Καὶ ἀναμιμνήσκουσιν αὐτὰς τῶν παρ’ ἐκείνου ῥηθέντων, ὅτι δεῖ, τουτέστιν, ἀναγκαῖόν ἐστι, παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, τῶν Ῥωμαίων δηλαδή, ὡς ἐθνικῶν ὄντων καὶ βδελυκτῶν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Εἴπομεν περὶ τῆς ἀναστάσεως, πῶς ἐστι τριήμερος, ἱκανῶς ἐν τῷ κατὰ Ματθαῖον. Ὑποστρέψασαι δὲ ἀπὸ τοῦ μνημείου, καὶ τοῖς ἀποστόλοις ταῦτα λέξασαι. ληρεῖν ἔδοξαν· οὕτως ἄπιστον φύσει τοῖς ἀνθρώποις δοκεῖ τὸ τῆς ἀναστάσεως θαῦμα. Ὁ μέντοι Πέτρος οὐκ ἀργεῖ, ὥσπερ οὐδὲ τὸ πῦρ ὕλης λαβόμενον, ἀλλ’ ἔρχεται ἐπὶ τὸ μνῆμα, καὶ βλέπει μόνα τὰ ὀθόνια. Καὶ τέως τοῦτο ὠφελεῖται πρῶτον ἀπὸ τῆς πρὸς τὸ μνῆμα ἀφίξεως, τὸ θαυμάζειν, ἀντὶ τοῦ, χλευάζειν. «Ἀπῆλθε γάρ, φησί, πρὸς ἑαυτόν,» τουτέστι, καθ’ ἑαυτόν, «θαυμάζων τὸ γεγονός.» Πῶς γὰρ τὰ ὀθόνια μόνα κατελείφθησαν, καὶ ταῦτα σμύρνῃ ἀλειμμένου τοῦ σώματος; πόσην δ’ ἂν εἶχε σχολὴν ὁ κλέπτης, ὥστε ταῦτα ἰδίᾳ ἐντετυλιγμένα ἀφείς, τὸ σῶμα ἐκφορῆσαι, καὶ ταῦτα, στρατιωτῶν παρακαθημένων; Μαρίαν δὲ Ἰακώβου, τὴν Θεοτόκον νόει· οὕτως γὰρ αὐτὴν ὠνόμαζον, ὡς μητέρα δοκοῦσαν Ἰακώβου τοῦ υἱοῦ Ἰωσήφ, ὃν καὶ μικρὸν ἔλεγον, τὸν ἀδελφόθεόν φημι· ἦν γὰρ καὶ μέγας ὁ εἷς τῶν δώδεκα, ὁ τοῦ Ζεβεδαίου. «Καὶ ἰδοὺ δύο ἦσαν ἐξ αὐτῶν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.