθῆναι, καὶ βληθῆναι εἰς τὴν θάλασσαν, ἢ ἕνα τῶν μικρῶν πιστῶν σκανδαλίσαι καὶ περιτρέψαι. Διὸ ἀσφαλίζεται τοὺς μαθητάς, καί φησι· Προσέχετε ἑαυτοῖς. Ἰδού, φησί, προλέγω ὑμῖν, ὅτι ἥξει τὰ κακά, ἀναπολόγητοί ἐστε.

Ἀνάγκη μὲν γὰρ ἥξειν ἐκεῖνα, οὐκ ἀνάγκη δὲ ὑμᾶς ἀπολέσθαι, εἴγε ἀσφαλίζεσθε ἑαυτοὺς καὶ καθοπλίζετε. Ἀνάγκη μὲν γὰρ τὸν λύκον ἐλθεῖν, ἀλλ’ ἐὰν ἐγρήγορεν ὁ ποιμήν, οὐκ ἀνάγκη διαφθαρῆναι τὰ πρόβατα, ἀλλὰ τὸν λύκον μάτην χανόντα ἀπελθεῖν.

Εἰπὼν οὖν ταῦτα περὶ τῶν σκανδαλιζόντων καὶ βλαπτόντων, τουτέστιν ἐμποδιζόντων, ἐπειδὴ πολλαὶ διαφοραί εἰσι τούτων· οἱ μὲν γάρ εἰσιν ἀνίατοι, οἷον οἱ Φαρισαῖοι, οἱ δὲ ἰάσιμοι, οἷοι οἱ τοῦ Κυρίου ἀδελφοὶ πρὸς αὐτὸν τὸν Κύριον, οὐδὲ γὰρ αὐτοὶ ἐπίστευον εἰς αὐτόν· ἐπεὶ οὖν πολλαὶ διαφοραὶ τῶν ἐμποδιζόντων· εἰκὸς γὰρ εἶναί τινας καὶ ὁμοπίστους τοιούτους· διὰ τοῦτό φησιν· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ σὺ μόνος κατ’ ἰδίαν, καὶ ἂν μὲν ἀκούσῃ σου, ἐκέρδησας αὐτόν· εἰ δὲ μή, παράλαβε μετὰ σοῦ ἕνα ἢ δύο, καὶ ἑξῆς· ὅσα μὲν πλατέως ὁ Ματθαῖος ἐξέθετο, ὁ δὲ Λουκᾶς παρεσιώπησεν ὡς τῷ Ματθαίῳ ῥηθέντα. Ὁ μὲν ἀκούσας τῶν ἐπιτιμήσεων, συγγνώμης ἄξιος, ὁ δὲ μὴ ἀκούσας, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης, τουτέστι βδελυκτός, καὶ οὐκ ἄξιος καλεῖσθαι ἀδελφός. Εἶτα ὥσπερ εἰπόντος τινός, ὅτι Ἔστω, Κύριε, ταῦτα μὲν καλῶς διεῖλες, ἐὰν δὲ πολλάκις συγγνώμης ἀξιωθεὶς πάλιν βλάπτῃ, τί ποιητέον αὐτῷ; φησίν· Εἰ μετανοεῖ πάλιν, ἄφες αὐτῷ. Καὶ πάλιν· Κἂν ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, ἄφες αὐτῷ. Τὸ δὲ ἑπτάκις ἐνταῦθα ἀντὶ τοῦ, πολλάκις κεῖται, ὥσπερ καὶ τό, Ὅτι στεῖρα ἔτεκεν ἑπτά. Ὁσάκις οὖν μετανοεῖ, τοσαυτάκις αὐτῷ ἀφιέναι δεῖ.

Μὴ γὰρ δὴ νόμιζε ὅτι ἀριθμὸν τίθησιν ὁ Κύριος τῆς συγχωρήσεως, ἀλλ’ ὅπερ εἶπον, τὸ ἑπτάκις, ἀντὶ τοῦ, πολλάκις, καὶ ἀναρίθμητα νόει, ὥσπερ καὶ ἐν τῇ συνήθει ὁμιλίᾳ λέγομεν, μυρίανδρος πόλις, οὐχ ὅτι μυρίους ἔχει, ἵσως γὰρ καὶ πλείους, ἀλλ’ ἀντὶ τοῦ, πολύανδρος, εἰπεῖν, μυρίανδρος, φαμέν. Ὅτι δὲ τοῦτο λέγει, δῆλον ἀπὸ τοῦ Ματθαίου. Ἐκεῖ γὰρ τῷ Πέτρῳ εἰπόντι· Ἆρα, Κύριε, ἕως ἑπτάκις συγχωρήσω αὐτῷ; Εἶπεν ὁ Κύριος· Οὐχί, ἀλλ’ ἑβδομηκοντάκις ἑπτά, διὰ τούτου τὸ ἀναρίθμητον ὑποδηλῶν. «Καὶ εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. Εἶπε δὲ ὁ Κυρίος· Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν. Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι αὐτῷ ἐκ τοῦ ἀγροῦ ἐρεῖ· Εὐθέως παρελθὼν ἀνάπεσαι, ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;

Μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ, ὅτι ἐποίησε τὰ διαταχθέντα αὐτῷ; Οὐ δοκῶ. Οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.» Οἱ ἀπόστολοι ἐπίστευον μὲν τῷ Κυρίῳ, πλὴν εἰς συναίσθησιν τῆς ἀσθενείας αὐτῶν ἐλθόντες, καὶ ἀκούσαντες τοῦ Κυρίου περὶ μεγάλων τινῶν εἰπόντος αὐτοῖς, καὶ περὶ τοῦ κινδύνου τοῦ ἀπὸ τῶν σκανδάλων, δέονται ὡς ἂν πλεονάσῃ αὐτοῖς ἡ τῆς πίστεως δύναμις, δι’ ἧς δυνήσονται ταῦτα, ἃ εἶπε, κατορθῶσαι, τὰ περὶ ἀκτημοσύνης φημί. Οὐδὲν γὰρ οὕτω κατορθοῖ ἀκτημοσύνην, ὡς τὸ πιστεῦσαι καὶ θαῤῥῆσαι Θεῷ· ὥσπερ οὐδὲν οὕτω ποιεῖ θησαυρίζειν, ὡς τὸ μὴ πιστεύειν, ὅτι μέγας ταμίας ὁ Θεός, καὶ ταμεῖον ἀκένωτον ἡ ἀγαθότης αὐτοῦ. Ἔτι τε καὶ πρὸς τὰ σκάνδαλα διὰ τῆς πίστεως ἕξουσιν ἀντιστῆναι, διὸ προσερχόμενοί φασι· Πρόσθες ἡμῖν πίστιν, τελειοτέρους ἀνάδειξον ἡμᾶς ἐν τῇ πίστει καὶ βεβαιοτέρους. Ὁ δὲ Κύριος δεικνύων αὐτοῖς, ὅτι καλῶς αἰτοῦσι, καὶ ὅτι ταύτην τὴν γνώμην δεῖ αὐτοὺς ἔχειν βεβαίαν περὶ τῆς πίστεως ὡς μεγάλα δυναμένης, φησίν, ὅτι, Εἰ εἴχετε πίστιν, καὶ ταύτην ἂν τὴν συκάμινον μετεφυτεύετε. Δύο δὲ ἐν ταὐτῷ τὰ μεγάλα, τό τε μετακινηθῆναι τὸ κατὰ γῆς ἐῤῥιζωμένον, καὶ τὸ ἐν τῇ θαλάσσῃ μεταφυτευθῆναι· ἐν ὕδατι γὰρ τί ἂν φυτευθείη; Δῆλον δὲ ὅτι διὰ τοῦ ταῦτα εἰπεῖν· τὴν τῆς πίστεως δείκνυσι δύναμιν.

Τάχα δ’ ἄν τις ἀλληγορῶν τὴν συκάμινον, εἴποι εἶναι τὸν διάβολον, ὡς τοῦ αἰωνίου σκώληκος πρόξενον ἡμῖν, καὶ τροφέα γινόμενον διὰ τῶν ἐξ αὐτοῦ φυομένων λογισμῶν, τῆς γὰρ συκαμίνου τὰ φύλλα σκώληκας τρέφουσι, δι’ ὧν τὰ σηρικὰ νήματα γίνονται.

Ταύτην οὖν τὴν συκάμινον ἡ πίστις δύναται ἐκριζῶσαι ἀπὸ καρδίας ἀνθρωπίνης, καὶ εἰς τὴν θάλασσαν βαλεῖν, τουτέστιν, εἰς τὴν ἄβυσσον ἀπολύσαι. Ἐπεὶ δὲ ταῦτα εἶπε περὶ τῆς πίστεως, ἐπιφέρει καὶ ἀναγκαιοτάτην ἑτέραν διδασκαλίαν, ποίαν ταύτην;

Τὴν περὶ τοῦ μὴ δεῖν μεγαλοφρονεῖν ἐπὶ κατορθώμασι· ἐπειδὴ γὰρ ἡ πίστις πολλὰ κατορθοῖ, καὶ τῶν ἐντολῶν πληρωτὴν ποιεῖ τὸν ταύτην ἔχοντα μετὰ τοῦ καὶ θαυματουργίαις κατακοσμεῖν αὐτόν, ἐκ τούτων δὲ εἰκὸς τὸν ἄνθρωπον εἰς μεγαλοφροσύνην ἐκπεσεῖν πολλάκις, ἀσφαλίζεται τοὺς ἀποστόλους, ὥστε μὴ ἐπαίρεσθαι ἐπὶ κατορθώμασι, δι’ ὑποδείγματος χαριεστάτου.

Τίς γάρ, φησίν, ὑμῶν δοῦλον ἔχων, καὶ τὰ ἑξῆς. Ἐνδείκνυται γὰρ διὰ ταύτης τῆς παραβολῆς, ὅτι οὐ δεῖ ἐπαίρεσθαι ἐπί τινι κατορθώματι, μᾶλλον δὲ οὐδὲ ἐπὶ τῇ πασῶν τῶν ἐντολῶν ἐκπληρώσει. Δούλῳ γὰρ ἀνάγκη ἐπίκειται, τὸ πληροῦν τὰς ἐντολὰς τοῦ Κυρίου, οὐ μὴν ὡς κατόρθωμα ἐπιγράφεσθαι ἑαυτῷ τοῦτο ὀφείλει. Εἰ γὰρ μὴ ἐργάσηται, πληγῶν ἀξιωτέος, ἐπεὶ δὲ εἰργάσατο, ἀρκείσθω ὅτι τὰς πληγὰς ἐξέφυγεν, οὐ μὴν ὀφείλει ἐπὶ τούτῳ τιμὴν ζητεῖν ἀναγκαίως. Τῆς γὰρ τοῦ δεσπότου φιλοτιμίας ἐστὶ τὸ δοῦναι αὐτῷ, μᾶλλον δὲ χαρίσασθαί τι. Οὐκοῦν καὶ τῷ Θεῷ δουλεύων, εἴτε τὰς ἐντολὰς κατορθοῖ, οὐκ ὀφείλει ἐπαίρεσθαι. Οὐδὲν γὰρ μέγα ἐποίησεν· ἀλλ’ οὐαὶ ἦν αὐτῷ, εἰ μὴ ἐποίησεν, ὡς ὁ Ἀπόστολός φησιν, «Οὐαί μοι, ἐὰν μὴ εὐαγγελίζωμαι.» Οὔτ’ αὖ εἰ χαρισμάτων ἔτυχεν, ὀφείλει ἐπὶ τούτοις μεγαλοφρονεῖν· χαρίσματα γάρ εἰσι διὰ ἔλεον Θεοῦ χαρισθέντα αὐτῷ, οὐχὶ διότι ἐχρεώστει αὐτῷ ὁ δεσπότης. Μᾶλλον γὰρ ὁ δοῦλος χρεωστεῖ τῷ δεσπότῃ αὑτοῦ, τὸ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ. Εἰ δὲ καὶ ὅταν πάσας τὰς ἐντολὰς ποιήσωμεν, οὐδὲ τότε ὀφείλομεν οἴεσθαί τι μέγα, τέ γενόμεθα, ὅταν μηδὲ τὸ πολλοστὸν μέρος τῶν ἐντολῶν τοῦ Θεοῦ κατορθοῦντες ἔτι ἐπαιρόμεθα; Ἐπίστησον δὲ ἐν τῷ τῆς παραβολῆς ῥητῷ, ὅτι πρῶτον ἔταξε τό, ἀροτριῶντα, εἶτα ἐπήγαγε τό, ποιμαίνοντα.

Πρῶτον μὲν γὰρ δεῖ ἀρότην εἶναί τινα, εἶτα καὶ ποιμαντικὴν ἐγχειρισθῆναι. Ὁ γὰρ τὴν ἑαυτοῦ σάρκα καλῶς ἀροτριώσας οἷόν τινα γῆν, οὗτος ἄξιός ἐστι καὶ ποιμὴν ἑτέρων γενέσθαι. Ὃς γὰρ τοῦ ἰδίου οἴκου οὐκ οἶδεν, ὡς δεῖ, προστῆναι, πῶς Ἐκκλησίας ἐπιμελήσεται; Ἄροσον οὖν πρότερον σεαυτόν, καὶ τότε ποιμανεῖς ἑτέρους, καθὰ καὶ Ἱερεμίας φησί·

Νεώσατε ἑαυτοῖς νεώματα, εἶτα τό· Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ὃ δηλοῖ τῆς ποιμαντικῆς τὸ κυριώτατον μέρος. «Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας. Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα πόλιν, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν, καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;

Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος. Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου, ἡ πίστις σου σέσωκέ σε.» Κἀντεῦθεν ἄν τις ἐπιγνοίη, ὡς οὐδὲν ἐμποδίζει τινὶ πρὸς τὸ εὐαρεστεῖν Θεῷ, κἂν ἐπικαταράτου γένους εἴη, μόνον εἰ προαίρεσιν ἀγαθὴν ἔχοι. Ἰδοὺ γὰρ δέκα μὲν λεπροὶ συνήντησαν τῷ Ἰησοῦ μέλλοντι εἰσελθεῖν εἵς τινα πόλιν. Ἀπήντησαν δὲ ἔξω τῆς πόλεως. Οὐ γὰρ ἐξῆν αὐτοῖς ἀκαθάρτοις νομιζομένοις εἴσω τῆς πόλεως διάγειν· πόῤῥωθεν δὲ στάντες, οἷα αἰσχυνόμενοι τὴν δοκοῦσαν αὐτῶν ἀκαθαρσίαν, καὶ μὴ τολμῶντες ἐγγίσαι· ἐνόμιζον γὰρ καὶ τὸν Ἰησοῦν βδελυχθῆναι ἂν αὐτούς, ὥσπερ καὶ οἱ λοιποὶ ἐποίουν· αἴρουσι τὴν φωνήν, καὶ ἱκετεύουσι. Τῷ μὲν τόπῳ πόῤῥω ἔστησαν, τῇ δὲ ἱκεσίᾳ ἐγγὺς ἐγένοντο. Ἐγγὺς γὰρ καὶ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Καὶ οὐχ ὡς ἁπλῶς ἄνθρωπον ἱκετεύουσιν, ἀλλ’ ὡς ὑπὲρ ἄνθρωπον. Ἐπιστάτην γὰρ αὐτὸν ὀνομάζουσιν, ὃ ἔστι, Κύριον, κηδεμόνα, ἔφορον, ὅπερ ἐγγύς ἐστι τοῦ Θεὸν νομίζειν αὐτόν. Ὁ δὲ προστάττει αὐτοῖς ἐπιδεῖξαι ἑαυτοὺς τοῖς ἱερεῦσιν· οἱ γὰρ ἱερεῖς ἐδοκίμαζον τοὺς τοιούτους, καὶ παρ’ ἐκείνων τὴν ψῆφον ἐδέχοντο, εἴτε καθαροὶ τῆς λέπρας εἶεν, εἴτε μή.

Εἶχον γὰρ σημεῖα οἱ ἱερεῖς δι’ ὧν τὴν ἀνίατον λέπραν ἐχαρακτήριζον. Ἀλλὰ καὶ μεθ’ ὃ ἐλεπρώθη τις, εἶτα ὑγιείας ἔτυχεν, οἱ ἱερεῖς ἐδοκίμαζον, καὶ δῶρον προσεφέρετο τὸ ἐν τῷ νόμῳ διαταχθέν. Ἐνταῦθα δὲ ὁμολογουμένως λεπρῶν ὄντων τούτων, τί ἔδει αὐτοὺς ὑποδειχθῆναι τοῖς ἱερεῦσιν, εἰ μὴ πάντως ἔμελλον καθαρισθῆναι; Τὸ γὰρ προστάξαι αὐτοῖς ἀπελθεῖν πρὸς τοὺς ἱερεῖς, οὐδὲν ἄλλο ἐνέφαινεν, ἢ ὅτι καθαροὶ ἔσονται, διὸ καί φησιν, ὅτι ἐν τῷ ὑπάγειν ἐκαθαρίσθησαν. Ἀλλ’ ὅρα ὅπερ ἐν ἀρχῇ εἴπομεν, ὅτι δέκα ὄντων, οἱ μὲν ἐννέα, καίτοι Ἰσραηλῖται ὄντες, ἀχάριστοι ἐφάνησαν, ὁ δὲ Σαμαρείτης, ἀλλογενὴς ὤν, ὑπέστρεψε καὶ τὴν τῆς εὐγνωμοσύνης φωνὴν ἠφίει. Ἀσσύριοι γὰρ οἱ Σαμαρεῖται, ἵνα μηδεὶς ἐθνικὸς ἀπογινώσκῃ, καὶ ἵνα μηδεὶς ἐκ προγόνων ἁγίων ὢν καυχῷτο. Αἰνίττεται δὲ τὸ θαῦμα τοῦτο καὶ τὴν κοινὴν κατὰ παντὸς τοῦ ἀνθρωπίνου γένους γενομένην σωτηρίαν, δέκα μὲν γὰρ λεπροί, ἡ παντελὴς τῶν ἀνθρώπων φύσις λεπρωθεῖσα τῇ κακίᾳ, καὶ τὴν τῆς ἁμαρτίας ἀσχημοσύνην περιφέρουσα, καὶ ἔξω τῆς τῶν οὐρανῶν πόλεως διὰ τὴν ἀκαθαρσίαν διάγουσα, καὶ πόῤῥωθεν ἱσταμένη Θεοῦ· αὐτὸ τοῦτο τὸ πόῤῥωθεν ἵστασθαι, ἱκετηρίαν εἶχε.

Τῷ γὰρ φιλανθρώπῳ, καὶ θέλοντι πάντας σωθῆναι καὶ ἀγαθύνεσθαι, μεγίστη πρόφασις εἰς ἔλεον τὸ μηδένα ὁρᾷν μετέχοντα τῆς ἀγαθότητος αὐτοῦ, δι’ αὐτὸ γὰρ τοῦτο ἐπικάμπτεται πρὸς τὸ θεραπεῦσαι τοὺς οὕτως ἀθλίως ἔχοντας. Καὶ μέντοι καὶ ἐθεράπευσε πᾶσαν τὴν λεπρωθεῖσαν φύσιν, ὑπὲρ παντὸς ἀνθρώπου καὶ σαρκωθείς· καὶ θανάτου γευσάμενος. Ἀλλ’ οἱ μὲν Ἰουδαῖοι, καί τοι ὅσον τὸ ἐπὶ τῷ Κυρίῳ, καθαρισθέντες τῶν οἰκείων τῆς λεπρώδους ἁμαρτίας ἀκαθαρσιῶν, ἀγνώμονες ἀνεφάνησαν, καὶ οὐχ ὑπέστρεψαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς ματαιότητος, ὥστε δοῦναι δόξαν τῷ Θεῷ τῷ σώσαντι, τουτέστι, πιστεῦσαι αὐτῷ, ὅτι Θεὸς ὤν, ἠνέσχετο τὰ ἔσχατα παθεῖν. Τοῦτο γὰρ δόξα Θεοῦ, ἡ σὰρξ καὶ ὁ σταυρός. Οὗτοι μὲν οὖν τὸν σαρκωθέντα καὶ σταυρωθέντα Κύριον τῆς δόξης οὐχ ὡμολόγησαν. Ὁ δὲ ἀλλογενὴς λαὸς τῶν ἐθνῶν ἐπέγνω τὸν καθαρίσαντα, καὶ ἐδόξασεν αὐτὸν ἐν τῷ πιστεῦσαι, ὅτι τοσοῦτον φιλάνθρωπός ἐστιν ὁ Θεὸς καὶ δυνατός, ὥστε καὶ ἀτιμώτατα δι’ ἡμᾶς ἀναδέξασθαι, ὅπερ ἐστὶ φιλανθρωπίας, καὶ ἀναδεξάμενος μηδὲν παραβλαβῆναι εἰς τὴν οἰκείαν φύσιν, ὅπερ ἐστὶ δυνάμεως. «Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως, οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ. Ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

Εἶπε δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι, ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε, καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ. Μὴ ἀπέλθητε, μηδὲ διώξητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ’ οὐρανόν, εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὑτοῦ· πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.» Πολλαχοῦ μὲν τῶν διδασκαλιῶν αὐτοῦ ὁ Κύριος ἐμέμνητο τῆς βασιλείας τοῦ Θεοῦ. Οἱ δὲ Φαρισαῖοι, ταῦτα ἀκούοντες, κατειρωνεύοντο αὐτοῦ, καὶ διὰ τοῦτο περὶ ταύτης προσίεσαν ἐρωτῶντες πότε ἔρχεται, διαγελῶντες αὐτὸν ὡς ἀλλόκοτα καὶ περὶ ἀσυνήθους καὶ ξένου πράγματος κηρύττοντα. Οὐδεὶς γὰρ τῶν προγενεστέρων διδασκάλων καὶ προφητῶν ταύτης ἐπεμνήσθη. Ἢ τάχα καὶ κατὰ νοῦν ἔχοντες ὅτι ὅσον μέλλουσιν αὐτὸν ἀποκτεῖναι, προσίασιν ὡς ἐν μυκτηρισμῷ καὶ εἰρωνείᾳ ἐρωτῶντες, καὶ ὡσανεὶ τοιαῦτα φάσκοντες· Σὺ μὲν περὶ βασιλείας ποιεῖς τοὺς λόγους, πότε δὲ ἔσται ἡ βασιλεία σου αὕτη; Σὺ γὰρ αὔριον ὑφ’ ἡμῶν θανατοῦσθαι μέλλεις, καὶ σταυρός σε παραλήψεται, καὶ ὅσα τῆς ἀτιμίας. Τί οὖν ὁ Χριστός;

Οὐ κατὰ τὴν ἀνόητον αὐτῶν γνώμην καὶ ἀφροσύνην ἀποκρίνεται τοῖς ἄφροσιν, ἀλλ’ ἀφεὶς αὐτοὺς πλανᾶσθαι περὶ τὴν ὁμωνυμίαν τῆς βασιλείας, καὶ μὴ ἀποκαλύψας αὐτοῖς· οὐδὲ γὰρ ἐδέξαντο ἄν, περὶ ποίας βασιλείας διαλέγεται. καὶ ὅτι οὐχ ὡς οἷόν τε ἐγκόσμιός ἐστιν αὕτη ἡ βασιλεία, ἀλλ’ ὑπερκόσμιος.

Ταῦτα οὖν ἀφείς, ὡς μὴ ἀξίων ὄντων τούτων ἀκούειν διὰ τὸ ἐθελοκωφεῖν, περὶ τοῦ καιροῦ τῆς βασιλείας διαλέγεται, ὡς ἄγνωστός ἐστι καὶ ἀπαρατήρητος. Οὐ γὰρ ἔχει καιρὸν ὡρισμένον, ἀλλ’ ἀεὶ τῷ βουλομένῳ πάρεστιν ἡ βασιλεία τοῦ Θεοῦ. Πάντως γὰρ βασιλεία μὲν τοῦ Θεοῦ ἐστιν ἡ ἀγγελικὴ κατάστασις καὶ διαγωγή. Τότε γὰρ δὴ λέγεται βασιλεύειν τῷ ὄντι Θεός, ὅταν μηδὲν κοσμικὸν ἐν ταῖς ψυχαῖς ἡμῶν πολιτεύηται, ἀλλὰ τὰ πάντα ὦμεν ὑπερκοσμίως διάγοντες. Ταύτην δὲ τὴν διαγωγὴν ἐντὸς ἡμῶν ἔχομεν, τουτέστιν, ὅταν βουληθῶμεν. Οὐ καιροῦ γὰρ μακροῦ, οὐδὲ ἀποδημίας χρεία, ἀλλ’ ἐγγὺς ἡμῶν ἐστι καὶ ἡ πίστις, καὶ ἡ μετὰ τὸ πιστεῦσαι κατὰ Θεὸν διαγωγή. Ταυτὸ δὲ τοῦτο καὶ ὁ Ἀπόστολος ἔφη, ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως. Καὶ τὸ πιστεῦσαι γάρ, καὶ τὸ μετὰ τὴν πίστιν ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἐντὸς ἡμῶν ἐστιν. Οἱ μὲν οὖν Φαρισαῖοι διεχλεύαζον τὸν Κύριον, ὡς περὶ τῆς βασιλείας κηρύττοντα, περὶ ἧς οὐδεὶς ἐκήρυξεν.

Ὁ δὲ Κύριος δεικνύς, ὅτι ἀγνοοῦσι πρᾶγμα, ὃ ἐντὸς αὐτῶν ἐστι, καὶ βουλομένοις τοῦτο λαβεῖν πολλὴ ἡ εὐκολία. Νῦν γὰρ ὄντος ἐμοῦ μέσον ὑμῶν, δύνασθε πάντως τὴν βασιλείαν τοῦ Θεοῦ δέξασθαι, πιστεύσαντες εἰς ἐμέ, καὶ κατὰ τὰς ἐμὰς ἐντολὰς ζῇν ἑλόμενοι.

Τοῖς δὲ μαθηταῖς αὑτοῦ εἶπεν, «Ἐλεύσονται ἡμέραι,» καὶ τὰ ἑξῆς· τουτέστι, καὶ ὑμῖν ἡ βασιλεία τοῦ Θεοῦ πάρεστιν, ἐν ὅσῳ εἰμὶ μεθ’ ὑμῶν. Πάρεστι δὲ αὕτη ὑμῖν, οὐ μόνον καθὸ ἐπιστεύσατέ μοι καὶ ἠκολουθήσατε, ἀλλὰ καὶ καθὸ ἐν πάσῃ ἀφροντισίᾳ διάγετε νῦν, ἐμοῦ ὑμῶν κηδομένου· καὶ προνοουμένου. Ἐλεύσονται δὲ ἡμέραι ὅτε, ἀπόντος ἐμοῦ, κινδύνοις παραδοθήσεσθε, καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγόμενοι τὸν νῦν ἀκίνδυνον καιρὸν καὶ τὴν ἀφροντισίαν, ἣν ἐμοῦ συνόντος ὑμῖν ἔχετε, ὡς βασιλείαν Θεοῦ ποθήσετε. Καὶ πολλάκις ἐπιθυμήσετε τῶν ἐμῶν ἡμερῶν μιᾶς ἐπιτυχεῖν, τουτέστι, ταύτης τῆς μετ’ ἐμοῦ συνδιαγωγῆς, ὡς ἀκινδυνοτέρας. Εἰ γὰρ καὶ σὺν αὐτῷ ὄντες, οὐ πάντη ἄπονον καὶ ἀκίνδυνον ἦγον βίον, ἀλλὰ φεύγοντι συμφεύγοντες ἐκακοπάθουν, καὶ λοιδορουμένῳ συνελοιδοροῦντο, ἀλλὰ πρὸς τοὺς μέλλοντας κινδύνους συγκρινόμενα τὰ πρότερον αὐτοῖς ἐπισυμβαίνοντα, τὸ ἀκίνδυνον πολὺ ἔχειν φανήσονται. Ὥστε ἡ βασιλεία τοῦ Θεοῦ καὶ κατὰ τοῦτόν γε τὸν τρόπον ἐντὸς τῶν ἀποστόλων ἦν, κατὰ τὸ ἀκίνδυνον καὶ ἄπονόν φημι. Ἐπείτοι γε μετὰ τὴν ἀνάστασιν ὡς αἰχμάλωτοι καὶ διωκόμενοι περιῄεσαν.

Κατασκευάζει δὲ διὰ τούτων τῶν λόγων τὰς τῶν ἀποστόλων καρδίας φερεπόνους καὶ καρτερικάς, καὶ προλέγει αὐτοῖς, ἵνα μὴ πλανηθῶσιν. Ἂν γὰρ εἴπωσι, φησίν, Ἰδοὺ ὧδε, ἢ Ἰδοὺ ἐκεῖ, μὴ διώξητε. Μηδεὶς γάρ, φησίν, ὑμᾶς πείσειεν, ὅτι ἦλθον ὧδε ἢ ἐκεῖ· οὐ γὰρ τόπῳ περικλεισθήσεται ἡ δευτέρα μου παρουσία ἡ λαμπροτέρα, καὶ ἐνδοξοτέρα. Ἀλλ’ ὥσπερ ἀστραπὴ οὐ λανθάνει, ἀλλ’ ἀπ’ ἄκρου τῆς γῆς ἐπὶ θάτερον ἄκρον φαίνει, οὕτω καὶ ἡ ἐμὴ παρουσία λαμπρὰ καὶ ἐπιφανὴς ἔσται, καὶ οὐδένα ἀποκρυβήσεται. Μὴ οὖν πλανηθῆτε ὑπὸ τῶν ψευδοχρίστων. Οὐ γὰρ ὥσπερ πρότερον ἐν φάτνῃ καὶ πτωχείᾳ διὰ τριάκοντα ἐτῶν ἐφάνην, οὕτω καὶ τότε, ἀλλὰ πάντα ἐν δόξῃ, δορυφορούντων ἀγγέλων, καὶ ἐν ῥιπῇ. Εἶτα ἐπειδὴ αὐτοῖς φοβερὰ προεῖπεν ἀπαντήσειν, παραμυθούμενος αὐτούς, καὶ παρακαλῶν γενναίως φέρειν, τῷ καθ’ ἑαυτὸν ὑποδείγματι τοῦτο συνιστᾷ. Μὴ γὰρ θαυμάσητε, φησίν, εἰ συμβήσεται ὑμῖν τοιαῦτα ἐπίπονα οἷα ἐπιθυμίαν ὑμῖν ἀγαγεῖν τῆς μετ’ ἐμοῦ ταύτης τῆς νυνὶ συνδιαγωγῆς.

Αὐτὸς γὰρ ἐγὼ ὁ μέλλων ὡς ἀστραπὴ φανῆναι, πρότερον μέλλω παθεῖν πολλά, καὶ ἀποδοκιμασθῆναι, καὶ οὕτως ἐν τῇ δόξῃ ταύτῃ ἐλθεῖν. Ὥστε τοῦτο ὑμῖν ἔστω εἰς παράκλησιν τὴν πρὸς ἀρετήν, καὶ προθυμοποιείτω ὑμᾶς εἰς τὸ καρτερεῖν, τὸ ἀφορᾷν δηλαδὴ πρὸς ἐμέ, καὶ ἐλπίζειν, ὅτι καὶ ὑμῖν ἡ δόξα ἐκ τοῦ κινδύνους παθεῖν καὶ ἀποδοκιμασθῆναι περιγενήσεται, ὥσπερ οὖν καὶ ἐμοί. «Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· ἤσθιον καὶ ἔπινον, ἐγάμουν καὶ ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν ἅπαντας.

Ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ, ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν, ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, καὶ ἔβρεξε πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ, καὶ ἀπώλεσεν ἅπαντας. Κατὰ ταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.» Καὶ διὰ τούτων τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον τῆς αὐτοῦ παρουσίας ἐνδείκνυται.

Ὥσπερ γὰρ ἐπὶ τοῦ Νῶε ἐξαίφνης ἦλθεν ὁ κατακλυσμός, καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία αὐτοῦ. Αἰνίττεται δὲ διὰ τῶν ὑποδειγμάτων τούτων, τοῦ τε τῶν κατὰ τὸν κατακλυσμὸν ἀνθρώπων, καὶ τοῦ τῶν Σοδομιτῶν, ὅτι τοῦ Ἀντιχρίστου ἐλθόντος, τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιθήσονται τοῖς ἀνθρώποις, καὶ λάγνοι ἔσονται, καὶ ἀθέσμοις ἡδοναῖς ἐκδεδωκότες, ὅπερ δὴ καὶ ὁ Ἀπόστολος εἶπεν, ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις ἔσονται οἱ ἄνθρωποι φιλήδονοι μᾶλλον, ἢ φιλόθεοι· καὶ εἰκότως ἐπὶ τῆς βασιλείας τοῦ πλάνου ἀνθήσει τὰ κακά· τῆς γὰρ πονηρίας καὶ πάσης ἁμαρτίας καταγώγιον ὢν ἐκεῖνος, τί ἄλλο ἐμπολιτεύεσθαι ποιήσειε τῇ ἐλεεινῇ τῶν τότε ἀνθρώπων γενεᾷ, ἢ πάντως τὰ οἰκεῖα αὐτῷ; ἐξ ἀκαθάρτου γὰρ τί καθαρισθήσεται; Ἔσονται οὖν τηνικαῦτα οἱ ἄνθρωποι ἐν πάσῃ τρυφῇ, ὥσπερ ἐπὶ τοῦ Νῶε, καὶ οὐδὲν δυσχερὲς ἐλπίσουσιν, ἀλλὰ καὶ ἀπιστήσουσιν, ἐάν τις αὐτοῖς περί τινων συμβησομένων δυσχερῶν λέγῃ, ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Νῶε, καὶ οἱ ἐπὶ τοῦ Λώτ. «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά. Καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. Μνημονεύετε τῆς γυναικὸς Λώτ. Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν, καὶ ὃς ἂν ἀπολέσῃ αὐτήν, ζωογονήσει αὐτήν.»

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῆς τοῦ Ἀντιχρίστου παρουσίας ὁ ὢν ἐπὶ τοῦ δώματος, τουτέστι τοῦ ὕψους τῆς ἀρετῆς, μὴ καταβάτω, μηδὲ ὑφεθήτω ἀπὸ ταύτης διά τινα πρόφασιν βιωτικήν. Πάντα γὰρ τὰ βιωτικά, σκεύη λέγονται εἶναι τῷ ἀνθρώπῳ, ἄλλῳ μὲν εἰς ἀρετήν, ἄλλῳ δὲ εἰς κακίαν συμβαλλόμενα. Μὴ τοίνυν ὁ ἐπὶ τοῦ ὕψους τῆς ἀρετῆς ἱστάμενος, καταβάτω διά τι βιωτικόν, καὶ ἀποπεσέτω τοῦ οἰκείου ὕψους, ἀλλ’ ἐνστήτω πρὸς τὴν κακίαν, καὶ μὴ μαλακισθήτω.

Καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· τὸν γὰρ ἐν τῷ ἀγρῷ, τῷ κόσμῳ τούτῳ, ἐργαζόμενον τὴν ἀρετὴν οὐ δεῖ ἐπιστρέφειν εἰς τὰ ὀπίσω, ἀλλὰ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Ὥσπερ καὶ ἀλλαχοῦ φησιν· «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἐπιφέρει δὲ ὑπόδειγμα τὴν γυναῖκα τοῦ Λώτ, ἣ στραφεῖσα ὀπίσω, εἰς στήλην ἁλὸς ἐπάγη, τουτέστι, μὴ ἐξελθοῦσα τῆς κακίας, ἐναπέμεινε τῇ ταύτης ἁλμυρίᾳ, ὅλη κακὴ γενομένη, καὶ στηλιτεύουσα τὴν ἥτταν, ἣν ἔπαθε, παγεῖσα καὶ ἐναπομείνασα τῇ κακίᾳ. Εἶτα ἐπιφέρει τὰ ἀκόλουθα τοῖς ἄνω εἰρημένοις, Ὃς ζητήσει τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν. Μὴ γάρ, φησί, σπουδασάτω τις ἐν τῷ τοῦ Ἀντιχρίστου διωγμῷ περιποιήσασθαι τὴν ἑαυτοῦ ψυχήν· ἀπολέσει γὰρ αὐτήν. Ὃς δ’ ἂν ἑαυτὸν σφαγαῖς καὶ ἁπλῶς κινδύνοις ἐκδῷ, σωθήσεται, μὴ ὑποκύπτων τῷ τυράννῳ διὰ τὸ φιλόζωον. Ὥσπερ οὖν ἀνωτέρω εἶπεν, ὅτι ὁ ἐπὶ τοῦ ὕψους τῆς ἀρετῆς, μὴ διὰ τὰ βιωτικὰ πράγματα καταβήτω μαλακιζόμενος τυχὸν διὰ κτήματα καὶ χρήματα, καὶ διὰ ταῦτα ὑφιέμενος τῆς ἐνστάσεως, οὕτω καὶ νῦν ὁδῷ προϊών φησι, καὶ τί λέγω ὅτι μὴ καταβήσῃ διὰ σκεύη; μηδὲ διὰ τὰ ἐκτὸς προήσῃ τὴν ἀρετήν, μηδὲ δι’ αὐτὴν τὴν τῆς ψυχῆς περιποίησιν δέξῃ ὑποκλιθῆναι τῷ πλάνῳ καὶ διώκτῃ.

Ταῦτα δὲ ὁ Ματθαῖος πάντα διὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν λεχθῆναι τῷ Κυρίῳ φησίν, αἰνιττομένῳ τὴν τῶν ἐχθρῶν ἐπίθεσιν, καὶ ὅτι ἀμεταστρεπτὶ φεύγειν δεῖ τοὺς Ῥωμαίους ἐπιόντας, καὶ μήτε ἐν τῷ δώματι ὄντας, καταβαίνειν εἰς τὴν οἰκίαν διά τι χρειῶδες, ἀλλ’ εὐθὺς φεύγειν· οὐ γάρ ἐστι καιρὸς σχολῆς, ὥστε συσκευάζεσθαι, μήτε ἐν ἀγρῷ ὄντας, στρέφεσθαι εἰς τὴν οἰκίαν· καὶ τὸν ἐν τῇ οἰκίᾳ γὰρ ὄντα φεύγειν δεῖ. Οὐδὲν δὲ θαυμαστὸν καὶ ἐν τῇ ἁλώσει τῶν Ἱεροσολύμων ταῦτα γεγονέναι, καὶ μέλλειν αὖθις γενήσεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Ἀντιχρίστου· μᾶλλον δὲ πρὸς αὐτῷ τῷ καιρῷ τῆς συντελείας, θλίψεως καὶ τότε μελλούσης γίνεσθαι ἀφορήτου. «Λέγω ὑμῖν, ὅτι ἐν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται. Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ συναχθήσονται.» Καὶ ἐντεῦθεν τὸ ἀπροσδόκητον καὶ αἰφνίδιον τῆς αὐτοῦ παρουσίας μανθάνομεν· τὸ γὰρ εἰπεῖν, ὅτι δύο ἔσονται ἐπὶ κλίνης μιᾶς, ἀμεριμνίαν ἐμφαίνει· καὶ τὸ ἀλήθειν δὲ καὶ τοῦτο ἀπροσδόκητον ἔσεσθαι τὴν παρουσίαν ὑποδηλοῖ. Καὶ ἄλλο δὲ μανθάνομεν, ὅτι ἐν νυκτὶ ἡ παρουσία ἔσται, φησὶν οὖν ὅτι καὶ ἐκ τῶν πλουσίων τῶν ἐπὶ κλίνης ἀναπαυομένων, οἱ μὲν σωθήσονται, οἱ δὲ οὔ.

Ἐπεὶ γὰρ εἶπεν, ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται. Δείκνυσι νῦν, ὅτι οὔτε οὗτοι ἀπόλλυνται, οὔτε οἱ πένητες σώζονται, ἀλλὰ καὶ ἐκ τῶν πλουσίων ὁ μὲν παραλαμβάνεται εἰς ἀπάντησιν τοῦ Κυρίου ἁρπαζόμενος, ὡς κοῦφος τῷ πνεύματι καὶ οὐράνιος, ὁ δὲ ἀφίεται κάτω ὡς κατάκριτος. Καὶ ἐκ τῶν πενήτων ὁμοίως, οὒς διὰ τὸ ἀλήθειν ἐσήμανεν, ὁ μὲν σωθήσεται, ὁ δὲ οὔ. Οὐ γὰρ πάντες πένητες δίκαιοι· ἐκ τούτων γὰρ οἱ κλέπται, καὶ βαλαντιοτόμοι, διὰ τοῦ ἀλήθειν οὖν τὸν ἐπίπονον βίον τῶν πενήτων ἐδήλωσεν. Ἐρωτησάντων δὲ τῶν μαθητῶν· Ποῦ, Κύριε, παραληφθήσονται οὗτοι; ἔφη, Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί, τουτέστιν, ὅπου ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἐκεῖ πάντες οἱ ἅγιοι οἱ κοῦφοι καὶ ὑψιπετεῖς, ὡς οἵγε ἁμαρτωλοὶ βαρεῖς, διὸ καὶ κάτω ἀφίενται. Ὥσπερ καὶ σώματος νεκροῦ κειμένου, πάντες οἱ σαρκοβόροι ὄρνεις ἐπ’ αὐτὸ φέρονται, οὕτω καὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου τοῦ δι’ ἡμᾶς νεκρωθέντος, καὶ εἰς πτῶσιν τεθέντος, ἀπ’ οὐρανῶν φανέντος, πάντες οἱ ἅγιοι συναχθήσονται, καὶ αὐτοὶ οἱ ἄγγελοι· μετ’ αὐτῶν γὰρ ἥξει ἐν τῇ δόξῃ τοῦ Πατρός, καὶ ἐν ἀῤῥήτῳ αἴγλῃ. Εἰ γὰρ καὶ νύκτα ὠνόμασε τὸν καιρὸν ἐκεῖνον, ἀλλὰ διὰ τὸ ἀπροσδόκητον, καὶ διὰ τὸ τοῖς ἁμαρτωλοῖς μέλλον προσγενέσθαι σκότος, τοῦτο εἴρηκε· τοῖς γὰρ δικαίοις φῶς ἀνατελεῖ, μᾶλλον δὲ καὶ αὐτοὶ ἐκλάμψουσιν ὡς ὁ ἥλιος.

ΚΕΦΑΛ. ΙΗʹ. Περὶ τοῦ ἀεὶ προσεύχεσθαι. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας. Περὶ τοῦ Φαρισαίου καὶ τελώνου. Περὶ τῶν παιδίων, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν. Περὶ τοῦ λεπροῦ. «Ἔλεγε δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν αὐτοὺς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν, λέγων· κριτής τις ἦν ἕν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δέ τις ἦν ἐν ἐκείνῃ τῇ πόλει, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπους τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιέζῃ με. Εἶπε δὲ ὁ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ’ αὐτοῖς; λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.

Πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Ἐπειδὴ θλίψεων ἐμνημόνευσε καὶ κινδύνων, ἐπιφέρει καὶ τὴν θεραπείαν τούτων, ἡ δέ ἐστιν ἡ προσευχή, καὶ οὐχ ἁπλῶς προσευχή, ἀλλ’ ἐπίμονος καὶ μεμεριμνημένη. Μέλλουσι μὲν γάρ, φησί, ταῦτα πάντα τοῖς τότε συμβαίνειν, ἀλλὰ μέγας βοηθὸς πρὸς ταῦτα ἡ προσευχή, ἣν ἐπιμόνως καὶ συνεχῶς ποιεῖσθαι δεῖ ἡμᾶς ἐννοοῦντας, πῶς τὸν κριτὴν τῆς ἀδικίας ἡ τῆς χήρας προσεδρεία κατεδυσώπησεν.

Εἰ γὰρ τοῦτον τὸν πάσης κακίας πεπληρωμένον, καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἀπαναιδεσάμενον ἡ καρτερία ἐμάλαξε, πόσῳ μᾶλλον ἡμεῖς τὸν πατέρα τοῦ ἐλέους Θεὸν οὐχ ἑλκύσομεν εἰς οἶκτον, κἂν μακροθυμῇ πρὸς τὸ παρόν; Ὅρα δὲ ὅτι τὸ μηδὲ ἀνθρώπους αἰσχύνεσθαι χείρονος κακίας δεῖγμα· τὸν μὲν γὰρ Θεὸν πολλοὶ οὐ φοβοῦνται, πλὴν ἀλλ’ ἀνθρώπους αἰσχύνονται, διὸ καὶ ἧττον ἁμαρτάνουσιν.

Ὅταν δὲ καὶ πρὸς ἀνθρώπους ἀπαναισχυντήσειέ τις, ἐνταῦθα ἤδη τῆς κακίας ἡ κορυφή. Διὸ καὶ ὁ Κύριος ὕστερον τέθεικε τό, ἄνθρωπον μὴ ἐντρεπόμενος, ὡσανεὶ τοῦτο λέγων· Ὅτι κριτὴς ἦν τὸν Θεὸν μὴ φοβούμενος, καὶ τί λέγω τοῦτο, ὅτι τὸν Θεὸν οὐκ ἐφοβεῖτο; τὸ μεῖζον εἶχε δεῖγμα τῆς κακίας, ὅτι οὐδὲ ἄνθρωπον ᾐσχύνετο. Ταῦτα μὲν οὖν ἡ παραβολὴ ἡμᾶς διδάσκει, ὡς πολλάκις εἴπομεν, νουθετοῦσα μὴ ἐκκακεῖν ἐν ταῖς προσευχαῖς, ὥσπερ οὖν καὶ ἀλλαχοῦ ἔφη· Τίς ἐξ ὑμῶν φίλον ἔχων, εἶτα ἐλθόντα καὶ κρούοντα νυκτὸς ἀποπέμψεται; Διὰ γὰρ τὴν ἀναίδειαν αὐτοῦ, εἰ μὴ δι’ οὐδὲν ἄλλο ἀνοίξει.

Καὶ πάλιν· «Τίς ἐξ ὑμῶν, ὃν ἐὰν ὁ υἱὸς αὐτοῦ αἰτήσῃ ἄρτον,» καὶ τὰ ἑξῆς. Διὰ τούτων γὰρ πάντων τὴν ἔμμονον σχολὴν ἐν ταῖς προσευχαῖς ἡμῖν ὑποτίθεται. Ἐπειράθησαν δέ τινες περιεργότερον τὴν παραβολὴν ταύτην ἐκλαβέσθαι, καὶ ἀπεικάσαι ἐτόλμησαν τῇ ἀληθείᾳ. Χήρα μέν, ἔφασαν, ἐστὶ πᾶσα ψυχὴ τὸν ἄνδρα ἀποβαλοῦσα αὑτῆς, ὃν εἶχε πρότερον, τὸν διάβολον φημί, καὶ διὰ τοῦτο ἀντίδικον αὐτὸν ἔχουσα ἀεὶ ἐπιτιθέμενον αὐτῇ· ἡ δὲ προσέρχεται τῷ Θεῷ κριτῇ τῆς ἀδικίας, τουτέστι, τῷ κατακρίνοντι τὴν ἀδικίαν, ὃς οὔτε Θεὸν φοβεῖται. Αὐτὸς γὰρ Θεὸς μόνος, καὶ οὐκ ἔχει ὃν φοβηθήσεται ἕτερον· ἀλλ’ οὔτε ἄνθρωπον αἰσχύνεται, Θεὸς γὰρ πρόσωπον ἀνθρώπου οὐ λαμβάνει. Ταύτην τὴν χήραν ψυχὴν δεομένην τοῦ Θεοῦ συνεχῶς διὰ τὸν ἀντίδικον αὐτῆς διάβολον, οἰκτείρει ὁ Θεὸς καταδυσωπησάσης αὐτὸν τῆς προσεδρείας ταύτης. Ταῦτα μὲν οὖν ὅτῳ φίλον, δεχέσθω.

Παρετέθη γάρ, ἵνα μὴ ἀγνοῶνται. Πλὴν ταῦτα διδάξας ἡμᾶς ὁ Κύριος περὶ τοῦ δεῖν προσεύχεσθαι, καὶ ὑποδείξας, ὅτι εἰ οὗτος ὁ ἄνομος, καὶ πάσης κακίας πεπληρωμένος ᾤκτειρε τῇ συνεχείᾳ τῆς δεήσεως, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ πάσης δικαιοσύνης ἀρχηγὸς οὐ ποιήσειε τὴν ἐκδίκησιν ἐν τάχει, καίτοι μακροθυμῶν, καὶ φαινόμενος ἀνηκουστεῖν τῶν δεομένων αὐτοῦ νυκτὸς καὶ ἡμέρας; Ταῦτα οὖν διδάξας, καὶ δείξας ἡμῖν, ὅτι ἐν τῷ καιρῷ τῆς συντελείας τῇ προσευχῇ χρηστέον πρὸς τοὺς μέλλοντας τότε κινδύνους ἐπιγενήσεσθαι, ἐπιφέρει, ὅτι, Ὁ Υἱὸς τοῦ ἀνθρώπου ἆρα ἐλθὼν εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ἐν σχήματι ἐρωτήσεως τὸ σπάνιον τῶν τότε εὑρεθησομένων πιστῶν ὑποσημαίνων. Τοσοῦτον γὰρ κατακρατήσει τότε ὁ υἱὸς τῆς ἀνομίας, ὥστε πλανᾷν καὶ τοὺς ἐκλεκτούς, εἰ δυνατόν. Εἴωθε δὲ ἐπὶ τοῦ σπανίως εὑρισκομένου, τῷ ἐρωτηματικῷ τρόπῳ χρᾶσθαι, ὡς καὶ ἐπὶ τοῦ· Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος, καὶ φρόνιμος; Καὶ ἐνταῦθα οὖν τὸ αὐτὸ ὑποδηλῶν, καὶ ὅτι βραχεῖς, καὶ ὀλιγοστοὶ ἔσονται οἱ τὴν πρός τε τὸν Θεόν, καὶ πρὸς ἀλλήλους πίστιν φυλάττοντες, τῇ ἐρωτήσει ταύτῃ ἐχρήσατο. Εἰκότως δὲ τῇ περὶ τοῦ προσεύχεσθαι παραινέσει τὸν περὶ τῆς πίστεως λόγον ἐπισυνῆψεν.

Ἐπειδὴ γὰρ πάσης προσευχῆς βάθρον, καὶ κρηπὶς ἡ πίστις· εἰ μὴ γὰρ πιστεύσει ὁ ἄνθρωπος, ὅτι ὃ ἐὰν αἰτήσῃ, λήψεται πρὸς τὸ συμφέρον, ματαία ἡ προσευχή, ἣν ποιεῖται· διὰ τοῦτο ὁ Κύριος περὶ τοῦ προσεύχεσθαι διδάσκων, καὶ τῆς πίστεως ἐπεμνήσθη, δηλῶν κεκρυμμένως, ὅτι ὀλίγων ἔσται καὶ τὸ προσεύχεσθαι τότε, ἐπειδὴ καὶ ἡ πίστις ἐν ὀλίγοις εὑρεθήσεται. Ἐλθὼν μὲν οὖν ὁ Κύριος ἐν νεφέλαις, οὐχ εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς, εἰ μὴ ἄρα ἐν ὀλίγοις, ποιήσει δὲ ταύτην τότε, καὶ ἄκοντες γὰρ πάντες ὁμολογήσουσιν, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Θεοῦ Πατρός, καὶ εἴ γε χρὴ ταῦτα πίστιν, ἀλλὰ μὴ ἀνάγκην εἰπεῖν, οὐδεὶς τῶν ἀπίστων ἔσται, ὃς οὐ πιστεύσει, ὅτι μόνος ὁ Σωτὴρ ὁ παρ’ αὐτοῦ πρὶν βλασφημούμενος. «Εἶπε δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς, ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος, σταθεὶς πρὸς ἑαυτόν, ταῦτα προσηύχετο· Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.

Καὶ ὁ τελώνης, μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, λέγων· Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος, ὅτι πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται.» Οὐ παύεται ὁ Κύριος τὸ τῆς ὑπερηφανίας πάθος ἐκκαθαίρων διὰ πλειόνων. Ἐπειδὴ γὰρ πλέον τῶν ἄλλων παθῶν ἐνοχλεῖ ταῖς ἀνθρωπίναις γνώμαις, διὰ τοῦτο πολλαχοῦ καὶ πολλάκις περὶ τούτου διδάσκει. Ἀμέλει καὶ νῦν τὸ χεῖρον εἶδος ταύτης ἐκκαθαίρει. Πολλὰ γὰρ τὰ τῆς φιλαυτίας βλαστήματα.

Καὶ γὰρ καὶ οἴησις, καὶ ἀλαζωνεία, καὶ κενοδοξία ἐκ ταύτης φύονται. Ὀλεθριώτερον δὲ πάντων ἡ ὑπερηφανία, ὑπερηφανία δέ ἐστιν ἀθέτησις Θεοῦ. Ὅταν γάρ τις οὐ τῷ Θεῷ, ἀλλ’ ἑαυτῷ ἐπιγράφηται τὰ κατορθώματα, τί ἄλλο, ἢ ἄρνησις Θεοῦ ἐστι καὶ ἀντιθεΐα. Τοῦτο οὖν τὸ πάθος τὸ ἀντίθεον, ᾧ ὁ Κύριος ἀντιτάσσεται, ὡς ἐχθρὸς ἐχθρῷ, διὰ τῆς παραβολῆς ταύτης ὁ Κύριος θεραπεύειν ἐπαγγέλλεται.

Διὰ γὰρ τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς, καὶ μὴ τὸ πᾶν Θεῷ λογιζομένους, ἀλλὰ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἐξουθενοῦντας, ταῦτά φησι, καὶ δείκνυσιν, ὅτι ἡ δικαιοσύνη τἆλλα θαυμαστή τις οὖσα, καὶ πλησίον τοῦ Θεοῦ τὸν ἄνθρωπον ἱστῶσα, ὅταν τὴν ὑπερηφανίαν προσλάβηται, εἰς τὰ κατώτατα τὸν ἄνθρωπον ἀποῤῥίπτει, καὶ ὡς δαίμονα ποιεῖ τὸν τέως ἰσόθεον χρηματίζοντα.

Ἔοικε μὲν οὖν τὰ ῥήματα τοῦ Φαρισαίου ἐξ ἀρχῆς μὲν εὐγνώμονος ἀνθρώπου λόγοις. Εὐχαριστῶ σοι γάρ, φησίν, ὁ Θεός, τὰ δὲ ἐφεξῆς πάσης ἀπονοίας πεπληρωμένα. Οὐ γὰρ εἶπεν, ὅτι Ἐποίησάς με ἀπέχειν ἀπὸ ἀδικίας, ἀπὸ ἁρπαγῆς· ἀλλὰ πῶς; Οὐκ εἰμί. Ἑαυτῷ προσῆψε τὸ κατόρθωμα, καὶ τῇ οἰκείᾳ ἰσχύϊ. Τὸ δὲ καὶ τοὺς ἄλλους κατακρίνειν, τοῦτο πῶς ἐστιν ἀνθρώπου εἰδότος, ὡς παρὰ Θεοῦ ἔχει, ἃ ἔχει;

Πάντως γὰρ εἰ ἐπίστευσεν, ὅτι χάριτι ἔχει τὰ ἀλλότρια ἀγαθά, οὐκ ἂν τοὺς ἄλλους ἐξουθένει, λογιζόμενος ὅτι καὶ αὐτὸς ἐπίσης γυμνός ἐστιν ὅσον ἐπὶ τῇ οἰκείᾳ δυνάμει, δωρεὰν δὲ ἐνεδύθη διὰ ἔλεον. Διὰ τοῦτο ὑπερήφανος ὁ Φαρισαῖος, ὡς οἰκείᾳ ἰσχύϊ ἐπιγράφων τὰ εἰργασμένα· κἀντεῦθεν ὑπήχθη καὶ τοὺς ἄλλους κατακρίνειν. Ἐπισημαίνεται δὲ ὁ Κύριος καὶ διὰ τοῦ, Σταθείς, τὸ ὑψηλόφρον αὐτοῦ καὶ ἀταπείνωτον· τοῦ μὲν γὰρ ταπεινόφρονος καὶ τὸ ὁρώμενον ταπεινόν, οὗτος δὲ καὶ τῷ σχήματι σοβαρότητα ἐπεδείκνυτο. Εἰ δὲ καὶ περὶ τοῦ τελώνου εἴρηται τὸ ἑστώς, ἀλλ’ ὅρα καὶ τὸ ἐφεξῆς, ὅτι οὐδὲ τοὺς ὀφθαλμοὺς ἤθελεν εἰς τὸν οὐρανὸν ἐπᾶραι, ὥστε ἡ στάσις αὐτῷ συγκεκυφυῖα ἦν. Ἐκείνου δὲ καὶ οἱ ὀφθαλμοὶ εἰς τὸν οὐρανὸν ἐπῄροντο, καὶ τῇ καρδίᾳ συνυψοῦντο.

Ὅρα δὲ κὰν τῇ τοῦ Φαρισαίου εὐχῇ τάξιν ὑποδεικνυμένην ἡμῖν. Πρότερον γὰρ εἶπεν ἃ οὐκ ἔστι, καὶ τότε κατέλεξεν ἃ ἔστιν. Εἰπὼν γάρ, Ὅτι οὐκ εἰμὶ ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων τάδε καὶ τάδε, προσέθηκε καὶ τὰ τῆς ἀρετῆς, τὸ νηστεύειν δὶς τοῦ Σαββάτου, καὶ τὸ ἀποδεκατοῦν ὅσα κτᾶται. Δεῖ γὰρ μὴ ἐκκλίνειν μόνον ἀπὸ κακοῦ, ἀλλὰ καὶ ποιεῖν ἀγαθόν.

Καὶ πρότερον δεῖ ἀποσχέσθαι τῆς κακίας, καὶ τότε τῇ ἀρετῇ ἐπιχειρῆσαι, ὥσπερ οὖν καὶ πηγῆς βορβορωθείσης ὕδωρ μέλλων ἀπαρύσασθαι καθαρόν, πρότερον ἐκκάθαρον τὸν βόρβορον, καὶ τότε ἀρύσῃ τὸ καθαρόν. Καὶ τοῦτο δὲ ἐπισκόπησον, πῶς οὐκ εἶπεν, ὅτι οὐκ εἰμὶ ὡς οἱ πολλοί, ἅρπαξ, μοιχός, οὐδὲ γὰρ κατεδέξατο ἄχρι καὶ ῥήματος ψιλοῦ ὄνομα διαβεβλημένον τῷ ἑαυτοῦ προσώπῳ μοναδικῶς προσάψαι, ἀλλὰ πληθυντικῶς τοῖς λοιποῖς ἀνθρώποις ταῦτα προσέῤῥιψεν. Εἰπὼν δὲ Ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποί, ἀντέθηκε τούτῳ τό, Νηστεύω δὶς τοῦ Σαββάτου, τουτέστι, δεύτερον τῆς ἑβδομάδος. Σάββατον γὰρ ἡ ἑβδομὰς ἐλέγετο, ἀπὸ τῆς τελευταίας καὶ ἀναπαυσίμου ἡμέρας ὀνομαζομένη. Σαββὰτ γὰρ ἡ ἀνάπαυσις, καὶ Σάββατα δὲ τὴν ἑβδομάδα ἔλεγον πληθυντικῶς.

Ὅθεν καὶ μίαν Σαββάτων τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος τὴν παρ’ ἡμῖν Κυριακὴν ἐκάλουν· παρὰ γὰρ Ἑβραίοις τὸ μίαν ταυτὸν σημαίνει τῷ πρώτην. Ὄντος καὶ ἑτέρου λόγου βαθυτέρου· πρὸς μὲν οὖν τὸ τῆς μοιχείας πάθος τὴν νηστείαν ἀντηλαζωνεύσατο, καὶ γὰρ ἀπὸ τρυφῆς ἡ λαγνεία, αὐτὸς μὲν τὸ σῶμα διὰ νηστείας ἄγχων, πολὺ ἀπεῖχε τῶν τοιούτων παθῶν.

Ἐνήστευον δ’ ἄρα οἱ Φαρισαῖοι δευτέραν, καὶ πέμπτην. Πρὸς δὲ τό, Ἅρπαγες καὶ ἄδικοι, ἀντέταξε τό, Ἀποδεκατῶ ὅσα κτῶμαι· τοσοῦτον γάρ, φησίν, ἐναντιοῦμαι τῇ ἁρπαγῇ, καὶ ἀδικίᾳ, ὥστε καὶ τὰ ἐμαυτοῦ προσδίδωμι. Ἡ δὲ δεκάτωσις δοκεῖ μέν τισιν ἁπλῶς καὶ ἅπαξ παρὰ τοῦ νόμου διαγορεύεσθαι, τοῖς δὲ βαθέως ἐρευνῶσιν αὐτόν, εὑρίσκεται τρεῖς δεκατώσεις εἰσηγούμενος, καὶ τοῦτο ἐκ τοῦ Δευτερονομίου μαθήσῃ ἀκριβῶς, ἐπιστήσας τὸν νοῦν. Ταῦτα μὲν οὖν ὁ Φαρισαῖος· ὁ δὲ τελώνης πάντα τὰ ἐναντία.

Μακρόθεν γὰρ ἵστατο καὶ σχήματι, καὶ ῥήματι, καὶ κατανύξει καρδίας πάμπολυ ἀπέχων αὐτοῦ, καὶ οὐ μόνῳ τῷ τοπικῷ διαστήματι· τούς τε γὰρ ὀφθαλμοὺς ᾐδεῖτο εἰς τὸν οὐρανὸν ἆραι, ἀναξίους τῆς τῶν ἄνω θέας κρίνων τοὺς τὰ τῆς γῆς ἀγαθὰ βλέπειν, καὶ καρποῦσθαι θελήσαντας. Εἴς τε τὸ στῆθος ἑαυτοῦ ἔτυπτεν, τὴν καρδίαν οἱονεὶ πλήσσων ὑπὲρ τῶν πονηρῶν βουλευμάτων, καὶ εἰς αἴσθησιν διεγείρων οἷα καθεύδουσαν, καὶ οὐδὲν ἄλλο ἔλεγεν, ἤ, Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Καὶ διὰ τούτων ἁπάντων κατέβη δεδικαιωμένος, ἢ ἐκεῖνος, ἀντὶ τοῦ, παρ’ ὃ ἐκεῖνος· Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος, καὶ Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἀλλὰ θαυμάσειεν ἄν τις, πῶς ὁ μὲν Φαρισαῖος ὀλίγα ῥήματα μεγαλοφροσύνης προϊέμενος κατακρίνεται, ὁ δὲ Ἰὼβ πάμπολλα μεγαλοῤῥημονήσας στεφανοῦται; Ὅτι τοι ὁ μὲν Φαρισαῖος οὐδενὸς ἀναγκάζοντος ἵστατο τοιαῦτα ματαιάζων, καὶ κατακρίνων ἑτέρους, μηδεμιᾶς χρείας κατεπειγούσης· ὁ δὲ Ἰὼβ τῶν φίλων ἀποπνιγόντων αὐτόν, καὶ φορτικώτερον τῆς συμφορᾶς ἐπικειμένων, καὶ λεγόντων ὅτι δι’ ἁμαρτίας ταῦτα πεπόνθει, ἠναγκάσθη ἀπαριθμήσασθαι τὰ οἰκεῖα κατορθώματα, καὶ τοῦτο ὑπὲρ τῆς θείας δόξης, καὶ τοῦ μὴ ἐκκοπῆναι τὸν ἐπ’ ἀρετῇ τῶν ἀνθρώπων δρόμον.

Εἰ γὰρ ἐπληροφορήθησαν οἱ ἄνθρωποι, ὅτι ἁμαρτίαι ἦσαν ἃ ἐποίει ὁ Ἰώβ, καὶ δι’ ἐκεῖνα πάσχει, ἀπέσχοντο ἂν τοῦ τὰ αὐτὰ ποιεῖν, καὶ τοίνυν ἐγένοντο ἂν μισόξενοι ἀντὶ φιλοξένων, ἀνελεήμονες, ἄδικοι ἀντὶ ἐλεημόνων, καὶ δικαίων. Ταῦτα γὰρ ἦσαν τοῦ Ἰὼβ τὰ ἔργα. Ἵνα τοίνυν μὴ βλαβεῖεν πολλοί, τούτου ἕνεκα ἀπαριθμεῖται τὰ κατορθώματα.

Τῷ μὲν οὖν Ἰὼβ αὗται αἱ αἰτίαι· ἵνα μὴ λέγωμεν, ὅτι ἐν αὐτοῖς τοῖς ῥήμασι τοῖς δοκοῦσι μεγαληγορίας εἶναι, πᾶσα ταπεινοφροσύνη ἐκλάμπει. Τίς γὰρ ἄν με θείη, φησί, κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν, ὅτε ὁ Θεός με ἐφύλαττεν; Ὁρᾷς ὅτι τῷ Θεῷ τὸ πᾶν ἀνέθηκε, καὶ οὐδὲ κατακρίνει ἑτέρους, ἀλλὰ μᾶλλον κατακρίνεται ὑπὸ τῶν φίλων· τῷ δὲ Φαρισαίῳ εἰς ἑαυτὸν καὶ μὴ εἰς Θεὸν τὸ πᾶν ἀναφέροντι, καὶ δίχα ἀνάγκης ἑτέρους κατακρίνοντι, εἰκότως ἡ κατάκρισις ἐπάγεται. Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὑπὸ Θεοῦ κατακρινόμενος· ὁ δὲ ταπεινῶν ἑαυτὸν τῇ κατακρίσει, ὑψωθήσεται παρὰ Θεοῦ δικαιούμενος.

Λέγε γὰρ σὺ πρῶτος, φησί, τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. «Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται. Ἰδόντες δὲ οἱ μαθηταί, ἐπετίμησαν αὐτοῖς. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.» Καὶ τοῦτο πρὸς μετριοφροσύνην συμβάλλεται τὸ τῶν παιδίων.

Διδάσκει γὰρ διὰ τούτου ὁ Κύριος ταπεινοφρονεῖν, καὶ πάντας παραδέχεσθαι, καὶ μηδενὸς καταφρονεῖν. Οἱ μὲν γὰρ μαθηταὶ ἀνάξιον ἡγοῦντο τοῦ τηλικούτου Διδασκάλου τὸ προσφέρεσθαι αὐτῷ παιδία. Ὁ δὲ δείκνυσιν αὐτοῖς, ὅτι τοσοῦτον δεῖ ταπεινοφρονεῖν, ὥστε καὶ τὰ ἐλάχιστα μὴ βδελύττεσθαι. Καὶ οὕτω μὲν διδάσκει τὴν μετριοφροσύνην δι’ ὧν ἔπραξε, μὴ ἀποπεμψάμενος, ἀλλ’ ἡδέως παραδεξάμενος τὰ βρέφη.

Διδάσκει δὲ καὶ διὰ λόγου, ὅτι τῶν κατὰ τὰ παιδία διακειμένων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Τὸ παιδίον οὐκ ἐπαίρεται, οὐκ ἐξουθενεῖ τινα, ἄκακόν ἐστιν, ἄδολον, οὔτε ἐπὶ τοῖς λαμπροῖς ὀγκούμενον, οὔτε ἐπὶ τοῖς λυπηροῖς συστελλόμενον, ἀλλὰ πάσῃ ἁπλότητι συνόν. Ὥστε ὁ ταπεινοφρόνως ζῶν καὶ ἀκάκως, ἐκεῖνος παρὰ τῷ Θεῷ προσδεκτέος, καὶ ὁ δεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, τουτέστιν, ἀδόλως, ἀπολυπραγμονήτως, πιστῶς. Ὁ γὰρ περίεργος, καὶ ἀεὶ ἐρωτῶν τό, Πῶς; τῇ ἀπιστίᾳ συγκαταλυθήσεται, καὶ οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν, ἣν ἀπλῶς, καὶ ἀπεριέργως, καὶ μετριοφρόνως οὐκ ἠθέλησε παραδέξασθαι. Πάντες μὲν οὖν οἱ ἀπόστολοι καὶ πάντες ἁπλῶς οἱ πιστεύσαντες τῷ Χριστῷ, παιδία ἂν κληθεῖεν, ὡς καὶ αὐτὸς ὁ Κύριος τοὺς ἀποστόλους ὠνόμασε· Παιδία, μήτι προσφάγιον ἔχετε; Οἱ δὲ σοφοὶ τῶν Ἑλλήνων, σοφίαν ἐν τῷ μυστηρίῳ ζητοῦντες, ὅ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ μὴ βουλόμενοι δέξασθαι τοῦτο ἀσυλλογίστως, εἰκότως ἐξώσθησαν τῆς βασιλείας ταύτης. Οὐκ εἶπε δέ, ὅτι, Τούτων ἐστὶν ἡ βασιλεία, ἀλλὰ τῶν τοιούτων, τουτέστι, τῶν τὴν ἀκακίαν, καὶ μετριοφροσύνην προαιρετικῶς κτησαμένων, ἣν φυσικῶς τὰ παιδία ἔχουσι. Δεξώμεθα οὖν πάντα τὰ ἐκκλησιαστικά, ἅπερ ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεριέργως, καὶ πιστῶς, καὶ μετριοφρόνως, τὸ γὰρ περιεργάζεσθαι οἰήσεως, καὶ δοξοσοφίας. «

Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;

Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις, πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ. Καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δέ, ἀκούσας ταῦτα, περίλυπος ἐγένετο, ἦν γὰρ πλούσιος σφόδρα.» Δοκεῖ μέν τισιν οὗτος ὁ ἄνθρωπος πανοῦργός τις εἶναι, καὶ οἷον παγιδεῦσαι ζητῶν τὸν Ἰησοῦν ἐν λόγοις. Οὐκ ἔοικε δὲ τοῦτο, ἀλλὰ φιλάργυρος εἶναι. Ἐπεὶ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξε. Καὶ γὰρ Μάρκος φησίν, ὅτι προσδραμών, καὶ γονυπετῶν παρεκάλει τὸν Ἰησοῦν, καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν· φιλοχρήματος μὲν ἦν ὁ ἄνθρωπος. Πρόσεισι δὲ τῷ Ἰησοῦ μαθεῖν ἐφιέμενος περὶ ζωῆς αἰωνίου, τάχα ὡς φιλοχρήματος καὶ τοῦτο. Οὐδὲν γὰρ οὕτω φιλόζωον, ὡς φιλοχρήματος ἄνθρωπος. Ἐνόμισεν οὖν τὸν Ἰησοῦν ὑποθέσθαι αὐτῷ τρόπον, δι’ οὗ αἰωνίως ζήσεται, καταπολαύων τῆς κατασχέσεως τῶν χρημάτων. Ὡς δὲ ὁ Κύριος τὴν ἀπόκτησιν εἶναι πρόξενον εἶπε τῆς αἰωνίου ζωῆς, ὡς περιμεμψάμενος ἑαυτῷ τῆς ἐρωτήσεως, καὶ τῷ Ἰησοῦ τῆς ἀποκρίσεως, ἄπεισιν.

Αὐτὸς γάρ τοι ἕνεκεν τοῦ ἔχειν τὰ χρήματα ἐπὶ πολύ, ἔχρῃζε τῆς αἰωνίου ζωῆς· ἐπεὶ εἰ τὰ χρήματα ἔμελλεν ἀποκτᾶσθαι, τί ἔδει αὐτῷ τῆς αἰωνίου ζωῆς πένητι μέλλοντι ζῇν, ὥσγε ἐδόκει; Προσέρχεται γοῦν τῷ Κυρίῳ, ὡς ἁπλῶς ἀνθρώπῳ, καὶ διδασκάλῳ. Διὸ ὁ Κύριος δεικνύων, ὅτι οὐ δεῖ ὡς ἀνθρώπῳ αὐτῷ προσιέναι ψιλῷ, εἶπεν· «Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός.» Ἀγαθόν με, φησίν, εἶπας, τί οὖν προσέθηκας τό, Διδάσκαλε; Φαίνεται γὰρ ὅτι ἕνα τῶν πολλῶν με ὑπολαμβάνεις. Εἰ δὲ τοῦτο, οὐκ εἰμὶ ἀγαθός, οὐδεὶς γὰρ ἀνθρώπων ἀγαθὸς κυρίως, εἰ μὴ εἷς ὁ Θεός. Ὥστε εἰ θέλεις ἀγαθόν με λέγειν, ὡς Θεόν με λέγε ἀγαθόν, ἀλλὰ μὴ ὡς ἀνθρώπῳ ψιλῷ προσέρχου.

Εἰ γὰρ ἄνθρωπόν με κοινόν τινα νομίζεις, μηδὲ ἀγαθὸν κάλει· τῷ ὄντι γὰρ ἀγαθός, καὶ πηγὴ ἀγαθότητος καὶ ἀρχὴ τῆς αὐτοαγαθότητος ὁ Θεός. Οἱ δὲ ἄνθρωποι εἰ καὶ ἀγαθοί ἐσμεν, ἀλλ’ οὐ κυρίως, ἀλλὰ κατὰ μετοχήν, καὶ ἐπίμικτον ἔχοντες τὸ ἀγαθόν, καὶ τρεπτόν. Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ ψευδομαρτυρήσῃς, καὶ τὰ ἑξῆς. Πρότερον ὁ νόμος τά, ἐν οἷς εὐκολώτερον ὀλισθαίνομεν, διορθοῦται, εἶτα τὰ ἐν οἷς οὐ πολλοί, οὐδὲ πολλάκις, οἷον τὸ μοιχεύειν, ἐπειδὴ τὸ πῦρ καὶ φυτικὸν καὶ ἔνδοθεν, τὸ φονεύειν, ἐπειδὴ μέγα θηρίον ὁ θυμός·

Τὸ δὲ κλέπτειν ἐλαφρότερον, καὶ τῇ ψευδομαρτυρίᾳ σπανιάκις περιπίπτειν ἔστι. Διὸ ἐκεῖνα μὲν πρότερον διορθοῦται, οἷα εὐκόλως ἡμῶν εἰς ἐκεῖνα ὀλισθαινόντων, καὶ ἄλλως βαρύτερα ὄντα. Ταῦτα δέ, τὴν κλοπήν φημι, καὶ τὴν ψευδομαρτυρίαν, δεύτερα τίθησιν, ὡς καὶ σπανιάκις ἀπατῶντα, καὶ ἐλαφρότερα. Ἐπεὶ δὲ τὸ εἰς γονεῖς ἁμαρτάνειν, εἰ καὶ μέγα ἐστὶν ἁμάρτημα, ἀλλ’ οὖν ὡς μὴ συχνάκις συμβαῖνον· οὐδὲ γὰρ τοσοῦτον θηριώδεις εὐκόλως εὑρίσκονται οἱ πολλοί, ὡς εἰς γονεῖς παροινεῖν, ἀλλ’ ὀλιγάκις, καὶ ὀλίγοι· ὕστερον τούτων τέθεικεν. Ὡς δὲ ὁ νεανίσκος εἶπε ταῦτα πάντα φυλάξασθαι ἐκ νεότητος, τὸ κεφάλαιον πάντων τὴν ἀκτημοσύνην ὁ Κύριος αὐτῷ ὑποτίθεται.

Ὅρα δὲ νόμους Χριστιανικῆς πολιτείας τῷ ὄντι, Πάντα ὅσα ἔχεις πώλησον, φησίν· εἰ γάρ τι ἐναπομείνῃ, ἐκείνου δοῦλος εἶ· καὶ διάδος, οὐ συγγενέσι πλουσίοις, ἀλλὰ πτωχοῖς. Οἶμαι δὲ ὅτι καὶ τὸ Διάδος, ἔμφασιν ἔχει τοῦ μετὰ κρίσεως, καὶ μὴ ὡς ἔτυχε, τὸν τῶν χρημάτων σκορπισμὸν ποιεῖσθαι. Ἐπεὶ δὲ σὺν τῇ ἀκτημοσύνῃ δεῖ καὶ τὴν ἄλλην ἀρετὴν πᾶσαν προσεῖναι τῷ ἀνθρώπῳ, διὰ τοῦτο εἶπε· Καὶ δεῦρο ἀκολούθει μοι, τουτέστι, Καὶ ἐν πᾶσι τοῖς ἄλλοις ἴσθι μαθητὴς ἐμός, καὶ ἀεὶ ἀκολούθει, μὴ σήμερον μέν, αὔριον δ’ οὔ. Ὡς δὲ φιλοχρημάτῳ ἐπηγγείλατο τὸν ἐν οὐρανοῖς θησαυρόν, ἀλλ’ οὐ προσέσχεν ὁ ἄρχων, δοῦλος γὰρ ἦν τῶν χρημάτων, διὸ καὶ ἀκούσας ἐλυπήθη, ὅτι στέρησιν αὐτῷ τῆς κτήσεως εἰσηγεῖται, ὅπου γε αὐτὸς καὶ τῆς αἰωνίου ζωῆς διὰ τοῦτο ἐπιθυμεῖ, ὡς ἂν ἐπὶ πολὺ τῇ τῶν χρημάτων περιουσίᾳ καὶ αἰωνίως ἐμβιοίη. Καὶ τὸ λυπηθῆναι δὲ αὐτὸν εὐγνώμονα, ἀλλ’ οὐ πανοῦργον ὑποδηλοῖ. Οὐδεὶς γοῦν τῶν Φαρισαίων ἐλυπήθη ποτέ, ἀλλὰ μᾶλλον ἠγρίαινον.

Οὐκ ἀγνοῶ δέ, ὅτι ὁ μέγας τῆς οἰκουμένης φωστὴρ ὁ χρυσοῦς τὴν γλῶτταν τῆς ὄντως αἰωνίου ζωῆς ἐπιθυμεῖν τὸν νεανίσκον τοῦτον ἐδέξατο, καὶ ἐρᾷν μὲν αὐτῆς, κατέχεσθαι δὲ πάθει μείζονι τῇ φιλαργυρίᾳ πλὴν οὐκ ἄχαρι καὶ ὃ νῦν προσετέθη, ὅτι ὡς φιλοχρήματος ἐπεθύμει ζωῆς αἰωνίου. «Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον, εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; Ὃ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατά ἐστι παρὰ τῷ Θεῷ. Εἶπε δὲ ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα. Ὁ δὲ εἶπεν αὐτῷ· Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδείς ἐστιν, ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.» Ἐπειδὴ ὁ πλούσιος ἀκούσας τὴν τῶν ὑπαρχόντων ἀπόκτησιν ἐλυπήθη, φησὶν ὁ Κύριος θαυμαστικῷ τῷ σχήματι, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! οὐκ εἶπεν ὅτι ἀδυνάτως ἔχουσιν εἰσελθεῖν, ἀλλὰ δυσκόλως. Οὐ γὰρ ἀδύνατον σωθῆναι τοὺς τοιούτους. Δυνατὸν γὰρ τὰ χρήματα προεμένους, ἐπιτυχεῖν τῶν ἄνω.

Δύσκολον μέντοι τοῦτο· ἰξοῦ γὰρ κολλητικώτερα τὰ χρήματα καὶ δυσκόλως ἀποσπᾶται ὁ τούτοις συσχεθείς.

Παρακατιὼν δὲ καὶ ὡς ἀδύνατον αὐτὸ τίθησι, φησὶ γάρ, Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον σωθῆναι· ἀδύνατον γὰρ πάντως κάμηλον διὰ τρυπήματος βελονίου χωρῆσαι, εἴτε τὸ ζῶον αὐτὸ νοήσεις κάμηλον, εἴτε σχοῖνόν τινα ναυτικὴν παχεῖαν. Εἰ οὖν κάμηλον χωρηθῆναι διὰ τρυπήματος βελονίου εὐκοπώτερον, ἢ πλούσιον σωθῆναι, ἀδύνατον δὲ τοῦτο, ἀδυνατώτερον ἄρα τὸ σωθῆναι πλούσιον. Τί οὖν ἔστιν εἰπεῖν; Πρῶτον μέν, ὅτι ἀληθῶς οὕτως ἔχει· πλούσιον γὰρ ὄντα ἀδύνατον σωθῆναι. Μὴ γάρ μοι εἴπῃς ὅτι ὁ δεῖνα πλούσιος ὤν, ἐδίδου τὰ προσόντα, καὶ ἐσώθη· οὐ γὰρ πλούσιος ἐσώθη, ἀλλ’ ἣ ἀκτήμων γεγονώς, ἣ τέως οἰκονόμος ὢν ἐσώθη, καὶ οὐχὶ πλούσιος. Ἄλλο γὰρ οἰκονόμος καὶ ἄλλο πλούσιος· πλούσιος μὲν γάρ ἐστιν, ὁ ἑαυτῷ τηρῶν τὸν πλοῦτον, οἰκονόμος δὲ ὁ δι’ ἑτέρους τοῦτον ἐγχειρισθείς. Ὥστε καὶ εἰ οὗτος ἐσώθη, οὐ πλούσιος ἐσώθη, ἀλλ’ ἤ, ὡς ἔφημεν, πάντα ἀποκτησάμενος ἃ εἶχεν, ἢ ὡς οἰκονόμος καλῶς αὐτὰ διατιθέμενος. Ἔπειτα καὶ τοῦτο σκόπει, ὅτι τὸν μὲν πλούσιον ἀδύνατον σωθῆναι, τὸν δὲ τὰ χρήματα ἔχοντα δύσκολον, ὡς ἂν εἰ ἔλεγεν, Ὁ μὲν ἐχόμενος ὑπὸ τῶν χρημάτων, καὶ δουλεύων αὐτοῖς, καὶ κρατούμενος οὐ σωθήσεται, ὁ δὲ ἔχων τὰ χρήματα, τουτέστι, κύριος αὐτῶν ὤν, καὶ αὐτὸς ἔχων ταῦτα, οὐκ ἐχόμενος δὲ ὑπ’ αὐτῶν, δυσκόλως σωθήσεται διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν.

Ἀδύνατον γὰρ μὴ παραχρήσασθαι οἷς ἔχομεν· ἕως γὰρ ἔχομεν χρήματα, σπουδάζει ὁ διάβολος ὑποσκελίζειν ἡμᾶς, εἰς τὸ παρὰ τὸν κανόνα, καὶ τὸν νόμον τῆς οἰκονομίας χρήσασθαί ἐστιν ὅτε, καὶ δύσκολον ἐκφυγεῖν τὰς παγίδας αὐτοῦ.

Διὰ τοῦτο καλὸν ἡ ἀχρημοσύνη καὶ σχεδὸν ἀπείραστον. Εἶπον δέ, φησίν, οἱ ἀκούσαντες· Τίς ἄρα δύναται σωθῆναι; Ὁ δὲ εἶπε· «Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ.» Παρὰ μὲν γὰρ τοῖς ἀνθρωπίνην γνώμην ἔχουσιν, ἤτοι κάτω συρομένοις, καὶ ἐπιθυμοῦσι τῶν γηΐνων, ἀδύνατόν ἐστι σωθῆναι, ὡς εἴρηται, παρὰ δὲ Θεῷ δυνατόν, τουτέστιν, ὅταν τις σύμβουλον ἔχῃ τὸν Θεόν, καὶ τὰ δικαιώματα τοῦ Θεοῦ, καὶ τὰς περὶ ἀχρημοσύνης ἐντολὰς διδασκάλους λάβῃ, καὶ τὴν παρ’ ἐκείνου ἐπικαλοῖτο ἐπικουρίαν, δυνατὸν ἔσται τοῦτο· ἡμῶν μὲν γάρ ἐστι τὸ θελῆσαι τὸ ἀγαθόν, Θεοῦ δὲ τὸ τελειῶσαι. Καὶ ἄλλως δὲ εἴπερ ὑπεραναβάντες πᾶσαν ἀνθρωπίνην ἐπὶ τῷ πλούτῳ μικροψυχίαν, θελήσομεν φίλους ἡμῖν αὐτοὺς ποιῆσαι ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, σωθησόμεθα, ὑπ’ αὐτῶν εἰς τὰς αἰωνίους σκηνὰς παραπεμπόμενοι.

Βέλτιον μὲν γὰρ ἐὰν πάντα προώμεθα, εἰ δὲ μὴ πάντα, συμμεριστὰς γοῦν ποιῆσαι τοὺς πένητας, καὶ οὕτως τὸ ἀδύνατον δυνατὸν γίνεται. Ἀδύνατον μὲν γὰρ τὸν μὴ πάντα προέμενον σωθῆναι, πλὴν διὰ φιλανθρωπίαν Θεοῦ γίνεται καὶ τὸ μερικῶς μεταδοῦναι εἰς ὠφέλειαν ἀνάλογον. Πρὸς ταῦτα ὁ Πέτρος ἐρωτᾷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα· καὶ ἐρωτᾷ οὐχ ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ πρὸς παραμυθίαν πάντων τῶν πενήτων. Ἵνα γὰρ μὴ οἱ πλούσιοι μόνοι εὐέλπιδες ὦσιν, ὡς πολλῶν τευξόμενοι, οἷα πολλῶν καταφρονήσαντες, οἱ δὲ πένητες δυσελπισθῶσιν οἷα ὀλίγων ἀποστάντες, καὶ διὰ τοῦτο ὀλίγας ἀμοιβὰς προσδοκῶντες, ἐρωτᾷ ὁ Πέτρος καὶ ἀκούει, ὅτι καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι τὰς ἀμοιβὰς ἕξει, πᾶς ὁ ὁτιοῦν διὰ Θεὸν καταφρονήσας τῶν ὑπαρχόντων, κἂν μικρὰ εἶεν. Μὴ γὰρ τοῦτο σκοπήσῃς ὅτι μικρά, ἀλλ’ ὅτι βίος ὅλος ἦσαν ἐκεῖνα τὰ μικρὰ τῷ ἀνθρώπῳ, καὶ ὥσπερ σὺ τοῖς πολλοῖς καὶ μεγάλοις, οὕτως ἐκεῖνος τοῖς ὀλίγοις καὶ μικροῖς ἐμβιῶσαι προσεδόκα, ἵνα μὴ λέγω, ὅτι ὁ ὀλίγα ἔχων, πλείονα σχέσιν ἔχει πρὸς ταῦτα· καὶ δῆλον ἀπὸ τῶν πατέρων, οἳ ὅταν ἕνα παῖδα ἔχωσι, πλείω τὴν σχέσιν ἐπιδείκνυνται πρὸς τοῦτον, ἢ πρὸς πλείους. Οὕτω καὶ ὁ πένης πρὸς τὴν μίαν οἰκίαν, καὶ πρὸς τὸν ἕνα ἀγρὸν δριμύτερον διάκειται, ἢ σὺ πρὸς τοὺς πολλούς.

Εἰ δὲ μή, ἀλλ’ ἴσον γοῦν ἀμφοτέροις τὸ τῆς σχέσεως· διὰ τοῦτο καὶ τὸ τῆς περιφρονήσεως. Ἔνθεν τοι καὶ ἐν τῷ νῦν αἰῶνι πολυπλασίας λαμβάνουσι τὰς ἀμοιβάς, ὡς οἱ ἀπόστολοι αὐτοὶ οὗτοι. Καλύβης γὰρ καταφρονήσαντες ἕκαστος, νῦν λαμπροτάτους ναοὺς ἔχουσι καὶ ἀγρούς, καὶ προσόδους, καὶ γυναῖκας πολλὰς τὰς τῇ πρὸς αὐτοὺς θερμότητι, καὶ πίστει συνδεδεμένας, καὶ τἄλλα πάντα ἁπλῶς· καὶ ἐν τῷ μέλλοντι δὲ αἰῶνι οὐκ ἀγροὺς τοιούτους πολυπλασίους, καὶ σωματικὰς ἀντιδόσεις λάβωσιν, ἀλλὰ ζωὴν αἰώνιον. «Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς·

Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου. Παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται, καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.» Προλέγει αὐτοῖς τὰ τοῦ πάθους, ἵνα δύο ταῦτα κατορθώσῃ· ἓν μὲν τὸ δεῖξαι, ὅτι οὐκ ἄκων οὐδὲ ὡς ψιλὸς ἄνθρωπος ἀγνοῶν τὸν θάνατον σταυροῦται, ἀλλὰ καὶ προῄδει, καὶ ἑκὼν πάσχει· εἰ γὰρ ἐβούλετο μὴ παθεῖν, ἐξέκλινεν ἄν, οἷα δὴ προειδώς· τῶν γὰρ μὴ προγινωσκόντων ἐστὶ τὸ ἁλίσκεσθαι· δεύτερον δὲ τὸ πεῖσαι αὐτοὺς εὐκόλως φέρειν τὰ συμβησόμενα, ἅτε προακηκοότας, καὶ μὴ ἐκ τοῦ αἰφνιδίου αὐτοῖς προσπεσόντα.

Καίτοι εἰ μέλλοι τελεσθῆναι ἐπὶ σοί, ὦ Κύριε, τὰ πάλαι ὑπὸ τῶν προφητῶν λεχθέντα, διατί ἀναβαίνεις; Δι’ αὐτὸ μὲν οὖν τοῦτο, ἵνα σωτηρίαν ἐργάσωμαι. Ὥστε ἑκὼν ἔρχεται. Ἀλλ’ ὁ μὲν ταῦτα· οἱ δὲ μαθηταὶ τότε μὲν συνίεσαν οὐδέν· ἦν γὰρ τὸ ῥῆμα τοῦτο παρακεκαλυμμένον ἀπ’ αὐτῶν, μάλιστα πάντων τὸ ῥῆμα τῆς ἀναστάσεως· καὶ τἆλλα μὲν γὰρ οὐκ ἐπεγίνωσκον, οἷον τὸ παραδοθήσεσθαι τοῖς ἔθνεσι, μάλιστα δὲ τὸ τῆς ἀναστάσεως οὐκ ἐπεγίνωσκον ὅλως· οὐδὲ γὰρ ἦν ἐν καταχρήσει τοῦτο, οὔτε πάντες ἐπίστευον οἱ Ἰουδαΐζοντες, οὐδὲ τὴν ἁπλῶς ἀνάστασιν, καὶ δῆλον ἀπὸ τῶν Σαδδουκαίων. Ἀλλ’ εἴποις ἄν, Εἰ καὶ μὴ ἐπεγίνωσκον, τί λοιπὸν προὔλεγεν αὐτοῖς ταῦτα; Τί γὰρ τὸ ὄφελος αὐτοῖς πρὸς τὴν ἐν τῷ καιρῷ τοῦ σταυροῦ παράκλησιν, μὴ συνιεῖσι τὸ λεγόμενον; Οὐ μικρὰ ὠφελοῦντο εἰς τὸ μετέπειτα ἀναμιμνησκόμενοι, ὅτι ταῦτα ἦσαν, ἃ τέως προλέγοντος τοῦ Κυρίου οὐ συνίεσαν· καὶ τοῦτο δῆλον ἀπὸ πολλῶν, καὶ μάλιστα ἀφ’ ὧν Ἰωάννης λέγει· Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ, ὕστερον δὲ ἐμνήσθησαν, ὅτι ταῦτα ἦν γεγραμμένα ἐπ’ αὐτῷ. Καὶ ὁ Παράκλητος δὲ ἀναμνήσας αὐτοὺς πάντα ἀξιοπιστοτέραν τὴν περὶ Χριστοῦ μαρτυρίαν αὐτοῖς ἐγκατέθηκε.

Περὶ δὲ τοῦ πῶς τριήμερος ἡ ταφή, ἱκανῶς ἐν τοῖς ἄλλοις Εὐαγγελισταῖς εἴρηται. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί ἂν εἴη τοῦτο. Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· Ἰησοῦ, Υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ, αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ Ἰησοῦς, ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὑτόν. Ἐγγίσαντος δὲ αὐτοῦ, ἐπηρώτησεν αὐτὸν λέγων· Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε·

Κύριε, ἵνα ἀναβλέψω. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον, ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθησεν αὐτῷ, δοξάζων τὸν Θεόν.» Καὶ πᾶς ὁ λαὸς ἰδών, αἶνον ἔδωκε τῷ Θεῷ. Ὁδοῦ πάρεργον ὁ Κύριος τὸ ἐπὶ τῷ τυφλῷ θαῦμα ἐργάζεται, ἵνα μηδὲ ἡ πάροδος αὐτοῦ ἀλυσιτελὴς εἵη ἡμῖν διδασκαλία, καὶ τοῖς τοῦ Χριστοῦ μαθηταῖς, ἵνα διὰ πάντων, καὶ πάντοτε, καὶ πανταχοῦ ἐπωφελεῖς ὦμεν, καὶ μηδὲν ἡμῶν ἀργὸν ᾗ. Ὁ τοίνυν τυφλὸς αὐτὸν εἶναι τὸν ἐλπιζόμενον Χριστὸν πιστεύσας, εἰκὸς γὰρ ἦν αὐτόν, ἅτε δὴ τοῖς Ἰουδαϊκοῖς ἐντεθραμμένον, μὴ ἀγνοεῖν ὅτι ἐκ σπέρματος Δαυῒδ ὁ Χριστός, φωνῇ μεγάλῃ βοᾷ, Υἱὲ Δαυΐδ, ἐλέησόν με· καὶ τῷ εἰπεῖν δέ, Ἐλέησόν με, ἐμφαίνει ὅτι θειοτέραν τινὰ εἶχε περὶ αὐτοῦ ἔννοιαν, καὶ οὐ ψιλὸν ἄνθρωπον ἐνόμιζε. Θαύμασον δέ μοι καὶ τὴν ἔνστασιν αὐτοῦ τῆς ὁμολογίας, πῶς καίτοι πολλῶν ἐπιτιμώντων αὐτῷ, οὐκ ἐσίγα, ἀλλὰ περισσότερον ἔκραζε, θερμότης γὰρ ἦν τὸ ἔνδοθεν κινοῦν αὐτόν. Διὸ καὶ ὁ Ἰησοῦς προσκαλεῖται αὐτὸν ὡς τῷ ὄντι ἄξιον ἐγγίσαι αὐτῷ, ἐπερωτᾷ δὲ αὐτόν, Τί σοι θέλεις ποιήσω; οὐχ ὡς ἀγνοῶν, ἀλλ’ ὅπως μὴ δόξῃ τοῖς παροῦσιν, ὅτι ἄλλα αἰτοῦντος ἐκείνου, ἄλλα αὐτὸς δίδωσι, καὶ ὡς ἐκεῖνος μὲν αἰτεῖ χρήματα, αὐτὸς δὲ οἷα φιλενδείκτης, τυφλότητα ἐξιᾶται· ἵσως γὰρ τοιαῦτα ὁ φθόνος ἀνόητα ἐσυκοφάντησεν ἄν.

Διὸ ἐρωτήσας, ἐπειδὴ εὗρεν αὐτὸν τοῦ ἀναβλέψαι ἐπιθυμοῦντα, τοῦτο δίδωσιν. Ὅρα δὲ τὸ ἀκόμπαστον·

Ἡ πίστις σου, φησί, σέσωκέ σε, ἐπίστευσας γάρ, ὅτι ὁ κηρυττόμενος υἱός εἰμι ἐκεῖνος τοῦ Δαυῒδ ὁ Χριστός, καὶ τοσαύτην ἐπεδείκνυσο τὴν θερμότητα, ὥστε μηδὲ ἐπιτιμώμενος σιγᾷν. Μανθάνομεν δὲ ἐκ τούτου, ὅτι ὅταν μετὰ πίστεως αἰτῶμεν, οὐκ ἄλλα μὲν αἰτοῦμεν, ἄλλα δὲ δίδωσιν, ἀλλ’ ἐκεῖνα αὐτά· ὥστε ἐπειδὰν ἄλλα αἰτοῦντες, ἄλλα λαμβάνομεν, πρόδηλον ὅτι οὐ καλῶς οὐδὲ πιστῶς αἰτοῦμεν· «Αἰτεῖτε γάρ, φησί, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε.» Ὅρα δὲ καὶ τὴν ἐξουσίαν· Ἀνάβλεψον. Τίς γὰρ τῶν προφητῶν οὕτως ἐθεράπευσεν, ἐν τοσαύτῃ φημὶ ἐξουσίᾳ; Ὅθεν καὶ φῶς τῷ κάμνοντι γέγονεν ἡ φωνή, ἐκ φωτὸς τοῦ ἀληθινοῦ προϊοῦσα. Ὅρα δὲ καὶ τὴν εὐγνωμοσύνην τοῦ θεραπευθέντος. Ἠκολούθει γὰρ τῷ Ἰησοῦ, δοξάζων τὸν Θεόν, καὶ ἑτέροις τοῦ δοξάζειν πρόφασις ὤν.