Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Λουκάν: Ο Μυστικός Δείπνος, το Πάθος, η Ανάσταση και η Ανάληψη

Η τέλεση της Θείας Ευχαριστίας, η προδοσία, οι αρνήσεις του Πέτρου, η δίκη, ο Σταυρός, η Ανάσταση και οι εμφανίσεις μέχρι την Ανάληψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 18 από 28

ΚΕΦΑΛ ΚΒʹ. Περὶ τοῦ Πάσχα. Περὶ τῶν φιλονεικησάντων, τίς μείζων. Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανά. Περὶ τῆς συλλήψεως τοῦ Χριστοῦ. Περὶ τῆς ἀπαγωγῆς τοῦ Ἰησοῦ πρὸς ἀρχιερέα. «Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν Ἀζύμων ἡ λεγομένη πάσχα· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς, καὶ οἱ Γραμματεῖς, τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.

Εἰσῆλθε δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. Καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι, καὶ στρατηγοῖς, τὸ πῶς αὐτὸν παραδώσει αὐτοῖς. Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. Καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.» Ἐζήτουν μὲν αὐτὸν ἀνελεῖν οἱ Γραμματεῖς· ἐπεὶ δὲ ὁ καιρὸς τοῦ πάσχα ἐφειστήκει, καὶ κίνδυνον ἑώρων ἐκ τούτου αὑτοῖς ἀπὸ τοῦ λαοῦ συναγομένου, μάλιστα διὰ τὴν ἑορτήν, ἐζήτουν λοιπὸν μέθοδον, πῶς ἀνελόντες αὐτὸν οὐ κινδυνεύσουσιν. Εἰσῆλθε δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, τουτέστι· καὶ ταῦτα ἐκ τῶν οἰκείων ὄντα καὶ γνησίων μαθητῶν· ἵνα μηδεὶς θαῤῥῇ ἐφ’ ἑαυτῷ, ἀλλὰ πάντοτε προσέχῃ τῇ οἰκείᾳ ζωῇ, ὡς δεινὸν ἀντίπαλον ἔχων. Τινὲς δὲ τό, «Ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα,» οὕτως ἐνόησαν, ἀντὶ τοῦ, Ἀριθμὸν μόνον πληροῦντα ἀποστολικόν, οὐκ ἀπόστολον ὄντα ἀληθινὸν καὶ μαθητήν· πῶς γὰρ ἀληθὴς μαθητὴς ὁ κλέπτων τὰ ἐν τῷ γλωσσοκόμῳ βαλλόμενα; Οὕτως οὖν εἰσελθόντα εἰς αὐτὸν τὸν Σατανᾶν ἐδέξατο, καὶ συνεφώνησε τοῖς ζητοῦσι τὸν Ἰησοῦν παραδοῦναι· τοῦτο γὰρ σημαίνει τό, «Ἐξωμολόγησεν,» ἀντὶ τοῦ, Τελείας ὁμολογίας καὶ συνθήκας ἐποιήσατο. Καὶ ἐζήτει εὐκαιρίαν, πότε εὕροι αὐτὸν ἄτερ ὄχλου, τουτέστι, κατὰ μόνας, καὶ αὐτοῖς παραδώσει.

Στρατηγοὺς δέ φησιν ἐνταῦθα τοὺς ἄρχοντας τῶν οἰκοδομῶν τοῦ ἱεροῦ, ἢ καὶ τοὺς τῆς εὐταξίας ἐπιμελουμένους. Ἐπέστησαν γὰρ οἱ Ῥωμαῖοι τῷ λαῷ τινας, ὡς ἂν μὴ ταράσσηται· στασιώδεις γὰρ ἦσαν. Τούτους, φησί, στρατηγούς. Ἴσως δὲ καὶ διοικήσεις στρατιωτικὰς εἶχον· οἳ μέρους ὄντες τοῦ ἱερατικοῦ, στρατηγοὶ ὠνομάσθησαν. Τὸ φιλόπρωτον γὰρ νοσοῦντες, καὶ τοιαύταις διοικήσεσιν ἐπεβάλλοντο· διὸ καὶ στρατηγοὺς αὐτοὺς ὠνόμασε τοῦ ἱεροῦ, ἐμφαντικώτερον τάχα καθαπτόμενος αὐτῶν. «Ἦλθε δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα. Καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην, εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν· οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν, οὗ εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; Κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. Ἀπελθόντες δὲ εὗρον, καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.» Ὅτι μὲν φασὲκ Ἑβραϊκῶς τὸ πάσχα λεγόμενον, τὴν ἐξ Αἰγύπτου διάβασιν δηλοῖ, πολλοῖς εἴρηται· καὶ ἁπλῶς πάντα τὰ ἐν τῇ ἑορτῇ τότε τελούμενα, τοῖς ἁγίοις ἡρμήνευται. Νῦν δὲ ἡμῖν τίνα λέγει ἡμέραν τῶν Ἀζύμων, ῥητέον.

Ἡμέραν οὖν Ἀζύμων λέγει τὴν πέμπτην, ἧς τῇ ἑσπέρᾳ ἔμελλον θύειν τὸ πάσχα.

Ὁ τοίνυν Κύριος τῇ πέμπτῃ πρωΐας τυχὸν ἀποστέλλει τοὺς μαθητὰς Πέτρον καὶ Ἰωάννην· τὸν μὲν ὡς ἀγαπῶντα, τὸν δὲ ὡς ἀγαπώμενον. Ἀποστέλλει δὲ εἰς ἀλλοτρίαν οἰκίαν. Οὐδὲ γὰρ εἶχεν αὐτός, ἀλλ’ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ· ἦ γὰρ ἂν ἐν ἑνὸς τῶν μαθητῶν διήγαγε τὸ πάσχα. Ὁρᾷς ἀκτημοσύνην;

Στέλλει δὲ αὐτοὺς πρὸς ἄνθρωπον μὴ γινωσκόμενον, ἵνα δείξῃ, ὅτι καὶ τὸ πάθος θέλων κατεδέξατο. Εἰ γὰρ μὴ ἤθελεν, ἠδύνατο ὁ τὴν διάνοιαν τούτου τοῦ ἀγνώστου ἀνθρώπου πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, κἂν τοῖς Ἰουδαίοις ὅσα ἠβούλετο διαπράξασθαι.

Τινὲς δέ φασι, ὅτι διὰ τοῦτο οὐκ εἶπε τοῦ ἀνθρώπου τὸ ὄνομα, καὶ ἐφανέρωσεν αὐτόν, ἀλλὰ σημείω τινὶ ὁδηγεῖ αὐτὸς πρὸς τὴν οἰκίαν τοῦ ἀνθρώπου, διὰ τὸν προδότην· ὡς ἂν μὴ γνοὺς τὸ ὄνομα, καταμηνύσῃ τὴν οἰκίαν τοῖς Φαρισαίοις, καὶ ἐλθόντες συλλάβωσιν αὐτόν, πρὶν ἢ τὸ δεῖπνον ἐπιστῇ, πρὶν ἢ τὰ πνευματικὰ μυστήρια αὐτοῦ παραδῷ. Διό φησι παρακατιὼν ὁ Χριστός· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν πρὸ τοῦ με παθεῖν·» τουτέστι, Πᾶσαν σπουδὴν ἐθέμην, ὅπως λάθωμεν τὸν προδότην, καὶ μὴ πρόωρον ὑποστῶμεν τὸ πάθος, πρὶν ἢ παραδῶμεν τὰ μυστήρια. Ἔξεστι δὲ τῷ βουλομένῳ παραδέχεσθαι ταύτην τὴν ἐξήγησιν. Τίνος δὲ ἕνεκα τὸ πάσχα τελεῖ; Διὰ πάντων δεικνὺς ἄχρι τῆς τελευταίας ἀναπνοῆς, ὅτι οὐκ ἔστιν ἐναντίος τῷ νόμῳ.

Ἀλλὰ φάγωμεν τοῦτο τὸ πάσχα νοητῶς καὶ ἡμεῖς, καὶ δὴ νοήσωμεν ἡμέραν τῶν Ἀζύμων, πᾶσαν τὴν ἐν τῷ φωτὶ τῷ πνευματικῷ διαγωγήν, μηδεμίαν παλαιότητα τῆς προτέρας ἐν τῷ Ἀδὰμ παρακοῆς ἔχουσαν· ἐν ᾗ διαγωγῇ ὄντας ἡμᾶς δεῖ τῶν μυστηρίων τοῦ Ἰησοῦ κατατρυφᾷν. Ἑτοιμάσει οὖν ταῦτα τὰ μυστήρια Πέτρος καὶ Ἰωάννης, πρᾶξις καὶ θεωρία, θερμότης ζήλου καὶ πραότης εἰρηνική. Δεῖ γὰρ τὸν πιστόν, καὶ θερμὸν εἶναι περὶ τὴν ἐργασίαν τοῦ καλοῦ, καὶ ζηλωτὴν κατὰ τῆς πονηρίας, καὶ πραῢν εἰς τοὺς πονηρευομένους· ἡ γὰρ πονηρία μισητέα, οὐχ ὁ πονηρευόμενος. Ἐκεῖνος γὰρ θεραπευτέος· πάσχει γάρ. Καὶ τοῦτό ἐστι τὸ πονηρεύεσθαι, τὸ παρὰ τοῦ Πονηροῦ ἐνοχλεῖσθαι, καὶ πάσχειν τὴν πονηρίαν. Ἐὰν οὖν Πέτρον καὶ Ἰωάννην ἔχωμεν ἑτοιμάζοντας τὸ δεῖπνον, βίον λέγω ἀγαθόν, ὅς ἐστι Πέτρος· καὶ δόγματα ἀληθῆ, ἅ ἐστιν ὁ Θεολόγος Ἰωάννης· συναντήσει τοῖς τοιούτοις ἑτοιμασταῖς ἄνθρωπος, τουτέστι, τότε εὑρήσομεν τὴν ἀνθρωπίνην ὄντως κατάστασιν, τὴν κατ’ εἰκόνα δημιουργηθεῖσαν τοῦ πλάσαντος, ἢ μᾶλλον τοῦ κτίσαντος, κεράμιον ὕδατος βαστάζουσαν. Ὕδωρ μὲν ἡ τοῦ Πνεύματος χάρις, ὡς ὁ εὐαγγελιστὴς Ἰωάννης διδάσκει· κεράμιον δέ, τὸ εὔθρυπτον καὶ πρὸς συντριβὴν εὔκολον τῆς καρδίας. Ὁ γὰρ δεχόμενος χάριν πνευματικήν, ταπεινός ἐστι καὶ συντετριμμένος τῇ καρδίᾳ· Ταπεινοῖς δὲ δίδωσι χάριν ὁ Κύριος.

Ὁ εἰδὼς δὲ ἑαυτὸν γῆν καὶ σποδόν, καὶ λέγων μετὰ τοῦ Ἰώβ, «Ἐκ γῆς δέ με ἔπλασας,» ἐκεῖνος βαστάσει τὴν τοῦ Πνεύματος χάριν ἐν τῷ εὐκατανύκτῳ καὶ εὐκόλῳ πρὸς συντριβὴν ἀγγείῳ τῆς καρδίας αὐτοῦ. Ἀκολουθοῦντες δὲ τῇ τοιαύτῃ καταστάσει, ἀφιξόμεθα εἰς τὴν τοῦ νοῦ οἰκίαν, ἧς ὁ οἰκοδεσπότης νοῦς ἀνώγεον ἡμῖν ἐστρωμένον ὑποδείξει μέγα. Ἀνώγεον μὲν ἡ ὑψηλὴ τοῦ τοιούτου νοῦ χώρησις, τὰ θεῖα, φημί, καὶ νοητά, οἷς ἐγκατοικεῖ, καὶ οἷς ἐμφιλοχωρεῖ. Ἐστρωμένα δὲ ταῦτά εἰσιν· οὐδὲν γὰρ αὐτοῖς τραχύ, ἀλλὰ καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν γίνονται τῷ τοιούτῳ νοί, καθὰ καὶ Σολομὼν εἶπε· «Πάντα εὐθέα τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Οὐκ ἂν δὲ ἁμάρτοις καὶ τοῦτο εἰπών, ὅτι Ὁ νοῦς, εἰ καὶ ὑψηλὸν πρᾶγμα ποιεῖ, κατὰ τὴν τοῦ νοῦ ἐνέργειαν διάγων, ἀλλ’ οὖν ἔστρωται αὐτῷ ἡ γνῶσις ἔτι, καὶ χθαμαλωτέρως ἔχει. Ὑψηλὴ δὲ τῷ ὄντι ἡ γνῶσις, καὶ ὑπὲρ πᾶν ὕψος ἡ ὑπὲρ νοῦν ἀγνωσία, ὅτε οὐκ ἔτι ὁ νοῦς ἐνεργεῖ, ἀλλ’ ἐνεργεῖται. Δεῖ δὲ πρότερον ἡμᾶς τῷ νοῒ ἡμῶν ἐνεργεῖν, εἶθ’ οὕτως ἐνεργησόμεθα τῇ τοῦ Κυρίου χάριτι, λαμβάνοντες ἡμᾶς ὥσπερ καὶ τοὺς προφήτας, καὶ ἐξιστῶντες πάσης φυσικῆς ἐνεργείας.

Ἀμέλει λέγεται λῆμμα Κυρίου ἐν τῷδε τῷ προφήτῃ γενέσθαι. Ὥσπερ οὖν κἀνταῦθα τοῦ ἀνωγέου τούτου ἐστρωμένου, ἔρχεται ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ, καὶ τελεῖ τὰ μυστήρια, ἐρχόμενος αὐτὸς πρὸς ἡμᾶς, καὶ τὴν οἰκείαν αὐτοῦ ἐνέργειαν ἐμφαίνων ἡμῖν, ἀλλ’ οὐκ ἀναμένων ἡμᾶς ἐλθεῖν πρὸς αὐτὸν ἔτι. Μαθηταὶ δὲ τοῦ Θεοῦ Λόγου, πάντες οἱ λόγοι τῶν γεγονότων. Τότε οὖν ὅταν ἐνεργῇ ἐν ἡμῖν ὁ Λόγος, τὴν τοῦ Πάσχα μετάληψιν συνήσομεν, μᾶλλον δὲ συνετισθησόμεθα καὶ τοὺς λόγους τῶν γεγονότων, κατὰ τό, «Ὄψομαι τοῦ οὐρανούς, ἔργα τῶν δακτύλων σου.» «Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε· καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. Καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν. Λέγω γὰρ ὑμῖν, ὅτι οὐκ ἔτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπε· Λάβετε τοῦτο, καὶ διαμερίσατε ἑαυτοῖς.

Λέγω γὰρ ὑμῖν, ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς, λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·

Τοῦτο τὸ ποτήριον ἡ Καινὴ Διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.» Τὸ Πάσχα ἱστάμενοι ἤσθιον· πῶς οὖν ὁ Κύριος ἀναπεσεῖν λέγεται, Λέγουσιν οὖν ὅτι μετὰ τὸ φαγεῖν τὸ νομικὸν πάσχα, ἀνέπεσον λοιπὸν κοινῷ τρόπῳ ἐσθίοντες ἄλλα τινὰ βρώματα. Φησὶ δὲ πρὸς τοὺς μαθητάς· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν·» ὡσανεὶ τοῦτο ἔλεγε· Τοῦτό μοι τὸ τελευταῖον δεῖπνον μεθ’ ὑμῶν διὸ καὶ ἀγαπητόν μοι καὶ ἐπιθυμητόν ἐστιν· ἄλλοτε γὰρ μεθ’ ὑμῶν οὐκ ἑστιασθήσομαι· ὥσπερ καὶ οἱ μέλλοντες ἀποδημήσειν, τὰ τελευταῖα προσφωνήματα τοῖς οἰκείοις καὶ γνησίοις ἡδύτερον καὶ ποθεινότερον προσάγουσι. Καὶ ἄλλως δέ· Ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν, διότι τὰ μεγάλα μυστήρια ἐν τούτῳ μέλλω παραδοῦναι ὑμῖν, τὰ τῆς Καινῆς Διαθήκης. Δηλοῖ δὲ διὰ τούτου, ὅτι ἑκὼν πάσχει. Ἐξῆν γὰρ πάντως αὐτῷ, ἐπειδὴ ἐγίνωσκεν ὅτι μέλλει παθεῖν, ὑπαναχωρῆσαι, ὥσπερ κἀν τοῖς προτέροις καιροῖς. Τὸ δέ, «Οὐ μὴ πίω αὐτό, ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ,» τινὲς τῶν ἁγίων ἐνόησαν, ἀντὶ τοῦ, Ἄχρις οὗ ἀναστῶ. Μετὰ γὰρ τὴν ἀνάστασιν συναυλιζόμενος τοῖς μαθηταῖς, καὶ συνέφαγε, καὶ συνέπιεν αὐτοῖς· ὥσπερ καὶ Πέτρος φησὶ πρὸς Κορνήλιον· «Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὴν ἀνάστασιν.» Ὅτι δὲ βασιλεία τοῦ Θεοῦ ἡ ἀνάστασις, πρόδηλον.

Ἡ γὰρ ἀνάστασις, κατάλυσις τοῦ θανάτου· ἐβασίλευσε δὲ ὁ θάνατος ἀπὸ Ἀδὰμ ἕως Χριστοῦ· τότε δὲ καταλυθείς, παρεχώρησε τῷ Κυρίῳ τῆς νίκης καὶ τῆς βασιλείας, καθὸ εἴρηται· «Ποῦ σου, θάνατε, τὸ νῖκος;» καὶ ὁ Δαυΐδ, «Ὁ Κύριος ἐβασίλευσεν·» εἶτα ἑρμηνεύων πῶς ἐβασίλευσεν, «Εὐπρέπειαν, φησίν, ἐνεδύσατο,» ἀποφθαρτισθέντος τοῦ σώματος, καὶ τῇ θεότητι ὡραϊσθέντος· ὡς Ἡσαΐας φησίν· «Οὗτος ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος.» Καὶ αὐτὸς δὲ ὁ Κύριος μετὰ τὸ ἀναστῆναι, φησίν· «Ἐδόθη μοι πᾶσα ἐξουσία.» Τῆς οὖν ἀναστάσεως ἐλθούσης, ἣν βασιλείαν τοῦ Θεοῦ ὠνόμασεν, ὡς τὸν θάνατον καταλύσασαν, ἔπιε πάλιν σὺν τοῖς μαθηταῖς, πιστούμενος τὴν ἀνάστασιν, ὡς οὐ κατὰ φαντασίαν ἐστί. Τινὲς δὲ βασιλείαν τοῦ Θεοῦ, τὴν μέλλουσαν κατάστασιν ἐδέξαντο· πίνειν δὲ τὸν Κύριον ἐν τῷ μέλλοντι μεθ’ ἡμῶν, τὴν ἀποκάλυψιν τῶν μυστηρίων αὐτοῦ. Εὐφραίνων γὰρ ἡμᾶς εὐφραίνεται, καὶ τρέφων τρέφεται ὁ φιλάνθρωπος, καὶ τὴν ἡμετέραν πόσιν καὶ τροφήν, ἤτοι μάθησιν, οἰκείαν τροφὴν λογίζεται. Πίεται οὖν τηνικαῦτα καινήν τινα πόσιν μετὰ τῶν ἀξίων, ἀποκαλύπτων αὐτοῖς ἀεὶ καινά τινα καὶ ἀσυνήθη.

Δύο δὲ δοκεῖ ποτηρίων μνημονεύειν ὁ Λουκᾶς· καὶ ἓν μέν, φησί, «Λάβετε, καὶ διαμερίσατε ἑαυτοῖς,» ὃ τῆς Παλαιᾶς Διαθήκης τύπον εἶποι ἄν τις εἶναι· ἕτερον δέ, μετὰ τὸ κλᾶσαι τὸν ἄρτον καὶ διανείμασθαι, αὐτὸς διανέμει τοῖς μαθηταῖς, ὃ καὶ τῆς Καινῆς Διαθήκης ὀνομάζει, καὶ ἐν τῷ αὑτοῦ αἵματί φησι τοῦτο ἐγκαινίζεσθαι. Ἐπὶ μὲν γὰρ τῆς Παλαιᾶς αἷμα ζώων ἀλόγων ἦν, ὅτε ὁ νόμος ἐδόθη· νῦν δὲ τοῦ Θεοῦ Λόγου ἀνθρώπου γενομένου, τὸ αἷμα τὴν Καινὴν Διαθήκην ἡμῖν ἐπισφραγίζει.

Εἰπὼν δέ, «Τὸ ὑπὲρ ὑμῶν διδόμενον καὶ ἐκχυνόμενον,» οὐχ ὑπὲρ τῶν ἀποστόλων μόνον δεδόσθαι δηλοῖ τὸ σῶμα αὐτοῦ, καὶ τὸ αἷμα ἐκκεχῦσθαι, ἀλλ’ ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως. Ὅταν οὖν εἴπῃ, «Ὑπὲρ ὑμῶν διδόμενον,» ἀντὶ τοῦ, Ὑπὲρ τῆς ὑμετέρας φύσεως τῶν ἀνθρώπων, νόει. Τὸ μὲν οὖν παλαιὸν πάσχα ἐπὶ τῇ ἀπαλλαγῇ τῆς δουλείας τῆς ἐν Αἰγύπτῳ ἐτελεῖτο, καὶ τὸ αἷμα τοῦ προβάτου ἐπὶ τῇ συντηρήσει τῶν πρωτοτόκων· τὸ δὲ καινὸν Πάσχα ἐπὶ ἀφέσει ἁμαρτιῶν, καὶ ἐπὶ συντηρήσει τῶν ἡγιασμένων καὶ ἀφωρισμένων λογισμῶν τῷ Θεῷ. Πρῶτον δὲ ὁ ἄρτος, εἶτα τὸ ποτήριον. Προτέρα γὰρ ἡ ἐπίπονος πρᾶξις καὶ δυσκατέργαστος· ἱδρῶτες γὰρ προηγοῦνται τῆς ἀρετῆς· ὥσπερ οὖν καὶ ὁ ἄρτος οὐ μόνον ἐν ἱδρῶτι τοῦ προσώπου γεωργεῖται, ἀλλὰ καὶ ἐν τῷ ἐσθίεσθαι δυσκατεργαστότερός ἐστιν, εἶθ’ οὕτω μετὰ τοὺς πόνους ἡ εὐφροσύνη τῆς τοῦ Θεοῦ χάριτος, ὅπερ ἐστὶ τὸ ποτήριον. Μεθ’ ὃ γάρ τις ἐν τῇ ἀρετῇ τῇ δυσκατεργάστῳ κοπιάσῃ, τότε τῶν χαρισμάτων ἄξιος γίνεται, καὶ πάσχει τὴν καλὴν μέθην, ἐξιστάμενος τοῦ κόσμου τούτου, ὡς ὁ Παῦλος, καὶ ὁ Δαυΐδ· τολμητέον δὲ εἰπεῖν, καὶ ὡς ὁ Θεὸς παρὰ τῷ Ἀββακούμ. «Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με, μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης. Καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ παραδίδοται.

Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτούς, τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ μέλλων τοῦτο πράσσειν. Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. Ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν, εὐεργέται καλοῦνται.

Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ’ ὁ μείζων ἐν ὑμῖν, γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. Τίς γὰρ μείζων; ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.» Οὐδὲν πεπωρωμένης ψυχῆς ἀθλιώτερον. Ἰδοὺ γοῦν ὁ Κύριος ὅρα τί φησιν, ὅτι «Ἡ χεὶρ τοῦ παραδιδόντος με, ἐπὶ τῆς τραπέζης μετ’ ἐμοῦ·» καὶ ὁ ἀσύνετος οὐκ ᾐσθάνετο. Καὶ γὰρ οὐ μόνον, ἵνα δείξῃ ὅτι οὐκ ἀγνοεῖ τὸ συμβησόμενον, ταῦτα λέγει ὁ Κύριος, ἀλλὰ καὶ ἵνα δείξῃ ἡμῖν καὶ τὴν οἰκείαν ἀγαθότητα, καὶ τὴν τοῦ προδότου πονηρίαν, ὅτι καὶ συνέστιος γενέσθαι οὐκ ἠρυθρίασεν.

Οὐδὲ πάλιν αὐτὸς ἀφῆκε τὰ οἰκεῖα ποιῶν, καὶ τύπον ἡμῖν τιθείς, ἵνα ἄχρι τέλους σπουδάζωμεν κερδῆσαι τοὺς πταίοντας. «Καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου, φησί, πορεύεται·» οὐχ ὡς ἀσθενῶν ἀμῦναι ἑαυτῷ ἀλλ’ ὡς ὁρίσας ἑαυτῷ τὸν θάνατον ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων. «Πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ παραδίδοται.» Ὥρισται μὲν γὰρ παθεῖν, ἀλλὰ σὺ διὰ τί εὑρέθης κακός, ὥστε πρὸς προδοσίαν ἕτοιμος εἶναι; Διὰ τοῦτο οὖν σοι τὸ οὐαὶ ἀποκεκλήρωται, ὅτι εὑρέθης ἐπιτήδειος εἰς προδοσίαν· ἐπεὶ καὶ ὁ ὄφις ἐπικατάρατος, διότι ὑπούργησε τῇ τοῦ διαβόλου συμβουλῇ.

Ἐθορυβήθησαν δὲ οἱ μαθηταὶ ταῦτα ἀκούσαντες· καὶ τοῦτο πλατύτερον μαθήσῃ ἐν τῷ κατὰ Ἰωάννην. Νῦν δὲ οὐ περὶ τῆς ὑπονοίας τῆς προδοσίας θορυβοῦνται μόνον, ἀλλ’ ἐκ τούτου τοῦ θορύβου καὶ εἰς ἔριν ἔρχονται, φιλονεικοῦντες τίς αὐτῶν εἴη μείζων. Ἐνέπεσον δὲ εἰς ταύτην τὴν ἔριν ἀκολούθως.

Ἐπεὶ γὰρ πρὸς ἀλλήλους εἰκὸς ἦν λέγειν, ὅτι Σὺ μέλλεις προδιδόναι· καὶ αὖ ἐκεῖνος τούτῳ, ὅτι Σύ· ἐκ τούτου προήχθησαν εἰς τὸ λέγειν· Ἐγώ εἰμι κρείττων, καί, Ἐγώ εἰμι μείζων, καὶ τὰ τοιαῦτα. Τί οὖν ὁ Κύριος; Καταστέλλει τὸν θόρυβον τούτων δυσὶν ὑποδείγμασιν, ἑνὶ μὲν τῷ τῶν ἐθνικῶν, οὓς βδελυκτοὺς εἶχον, δεικνύων ὅτι τούτοις ἐοικότες ἔσονται, εἰ τοιαῦτα φρονοῦσιν· ἑτέρῳ δὲ τῷ ἑαυτοῦ· δι’ ἑαυτοῦ γὰρ εἰς ταπεινοφροσύνην ἄγει, δεικνὺς ἑαυτὸν διακονοῦντα αὐτοῖς. Καὶ γὰρ δὴ τότε, καθὰ εἴρηται, τὸν ἄρτον αὐτοῖς καὶ τὸ ποτήριον διένειμεν. Ἐπεὶ τοίνυν ἐγὼ ὁ ὑπὸ πάσης ἀγγελικῆς καὶ λογικῆς φύσεως προσκυνούμενος, ἐν μέσῳ ὑμῶν διακονῶ, πῶς ὑμεῖς ἄξιοί ἐστε μεγαλοφρονεῖν, καὶ περὶ πρωτείων ἐρίζειν;

Δοκεῖ δέ μοι μηδὲ παρέργως οὕτω μνημονεῦσαι τῆς ἀνακλίσεως ταύτης καὶ τῆς διακονίας, ἀλλ’ ἀναμιμνήσκων αὐτούς, ὅτι Εἰ ἐξ ἑνὸς ἄρτου ἐφάγετε, καὶ ἐξ ἑνὸς ποτηρίου ἐπίετε, φίλους ὑμᾶς καὶ ἡνωμένους ἡ μία τράπεζα ποιεῖ· διατί τοίνυν ἀναξίως τούτων φρονεῖτε; Ἀλλ’ οὐδ’ ἐγὼ τούτῳ μὲν διηκόνησα, τούτῳ δ’ οὔ, ἀλλὰ πᾶσιν ὑμῖν ἐπίσης πάντες οὖν ἓν καὶ τὸ αὐτὸ φρονεῖτε. Σὺ δέ μοι ἐκ πάντων τούτων ἐννόει, πῶς ἀτελεῖς ἦσαν ἔτι οἱ μαθηταί· ἀλλ’ ἴδε πῶς ὕστερον ἔλαμψαν. Ἐντρεπέσθωσαν Μανιχαῖοι λέγοντες, ὅτι ἐκ φύσεώς εἰσί τινες ἀμαθεῖς, καὶ ἀδύνατον μετατεθῆναι τούτους. «Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου, καὶ καθέζησθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Εἶπε δὲ ὁ Κύριος· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ συνιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Καὶ σύ ποτε ἐπιστρέψας, ἐπιστήριξον τοὺς ἀδελφούς σου. Ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. Ὁ δὲ εἶπε·

Λέγω σοι, Πέτρε, οὐ μὴ φωνήσει σήμερον ἀλέκτωρ, πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.» Ἐπειδὴ εἶπεν, ὅτι Τῷ παραδιδόντι με οὐαί, καὶ ἐν τῷ μέσῳ ἐδίδαξεν αὐτούς, ὅτι δεῖ μετριοφρονεῖν· ὥσπερ τῷ παραδιδόντι τὸ οὐαὶ προσαπεκλήρωσεν, οὕτως αὐτοῖς ἐκ τοῦ ἐναντίου φησίν, ὅτι Ὑμεῖς δέ ἐστε οἱ παραμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· διὸ καὶ ἀμοιβὰς ὑμῖν διατίθεμαι, τουτέστι, Συμφωνῶ πρὸς ὑμᾶς, ἵνα ἐπεὶ ὁ Πατήρ μου διέθετό μοι, ἤγουν ἀφώρισέ μοι βασιλείαν, ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου. Τὸ δὲ ἐσθίειν καὶ πίνειν εἶπεν, οὐχ ὡς ἐδεσμάτων ἐκεῖσε ἐσομένων, οὐδὲ ὡς αἰσθητῆς οὔσης τῆς βασιλείας αὐτοῦ. Αὐτός τε γὰρ ἐδίδαξεν οἷς πρὸς τοὺς Σαδδουκαίους εἶπεν, ὡς ἀγγελική ἐστιν ἡ ἐκεῖσε διαγωγή, καὶ ὁ Παῦλος δὲ διδάσκει τὴν βασιλείαν τοῦ Θεοῦ μὴ εἶναι βρῶσιν καὶ πόσιν. Μή τις οὖν πλανάσθω ἀκούων ἐνταῦθα τό, «Ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου·» ἀλλὰ νοείτω ὅτι ἐκ μεταφορᾶς τῶν παρὰ τοῖς τοῦ κόσμου βασιλεῦσι τιμωμένων τοῦτο εἴρηται. Οἱ γὰρ σύνδειπνοι τοῦ βασιλέως δοκοῦσι πάντων πρωτεύειν. Τοῦτο οὖν καὶ περὶ τῶν ἀποστόλων φησίν, ὅτι πάντων προτιμότεροι ἔσονται παρ’ αὐτῷ. Ἐπεὶ καὶ θρόνων καθέδρας ἀκούων, μὴ θρόνους νόει, ἀλλὰ τιμὴν καὶ δόξαν.

Οὐδεὶς γὰρ τῶν κτιστῶν καὶ γενητῶν, ἐκεῖ καθεδεῖται· ἀλλὰ τῆς ἁγίας Τριάδος, τοῦ ἀκτίστου καὶ βασιλέως τῶν ὅλων Θεοῦ, μόνης ἐστὶ τὸ καθέζεσθαι· τῆς δὲ κτίσεως, ὡς δούλης, τὸ ἵστασθαι. Καὶ ταῦτα δὲ σωματικῶς λέγομεν, τὸ καθῆσθαι καὶ τὸ ἵστασθαι. Τὸ δέ, «Κρίνοντες,» τουτέστι, κατακρίνοντες ἐκ τῶν δώδεκα φυλῶν τοὺς ἀπιστήσαντας. Οὐ μικρὰ γὰρ κατάκρισις τοῖς ἐξ Ἰσραὴλ ἀπιστήσασιν οἱ ἀπόστολοί εἰσιν, ὡς Ἰσραηλῖται ὄντες καὶ αὐτοί, ὅμως πιστεύσαντες.

Ἐπεὶ τοίνυν τῷ μὲν προδότῃ τὸ οὐαὶ ἀπέδωκε, τούτοις δὲ τοῖς παραμείνασιν ἐν τῇ πρὸς αὐτὸν στοργῇ, τοσαύτην τιμὴν προεῖπεν ἔσεσθαι, ἵνα μὴ ἐπαρθῶσιν ὡς μέγα τι κατορθωκότες, καὶ παραμείναντες ἐν τῇ ἀγάπῃ αὐτοῦ, καὶ μὴ προδόντες, «Ὁ Σατανᾶς, φησίν, ᾐτήσατο ὑμᾶς σινιάσαι,» τουτέστι, ταράξαι, βλάψαι, πειρᾶσαι· «Ἀλλ’ ἐγὼ ἐδεήθην.» Μὴ νομίσητε, φησίν, ὅτι ὑμέτερόν ἐστι τὸ πᾶν κατόρθωμα τοῦτο· ὁ γὰρ διάβολος πολὺς ἐπέκειτο ζητῶν ὑμᾶς ἐκβαλεῖν τῇς ἐμῆς στοργῆς, καὶ προδότας ἀποδεῖξαι.

Πρὸς δὲ τὸν Πέτρον ταῦτα ἀποτείνεται, διότι καὶ θρασύτερος τῶν ἄλλων ἦν, καὶ εἰκὸς αὐτὸν μεγαλοφρονῆσαι ἐφ’ οἷς ἐπηγγείλατο ὁ Χριστός. Διὸ καταστέλλων αὐτόν, φησίν, ὅτι Τῷ μὲν Σατανᾷ πολλὴ σπουδὴ γέγονε καθ’ ὑμῶν· ἐγὼ δὲ ᾐτησάμην περὶ σοῦ. Τοῦτο κατὰ τὸ ἀνθρώπινον ἔφη· ὡς γὰρ Θεός, τί ἐδεῖτο τοῦ αἰτήσασθαι; «Ἐδεήθην οὖν, φησίν, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου.» Εἰ γὰρ καὶ πρὸς μικρὸν μέλλεις σαλευθῆναι, ἀλλ’ ἔχεις ἐναποκείμενα τὰ σπέρματα τῆς πίστεως. Κἂν τὰ φύλλα ἔῤῥιψε τὸ πνεῦμα τοῦ ἐπηρεάζοντος, ἀλλ’ ἡ ῥίζα ζῇ, καὶ οὐκ ἐκλείψει ἡ πίστις σου. Σὺ δὲ ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Τὸ μὲν πρόχειρον νοῆσαι, τοῦτ’ ἔστιν, ὅτι Ἐπειδή σε τῶν μαθητῶν ἔξαρχον ἔχω, μεθ’ ὃ ἀρνησάμενός με, κλαύσεις, καὶ εἰς μετάνοιαν ἔλθῃς, στήριξον τοὺς λοιπούς. Τοῦτο γὰρ προσήκει σοι ὡς μετ’ ἐμὲ ὄντι τῆς Ἐκκλησίας πέτρᾳ καὶ στηρίγματι. Νοήσειε δ’ ἄν τις τοῦτο οὐ μόνον περὶ τῶν τότε ἀποστόλων εἰρῆσθαι, ὡς ἂν ὑποστηριχθῶσιν ὑπὸ τοῦ Πέτρου, ἀλλὰ καὶ περὶ πάντων τῶν ἄχρι τῆς συντελείας τοῦ αἰῶνος πιστῶν. Σὺ γάρ, ὦ Πέτρε, ἐπιστρέψας, καλὸν ὑπόδειγμα γενήσῃ πᾶσιν εἰς μετάνοιαν, καὶ οὐδεὶς τῶν πιστευόντων εἰς ἐμὲ ἀπογνώσεται ἀποβλέπων πρὸς σὲ τὸν ἀπόστολον μὲν ὄντα, ἀρνησάμενον δέ, καὶ πάλιν τὰ πρωτεῖα πάντων καὶ τὴν τῆς οἰκουμένης ἐπιστασίαν λαβόντα διὰ τῆς μετανοίας.

ᾘτήσατο οὖν ὁ Σατανᾶς σινιάσαι σε, καὶ βλάψαι ὥσπερ σῖτον καθαρόν, παρεμβάλλων τὰ ῥυπαίνοντα, οἷα δὴ φθονῶν σοι τῆς πρὸς ἐμὲ ἀγάπης, ὥσπερ ἔθος αὐτῷ. Οὕτω γὰρ καὶ τῷ Ἰὼβ ἐπεδείξατο· ἀλλ’ ἐγὼ οὐ πάντη σε ἐγκατέλιπον, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου εἰς τὸ παντελές. Εἰ καὶ ἐδεήθην δὲ ἐγὼ αὐτὸς περὶ σοῦ, ὅμως σὺ μὴ ἀναπέσῃς, ἀλλ’ ἐπιστρέψας, τουτέστι, μετανοήσας καὶ δακρύσας, καὶ ἀπὸ τῆς ἀρνήσεως φυγών, γενοῦ καὶ τοῖς ἄλλοις πιστοῖς τύπος τοῦ μετανοεῖν, καὶ μὴ ἀπογινώσκειν.

Τί οὖν ὁ Πέτρος; Ἐκ πολλῆς ἀγάπης θρασύνεται, καὶ ὑπισχνεῖται τὰ τέως αὐτῷ ἀδύνατα. Ὁ δὲ Κύριος, ἐπεὶ εἶδεν αὐτὸν ἀπὸ προπετεία, φθεγγόμενον (ἔδει γὰρ ἅπαξ ἀκούσαντα τῆς αὐτοαληθείας εἰπούσης αὐτῷ, ὅτι πειρασθήσεται, μηκέτι ἀντιτείνειν), ἀναφαίνει αὐτῷ καὶ τὸ εἶδος τοῦ πειρασμοῦ, ὅτι ἄρνησις ἔσται. Ἐντεῦθεν δὲ μανθάνομεν δόγμα, ὅτι οὐκ ἀρκεῖ πρόθεσις ἀνθρώπου χωρὶς τῆς τοῦ Θεοῦ ἐπικουρίας· ὥσπερ οὖν καὶ ὁ Πέτρος ἐγκαταλειφθεὶς πρὸς μικρόν, εἰ καὶ ἐδόκει ἀγαπᾷν, θερμότητα ἔχειν, ἀλλ’ ὅμως τοῦ Θεοῦ ἀφέντος, ὑπεσκελίσθη τῷ ἐχθρῷ. Καὶ αὖ οὐκ ἀρκεῖ ἡ τοῦ Θεοῦ ἐπικουρία, μὴ καὶ προθέσεως ἀνθρωπίνης οὔσης· ὥσπερ οὖν καὶ Ἰούδας οὐδὲν ὠφελήθη, καίτοι πάντα ποιοῦντος τοῦ Κυρίου εἰς τὸ κερδῆσαι αὐτόν· προαίρεσις γὰρ ἀπῆν ἀγαθή. Φρίξωμεν οὖν ἐννοοῦντες τοῦ διαβόλου τὰς ἐπιβουλάς, ὡς ἰσχύουσι κατὰ τῶν χαυνοτέρων.

Ἰδοὺ γὰρ ἐνταῦθα ὁ Πέτρος, καίτοι ὑπὸ Θεοῦ συγκρατούμενος, ὅμως διότι μικρὸν οἰκονομικῶς ἐγκατελείφθη, εἰς ἄρνησιν ἀπηνέχθη· εἰ τοίνυν μὴ ἐτηρεῖτο ὑπὸ Θεοῦ, καὶ σπέρματα ἐν αὐτῷ ἀποκείμενα ἦν ἀγαθά, τί οὐκ ἂν ἔπαθεν; Ὁ γὰρ σκοπὸς τῷ διαβόλῳ ἦν, καὶ τοῦτον εἰς προδοσίαν ῥίψαι. «Τὰ γὰρ βρώματα τῷ διαβόλῳ, φησὶν ὁ προφήτης, ἐκλεκτά.» Χάρις δὲ Θεῷ τῷ οὐκ ἐγκαταλείποντι τοὺς ὁσίους, καὶ δικαίους, καὶ ἀγαθοὺς τῇ καρδίᾳ, οἷος ἦν ὁ Πέτρος, φιλόστοργος, καὶ περὶ τὸν Διδάσκαλον πάσης πονηρᾶς ὑπονοίας ἀλλότριος. «Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου, καὶ πήρας, καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον· Οὐδενός. Εἶπεν οὖν αὐτοῖς·

Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. Λέγω γὰρ ὑμῖν, ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό, Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει. Οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ ὧδε μάχαιραι δύο. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.» Ἐν ἀρχῇ μὲν τοῦ κηρύγματος, στέλλων τοὺς μαθητὰς ὁ Κύριος ἐπὶ τὰς κώμας καὶ πόλεις, ἀπερίττους ἀπέστελλε, μηδὲν ἐπαγομένους χρειῶδες, μηδενὸς φροντίζοντας. Ἔδει γὰρ αὐτοὺς μαθεῖν τὴν αὐτοῦ δύναμιν καὶ ἐν τοῖς τοιούτοις. Αὐτὸς γὰρ κηδόμενος αὐτῶν ὡς ἀσθενῶν, ἀφθόνως ἐποίει αὐτοῖς τὰ χρειώδη ἐπιῤῥεῖν καὶ ἀφροντίστως. Νῦν δὲ τὰ ἐναντία διακελεύεται, οὐκ ἐναντιούμενος ἑαυτῷ, ἀλλὰ δεικνὺς αὐτοῖς ὅτι μέχρι μὲν νῦν ὡς παιδία διεβάσταζε, καὶ οὐδενὸς αὐτοὺς ἐποίει φροντίζειν, ἀπὸ τοῦ νῦν δὲ χρὴ καὶ αὐτοὺς τὰ τῶν ἀνδρῶν φρονεῖν καὶ προνοεῖσθαι ἑαυτῶν. Ἐγὼ γάρ, φησίν, ὁ πατὴρ ὑμῶν ὁ κηδόμενος ἤδη ἀπέρχομαι· ἀπὸ τοῦ νῦν ἐνδύσασθε πρὸς τὸ καὶ αὐτοὶ φροντίζειν τῶν οἰκείων, καὶ μὴ πάντα θαῤῥεῖν ἐμοί. Οὐδὲ γὰρ τοιαῦτα ὑμῖν ἔσονται τὰ πράγματα, ῥᾴω τε καὶ ἄπονα, ἀλλὰ καὶ πείνῃ, καὶ δίψῃ, καὶ ἀντικειμένοις πολλοῖς περιπεσεῖσθε. Ταῦτα γὰρ αἰνίττεται διὰ τοῦ βαλαντίου, καὶ τῆς πήρας, καὶ τῆς μαχαίρας.

Διὸ ἀνάστητε, ὡς καὶ πεινήσοντες, καὶ δεησόμενοι βρωμάτων· ὃ διὰ τῆς πήρας αἰνίττεται.

Καὶ ἀνδρίζεσθε, ὡς ἀντικειμένοις πολλοῖς περιπεσούμενοι· ὃ διὰ τῆς μαχαίρας ἐμφαίνει. Ταῦτα δὲ λέγει, οὐχ ἵνα πάντως μαχαίρας ἐπισύρωνται, ἀλλ’, ὡς ἔφην, τοὺς πολέμους αἰνιττόμενος καὶ τοὺς κινδύνους, καὶ πρὸς πάντα παρεσκευασμένους εἶναι εἰσηγούμενος. Ἵνα γὰρ μὴ νομίσωσιν οἱ μετέπειτα, ὅτι οὐδὲν παρ’ ἑαυτῶν οἱ ἀπόστολοι εἰς τὴν ἀρετὴν συνεισήνεγκαν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ ἦν, Οὐ τοῦτο, φησίν, ἔσται οὕτως. Οὐδὲ γὰρ ὡς ἀψύχοις ὀργάνοις βούλομαι τοῖς ἐμοῖς μαθηταῖς χρῆσθαι, ἀλλὰ καὶ τὰ παρ’ ἑαυτῶν ἐπιζητῶ προσφέρειν αὐτούς. Ἀμέλει καὶ εὑρήσεις τοὺς ἀποστόλους, καὶ μάλιστα Παῦλον πολλὰ καὶ ἐξ ἐπινοιῶν ἀνθρωπίνων κατορθοῦντα (καὶ ἀνάγνωθι τὰς Πράξεις)· πλὴν ἐν ταύταις οὐκ ἀπῆν ἡ τοῦ Θεοῦ βοήθεια· ἅμα δὲ καὶ ὠφελοῦντο οἱ ἀπόστολοι εἰς τὸ ἄτυφον ἐκ τούτου.

Εἰ γὰρ καὶ αὐτοὶ μηδενὸς φροντίζοντες, πάντα παρὰ τοῦ Θεοῦ ἀνέμενον, καὶ ἐγίνοντο αὐτοῖς, ἐτυφώθησαν ἄν, ὡς μείζονα ἢ κατὰ ἀνθρωπίνην φύσιν λαχόντες. Καὶ ἄλλως δέ, ἀργία φύσεως καὶ διαφθορά, τὸ μηδὲν ἀφ’ ἑαυτῶν ἐπινοεῖσθαι, ἀλλὰ πάντα, τοῦτο δὴ τὸ τοῦ λόγου, ἀληλεσμένα προσδοκᾷν. Διὰ τοῦτό φησιν αὐτοῖς, ὅτι Ἀπὸ τοῦ νῦν καὶ πήρας βαστάζετε, τουτέστιν, Οὕτω διάκεισθε, καὶ φροντίζετε, ὡς πεινήσοντες· καὶ μαχαίρας ἀγοράσατε, ὅπερ ἐστίν, Οὕτω προνοεῖσθε ἑαυτῶν, ὡς κινδύνοις καὶ πολέμοις προσκρούσοντες. Καὶ ἄλλως δὲ ἐξελάβοντό τινες τὸ ἀγοράσαι μάχαιραν. Αἰνίττεται γάρ, φασί, τὴν ἔφοδον τὴν κατ’ αὐτοῦ ὅσον οὔπω γενησομένην, καὶ ὅτι μέλλουσιν αὐτὸν συλλαμβάνειν φονεῖς ἄνθρωποι. Ἐπεὶ γὰρ ἐκεῖνοι περὶ πρωτείων ἔφθησαν πρὸς ἀλλήλους φιλονεικήσαντες, Οὐκ ἔστι καιρός, φησί, φιλοπρωτείας, ἀλλὰ κινδύνων καὶ σφαγῶν.

Καὶ γὰρ ἐγὼ ὁ διδάσκαλος ὑμῶν εἰς θάνατον ἀπάγομαι, καὶ οὐδὲ ἔντιμον θάνατον· ἀλλὰ καὶ τοῦτο πληρωθήσεται ἐπ’ ἐμοί, τό, «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.» Τὴν ἔφοδον οὖν τὴν λῃστρικὴν αἰνίττεσθαι βουλόμενος, ἐμνήσθη μαχαίρας· καὶ οὔτε τέλεον ἀπεκάλυψεν, ἵνα μὴ δειλίᾳ τινὶ ταραχθῶσιν· οὔτε τέλεον ἀπεσιώπησεν, ἵνα μὴ τῇ ἀθρόᾳ ἐφόδῳ συγχυθῶσι· μᾶλλον δὲ ἵνα μετὰ ταῦτα ἀναμιμνησκόμενοι, θαυμάζωσιν αὐτὸν ὡς προγινώσκοντα, καὶ ἐκπλήττωνται, πῶς ἑαυτὸν ἐξεδίδου πρὸς τὸ πάθος ὑπὲρ σωτηρίας τῶν ἀνθρώπων, καὶ διὰ τοῦτο καὶ αὐτοὶ μηδὲν τῶν ἀλγεινῶν ὑποφεύγωσιν ὑπὲρ τοῦ σῶσαί τινας. Ταῦτα γάρ, οἶμαι, τὰ αἰνιγματώδη· διὰ τοῦτο ἔλεγεν, ἵνα μετὰ ταῦτα ἀναμιμνησκόμενοι καὶ συνιέντες ὠφελῶνται· ἐπείτοι γε τότε οὕτως ἀνοήτως διέκειντο, ὥστε εἰπεῖν· «Κύριε, ἰδοὺ ὧδε μάχαιραι δύο.» Ὁ δὲ ἐπεὶ εἶδεν αὐτοὺς μὴ συνηκότας, φησίν· «Ἱκανόν ἐστι.» Καίτοι γε οὐκ ἦν ἱκανόν. Εἰ μὲν γὰρ ἀνθρωπίνῃ βοηθείᾳ ἔδει κεχρῆσθαι κατὰ τῶν λῃστρικῶς ἐπιόντων, οὐδὲ ἑκατὸν μάχαιραι ἱκαναὶ ἦσαν· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ θειοτέρας ἔδει συνεργείας, περιτταὶ καὶ αἱ δύο. Ἀλλ’ ὅμως ὁ Κύριος οὐκ ἠθέλησεν ἐλέγξαι αὐτούς, ὡς μὴ νοήσαντας, ἀλλ’ εἰπών, «Ἱκανόν ἐστι,» παρέδραμεν· ὥσπερ οὖν καὶ ἡμεῖς, ἐπειδὰν πρός τινα ὁμιλοῦντες ἴδωμεν αὐτὸν μὴ συνιέντα ὃ εἴπομεν, λέγομεν, Καλόν, ἄφες, καίτοι γε οὐκ ἔστι καλόν· ἀλλ’ οὖν ἵνα μὴ ἐνοχλῶμεν, ἀφίεμεν.

Ποιεῖ δὲ τοῦτο ὁ Κύριος, ἐπειδὰν ἴδῃ τοὺς μαθητάς, μὴ νοήσαντας τὸ λεχθέν. Παρατρέχει γὰρ καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τὴν κατανόησιν τῶν ῥηθέντων ἐπιτρέπων· ὥσπερ καὶ ὅταν εἶπε· «Λύσατε τὸν ναὸν τοῦτον·» ὕστερον γὰρ ἔγνωσαν τοῦτο οἱ μαθηταὶ αὐτοῦ μετὰ τὴν ἀνάστασιν. Τινὲς δὲ κατ’ εἰρωνείαν ἔφασαν εἰπεῖν τὸν Κύριον τό, «Ἱκανόν ἐστιν.» Εἰπόντων γὰρ τῶν μαθητῶν, «Ἰδοὺ ὅδε μάχαιραι δύο,» ὁ Κύριος εἰρωνικῶς, φασίν, εἴρηκεν·

Ἐπεὶ δύο εἰσί, πολλαί εἰσι πάντως, καὶ ἀρκοῦσιν ἡμῖν πρὸς πλῆθος τοσοῦτον ἐπελευσόμενον ἡμῖν. «Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς·

Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν, καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν· καὶ θεὶς τὰ γόνατα, προσηύχετο λέγων· Πάτερ, εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω. Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν. Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες εἰς τὴν γῆν. Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς αὐτοῦ, εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης. Καὶ εἶπεν αὐτοῖς·

Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» Μετὰ τὸ δεῖπνον, οὐ ῥᾳθυμία, καὶ παίγνια, καὶ ὕπνος τὸν Κύριον διαδέχονται, ἀλλὰ διδασκαλία, καὶ προσευχή, δι’ ἡμᾶς ταῦτα τυποῦντα καὶ ὑποδεικνύντα. Οὐαὶ λοιπὸν τοῖς τῆς ἀτίμου πορνείας ἔργοις μετὰ τὰ δεῖπνα ἐπιχειροῦσιν.

Ὑπαναχωρεῖ γοῦν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν μετὰ τὸ τοιαῦτα διδάξαι τοὺς μαθητάς, ὡς ἂν προσεύξηται. Εἰώθει γὰρ κατὰ μόνας τοῦτο ποιεῖν· διὸ καὶ ἀπὸ τῶν μαθητῶν ἀποσπᾶται. Οὐ πάντας δὲ τοὺς μαθητάς, ἀλλὰ μόνους τοὺς τρεῖς παραλαμβάνει, τοὺς καὶ τῆς δόξης αὐτοῦ ἐν τῷ ὄρει θεωρούς.

Ἐπειδὴ γὰρ ἀγωνιᾷ καὶ προσεύχεται, ἵνα μὴ δόξωσι δειλίας ταῦτα εἶναι, διὰ τοῦτο τούτους τῆς θεϊκῆς αὐτοῦ δόξης καὶ τῆς ἄνωθεν μαρτυρίας αὐτόπτας καὶ ἀκουστὰς παραλαμβάνει· ἵνα ὅταν ὁρῶσιν ἀγωνιῶντα, τῆς ἀνθρωπίνης φύσεως τοῦτο εἶναι λογίσωνται.

Διὰ γὰρ τὸ πιστώσασθαι, ὅτι ἀληθῶς ἄνθρωπος γέγονε, ἐνδέδωκε τῇ φύσει τὸ ἑαυτῆς ποιεῖν· καὶ ἐπιθυμεῖ ζωῆς καὶ αὐτὸς ὡς ἄνθρωπος, καὶ εὔχεται παρελθεῖν τὸ ποτήριον· φιλόζωον γὰρ ὁ ἄνθρωπος· τὰς αἱρέσεις διὰ τούτων ἀνατρέπων τὰς λεγούσας, ὅτι κατὰ φαντασίαν ἐνηνθρώπησεν. Εἰ γὰρ καὶ τούτων γενομένων, ἔσχον πάροδον τοιαῦτα φλυαρεῖν· τί οὐκ ἂν εἶπον, εἰ μηδὲ ταῦτα ἐγένετο;

Τὸ μὲν οὖν θέλειν παρενεχθῆναι τὸ ποτήριον, ἀνθρώπινον τὸ δὲ ταχέως εἰπεῖν, «Πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σὸν,» δείκνυσιν ὅτι καὶ ἡμᾶς οὕτω δεῖ διακεῖσθαι καὶ φιλοσοφεῖν, καὶ τῷ θείῳ θελήματι παραχωρεῖν, καὶ τῆς φύσεως ἀνθελκούσης, μὴ ἐπιστρέφεσθαι. Μὴ τὸ θέλημά μου τὸ ἀνθρώπινον γενέσθω, ἀλλὰ τὸ σόν, ὅπερ σὸν οὐκ ἔστι τοῦ ἐμοῦ θείου θελήματος κεχωρισμένον· δύο γὰρ φύσεις ἔχων ὁ εἷς Χριστός, εἶχε πάντως καὶ φυσικὰ θελήματα τό τε θεῖον, καὶ τὸ ἀνθρώπινον, ἤτοι θελήσεις. Ἤθελε μὲν οὖν ἡ ἀνθρωπίνη φύσις τὸ ζῇν· φυσικὸν γάρ· εἶτα ἑπομένη τῷ θείῳ θελήματι (τὸ δέ ἐστι, τὸ πάντας ἀνθρώπους σωθῆναι, κοινὸν ὂν Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος), τὸν θάνατον κατεδέξατο· καὶ οὕτως ἓν ἐγένετο τὸ θελητόν, τουτέστιν, ὁ σωτηριώδης θάνατος. Ὅτι γὰρ ἀπὸ τῆς ἀνθρωπίνης φύσεως ἦν τὸ προσεύχεσθαι, κατὰ παραχώρησιν πασχούσης τὸ κοινὸν πάθος τῆς φιλοζωΐας, ἀλλ’ οὐκ ἀπὸ τῆς θεότητος, ὥς φασιν οἱ κατάρατοι Ἀρειανοί, δῆλον ἐκ τοῦ καὶ ἱδρῶσαι, καὶ οὕτως ἐναγώνιον γενέσθαι, ὥστε, τοῦτο δὴ τὸ τῆς παροιμίας, καὶ θρόμβους αἵματος ἐξ αὐτοῦ πεσεῖν.

Παροιμία γάρ ἐστιν ἐπὶ τῶν σφόδρα κοπιώντων, ὅτι Αἷμα ἵδρωσεν· ὥσπερ καὶ ἐπὶ τῶν πικρῶς ὀδυρομένων, Αἵματα κλαίει. Τοῦτο τοίνυν θέλων δηλῶσαι καὶ ὁ εὐαγγελιστής, ὅτι οὐχὶ λεπταῖς τισι νοτίσι, καὶ οἷον ἐνδείξεως χάριν ἐμφαινομέναις, ἀλλὰ σταγόσιν ἁδραῖς ἱδρώτων περιεστάζετο, τοὺς τῶν αἱμάτων θρόμβους εἰς εἰκόνα τοῦ γενομένου παρείληφεν. Ἐντεῦθεν οὖν δῆλον ὡς ἡ ἱδροῦσα φύσις ἐκείνη καὶ ἀγωνία, ἡ ἀνθρωπίνη ἦν, οὐχ ἡ θεία. Ἐπεὶ καὶ ἡ ἀνθρωπίνη φύσις συνεχωρήθη ταῦτα πάσχειν, καὶ οὕτως ἔπασχεν, ἵν’ ἅμα μὲν δείξῃ, ὅτι οὐ κατὰ φαντασίαν ἐφάνη ἄνθρωπος, ἅμα δὲ μυστικώτερον καὶ τὴν κοινὴν τῆς ἀνθρωπίνης φύσεως δειλίαν ἐξιάσηται, ἐν ἑαυτῷ δαπανήσας ταύτην, καὶ κατήκοον ποιήσας τῷ θείῳ θελήματι. Καὶ τοὺς ἐκ τοῦ σώματος ἐξερχομένους ἱδρῶτας καὶ ἀποπίπτοντας, τοῦτο αἰνίττεσθαι φαίη ἄν τις, τὸ ἀναξηραίνεσθαι, καὶ ἐξικμάζεσθαι, καὶ ἀποπίπτειν ἀφ’ ἡμῶν τὰς τῆς δειλίας πηγάς, ἀνδρουμένης τῆς φύσεως ἡμῶν ἐν Χριστῷ καὶ τονουμένης.

Εἰ μὴ γὰρ τοῦτο ἦν αἰνιττόμενος, φημὶ δὴ τὸ τὴν ἡμετέραν τῶν ἀνθρώπων δειλίαν ἐξιᾶσθαι θέλειν, οὐκ ἄν, οὐδὲ εἰ σφόδρα δειλὸς ἦν καὶ ἀγεννής, οὕτως ἵδρου. Ὤφθη δὲ αὐτῷ ἄγγελος ἐνισχύων αὐτόν, καὶ τοῦτο εἰς ἡμῶν παράκλησιν, ὡς ἂν τὴν τῆς εὐχῆς δύναμιν μάθωμεν, ὅτι ἐνισχύει, καὶ μαθόντες, ταύτην ἐν τοῖς δεινοῖς προβαλλώμεθα. Ἅμα δὲ καὶ προφητεία Μωσέως πληροῦται ἐν τῇ μεγάλῃ ᾠδῇ εἰρημένη· «Καὶ ἐνισχυσάτωσαν ἐν αὐτῷ πάντες υἱοὶ Θεοῦ.» Τινὲς δὲ οὕτω περιειργάσαντο τὸ ῥητόν, ὅτι ὤφθη αὐτῷ ἄγγελος δοξάζων αὐτόν, καὶ λέγων· Σή ἐστι, Κύριε, ἡ ἰσχύς. Σὺ γὰρ ἴσχυσας κατὰ τοῦ θανάτου, καὶ τοῦ ᾅδου, ἐλευθερῶσαι τὸ γένος τῶν ἀνθρώπων.

Ταῦτα μὲν οὕτως. Αὐτὸς δὲ τοὺς μαθητὰς εὑρὼν κοιμωμένους, ὀνειδίζει τε ἅμα, καὶ παραινεῖ ἐν πειρασμοῖς προσεύχεσθαι, ὥστε μὴ νικηθῆναι ὑπὸ τούτων. Τοῦτο γὰρ τό, «Μὴ εἰσελθεῖν εἰς πειρασμόν,» τουτέστι, τὸ μὴ καταποθῆναι ὑπὸ τοῦ πειρασμοῦ, μηδὲ εἴσω τῆς αὐτοῦ ἐπικρατείας γενέσθαι. Ἢ καὶ ἁπλῶς κελεύει ἡμᾶς εὔχεσθαι, ἵνα ἐν γαλήνῃ ὦσι τὰ ἡμέτερα, καὶ μὴ περιπέσωμέν τινι τῶν δυσχερῶν· δαιμονιῶδες γὰρ τὸ ἐπιῤῥίπτειν ἑαυτοὺς εἰς πειρασμούς, καὶ ἀλαζονικόν. Πῶς οὖν φησιν ὁ Ἰάκωβος, ὅτι «Πᾶσαν χαρὰν ἡγήσασθε, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις;» Καὶ τί τοῦτο; μὴ γὰρ ἡμεῖς ἐναντία λέγομεν; Ἰδοὺ γοῦν καὶ Ἰάκωβος οὐκ εἶπεν, ὅτι Ἐπιῤῥίπτετε ἑαυτούς, ἀλλ’, «Ὅταν περιπέσητε,» μὴ καταπέσητε, ἀλλὰ «πᾶσαν χαρὰν ἡγήσασθε,» καὶ τὸ τέως ἀβούλητον ποιήσασθε βουλητόν. Κρεῖττον γάρ, εἰ μὴ ἦλθον· ἐπεὶ δὲ ἦλθον, τί δεῖ ἀνόνητα λυπεῖσθαι; Δεῖξον οὖν μοι ῥητῶς προσταττόμενον τό, Εὔχεσθε εἰς πειρασμοὺς ἐμπεσεῖν. Ἀλλ’ οὐκ ἂν ἔχοις. Οἶδα δὲ ὅτι διττὸν τὸ εἶδος τῶν πειρασμῶν, καὶ ὅτι τινὲς νοοῦσι, μὴ εἰσέρχεσθαι μὲν εἰς πειρασμὸν δεῖν εὔχεσθαι, τουτέστιν, εἰς τὸν τὴν ψυχὴν ἡττῶντα, ἤγουν εἰς πορνείας πειρασμόν, εἰς θυμοῦ πειρασμόν· πᾶσαν δὲ χαρὰν ἡγεῖσθαι, ὅταν σωματικαῖς κακώσεσι καὶ πειρασμοῖς περιπίπτωμεν· ὅσῳ γὰρ ὁ ἔξω ἄνθρωπος φθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται.

Οἴδαμεν οὖν ταῦτα, ἀλλὰ τὰ ἀληθέστερα προκρίνω, καὶ τὰ τῷ παρόντι σκοπῷ προσφυέστερα. «Ἔτι δὲ αὐτοῦ λαλοῦντος, ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτῶν, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον, εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ, ἰάσατο αὐτόν. Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;

Καθημέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ, ἀλλ’ αὕτη ὑμῶν ἐστιν ἡ ὥρα καὶ ἐξουσία τοῦ σκότους.» Φίλημα Ἰούδας δέδωκε σύνθημα τοῖς ἐπιοῦσιν, ἀλλ’ οὐ μακρόθεν ὑπέδειξεν, ἵνα μὴ διαψευσθῶσιν νυκτὸς οὔσης· ἐπεὶ καὶ τοῦ μὴ λαθεῖν τὸν Ἰησοῦν ἕνεκεν, μετὰ φανῶν καὶ λαμπάδων ἥκουσι. Τί οὖν ὁ Κύριος; Προσίεται τοῦτο τὸ ἐχθρὸν φίλημα. Οἱ κεραυνοὶ δὲ ἠμέλουν ἐπὶ τὸν ἀχάριστον καὶ δόλιον, διδάσκοντος ἡμᾶς τὴν ἀνεξικακίαν ἐν τοῖς τοιούτοις τοῦ Σωτῆρος. Ὀνειδίζει δὲ μόνον· «Ἰούδα, φιλήματι προδίδως;» οὐδὲ αὐτὸ τὸ εἶδος τῆς προδοσίας αἰσχύνῃ; φίλου ἀσπασμῷ, ἐχθροῦ ἔργον τὴν προδοσίαν μιγνύεις; Ἀλλὰ καὶ τίνα προδίδως; τὸν Υἱὸν τοῦ ἀνθρώπου, τουτέστι, τὸν ἥμερον, τὸν πρᾶον, τὸν συγκαταβατικόν, τὸν διὰ σὲ ἐνανθρωπήσαντα· καὶ ταῦτα Θεὸν ὄντα; Ταῦτα δὲ ἔλεγεν, ἄχρι τῆς ἐσχάτης ὥρας περικαιόμενος αὐτοῦ.

Διὸ καὶ οὐδὲ ὕβρισεν, οὐδὲ εἶπεν· Ἀπάνθρωπε καὶ ἀγνωμονέστατε, ἀλλ’, «Ἰούδα,» τῷ κυρίῳ αὐτοῦ ὀνόματι ἀνακαλούμενος αὐτόν. Καὶ οὐδ’ ἂν προσωνείδισεν, εἰ μὴ καὶ τοῦτο εἰς βελτίωσιν αὐτοῦ ἦν, εἴπερ ἐβούλετο. Ἵνα γὰρ μὴ δόξῃ λαθεῖν, ἀλλ’ ἐπιγνοὺς κἂν τότε τὸν Δεσπότην, ὡς πάντα εἰδότα, προσπέσῃ, καὶ μεταγνῷ, τούτου ἕνεκεν καὶ τοῦτο ἐποίησε, καὶ ὀνειδίζειν ἔδοξεν. ᾜδει μὲν γὰρ αὐτόν, ὅτι ἀδιόρθωτός ἐστιν, ἀλλ’ οὖν τὸ ἑαυτοῦ ἐποίει· ὥσπερ οὖν καὶ ὁ Πατὴρ αὐτοῦ ἐν τῇ Παλαιᾷ ποιεῖ· εἰδὼς μὴ ἀκούσοντας τοὺς Ἑβραίους, ὅμως ἀποστέλλει τοὺς προφήτας· ἅμα δὲ καὶ ἡμᾶς τοῦτο αὐτὸ διδάσκων, ἵνα μὴ ἐκκακῶμεν τοὺς πταίοντας διορθούμενοι. Ζηλοῦσι δὲ οἱ μαθηταί, καὶ μαχαίρας ἀνασύρονται. Πόθεν δὲ ταύτας εἶχον; Τὸ ἀρνίον θύσαντες, καὶ ἀπὸ τραπέζης ἐξεληλυθότες, εἰκότως εἶχον ταύτας. Ἐπιτιμᾶται δὲ ὁ θερμὸς Πέτρος, ὡς παρὰ τὸν σκοπὸν τοῦ Κυρίου ζήλῳ χρησάμενος. Οἱ μὲν γὰρ ἄλλοι ἐρωτῶσιν· «Εἰ πατάξομεν;» αὐτὸς δὲ οὐ περιμένει προτροπήν· οὕτω πανταχοῦ ζέων ἦν ὑπὲρ τοῦ Διδασκάλου. Πατάσσει δὲ τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφαιρεῖ αὐτοῦ τὸ οὖς τὸ δεξιόν. Οὐ τυχαίως τοῦτο, ἀλλὰ σύμβολον ὃν τοῦ τοὺς τότε ἀρχιερεῖς ἅπαντας δούλους γενέσθαι, καὶ ἀπολέσαι τὴν δεξιὰν ἀκοήν. Εἰ γὰρ ἤκουον Μωσέως, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.

Ἰησοῦς δὲ τὸ ὠτίον ἀποκαθίστησι· πρέπει γὰρ τῇ μεγάλῃ τοῦ Λόγου δυνάμει τὸ τοὺς παρακούοντας ἰᾶσθαι, καὶ προστιθέναι αὐτοῖς ὠτίον εἰς τὸ ἀκούειν. Θαυματουργεῖ τοίνυν ὁ Ἰησοῦς, διὰ τοῦ φαινομένου τούτου ἐπὶ τῷ ὠτίῳ θαύματος τὴν ἀνεξικακίαν αὐτοῦ δεικνύων, καὶ διὰ γοῦν τοῦ θαύματος ἐνάγων αὐτοὺς εἰς τὸ ἀπέχεσθαι τῆς μανίας. Λέγει δὲ πρὸς τοὺς ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ, τουτέστι, τοὺς ταξεώτας, τοὺς ἐπὶ τῷ ἐκτάσσειν τεταγμένους τὰς ἱερατικὰς ἀπαιτήσεις, ἢ καὶ τοὺς πεπιστευμένους τὰ τῆς ἐποικοδομῆς τοῦ ἱεροῦ καὶ ἐπισκευῆς ἔργα στρατηγοὺς ὀνομάζει. Φησὶν οὖν πρὸς τούτους· Καθημέραν ἐν τῷ ἱερῷ ἐδίδασκον, καὶ οὐκ ἠθελήσατέ με συλλαβεῖν, καὶ νῦν λῃστρικῶς ἐπήλθετε. Ἀλλ’ ὄντως νυκτὸς ἔργοις ἐπιχειρεῖτε, καὶ ἡ ἐξουσία ὑμῶν τοῦ σκότους ἐστί· καὶ διὰ τοῦτο τοιαύτην ὥραν ἐπετηρήσατε οἰκείαν ὑμῖν, καὶ τῷ ἔργῳ ᾧ ἐπεβάλλεσθε. «Συλλαβόντες δὲ αὐτὸ ἤγαγον, καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε· Καὶ οὗτος σὺν αὐτῷ ἦν. Ὁ δὲ ἠρνήσατο αὐτὸν λέγων·

Γύναι, οὐκ οἶδα αὐτόν. Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος εἶπεν· Ἄνθρωπε, οὐκ εἰμί. Καὶ διαστάσης ὠσεὶ ὥρας μιᾶς, ἄλλος τις διισχυρίζετο λέγων· Ἐπ’ ἀληθείας, καὶ οὗτος μετ’ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. Εἶπε δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ὁ ἀλέκτωρ.

Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, ἀρνήσῃ με τρίς. Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.» Ἠσθένησε κατὰ τὴν πρόῤῥησιν τοῦ Χριστοῦ ὁ Πέτρος, καὶ ἠρνήσατο τὸν Δεσπότην Χριστὸν οὐχ ἅπαξ, ἀλλὰ καὶ τρίς, καὶ ἐνώμοτον ἐποιεῖτο τὴν ἄρνησιν. Φησὶ γὰρ ὁ Ματθαῖος, ὅτι «Ἤρξατο καταναθεματίζειν, καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.» Τοσοῦτον δὲ ἄρα ὑπὸ τῆς δειλίας κατεσχέθη, ἐγκαταλειφθεὶς πρὸς μικρὸν διὰ τὴν θρασύτητα, ὡς ἂν παιδευθείς, τοῖς ἄλλοις συγγνώμων εἴη. Προπετέστερος γὰρ ἦν, καὶ εἰ μὴ ἐντεῦθεν ἐσωφρονίσθη, αὐθαδῶς ἂν τὰ πολλὰ καὶ ἀσυγγνωμόνως διῆγεν. Ἀλλὰ τότε γε τοσοῦτον ὑπὸ δειλίας κατεχώσθη, ὥστε οὐδὲ ᾔσθετο τοῦ πτώματος, εἰ μὴ ὁ Κύριος στραφείς, ἐνέβλεψεν αὐτῷ. Ὢ τῆς ἀγαθότητος! ὅτι καὶ ἐν κατακρίσει ὤν, οὐκ ἠμέλει τῆς σωτηρίας τοῦ μαθητοῦ. Εἰκότως· καὶ γὰρ καὶ ἡ κατάκρισις αὕτη διὰ σωτηρίαν ἀνθρώπων αὐτῷ ἐκαρτερεῖτο. Ἠρνήσατο μὲν οὖν ὁ μαθητὴς πρῶτον· εἶτα ἀλέκτωρ ἐφώνησεν, καὶ αὖ ἠρνήσατο ἄχρι καὶ τοῦ τρίτου· καὶ τότε ἐφώνησεν ἐκ δευτέρου πάλιν ὁ ἀλεκτρυών. Οὕτω γὰρ ὁ Μάρκος ἀναγράφει λεπτότερόν τε καὶ ἀκριβέστερον, ταῦτα ἀναγραψάμενος οἷα παρὰ τοῦ Πέτρου μαθών· τούτου γὰρ καὶ μαθητὴς ἦν. Διὸ ὡς τῷ Μάρκῳ ῥηθέντα ὁ Λουκᾶς κατ’ ἐπιδρομὴν εἶπεν, οὐκ ἀκριβολογησάμενος.

Καὶ οὐκ ἔστιν ἐναντίον ὅ φησιν ὁ Λουκᾶς τῷ παρὰ τοῦ Μάρκου εἰρημένῳ.

Καὶ γὰρ ὁ ἀλέκτωρ καθ’ ἑκάστην ἀγωγὴν εἴωθε καὶ δὶς καὶ τρὶς φωνεῖν. Ὁ τοίνυν Πέτρος τοσοῦτον ἐκαρώθη ὑπὸ τῆς ἀνθρωπίνης ἀσθενείας, ὥστε μηδὲ ὑπὸ τῆς τοῦ ἀλέκτορος φωνῆς εἰς αἴσθησιν ἐλθεῖν, ἀλλὰ καὶ μετὰ τὸ φωνῆσαι τὸν ἀλέκτορα, πάλιν ἀρνήσασθαι, καὶ πάλιν ἄχρις οὗ τῷ τοῦ Ἰησοῦ ἀγαθῷ βλέμματι εἰς ὑπόμνησιν ἤχθη. «Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.» Ἐξῆλθε μὲν γὰρ καὶ ὅτε τὸ πρῶτον ἠρνήσατο, ὡς ὁ Μάρκος φησίν.

Εἶτα εἰκὸς ἦν πάλιν αὐτὸν εἰσελθεῖν, ἵνα μὴ δῷ μᾶλλον ὑπόνοιαν, ὡς τοῦ Ἰησοῦ ὤν. Καὶ πάλιν εἰς αἴσθησιν ἐλθών, οὕτως ἤδη ἐξέρχεται καὶ κλαίει πικρῶς. Ἵνα γὰρ μὴ φανῇ τοῖς ἐν τῇ αὐλῇ, ἔξεισιν ἀποκρυπτόμενος αὐτοῖς. Τινὲς δέ, οὐκ οἶδ’ ὅπως, ἀνόητον ἀπολογίαν ὑπὲρ τοῦ Πέτρου συντιθέασι, λέγοντες τολμηρῶς, ὅτι οὐκ ἠρνήσατο ὁ Πέτρος, ἀλλ’ εἶπεν, ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον,» τουτέστι, Ψιλὸν ἄνθρωπον οὐκ οἶδα, ἀλλὰ Θεὸν ἄνθρωπον γενόμενον.

Τοῦτον δὲ τὸν ἀνόητον ἔλεγχον ἄλλοις παρήσομεν. Ψεύστην τε γὰρ ποιοῦσι τὸν Κύριον, καὶ τῇ ὑφῇ τοῦ Εὐαγγελίου ἐναντιοῦνται· καὶ οὐδὲ δυνήσονται ὅλως συμβιβάσαι τὴν ἀκολουθίαν τῆς διηγήσεως. Ἀλλὰ καὶ ὁ Πέτρος διατί ἔκλαυσεν, εἰ μὴ ἠρνήσατο; «Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν, ἐνέπαιζον αὐτῷ, δέροντες· καὶ περικαλύπτοντες αὐτόν, αὐτοῦ τὸ πρόσωπον ἔτυπτον, καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; καὶ ἕτερα πολλὰ βλασφημοῦντες εἰς αὐτόν, ἔλεγον. Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, καὶ οἱ ἀρχιερεῖς, καὶ οἱ Γραμματεῖς; καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν λέγοντες·

Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ὑμῖν. Εἶπε δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· καὶ ἐὰν ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι, ἢ ἀπολύσητε. Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. Εἶπον γοῦν πάντες· Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. Οἱ δὲ εἶπον· Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἐκ τοῦ στόματος αὐτοῦ.» Ὑβρισταί τινες καὶ ἀκόλαστοι ἦσαν οἱ ταῦτα ἐπάγοντες τῷ Ἰησοῦ. Ἅμα γάρ τοι ἔδει καὶ τὸν διάβολον μηδὲ ἓν εἶδος κακίας ἐλλιπεῖν, ἀλλὰ πάντα κενῶσαι· ἵνα διὰ πάντων ἡ φύσις ἡμῶν ἁγία εὑρεθεῖσα, νικήσῃ καὶ καταῤῥάξῃ αὐτόν. Ἐπεὶ γὰρ διὰ τοῦτο ἀνέλαβε τὴν φύσιν ἡμῶν ὁ Κύριος. ἵνα τρανώσῃ αὐτὴν πρὸς πάσας τὰς τοῦ διαβόλου μηχανάς, καὶ δείξῃ ὅτι καὶ ἐξ ἀρχῆς, εἰ ἔνηφεν ὁ Ἀδάμ, οὐκ ἂν ἡττήθη· διὰ τοῦτο πασῶν τῶν εἰδέων τῆς τοῦ διαβόλου κακίας ἐπ’ αὐτὸν χεομένων, ἀνέχεται· ἵν’ οἱ μετὰ ταῦτα θαῤῥῶμεν, ὡς τῆς φύσεως ἡμῶν ἐν Χριστῷ νικησάσης, καὶ μὴ πρός τι τῶν δοκούντων ὑβριστικῶν ἢ ἀνιαρῶν ἀποδειλιῶμεν. Διὸ καὶ παίζεται, καὶ παίεται· καὶ ὁ τῶν προφητῶν Δεσπότης, ὡς ψευδοπροφήτης χλευάζεται. Τὸ γάρ, «Προφήτευσον ἡμῖν, τίς ἐστιν ὁ παίσας σε,» εἰς τοῦτο φέρει, χλευαζόντων αὐτὸν ὡς πλάνον, καὶ προφητείαν ἑαυτῷ περιάπτοντα. «

Καὶ ὡς ἐγένετο ἡμέρα·» τὰ γὰρ τῶν ἐμπαιγμῶν νυκτὸς ἐβλασφημεῖτο παρὰ τῶν μεθυόντων ὑπηρετῶν· τὸ δὲ πρεσβυτέριον καὶ ἐντιμότερον μέρος ἐρωτῶσιν, εἰ αὑτός ἐστιν ὁ Χριστός. Ὁ δὲ εἰδὼς τὰς διανοίας αὐτῶν, καὶ ὅτι εἰ τοῖς ἔργοις οὐκ ἐπίστευσαν τοῖς μᾶλλον πείθειν δυναμένοις, πῶς τοῖς λόγοις πιστεύσουσιν; «Ἐὰν ὑμῖν εἴπω, φησίν, οὐ μὴ πιστεύσητε.» Εἰ γὰρ ἐπιστεύετε λόγοις ἐμοῖς, τίς χρεία ἦν τοῦ νῦν συνεδρίου; «Καὶ ἐὰν ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε.» Πολλάκις γὰρ ἐρωτηθέντες, ἀπεσιώπησαν, ὡς ἐπὶ τοῦ βαπτίσματος Ἰωάννου, καὶ τοῦ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου,» καὶ ἐπὶ τῆς συγκυπτούσης.

Ποῦ οὖν ἀκούσαντες, ἐπιστεύσατε; πότε δὲ ἐρωτώμενοι, οὐκ ἐσιωπήσατε; Διὰ τοῦτο μόνον φημί, ὅτι ἀπὸ τοῦ νῦν καιρὸς λόγων καὶ διδασκαλίας οὐκ ἔστιν ὑμῖν περὶ τοῦ τίς εἰμι· εἰ γὰρ ἠθέλετε, ἔγνωτέ με ἀπὸ τῶν γενομένων σημείων· κρίσεως δὲ καιρὸς ἀπὸ τοῦ νῦν. Ὄψεσθε οὖν με τὸν Υἱὸν τοῦ ἀνθρώπου, καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. Δέον οὖν πτῆξαι, οἱ δὲ μετὰ τοῦτον τὸν λόγον μᾶλλον ἐλύττησαν, καὶ μανιωδῶς ἐρωτῶσι· «Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ;» Ὁ δὲ μέσως πως καὶ εἰρωνικῶς ἀποκρίνεται· «Ὑμεῖς τοῦτο λέγετε, ὅτι ἐγώ εἰμι.» Καὶ γὰρ κατεφρόνει τῆς λύττης αὐτῶν, καὶ ἀπτοήτως αὐτοῖς διελέγετο. Ἐντεῦθεν δὲ δῆλον, ὅτι οἱ ἀπειθεῖς οὐδὲν ὠφελοῦνται ἐκ τοῦ ἀποκαλύπτεσθαι αὐτοῖς τὰ μυστικώτερα, ἀλλὰ μᾶλλον πλείω κατάκρισιν δέχονται. Διὸ καὶ ἀποκρύπτεσθαι πρὸς τοὺς τοιούτους δεῖ· τοῦτο γὰρ μᾶλλον φιλανθρωπίας.

ΚΕΦΑΛ. ΚΓʹ. Περὶ τῆς ἀπαγωγῆς τοῦ Σωτῆρος πρὸς τὸν Πιλάτον. Περὶ παρ’ Ἡρώδου ἐξουθενήσεως. Περὶ τῶν κοπτομένων γυναικῶν. Περὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ μετανοήσαντος λῃστοῦ. Περὶ τῆς τοῦ Χριστοῦ ταφῆς. «Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλάτον. Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντο Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. Ὁ δὲ Πιλάτος ἐπηρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;

Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. Ὁ δὲ Πιλάτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. Οἱ δὲ ἐπίσχυον λέγοντες, ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.» Προφανῶς ἐναντιοῦνται τῇ ἀληθείᾳ.

Ποῦ γὰρ ἐκώλυσεν ὁ Ἰησοῦς φόρους διδόναι, ὅπου γε μᾶλλον ὡς χρέος ἀποδιδόναι ἐκέλευσεν, οὕτως εἰπών, «Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι;» Πῶς δὲ ἀνασείει τὸν ὄχλον; Ἆρ’ ὡς βασιλείᾳ ἐγχειρῶν; Ἀλλ’ ἀπίθανον τοῦτο παντάπασι· καὶ βουλομένου γὰρ αὐτὸν τοῦ πλήθους βασιλέα ποιῆσαι, γνοὺς ἀνεχώρησεν. Ὅθεν καὶ Πιλάτος ἐν καταλήψει τῆς συκοφαντίας γενόμενος, ὁμολογεῖ, ὅτι «Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.» Δοκεῖ δέ μοι καὶ αὕτη ἡ ἐρώτησις, ἣν ποιεῖται πρὸς τὸν Χριστόν, ἐπὶ καταγέλωτι τῆς συκοφαντίας εἶναι. Μυκτηρίζει γὰρ τὸ πρᾶγμα λέγων· «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» μονονουχὶ τοῦτο λέγων· Σὺ ὁ πένης, ὁ εὐτελής, ὁ γυμνός, ὁ ἀβοήθητος κατηγορῇ ἐπὶ τῷ βασιλείας ἐφίεσθαι; Τοῦτο δὲ καταγελῶντός ἐστιν, ὡς ἔφημεν, τῶν ταῦτα κατηγορούντων τοῦ Ἰησοῦ, ὅτι τὸν οὕτως εὐτελῆ, καὶ γυμνόν, τοιούτῳ πράγματι ἐπιχειρεῖν πλάττονται, πολλῶν δεομένῳ καὶ χρημάτων καὶ ἐπικούρων. Οἱ δὲ μηδὲν ἔχοντες ἄλλο πρὸς τὴν συκοφαντίαν βοήθημα, ταῖς φωναῖς χρῶνται πρὸς συνεργίαν, καὶ κεκράγασι κατὰ τοῦ Θεοῦ Λόγου. Ἀνασείει γάρ, φησί, τουτέστιν, ἀναστατεῖ τὸν λαόν, καὶ οὐκ ἐν ἐνὶ μέρει, ἀλλ’ ἀπὸ μὲν τῆς Γαλιλαίας ἤρξατο, ἔφθασε δὲ ἕως ὧδε, διὰ μέσης τῆς Ἰουδαίας διελθών. Οὐχ ἁπλῶς δέ μοι δοκοῦσι μεμνῆσθαι τῆς Γαλιλαίας, ἀλλ’ εἰς φόβον τὸν Πιλάτον ἐνσείοντες.

Καὶ γὰρ οἱ Γαλιλαῖοι τοιοῦτοι ἀεί, στασιασταί, καὶ νεωτερισμοῖς ἐπιχειροῦντες· οἷος καὶ Ἰούδας ὁ Γαλιλαῖος· οὗ καὶ εἰς μνήμην ἐμβαλεῖν ἐοίκασι τὸν Πιλάτον, μονονουχὶ τοῦτο λέγοντες·

Ἀναλόγισαι, ἡγεμών, τὸν Γαλιλαῖον Ἰούδαν, ὃς πολλὰ πράγματα Ῥωμαίοις παρέσχεν, ἀναστατώσας οὐκ ὀλίγον μέρος τοῦ λαοῦ. Τοιοῦτος καὶ οὗτος, ὃν δεῖ ἐκ ποδῶν ποιεῖσθαι. «Ὁ οὖν Πιλάτος ἀκούσας Γαλιλαίαν, ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρώδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρώδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. Ὁ δὲ Ἡρώδης ἰδὼν τὸν Ἰησοῦν, ἐχάρη λίαν. Ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὑτῷ. Εἰστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. Ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρώδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ. καὶ ἐμπαίξας, περιβαλὼν αὐτῷ ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλάτος καὶ ὁ Ἡρώδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. Πιλάτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς, καὶ τοὺς ἄρχοντας, καὶ τὸν λαόν, εἶπε πρὸς αὐτούς·

Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας, οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον, ὧν κατηγορεῖτε κατ’ αὐτοῦ· ἀλλ’ οὐδὲ Ἡρώδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν ἐν αὐτῷ πεπραγμένον. Παιδεύσας οὖν ἀπολύσω. Ἀνάγκην δὲ εἶχον ἀπολύειν ἑαυτοῖς κατὰ ἑορτὴν ἕνα. Ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἷρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει, καὶ φόνον, βεβλημένος εἰς φυλακήν. Πάλιν οὖν ὁ Πιλάτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. Οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον, σταύρωσον αὐτόν.

Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. Παιδεύσας οὖν αὐτὸν ἀπολύσω. Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.

Ὁ δὲ Πιλάτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν. Ἀπέλυσε δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος τοῦ Κυρηναίου ἐρχομένου ἀπ’ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ. Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ ἐκόπτοντο, καὶ ἐθρήνουν αὐτόν.» Ῥωμαϊκῷ νόμῳ ἑπόμενος ὁ Πιλάτος, πέμπει τὸν Κύριον πρὸς Ἡρώδην, τῷ κελεύοντι, ἕκαστον παρὰ τοῦ ἄρχοντος τῆς ἐπαρχίας αὐτοῦ κρίνεσθαι.

Διὸ καὶ ὡς Γαλιλαῖον τὸν Ἰησοῦ πέμπει τῷ τῆς Γαλιλαίας ἐπάρχοντι. Ἡρώδης δὲ ἐχάρη ἐπὶ τούτῳ, οὐχ ὡς μέλλων κερδᾶναί τι ψυχωφελὲς ἐκ τῆς θέας τοῦ Ἰησοῦ, ἀλλ’ ἐπειδὴ ἤκουε περὶ αὐτοῦ, ὅτι σοφός ἐστι, καὶ τερατουργός, εἶχεν ἀνόητον ἐπιθυμίαν, τὸ φιλόκαινον νοσῶν καὶ αὐτός, ὥστε ἰδεῖν τοῦτον τὸν ἀλλόκοτον ἄνθρωπον, καὶ ἀκοῦσαι αὐτοῦ, τί λέγει. Ἢ οὐχὶ τοιαῦτα καὶ νῦν νοσοῦμεν πολλοί;

Ἐπεθύμει οὖν καὶ αὐτὸς ἰδεῖν σημεῖόν τι ἐκ τοῦ Ἰησοῦ, οὐχ ἵνα πιστεύσῃ, ἀλλ’ ὅπως ἑστιάσῃ τὴν ὄψιν· ὥσπερ ἐν τοῖς θεάτροις ὁρῶμεν τοὺς θαυματοποιούς, ὄφεις καταπίνειν φαντάζοντας, καὶ ξίφη, καὶ τοιαῦτα, καὶ θαυμάζομεν. Σχεδὸν γὰρ ἐνόμιζον τὸν Ἰησοῦν εἶναι τοιοῦτόν τινα. Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς, οὕτω πως εἰρωνικῶς πρὸς αὐτὸν διακείμενος, καὶ τὸ ὅλον μυκτηρίζων αὐτόν. Διὸ καὶ ὁ Ἰησοῦς οὐδὲν ἀποκρίνεται. Οἶδε γὰρ πότε δεῖ ἀποκρίνασθαι, ὁ πάντα ἐν λόγῳ ποιήσας, καὶ μαρτυρηθεὶς ὑπὸ Δαυΐδ, ὅτι «Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει.» Τί γὰρ δεῖ ἀποκρίνεσθαι τῷ μὴ ἐρωτῶντι διὰ τὸ μαθεῖν; τί δὲ δεῖ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων; Μᾶλλον μὲν οὖν, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, φιλανθρωπίας ἐστὶ τὸ σιγᾷν ἐν τοῖς τοιούτοις. Ὁ γὰρ ῥηθεὶς λόγος πρὸς τῷ μηδὲν ὠφελῆσαι, ἔτι καὶ κατακρίσεως πρόξενός ἐστι μείζονος τοῖς μὴ προσχοῦσι. Τῷ μέντοι Πιλάτῳ, ἐπεὶ εὐγνωμονέστερος ἦν Ἡρώδου, ἀποκρίνεται, κἂν μὴ πάνυ σαφῶς. Ἐρωτήσαντος γὰρ ἐκείνου, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» τί φησιν ὁ Κύριος; «Σὺ λέγεις.» Τοῦτο δὲ μέσην πως ἔχει τὴν διάνοιαν.

Δύναται γὰρ νοηθῆναι καί, ὅτι Ἀληθῶς ἐγώ εἰμι, σὺ τὸ ὂν εἶπας· δύναται δὲ καὶ ἄλλως, ὅτι Ἐγὼ οὐ λέγω, σὺ λέγεις, ἐξουσίαν ἔχεις καὶ λέγεις. Ἡρώδῃ δὲ οὐδ’ ὁπωσοῦν ἀποκρίνεται, οἷα τὸ ὅλον ἐμπαίκτῃ ὄντι. Καὶ γὰρ ὄντως, κατὰ τὸν Ἡσαΐαν, τῷ σπέρματι τῷ πονηρῷ, τοῖς υἱοῖς τοῖς ἀνόμοις, τοῖς τότε, λέγω, Ἰουδαίοις καὶ πράκτορες ἦσαν καλαμώμενοι αὐτούς, καὶ ἐμπαῖκται κυριεύοντες αὐτῶν. Ὅτι δὲ καὶ τοιούτῳ σκοπῷ παικτικῷ καὶ γελοιώδει ἐπεθύμει ἰδεῖν τὸν Ἰησοῦν, καὶ σημεῖον ἐξ αὐτοῦ θεάσασθαι, καὶ τοιαύτῃ γνώμῃ ἠρώτα αὐτόν, ἔδειξε τὸ τέλος.

Ἐξουθενήσας γὰρ αὐτόν, καὶ ἐμπαίξας, ἀπέλυσε· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὰ στρατεύματα αὐτοῦ, ὃ πάσης ὕβρεως ἐπέκεινα· περιβαλὼν δὲ ἐσθῆτα λαμπράν, ἔπεμψεν αὐτὸν τῷ Πιλάτῳ. Σὺ δέ μοι ὅρα πανταχοῦ δι’ ὧν ποιεῖ, συμποδιζόμενον τὸν διάβολον. Ποιεῖ γὰρ τοὺς ἐμπαιγμοὺς καὶ τὰς ὕβρεις ταύτας κατὰ Χριστοῦ, δείκνυται δὲ μᾶλλον ἐντεῦθεν ἡ ἀλήθεια. Δι’ ὧν γὰρ παίζουσιν, ἀριδηλότατα μαρτυροῦσιν, ὡς οὐ στασιαστὴς καὶ ἀντάρτης ὁ Κύριος.

Εἰ γὰρ τοιοῦτος ἦν, οὐκ ἂν ἔπαιζον, τηλικούτου ἐπηρτημένου κινδύνου, καὶ ἐπαναστάσεως ὅλου τοῦ ἔθνους ὑποπτευομένης, καὶ ταῦτα τηλικούτου ἔθνους, καὶ οὕτω ταῖς καινοτομίαις χαίροντος. «Ἐγένοντο δέ, φησί, φίλοι ὅ τε Πιλάτος καὶ ὁ Ἡρώδης.» Τὸ γὰρ τὸν ὑποκείμενον τῷ Ἡρώδῃ πεμφθῆναι ὑπὸ Πιλάτου πρὸς αὐτόν, ἀρχὴ φιλίας ἔδοξεν, ὡς μὴ σφετεριζομένου τοῦ Πιλάτου τὰ προνόμια τοῦ Ἡρώδου.

Πλὴν ὅρα πανταχοῦ καὶ τὰ διεστῶτα συνάγοντα τὸν διάβολον, ἵνα μόνον τῷ Χριστῷ σκευάσῃ τὸν θάνατον, καὶ μίαν σύμπνοιαν συγκροτοῦντα, καὶ τοὺς ἐχθροὺς φιλιοῦντα. Οὐκ αἰσχυνόμεθα οὖν ἡμεῖς, εἴγε τούτου καὶ τοὺς ἐχθροὺς εἰρηνεύοντος, ἵνα Χριστὸν ἀποκτείνῃ, ἡμεῖς διὰ τὴν ἡμῶν σωτηρίαν, οὐδὲ κἂν τοὺς φίλους ἐν τῇ πρὸς ἡμᾶς φιλίᾳ τηρήσομεν;

Ἐπεὶ δὲ ἀνεπέμφθη πάλιν τῷ Πιλάτῳ, σκόπει πάλιν τὴν ἀλήθειαν λάμπουσαν. Προσηνέγκατέ μοι, φησὶν ὁ Πιλάτος, τὸν ἄνθρωπον τοῦτον ὡς διαστρέφοντα τὸν λαόν, καὶ οὐδὲν ἄξιον θανάτου ἐν τούτῳ εὑρίσκω· ἀλλ’ οὐδὲ Ἡρώδης. Ὁρᾷς; δύο ἀνθρώπων, καὶ ταῦτα τοῦ μὲν ἡγεμόνος, τοῦ δὲ βασιλέως, ἡ μαρτυρία πάντως ἀληθής. Οὔτ’ ἐγώ, φησίν, οὔτε ὁ βασιλεὺς Ἡρώδης εὕρομεν αἴτιόν τι ἐν αὐτῷ. Τί φήσουσι πρὸς ταῦτα οἱ Ἰουδαῖοι; Οἱ κριταὶ αὐτοὶ μαρτυροῦσιν, ὅτι ἀναίτιος ὁ ἄνθρωπος· ὑμεῖς οἱ κατηγοροῦντες, οὐδένα μάρτυρα παρηγάγετε· τίσι δεῖ πιστεύειν; Βαβαί! πῶς νικᾷ ἡ ἀλήθεια!

Σιωπᾷ Ἰησοῦς, καὶ μαρτυροῦσιν ὑπὲρ αὐτοῦ οἱ ἐχθροί· βοῶσιν οἱ Ἰουδαῖοι, καὶ οὐδεὶς ὁ ταῖς βοαῖς ἐπιμαρτυρῶν. Μαλακὸς δέ τις ὁ Πιλάτος, καὶ ἥκιστα ὑπὲρ ἀληθείας ἐνστατικός. Ἐδεδοίκει γὰρ τὴν συκοφαντίαν, μήπως διαβληθῇ, ὡς τὸν ἀντάρτην ἀπολύσας. Οὐ γὰρ ἔμαθε λέγειν· Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ἀλλὰ Κύριος αὐτὸς ἔσται μοι φόβος. «Παιδεύσας οὖν, φησίν, ἀπολύσω,» τουτέστι, σωφρονίσας διὰ μαστίγων. Ἀνάγκην δὲ εἶχον οἱ Ῥωμαῖοι κατὰ ἑορτὴν ἀπολύειν ἕνα, χαριζόμενοι τοῖς Ἰουδαίοις. Ὑποσπόνδοις γὰρ γενομένοις τοῖς Ἰουδαίοις, ἄδειαν δεδώκασι κατὰ τὰ οἰκεῖα ἔθη καὶ νόμιμα πολιτεύεσθαι. Ἔθος δὲ πάτριον ἦν Ἰουδαίοις, τὸ παρὰ τοῦ ἄρχοντος ἐξαιτεῖσθαι τοὺς κατακρίτους, ὥσπερ καὶ παρὰ Σαοὺλ ἐξῃτήσαντο τὸν Ἰωνάθαν. Εἰ δὲ τὴν ἱστορίαν ἀγνοεῖς, μέτιθι Βασιλειῶν τὴν πρώτην, καὶ ταύτην εὑρήσεις. «Ἀνέκραξαν δέ, φησί, παμπληθεί, λέγοντες· Αἷρε τοῦτον.» Τί τούτου χεῖρον; Τὸ ἔθνος τὸ ἅγιον εἰς φόνους ἐλύττα, ὁ ἐθνικὸς Πιλάτος τὸν φόνον ἀπετρέπετο, τὰ ἄνω κάτω ἐγένετο. «Αἷρε τοῦτον, φασίν, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν, ὃς στασιαστὴς ὢν καὶ φονεύς, ἐβλήθη εἰς φυλακήν.»

Καὶ τρίτον ἀπολύει Πιλάτος, καὶ τρίτον ἐκεῖνοι βοῶσι κατὰ Χριστοῦ, ἵνα πάντως διὰ τοῦ τρίτου τούτου βεβαιώσωσι τὴν οἰκείαν μιαιφονίαν· καὶ τὸν μὲν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καθώς φησιν ὁ μακάριος Πέτρος· ᾐτήσαντο δὲ ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς. Τὸ γὰρ ὅμοιον ἀγαπῶσι· διὸ καὶ τῆς μερίδος αὐτοῦ γίνονται, στασιάσαντες καὶ αὐτοὶ κατὰ Ῥωμαίων, καὶ φόνων μυρίων αἴτιοι γενόμενοι καὶ τῆς ἑαυτῶν ἀπωλείας. Ταῦτα δὲ προλέγει καὶ δι’ Ἱερεμίου ὁ Κύριος· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν κληρονομίαν μου εἰς χεῖρας ἐχθρῶν.

Ἐγεννήθη ἡ κληρονομία μου ἐμοί, ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὑτῆς· διὰ τοῦτο ἐμίσησα αὐτήν·» καὶ πάλιν Ὠσηέ, «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ, καὶ πεσοῦνται ἐν στόματι ῥομφαία, οἱ ἄρχοντες αὐτῶν δι’ ἀπαιδευσίαν γλώττης αὐτῶν.» Ἄγεται τοίνυν ὁ Ἰησοῦς, καὶ πρῶτον μὲν ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, καὶ βαστάζων ἐξῆλθεν. Οὐδὲ γὰρ κατεδέχετό τις τῶν ἄλλων βαστάσαι αὐτόν, ἐπεὶ καὶ τὸ ξύλον ἐπικατάρατον εἶχον. Εἶτα εὑρόντες Σίμωνά τινα Κυρηναῖον, ἐπέθηκαν τούτῳ τὸν σταυρόν, ἀγγαρεύσαντες τὸν ἄνθρωπον, καὶ οἷόν τινα ἐπήρειαν αὐτῶ τοῦτον ἐπιθέντες τὸν παρὰ τοῖς ἄλλοις ἀποτροπιαζόμενον.

Αἰνίττεται δὲ τοῦτο οὐ μικρὸν νουθέτημα. Σταυρὸς μὲν γάρ ἐστιν ἡ νέκρωσις καὶ ἀνενεργησία τῶν παθῶν καὶ ἀκινησία· ὁ γὰρ σταυρούμενος καθηλοῦται καὶ ἀπρακτεῖ. Ὁ τοίνυν κατὰ Χριστὸν διδάσκαλος ὀφείλει πρῶτον αὐτὸς τὸν σταυρὸν αἴρειν, καὶ καθηλοῦν τὰς σάρκας αὐτοῦ τῷ φόβῳ τοῦ Θεοῦ, καὶ τῇ ἀπαθείᾳ λαμπρύνεσθαι, εἶθ’ οὕτω καὶ τοῖς ὑπηκόοις τοῦτον ἐπιτιθέναι· Σίμων γὰρ ὑπακοὴ ἐρμηνεύεται. Πληροῦται δὲ κἀνταῦθα τὸ τοῦ Ἡσαΐου· «Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ·» ἀρχὴ γὰρ τοῦ Κυρίου καὶ βασιλεία, ὁ σταυρός. Φησὶ γὰρ ὁ Παῦλος· «Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε,» καὶ τὰ ἑξῆς. Ἐπεὶ οὖν ὁ σταυρὸς ὕψος γέγονε τῷ Ἰησοῦ καὶ δόξα, εἰκότως ἀρχὴ αὐτοῦ λέγεται, ἤτοι ἀρχικὸν ἀξίωμα καὶ σύμβολον τῆς ἀρχῆς. Ὡς γὰρ οἱ συγκλητικοὶ ἔχουσι σύμβολα τῶν ἀξιωμάτων, οἱ μὲν ζώνας, οἱ δὲ μανδύας· οὕτω καὶ ὁ Κύριος τὸν σταυρὸν τῆς οἰκείας βασιλείας σύμβολον ποιεῖται.

Καὶ σκοπήσας εὑρήσει, ὅτι ἄλλως οὐ βασιλεύει ἐν ἡμῖν ὁ Ἰησοῦς, εἰ μὴ διὰ κακοπάθειαν. Ὡς οἵγε τρυφῶντες, ἐχθροὶ τοῦ σταυροῦ· ἐκεῖνος δὲ δύναται ὑπήκοος γενέσθαι Χριστοῦ, καὶ ἆραι τὸν σταυρὸν αὐτοῦ, ὁ τῆς ἀρετῆς ἐργάτης. Ὁ ἐρχόμενος ἀπ’ ἀγροῦ, ὁ τὸν κόσμον τοῦτον ἀγρὸν ὄντα καταλιμπάνων, καὶ τὰ ἐν αὐτῷ ἔργα, καὶ πρὸς τὴν Ἱερουσαλὴμ τὴν ἄνω τὴν ἐλευθέραν ἰέμενος. Ἀλλὰ καὶ τῷ ἀκολουθεῖν τῷ Χριστῷ πλῆθος λαοῦ καὶ γυναικῶν, αἰνίττεται ὅτι πολὺ πλῆθος τῶν Ἰουδαίων μετὰ τὸν σταυρόν· τοῦτο γὰρ τὸ ἀκολουθεῖν· πιστεύσουσιν εἰς αὐτόν, καὶ γυναῖκες δὲ πολλαί. Καὶ ἀνάγνωθι τὰς Πράξεις, καὶ ὄψει μυριάδας τῶν πιστευόντων.

Μήποτε δὲ καὶ τὸ θρηνεῖν καὶ κόπτεσθαι τὰς ἀκολουθούσας γυναῖκας τῷ Ἰησοῦ, συμβαλεῖται ἡμῖν εἰς ἦθος; Ἔστι μὲν γὰρ γυνή, ψυχὴ ἀσθενὴς αὕτη δὲ ἐὰν συντριβὴν καρδίας δεξαμένη διὰ τῆς μετανοίας, πενθῇ καὶ κόπτηται, τότε ὄντως ἀκολουθεῖ τῷ Ἰησοῦ, τῷ σταυρουμένῳ καὶ κακουχουμένῳ διὰ τὴν ἡμῶν σωτηρίαν. «Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν· ὅτι ἰδοὺ ἔρχονται ἡμέραι, ἐν αἷς ἐροῦσι· Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι· Πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς. Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;» Αἱ μὲν γυναῖκες (φιλόδακρυ γὰρ τὸ γένος καὶ πολύθρηνον ὡς δεινοῦ τινος ἐπισυμβαίνοντος τῷ Κυρίῳ) θρηνοῦσι, τὸ συμπαθὲς ἐνδεικνύμεναι, καὶ τὴν ἀδικίαν ἀποδυρόμεναι. Ὁ δὲ οὐκ ἀποδέχεται, ἀλλὰ μᾶλλον ἐπιτιμᾷ αὐταῖς. Ἑκουσίως γὰρ ἔπασχε, τῷ δὲ ἑκουσίως πάσχοντι, καὶ ἐπὶ σωτηρίᾳ πάσης τῆς φύσεως, οὐ τὸ θρηνεῖσθαι, ἀλλὰ τὸ κροτεῖσθαι προσήκει καὶ εὐφημεῖσθαι. Διὰ γὰρ τοῦ σταυροῦ καὶ θάνατος λέλυται, καὶ ᾅδης ᾐχμαλώτισται.

Οἱ θρῆνοι γὰρ οὐ τοῖς ἑκουσίως, ἀλλὰ τοῖς ἀκουσίως πάσχουσι παράκλησιν φέρουσιν. Ἐπιτιμᾷ μὲν οὖν αὐταῖς κοπτομέναις αὐτόν; Παραινεῖ δὲ πρὸς τὰ μέλλοντα κακὰ βλέπειν, καὶ ἐπ’ ἐκείνοις κόπτεσθαι, ὅτε γυναῖκες ἑψήσουσι τὰ τέκνα αὐτῶν ἀνελεημόνως, καὶ ἡ ἐνέγκασα γαστὴρ αὐτὴ πάλιν τὸ γεννηθὲν ἐλεεινῶς ὑποδέξεται. Εἰ γὰρ ἐν ἐμοὶ τοιαῦτα ἐπεδείξαντο οἱ Ῥωμαῖοι, ἐν ἐμοὶ τῷ ὑγρῷ ξύλῳ, τῷ ἐγκάρπῳ, καὶ ἀειθαλεῖ, καὶ ἀειζώῳ διὰ τὴν θεότητα, καὶ διὰ τῶν καρπῶν μου τῆς διδασκαλίας τρέφοντι πάντας· ἐν ὑμῖν, τῷ λαῷ, φημί, τῷ ξηρῷ ξύλῳ, τῷ πάσης δικαιοσύνης ζωοποιοῦ ἐστερημένῳ, καὶ μηδένα καρπὸν φέροντι, τί οὐκ ἂν ἐπεδείξαιντο;

Εἰ μὲν γὰρ εἴχετε ζωτικήν τινα ἐνέργειαν τοῦ ἀγαθοῦ, ἴσως ἂν φειδοῦς ἠξιώθητε μετρίας γοῦν· νῦν δὲ ὡς ξηρὸν ξύλον εἰς καῦσιν καὶ εἰς διαφθορὰν ἔσεσθε. «Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. Καὶ ὅτε ἐπῆλθον ἐπὶ τὸν τόπον τὸν λεγόμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.

Ὁ δὲ Ἰησοῦς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλήρους. Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ἐκλεκτός. Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, καὶ ὄξος προσφέροντες αὐτῷ, καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. Ἦν δὲ καὶ ἡ ἐπιγραφὴ γεγραμμένη ἐπ’ αὐτῷ γράμμασιν Ἑλληνικοῖς, καὶ Ῥωμαϊκοῖς, καὶ Ἑβραϊκοῖς· Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.» Πονηρὰν δόξαν κατασκευάζειν ἐθέλων τοῦ Κυρίου ὁ διάβολος, καὶ λῃστὰς ἐποίει συσταυροῦσθαι αὐτῷ. Ἀλλ’ ὅρα πῶς καὶ τὸν ἕνα ἀφῃρέθη, καὶ μᾶλλον πρὸς δόξαν πλείω τοῦ Κυρίου τοῦτο γέγονε. Τῶν μὲν γὰρ οἱ σταυροὶ οὐδὲ ἐζητήθησαν, τοῦ δὲ πᾶς ὁ κόσμος ἐκκρέμαται· καὶ προδήλως ἐντεῦθεν δείκνυται, τὸ μὴ ἄνομον εἶναι τὸν Κύριον, ὡς οἱ λῃσταί, ἀλλὰ πάσης δικαιοσύνης ἀρχηγόν. Ἄγουσι δὲ αὐτὸν ἐπὶ τὸν τόπον τοῦ Κρανίου, ἔνθα φασὶ τὸν προπάτορα τεθάφθαι· ἵνα ὅπου διὰ ξύλου πτῶμα, ἐκεῖ καὶ ἡ διὰ τοῦ ξύλου ἔγερσις γένηται. Ἰησοῦς δὲ ὑπερβολὴν πραότητος ἐνδεικνύμενος, ὑπὲρ αὐτῶν εὔχεται, «Πάτερ, ἄφες αὐτοῖς, λέγων· οὐ γὰρ οἴδασι τί ποιοῦσι.» Καὶ μέντοι ἀφέθη ἂν αὐτοῖς τὸ ἁμάρτημα, εἰ μὴ μετὰ ταῦτα τῇ ἀπιστίᾳ ἐνέμειναν.

Τίνος δὲ ἕνεκεν διαμερίζονται τὰ ἱμάτια αὐτοῦ; Ἴσως μὲν καὶ χρῄζοντες οἱ πολλοὶ αὐτῶν, τάχα δέ, ὃ καὶ μᾶλλον ἀληθέστερον, ὕβρει τοῦτο καὶ ἀκολασίᾳ ποιοῦντες· τί γὰρ πολυτελὲς ἑώρων ἐν τοῖς ἱματίοις; Γελῶντες οὖν καὶ ὑβρίζοντες, τοιαῦτα εἰργάζοντο. Ὅπου γὰρ οἱ ἄρχοντες ἐμυκτήριζον, τί χρὴ περὶ τοῦ κοινοῦ πλήθους λογίζεσθαι; «Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ἐκλεκτός.» Τοῦτο ἔλεγε δι’ αὐτῶν ὁ διάβολος. Ὥσπερ γὰρ ἐπὶ τοῦ πτερυγίου τοῦ ἱεροῦ, οὕτω κἀνταῦθα τοιαῦτά φησι· βασκαίνων τῇ διὰ τοῦ σταυροῦ σωτηρίᾳ, καὶ περικόψαι βουλόμενος ταύτην πάσαις, ὡς ἐνῆν, μηχαναῖς. Ὄξος δὲ προσέφερον οἱ στρατιῶται, ὡς βασιλεῖ δῆθεν ὑπηρετοῦντες, πρὸς τὸ πιεῖν.

Ὅρα δὲ καὶ ἑτέραν μηχανὴν τοῦ διαβόλου, κατ’ αὐτοῦ περιτρεπομένην. Ὁ μὲν γὰρ τρισὶ χαρακτῆρσι γραμμάτων ἐξεπόμπευε δῆθεν τὴν ἀνταρσίαν τοῦ Ἰησοῦ, ἵνα μηδένα λανθάνοι τῶν παριόντων, ὡς διὰ τοῦτο κρέμαται, διότι βασιλέα ἑαυτὸν ἐποίει· τὸ δέ, κἂν μὴ ὁ σοφὸς τοῦ κακοποιῆσαι συνίει, σύμβολον ἦν τοῦ κράτιστα τῶν ἐθνῶν, ὁποῖοι οἱ Ῥωμαῖοι, καὶ σοφώτατοι, ὁποῖοι Ἕλληνες, καὶ θεοσεβέστατοι, ὁποῖον τὸ γένος τῶν Ἑβραίων, ὑπὸ τῇ βασιλείᾳ τοῦ Ἰησοῦ τεθήσεσθαι, καὶ ἀνακηρύξειν αὐτόν. Εἴπομεν δὲ περὶ τούτων καὶ ἐν τῷ κατὰ Ἰωάννην πλείω καὶ ὑψηλότερα. «Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ, λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. Καὶ ἔλεγε τῷ Ἰησοῦ· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Πῶς οὖν οἱ ἕτεροι εὐαγγελισταὶ τοὺς δύο λῃστάς φασι κατηγορεῖν αὐτοῦ;

Ἐν ἀρχῇ μὲν εἰκὸς τοὺς δύο κατηγορεῖν αὐτοῦ, εἶτα τὸν ἕτερον αὐτῶν ἀγχίνουν ὄντα, ἐπιγνῶναι τὴν Ἰησοῦ ἀγαθότητα καὶ θεότητα ἐκ τῆς φωνῆς, ἧς ἐποιεῖτο ὑπὲρ τῶν σταυρούντων, «Πάτερ, λέγων, ἄφες αὐτοῖς.» Οὐ μόνον γὰρ πάσης φιλανθρωπίας γέμει, ἀλλὰ καὶ αὐθεντίαν πολλὴν ἐνδείκνυται ἡ φωνή. Οὐ γὰρ εἶπε, Κύριε, παρακαλῶ, ἄφες αὐτοῖς, ἀλλ’ ἀπλῶς οὕτως καὶ ἐξουσιαστικῶς, «Πάτερ, ἄφες αὐτοῖς.» Ἐκ ταύτης οὖν τῆς φωνῆς ἐπιγνοὺς ὁ πρότερον βλάσφημος, τὸν Ἰησοῦν ἀληθινὸν βασιλέα ἐπιγινώσκει, ἐπιστομίζει δὲ καὶ τὸν ἕτερον λῃστήν, καὶ πρὸς τὸν Ἰησοῦν λέγει· «Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου.» Τί οὖν ὁ Κύριος; «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ὡς μὲν γὰρ ἄνθρωπος, ἐν σταυρῷ, ὡς δὲ Θεός, πανταχοῦ, κἀκεῖ, κἀν τῷ παραδείσῳ, πάντα πληρῶν, καὶ μηδαμοῦ ὤν. Ζητήσουσι δέ τινες· Πῶς τοῦ Κυρίου λέγοντος τῷ λῃστῇ, «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ,» ὁ Παῦλος ἔφη· «Οὐδεὶς τῶν ἁγίων ἐκομίσατο τὴν ἐπαγγελίαν;» Καί τινες λέγουσιν, ὅτι ὁ Ἀπόστολος οὐ περὶ πάντων τῶν ἁγίων ἀπεφήνατο τὸ μὴ κομίσασθαι τὴν ἐπαγγελίαν, ἀλλὰ περὶ ὧν ἀπηριθμήσατο μόνον· ἀπηριθμήσατο δὲ ἄλλους μὲν πολλούς, τοῦ δὲ λῃστοῦ οὐδὲ ἐπεμνήσθη.

Ἄκουε γὰρ τί φησιν· Οὗτοι πάντες, δεικτικῶς πρὸς τοὺς ἀπηριθμημένους τὸν λόγον ἀναφέρων, οἷς ὁ λῃστὴς οὐ συνηρίθμηται. Ἕτεροι δὲ ἔφασαν, ὅτι οὐδὲ ὁ λῃστὴς οὔπω ἔτυχε τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, ἀλλ’ ἐπειδὴ ἀμετάθετος καὶ ἀδιάψευστος ἡ τοῦ Κυρίου ὑπόσχεσις, διὰ τοῦτο εἴρηται τό, «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἔστι γὰρ καὶ τοιοῦτον εἶδος, φασίν, ἐν τοῖς τοῦ Κυρίου ῥήμασιν, ἐν οἷς περὶ τῶν ἔσεσθαι μελλόντων, ὡς ἤδη γενομένων διέξεισιν. Ὡς ὅταν λέγῃ· «Ὁ μὴ πιστεύων, ἤδη κέκριται,» καὶ πάλιν· «Ὁ τῶν λόγων μου ἀκούων, καὶ πιστεύων, εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Ἄλλοι δὲ ἐκβιάζονται τὸ ῥῆμα, στίξοντες εἰς τὸ «Σήμερον,» ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον· «Ἀμὴν λέγω σοὶ σήμερον·» εἶτα τό, «μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ,» ἐπιφέροντες. Τινὲς δὲ οἱ μάλιστα ἐπιτυχεῖν δόξαντες, οὕτως ἐξηγοῦνται· Τὰ ἐπηγγελμένα ἡμῖν ἀγαθὰ οὐκ εἰς τὸν παράδεισον διαγωγή ἐστιν ἢ ἐπάνοδος, ἀλλ’ ἡ βασιλεία τῶν οὐρανῶν·

Ὅθεν καὶ προσευχόμεθα, «Ἐλθέτω ἡ βασιλεία σου,» οὐχ ἡ ἐπὶ τοῦ παραδείσου διατριβή. Μὴ γάρ μοι φαίη τις, ὅτι ταυτὸν παράδεισος καὶ βασιλεία. Τὰ μὲν γὰρ ἀγαθὰ τῆς βασιλείας οὔτε οὖς ἤκουσεν, οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδάμ, καὶ οὖς ἤκουσεν αὐτοῦ «ἀπὸ παντὸς γάρ, φησί, ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγεῖ.» Κἂν γὰρ καὶ ἓν ξύλον ἀπείρητο αὐτῷ, ἀλλ’ οὖν καὶ τοῦτο ἐθεᾶτο, καὶ περὶ αὐτοῦ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· εὐφραίνετο γὰρ λογικῶς ὁ Ἀδάμ· οὐ γὰρ δήπου τοιαύτην ἐργασίαν καὶ εὐφροσύνην γεωργικὴν μετίει. Ὥστε οὐδέν, φησί, ἐναντίον ὁ Παῦλος λέγει.

Ὁ γὰρ λῃστὴς τοῦ μὲν παραδείσου τετύχηκε, τῆς δὲ βασιλείας οὐκ ἔτυχε· τεύξεται δέ, ὅτε καὶ πάντες οὓς ἀπηριθμήσατο ὁ Παῦλος. Τέως δὲ πρὸς τὸ παρὸν τὸν παράδεισον ἔχει, ὅς ἐστι χωρίον πνευματικῆς ἀναπαύσεως. Ταῦτα μὲν οὖν πολλοὶ πολλάκις ἔφασαν· ἔστι δὲ εἰπεῖν, ὅτι εἰ καὶ ταυτόν ἐστι βασιλεία οὐρανῶν καὶ παράδεισος, οὐδὲν κωλύει καὶ τὸν Κύριον ἀληθεύειν, καὶ τὸν Παῦλον. Ὁ γὰρ λῃστὴς ἔστι μὲν ἐν παραδείσῳ, ἤτοι τῇ βασιλείᾳ, καὶ οὐ μόνον αὐτός, ἀλλὰ καὶ πάντες οὓς ἀριθμεῖται ὁ Παῦλος· οὐ μέντοι ἀπήλαυσε τῆς τελείας τῶν ἀγαθῶν κληρουχίας. Ὥσπερ γὰρ οἱ κατάκριτοι ἐπὶ τῶν βασιλείων οὐκ εἰσίν, ἀλλ’ ἐν φρουραῖς ἀποκεκλεισμένοι τηροῦνται ταῖς ἀφωρισμέναις ποιναῖς· οἱ δὲ ἔντιμοι εἴς τε τὰ βασίλεια εἰσέρχονται, καὶ τέως ἐπὶ τούτων διάγουσιν· εἶτα ὅτε ὁ καιρὸς ἐπιστῇ τῆς διανομῆς τῶν βασιλικῶν δωρεῶν, ἀξιοῦνται τούτων· οὕτως καὶ οἱ ἅγιοι, εἰ καὶ μήπω τοῦ τελείου ἀπολαύουσιν, ἀλλά γε τέως ἐν τούτοις τοῖς φωτεινοῖς, καὶ εὐώδεσι, καὶ βασιλικοῖς, ἁπλῶς εἰπεῖν, σκηνώμασι διάγουσιν, εἰ καὶ μήπω τῆς διανομῆς τῶν βασιλικῶν δώρων ἀξιοῦνται τελείως. Οὕτως οὖν ὁ λῃστὴς καὶ ἐν παραδείσῳ ἐγένετο, καὶ οὔπω τοῦ τελείου ἀπήλαυσεν, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῇ. Καὶ τοῦτο οἶμαι πάντων ἀληθέστερον, ἵνα μὴ λέγω ὅτι καὶ αἱ χάριτες τῶν ἁγίων ἐν ταῖς καθ’ ἑκάστην θαυματουργίαις παράδεισος ἂν εἰκότως ῥηθεῖεν.

Καὶ πάντες δὲ ὅσοι πνευματικῶν χαρισμάτων ἀξιωθέντες τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐντεῦθεν ἤδη ἔλαβον, ἐν τῷ παραδείσῳ εἰσί, κἂν μήπω ἐτελειώθησαν, καὶ τὴν βασιλείαν παρέλαβον· καθάπερ φησὶ Παῦλος ἐν τῇ αὐτῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Κἂν μήπω τὴν ἐπαγγελίαν ἐκομίσαντο.» Τῷ γὰρ τὴν ἐπαγγελίαν εἰπεῖν, τὸ ὁλόκληρον ἐνέφηνεν. Οὔπω οὖν τὴν τελείαν ἐπαγγελίαν ἐδέξαντο, εἰσὶ μέντοι καὶ ἐν τῇ βασιλείᾳ καὶ ἐν τῷ παραδείσῳ. Σὺ δέ μοι τοῦτο θαύμασον, ὅπως ὥσπερ τις βασιλεὺς τροπαιοφόρος ἐπανιὼν ἐκ τῆς νίκης, τὰ κράτιστα τῶν λαφύρων μεθ’ ἑαυτοῦ ἐπάγεται, οὕτω καὶ ὁ Κύριος τὸ κρεῖττον τῶν τοῦ διαβόλου λαφύρων σκυλεύσας, μεθ’ ἑαυτοῦ ἄγει, ἐπανιὼν εἰς τὴν ἀρχαίαν πατρίδα τοῦ ἀνθρώπου, τὸν παράδεισόν φημι. Καὶ γὰρ οὐ μόνον καθὸ Θεὸς ἦν ἐν τῷ παραδείσῳ, ἀλλὰ καὶ καθὸ ἀνθρωπίνην ψυχὴν προσελάβετο λογικὴν καὶ νοεράν, καὶ ἐν τῷ παραδείσῳ γέγονε μετὰ τοῦ νοός, καὶ εἰς ᾅδου κατῆλθε μετὰ ψυχῆς· καὶ διὰ τοῦ σῶσαι τὸν λῃστήν, τὸ τῆς πονηρίας ὄργανον ἔδησεν, ὃ προέλεγεν ὅτι «Δήσας τὸν ἰσχυρὸν τὰ σκεύη αὐτοῦ διαρπάσει.» «Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· καὶ ἐσκοτίσθη ὁ ἥλιος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. Καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς, εἶπεν· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καὶ ταῦτα εἰπών, ἐξέπνευσεν.

Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη, ὑπέστρεφον.

Εἰστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.» Σημεῖον ἐπεζήτουν οἱ Ἰουδαῖοί ποτε ἰδεῖν ἐξ οὐρανοῦ. Ἰδοὺ γοῦν σημεῖον, τὸ ξένον τοῦτο σκότος· σχίζεται δὲ καὶ τὸ καταπέτασμα τοῦ ναοῦ, δεικνύντος τοῦ Κυρίου, ὅτι οὐκ ἔτι ἄβατα ἔσται τὰ Ἅγια τῶν ἁγίων, ἀλλὰ τοῖς Ῥωμαίοις παραδοθέντα, βάσιμα καὶ βέβηλα γενήσονται.

Καὶ ἄλλως δέ, δείκνυσιν ὅτι τὸ καταπέτασμα, ὃ διεῖργεν ἡμᾶς ἀπὸ τῶν ἐν οὐρανοῖς ἁγίων, σχίζεται, ἤτοι ἡ ἔχθρα καὶ ἡ ἁμαρτία· τοῦτο γὰρ ἦν τὸ μέγα διάφραγμα, τὸ διιστῶν ἡμᾶς ἐκεῖθεν. Δείκνυσι δέ, ὅτι οὐ δι’ ἀδυναμίαν ἐσταυρώθη· ὁ γὰρ ταῦτα ποιήσας, ἠδύνατο κἀκείνους διαῤῥῆξαι καὶ ἀφανίσαι. Φωνῇ δὲ μεγάλῃ κράξας, ἀφίησι τὸ πνεῦμα. Ἐξουσίαν γὰρ εἶχε τὴν ψυχὴν αὐτοῦ θεῖναι, καὶ πάλιν λαβεῖν αὐτήν. Καὶ ἡ φωνὴ αὕτη τῷ κεντυρίωνι καὶ τἆλλα θαύματα πίστεως πρόφασις ἐγένετο. Οὐ γὰρ ὡς κοινὸς ἄνθρωπος, ἀλλὰ δεσποτικῶς ἀπέθνησκε. Καὶ παραθήκην τὸν θάνατον ὠνόμασεν, ὡς πάλιν ληψόμενος τὴν ψυχήν. Ταύτῃ δὲ τῇ φωνῇ τῇ πρώτῃ ἐλευθερίας ἠξιώθησαν αἱ ψυχαὶ ἡμῶν, οὐκ ἔτι τοῦ διαβόλου ἔχοντος [ἰσχὺν κατ’] αὐτῶν, ἀλλὰ τῷ Πατρὶ παρατιθεμένων. Πρὸ γὰρ τοῦ θανάτου τοῦ Χριστοῦ μέγα δίκαιον ἦν τῷ διαβόλῳ κατὰ τῶν ψυχῶν· ἀφ’ οὗ δὲ ὁ Υἱὸς οὐκ εἰς τὸν ᾄδην, ἀλλ’ εἰς τὰς πατρικὰς χεῖρας παρέθηκε τὸ πνεῦμα, ἐλευθερίας ἔτυχον οἱ ἐξ ᾅδου. Ὅπερ δὲ εἶπεν ὁ Κύριος, ὅτι «Ὅταν ὑψωθῶ, πάντα ἑλκύσω πρὸς ἐμαυτόν,» νῦν ὁρᾶται τελεσθέν. Ὑψωθεὶς γὰρ ἐπὶ σταυροῦ, εἵλκυσε λῃστήν, εἵλκυσεν ἑκατόνταρχον.

Ἔτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰουδαίων τινές, καὶ τοῖς σταυρωταῖς ἐπιμεμφόμενοι, προδήλως τὸν Ἰησοῦν ἐδικαίουν. Οἱ μὲν οὖν μαθηταὶ ἔφυγον· αἱ γυναῖκες δέ, τὸ κατάκριτον γένος καὶ ἐπάρατον, παραμένουσι, καὶ θεωροῦσι ταῦτα πάντα, καὶ τῆς ἐντεῦθεν δικαιώσεως καὶ εὐλογίας ἀπολαύουσι πρῶται, ὥσπερ οὖν καὶ τῆς ἀναστάσεως. Σὺ δέ μοι θαύμαζε τὴν πώρωσιν τῶν Ἰουδαίων. Οἱ γὰρ λέγοντες, ὅτι «Καταβάτω ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ,» τὰ μείζω ἰδόντες, οὐ πιστεύουσιν. Οὐ γὰρ ἶσον ἦν καταβῆναι ἀπὸ τοῦ σταυροῦ, καὶ σκοτίσαι ἥλιον, πέτρας ῥῆξαι, σεισμὸν φοβερὸν ἐπισεῖσαι, νεκροὺς ἀναστῆσαι, καταπέτασμα σχίσαι, καὶ ὅλην τὴν κτίσιν ἀλλοιῶσαι; Ὥστε μηδεὶς ἔτι ἀπορείτω διατί οὐ κατέβη, ἀλλὰ ἀπεριέργως δεχέσθω ταῦτα, λογιζόμενος, ὅτι εἰ καὶ τοῦτο ἐποίησεν. οὐδ’ οὕτως ἐπίστευσαν· καὶ οὐδὲν ἄλλο, ἢ ἡ διὰ τοῦ σταυροῦ σωτηρία ἐκολοβοῦτο.

Ὁ γὰρ σταυρὸς δόξα Χριστοῦ, μάλιστα πάντων. Ποιήσας οὖν τὰ μείζω, μὴ πιστευσάντων ἐκείνων, δύο ἐν ταυτῷ κατώρθωσε, τόν τε σταυρὸν ἄχρι τέλους, τὸ μέγα τρόπαιον, ὑπέμεινέ τε καὶ ἀνεδέξατο· κἀκείνους ἔδειξεν ἀγνώμονας τὰ πάντα, καὶ μηδὲν ἀγαθὸν ἔχοντας, ἀλλὰ τῇ ἀπιστίᾳ συγκεκραμένους. «Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος (οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν), ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ καθελὼν αὐτό, ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸ ἐν μνημείῳ λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος.

Καὶ ἡμέρα ἦν Παρασκευή, καὶ Σάββατον ἐπέφωσκε. Κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνῆμα, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν Σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.» Εἰ καὶ πρώην κρυπτόμενος ἦν Ἰωσήφ, ἀλλ’ οὖν νῦν πρᾶγμα ἀξιέπαινον ποιεῖ, καίτοι βουλευτὴς ὑπάρχων καὶ πλούσιος, καὶ τολμᾷ ζητῆσαι σῶμα ἀνθρώπου, ὡς ἀντάρτου καὶ στασιαστοῦ σταυρωθέντος, καὶ οὐδένα κίνδυνον ὑπελογίσατο. Καίτοι δειλὸν ὁ πλοῦτος, ἀλλὰ καὶ αἰτεῖται, καὶ ἐντίμως θάπτει, καὶ ἐν μνημείῳ λαξευτῷ, ἔνθα οὐδεὶς ἄλλος κατέκειτο· ἵνα μὴ εἴπωσιν οἱ συκοφάνται, ὅτι ἕτερον σῶμα ἀνέστη. Αἱ δὲ γυναῖκες, εἰ καὶ πίστιν εἶχον πρὸς τὸν Κύριον, ἀλλ’ οὐχ οἵαν ἔδει, ἀλλ’ ἀσθενῆ καὶ μικράν. Ὡς γὰρ ψιλὸν ἄνθρωπον νομίζουσαι, μύρα τε καὶ ἀρώματα ἑτοιμάζουσι, κατὰ τὸ κρατῆσαν ἔθος παρὰ Ἰουδαίοις πάντως ἐπὶ τοῖς νεκροῖς. Καὶ τὸ μὲν Σάββατον ἡσυχάζουσι, κατὰ τὴν τοῦ νόμου ἐντολήν.

ΚΕΦΑΛ. ΚΔʹ. Περὶ τῶν σκοπουμένων τὸν τάφον γυναικῶν. Περὶ τοῦ Πέτρου τρέχοντος πρὸς τὸν τάφον. Περὶ Κλεόπα. Περὶ τοῦ ὀφθέντος Ἰησοῦ. Περὶ τῆς ἀναβάσεως εἰς τὸν οὐρανόν. «Τῇ δὲ μιᾷ τῶν Σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· καὶ εἰσελθοῦσαι, οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς, ἐν ἐσθῆσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὦδε, ἀλλ’ ἠγέρθη.

Μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ· καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς λοιποῖς· ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος ἀναστάς, ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.» Μίαν τῶν Σαββάτων, τὴν πρώτην τῶν τοῦ Σαββάτου, ἤτοι τῆς ἑβδομάδος ἡμερῶν ὀνομάζει, ὅπερ ἐστί, τὴν παρ’ ἡμῖν ἐκ τῆς τοῦ Κυρίου ἀναστάσεως ὀνομαζομένην Κυριακήν.

Κατ’ αὐτὴν οὖν ἦλθον ἐπὶ τὸ μνῆμα αἱ γυναῖκες, φέρουσαι ἀρώματα. Ἦλθον δὲ ὄρθρου βαθέος, ὃ ὁ Ματθαῖος, «Ὀψὲ Σαββάτων,» φησί· ὁ γὰρ βαθὺς ὄρθρος εἰς ταυτὸν φέρει τῷ λίαν ὀψέ. «Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον·» ἄγγελος γὰρ ἀπεκύλισεν αὐτόν, ὡς ὁ Ματθαῖός φησιν. Εἰσελθούσαις δὲ αὐταῖς δύο ἄνδρες φαίνονται. Ὁ μὲν γὰρ ὁ ἐν τῷ Ματθαίῳ ἐπεκάθητο τῷ λίθῳ, οὗτοι δὲ οἱ δύο ἄνδρες ἔσωθεν τοῦ μνημείου ἐφίστανται· διάφοροι γὰρ αἱ ὀπτασίαι· λευχείμονες δὲ φαίνονται, διὰ τὸ λαμπρὸν τῆς ἀναστάσεως.

Καὶ ἀναμιμνήσκουσιν αὐτὰς τῶν παρ’ ἐκείνου ῥηθέντων, ὅτι δεῖ, τουτέστιν, ἀναγκαῖόν ἐστι, παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, τῶν Ῥωμαίων δηλαδή, ὡς ἐθνικῶν ὄντων καὶ βδελυκτῶν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Εἴπομεν περὶ τῆς ἀναστάσεως, πῶς ἐστι τριήμερος, ἱκανῶς ἐν τῷ κατὰ Ματθαῖον. Ὑποστρέψασαι δὲ ἀπὸ τοῦ μνημείου, καὶ τοῖς ἀποστόλοις ταῦτα λέξασαι. ληρεῖν ἔδοξαν· οὕτως ἄπιστον φύσει τοῖς ἀνθρώποις δοκεῖ τὸ τῆς ἀναστάσεως θαῦμα. Ὁ μέντοι Πέτρος οὐκ ἀργεῖ, ὥσπερ οὐδὲ τὸ πῦρ ὕλης λαβόμενον, ἀλλ’ ἔρχεται ἐπὶ τὸ μνῆμα, καὶ βλέπει μόνα τὰ ὀθόνια. Καὶ τέως τοῦτο ὠφελεῖται πρῶτον ἀπὸ τῆς πρὸς τὸ μνῆμα ἀφίξεως, τὸ θαυμάζειν, ἀντὶ τοῦ, χλευάζειν. «Ἀπῆλθε γάρ, φησί, πρὸς ἑαυτόν,» τουτέστι, καθ’ ἑαυτόν, «θαυμάζων τὸ γεγονός.» Πῶς γὰρ τὰ ὀθόνια μόνα κατελείφθησαν, καὶ ταῦτα σμύρνῃ ἀλειμμένου τοῦ σώματος; πόσην δ’ ἂν εἶχε σχολὴν ὁ κλέπτης, ὥστε ταῦτα ἰδίᾳ ἐντετυλιγμένα ἀφείς, τὸ σῶμα ἐκφορῆσαι, καὶ ταῦτα, στρατιωτῶν παρακαθημένων; Μαρίαν δὲ Ἰακώβου, τὴν Θεοτόκον νόει· οὕτως γὰρ αὐτὴν ὠνόμαζον, ὡς μητέρα δοκοῦσαν Ἰακώβου τοῦ υἱοῦ Ἰωσήφ, ὃν καὶ μικρὸν ἔλεγον, τὸν ἀδελφόθεόν φημι· ἦν γὰρ καὶ μέγας ὁ εἷς τῶν δώδεκα, ὁ τοῦ Ζεβεδαίου. «Καὶ ἰδοὺ δύο ἦσαν ἐξ αὐτῶν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.

Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο, τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποί;

Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν, ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο.

Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως, καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.» Τινὲς τὸν ἕνα τούτων τῶν δύο αὐτὸν τὸν Λουκᾶν εἶναί φασι· διὸ καὶ ἀπέκρυψε τὸ ἑαυτοῦ ὄνομα ὁ εὐαγγελιστής. Ὡμίλουν δὲ πρὸς ἀλλήλους οὗτοι περὶ πάντων τῶν συμβεβηκότων, οὐχ ὡς πιστεύοντες, ἀλλ’ ὡς διαποροῦντες, καὶ ὡς ἐπὶ πράγμασιν ἐξαισίοις ἐξιστάμενοι, καὶ τῷ παραδόξῳ μὴ ῥᾳδίως ἔχοντες συνθέσθαι. Ὁ δὲ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. Πνευματικὸν γὰρ καὶ θειότερον ἔχων τὸ σῶμα λοιπόν, οὐκ ἐκωλύετο τόπων διαστήματι πρὸς τὸ μὴ οὐχ οἷς βούλεται παρεῖναι. Διὸ οὐδὲ ἀπὸ τῶν χαρακτήρων τοῦ σώματος, ἐν οἷς ἐφαίνετο τότε ὁ Σωτήρ, συνεχωροῦντο γνῶναι αὐτόν.

Ὡς γὰρ ὁ Μάρκος φησίν, ἐν ἑτέρᾳ ἐφαίνετο μορφῇ, καὶ ἐν ἄλλοις χαρακτῆρσιν. Οὐκέτι γὰρ φυσικοῖς νόμοις ᾠκονόμει τὸ σῶμα, ἀλλ’ ὑπὲρ φύσιν καὶ πνευματικῶς· ἔνθεν τοι οἱ ὀφθαλμοὶ ἐκείνων ἐκρατοῦντο, τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Διατί δὲ ἐν ἑτέρᾳ μορφῇ ἐφάνη, καὶ ἐκρατοῦντο οἱ ὀφθαλμοὶ αὐτῶν; Ἵνα πᾶσαν τὴν διστάζουσαν αὐτῶν γνώμην ἀνακαλύψωσιν, ἵνα τὸ ἕλκος ἀπογυμνώσωσιν, εἶθ’ οὕτως τὸ φάρμακον ἐπιδέξωνται· ἵνα γλυκὺς αὐτοῖς φανῇ μετὰ τὴν πολλὴν τριβήν· ἵνα διδάξῃ ἀπὸ Μωσέως καὶ τῶν προφητῶν, καὶ τότε ἐπιγνωσθῇ, καὶ μᾶλλον πιστεύσωσιν, ὅτι οὐκ ἔτι τὸ σῶμα αὐτοῦ τοιοῦτόν ἐστιν, οἷον ἀπλῶς πᾶσι θεωρητὸν εἶναι, ἀλλ’ εἰ καὶ αὐτὸ τὸ παθὸν ἀνέστη, ὅμως οἷς βούλεται φαίνεται· κερδάνωσί τε ἐκ τούτου μέγα τι, τὸ μηκέτι διαπορεῖσθαι, τίνος ἕνεκεν οὐ πάλιν ἐν μέσοις τοῖς δήμοις ἀναστρέφεται, λογιζόμενοι ὅτι ἡ μετὰ τὴν ἀνάστασιν αὐτοῦ διαγωγὴ ἀλλοιοτέρα ἐστί, καὶ οὐ κοινή, οὐδὲ ἀνθρωποπρεπής, ἀλλὰ θειοτέρα· ὃ καὶ τῆς μελλούσης ἀναστάσεως τύπος, ἐν ᾗ ὡς ἄγγελοι διάξομεν καὶ υἱοὶ Θεοῦ. Διὰ ταῦτα τοίνυν ἐκρατοῦντο οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ ἐπιγνῶναι αὐτόν· οἷς γὰρ ἤθελεν, ἑωρᾶτο. Ὁ δὲ Κλεόπας καὶ ὀνειδίζει αὐτῷ τῷ φαινομένῳ συνοδοιπόρῳ. «Σὺ μόνος, φησί, παροικεῖς;» ἀντὶ τοῦ, Σὺ μόνος ἐκ τῶν κατοίκων τῆς Ἱερουσαλὴμ οὐκ ἔγνως τὰ γενόμενα;

Ἄλλοι δὲ τό, «παροικεῖς.» οὕτως ἐνόησαν· Σύ, φησίν, οὕτω μόνος παροικεῖς, καὶ ἔξω τῶν ὁρίων τῆς Ἱερουσαλὴμ ᾠκισμένος εἶ, καὶ ἀμέτοχος τῶν ἐν μέσῳ πραττομένων, ὡς μὴ ταῦτα γινώσκειν; Ὅρα δέ, πῶς μικρὰν πάντη περὶ τοῦ Κυρίου ὑπόληψιν εἶχον· ἄνδρα γὰρ προφήτην αὐτὸν ὠνόμαζον, οἷον Ἠλίαν, Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἢ καὶ Μωσέα εἰπεῖν· δυνατὸν ἐν ἔργῳ καὶ λόγῳ· πρῶτον τὸ ἔργον, εἶτα ὁ λόγος. Οὐδεὶς γὰρ λόγος βέβαιος διδασκαλικός, εἰ μὴ πρότερον ὁ διδάσκων ἐργάτην ἑαυτὸν ἐκφαίνοι. Δυνατὸς οὖν ἴσθι ἐν ἔργῳ πρῶτον. εἶτα καὶ τὸν λόγον σπούδαζε ἔχειν. Οὕτω καὶ ὁ Θεὸς συνεργήσει σοι. Πρότερον γὰρ ἡ πρᾶξις, εἶτα θεωρία καὶ ἔλλαμψις. Εἰ μὴ τὸ κάτοπτρον καθαρίσεις ἐν πόνῳ καὶ ἱδρῶτι, οὐκ ἂν τὸ ποθούμενον κάλλος κατοπτρίσῃς. «Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ,» τοῦτο διὰ τῶν ἔργων· «ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται,» τοῦτο τῆς θεωρίας τὸ τέλος.

Δεῖ δὲ εἶναι δυνατὸν ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ, καὶ τότε ἐναντίον παντὸς τοῦ λαοῦ. Πρῶτον γὰρ ἀρεστέον Θεῷ, εἶτα καὶ τὸ ἀμώμητον σπουδαστέον πρὸς ἀνθρώπους, ὡς ἂν ἐγχωρῇ· καὶ μήτε τὴν ἀνθρωπαρέσκειαν προτιμητέον, ἀλλὰ τὴν θεοσέβειαν· μήτε πρὸς τὸ σκάνδαλον τῶν πολλῶν βιωτέον, ἀλλὰ καὶ τούτου μετ’ ἐκείνους προνοητέον· ὃ καὶ Σοφός φησι· «Προνοοῦ καλὰ ἐνώπιον Θεοῦ, εἶτα καὶ ἀνθρώπων·» καὶ Παῦλος τοῦτο αὐτό. «Ἡμεῖς δὲ ἠλπίζομεν, φησίν, ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ.» Ὡσπερεὶ διαψευσθέντες τῶν ἐλπίδων, οὕτω φασίν· Ἡμεῖς ἠλπίζομεν ὅτι αὐτὸς καὶ ἄλλους σώσει, καὶ ἰδοὺ οὐδὲ ἑαυτὸν ἔσωσεν· οὕτως ἀγεννῶς καὶ ἀπίστως εἶχον. Μονονουχὶ γὰρ ἐκεῖνα ἔλεγον, ἃ καὶ οἱ ἐπὶ τοῦ σταυροῦ. «Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·» Διὸ καὶ ἀνοήτους αὐτοὺς ἀποκαλεῖ, καὶ βραδεῖς τοῦ πιστεύειν· τί δέ ἐστι τοῦτο τό, «Λυτροῦσθαι τὸν Ἰσραήλ;» Διαφόρως εἴπομεν, ὅτι τὸν Χριστὸν προσεδόκων οἱ τοῦ λαοῦ, καὶ μὴ ἀκριβέστεροι, σωτῆρα καὶ λυτρωτὴν τῶν ἐπικειμένων αὐτοῖς κακῶν, καὶ τοῦ ζυγοῦ τῆς δουλείας τῆς ὑπὸ Ῥωμαίων· καὶ βασιλεύσειν δὲ αὐτὸν ἐπίγειον βασιλείαν ἤλπιζον· διὸ καί φασιν, ὅτι Ἡμεῖς ἠλπίζομεν, ὅτι καὶ τὸν Ἰσραὴλ ἀπὸ τῶν ἐθνικῶν Ῥωμαίων αὐτὸς λυτρώσεται, καὶ οὗτος οὐδὲ τὴν ἄδικον ἐπ’ αὐτῷ ψῆφον ἐξέφυγε. «

Καὶ μὴν καὶ τρίτην ἡμέραν ἄγει σήμερον, καὶ γυναῖκες ἐξέστησαν ἡμᾶς,» καὶ τὰ ἑξῆς. Ταῦτα ὡσπερεὶ διαποροῦντές φασι· καὶ ἐοίκασί μοι οἱ ἄνδρες ἐν πολλῇ ἀμφιγνωμοσύνῃ εἶναι, καὶ μήτε σφόδρα ἀπιστεῖν, μήτε σφόδρα πιστεύειν. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ λυτρωσόμενος τὸν Ἰσραήλ, ἀπιστίαν ἐνδείκνυται· τὸ δὲ λέγειν, ὅτι Τρίτην ταύτην ἡμέραν ἄγει, ἀνθρώπων ἐστὶν ἐγγὺς ὄντων τοῦ ἀναμιμνήσκεσθαι, ὅτι εἶπεν αὐτοῖς· «Τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσομαι.» Καὶ τό, «Ἐξέστησαν ἡμᾶς,» τοιοῦτόν τι ἐμφαίνει, φημὶ δὴ τὸ τὴν ἀπιστίαν αὐτῶν ὑποσαλεύεσθαι. Ὅλως δὲ σκοπούμενοι οἱ λόγοι, ἀνθρώπινοι τῷ ὄντι εἰσί, καὶ πολὺν τὸν δισταγμὸν ἔχοντες, καὶ οἷον ἐπαπορουμένων καὶ ἀμηχανούντων διὰ τὸ τῆς ἀναστάσεως ἐξαίσιον. «Ἀπῆλθον δέ, φασί, τινὲς τῶν σὺν ἡμῖν.» Ἢ τὸν Πέτρον μόνον φησίν, ἢ τὸν Πέτρον καὶ Ἰωάννην.

Κἀντεῦθεν δῆλον, ὅτι ἃ πλατέως ἕτεροι λέγουσιν, ἄλλοι συντόμως καὶ ἐπιδρομάδην διέρχονται. Ὥσπερ οὖν καὶ τὴν ἐπὶ τὸ μνημεῖον ἄφιξιν Πέτρου καὶ Ἰωάννου, ὁ μὲν Ἰωάννης πλατύτερον διεξῆλθεν, οὗτος δέ, ὀλίγων ἐπιμνησθείς, ἀνωνύμως παρῆλθεν. «Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν, οἷς ἐλάλησαν οἱ προφῆται, οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως, καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο. Καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες·

Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστί, καὶ κέκλικεν ἡ ἡμέρα· καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.

Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν, καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς λέγοντας, ὅτι Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι· καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.» Ἐπειδὴ ἀνθρωπίνως τὰς γνώμας διέκειντο, καὶ πολὺν τὸν δισταγμὸν ἐνόσουν, ἀνοήτους αὐτοὺς ἀποκαλεῖ καὶ βραδεῖς, ὥστε πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· ἔστι γὰρ πιστεύειν καὶ μερικῶς καὶ καθόλου.

Οἷον, ἐάν τις τὸν Χριστὸν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ ἐλπίζει ἔσεσθαι, οὐ μέντοι γε ψυχῶν σωτηρίᾳ, ἀλλ’ ἀποκαταστάσει τοῦ ἔθνους τοῦ Ἰουδαϊκοῦ καὶ ἀπολυτρώσει, ὁ τοιοῦτος οὐχ ὅσον δεῖ πιστεύειν, πιστεύει. Καὶ αὖθις, εἰ πιστεύει μὲν τῷ Δαυῒδ λέγοντι, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου,» καὶ τὰ λοιπὰ ὅσα περὶ τοῦ σταυροῦ καὶ τῶν ἐν τῷ σταυρῷ ὡς ἐκ προσώπου τοῦ Κυρίου προφητεύει, καὶ δέχεται τὰ περὶ τοῦ πάθους, τὰ δὲ περὶ τῆς ἀναστάσεως οὐ λογίζεται, οἷον τό, «Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν,» καὶ τό, «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην,» καὶ τό, «Ἐν νεκροῖς ἐλεύθερος,» καὶ τό, «Ἐξάγων πεπεδημένους, καὶ τοὺς κατοικοῦντας ἐν τάφοις,» καὶ τὰ τοιαῦτα· οὐ τελείαν πίστιν ἔχει, ἀλλ’ ἐκ μέρους. Δεῖ δὲ ἐπὶ πᾶσι τοῖς τε τῆς ἀτιμίας, τοῖς τε τῆς δόξης πιστεύειν τοῖς προφήταις. Ἕδει γὰρ τὸν Χριστὸν παθεῖν· τοῦτο τῆς ἀτιμίας· ἀλλὰ καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ· τοῦτο τὸ ἔνδοξον. Ὑμεῖς δὲ οὕτως ἀνόητοί ἐστε, ὥστε Ἡσαΐου ἀκούοντες λέγοντος ἀμφότερα, ὅτι τε εἰς σφαγὴν ἤχθη, καὶ ὅτι Κύριος βούλεται δεῖξαι αὐτῷ φῶς, ἐκεῖνο μὲν δέχεσθε, τοῦτο δὲ μὴ λογίζεσθε· καὶ ὅτι μὲν μεμωλώπισται, πιστεύειν· ὅτι δὲ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, μὴ προσεννοεῖν.

Ἀλλ’ ἐπεί, φησίν, ὑμεῖς ἀνόητοι, ἤτοι βραδεῖς· εἰ γὰρ ἀνόητοι ἦσαν, οὐδ’ ἂν οὐδ’ αὐτὸς ἐλάλει αὐτοῖς· ἐπεὶ οὖν βραδεῖς ὑμεῖς ἐστε, ἐγὼ διαβαστάσω τὴν ὑμῶν διάνοιαν, καὶ νοεῖν ὀξέως ποιήσω. Διὸ καὶ ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς· τό τε γὰρ τῆς Ἀβραὰμ θυσίας μυστήριον, ὅτι Ἰσαὰκ ἀφεθέντος, κριὸς ἐτύθη, ταῦτα τὰ κατὰ τὸν Κύριον προετύπου, ὡς καὶ αὐτὸς ὁ Κύριός φησιν, ἰδεῖν τὸν Ἀβραὰμ τὴν ἡμέραν αὐτοῦ καὶ ἀγαλλιάσασθαι· καὶ τό, «Ὄψεσθε τὴν ζωὴν ἡμῶν κρεμαμένην,» ἐν ταυτῷ καὶ τὴν σταύρωσιν δηλοῖ διὰ τοῦ κρεμαμένην εἰπεῖν, καὶ τὴν ἀνάστασιν διὰ τοῦ τὴν ζωὴν ὀνομάσαι.

Καὶ ἐν ταῖς λοιπαῖς δὲ προφητείαις σποράδην κεῖνται τὰ περὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, καὶ μάλιστα ἐν τοῖς ἐπιφανεστέροις, καὶ πάρεστιν ἐκεῖθεν ταῦτα ἀναλέγεσθαι. Σκόπει δέ μοι, πῶς ἐκ τοῦ κακοπαθεῖν τὸ εἰσελθεῖν εἰς τὴν δόξαν ἐστίν.

Προσποιεῖται δὲ ποῤῥωτέρω πορεύεσθαι, κατὰ τὸ ἀνθρώπινον πάντως. Ὅτε δὲ συγχωρεῖ, τότε διανοίγονται οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ ἐπέγνωσαν αὐτόν. Αἰνίττεται δέ τι καὶ ἕτερον, ὅτι τοῖς μεταλαμβάνουσι τοῦ εὐλογημένου ἄρτου, διανοίγονται οἱ ὀφθαλμοὶ εἰς τὸ ἐπιγνῶναι αὐτόν. Μεγάλην γὰρ καὶ ἄφατον δύναμιν ἔχει ἡ τοῦ Κυρίου σάρξ. Ἀφανὴς δὲ γίνεται ἀπ’ αὐτῶν· οὐκ ἔτι γὰρ τοιοῦτον εἶχε σῶμα, οἷον ἐπὶ πολὺ σωματικῶς συνδιάγειν αὐτοῖς, καὶ ἅμα ἵνα πλείονα ἐκ τούτου τὸν πόθον ἐπαυξήσῃ αὐτοῖς.

Οὕτω γοῦν ἐχάρησαν, ὥστε αὐτῇ τῇ ὥρᾳ ἀναστῆναι, καὶ ὑποστρέψαι εἰς Ἱερουσαλήμ, οὐκ αὐτῇ δὲ τῇ ὥρᾳ. Ἀνέστησαν μὲν γὰρ κατ’ αὐτὴν τὴν ὥραν. ὑπέστρεψαν δὲ μετὰ πλείους, ὅσας εἰκὸς ἦν αὐτοὺς ποιῆσαι τὸ διάστημα τῶν ἑξήκοντα σταδίων βαδίζοντας, ἐν αἷς πάντως καὶ ὁ Δεσπότης ὤφθη τῷ Σίμωνι διὰ μέσου, ὁδοιπορούντων αὐτῶν ἐν τῇ ὑποστροφῇ.

Καιομένη δὲ ἦν ἡ καρδία αὐτῶν, ἢ τῷ πυρὶ τῶν λόγων τοῦ Κυρίου· ἑρμηνεύοντος γὰρ αὐτοῖς, διεθερμαίνοντο ἔσωθεν καὶ συνδιετίθεντο ἐπὶ τοῖς λεγομένοις ὡς ἀληθέσιν· ἢ ὅτι ἑρμηνεύοντος αὐτοῖς τὰς Γραφάς, ἐπάτασσεν ἔσωθεν ἡ καρδία αὐτῶν, ὅτι Οὗτος ὁ ἑρμηνεύων ἡμῖν ἐστιν ὁ Κύριος. «Ταῦτα δὲ αὐτῶν λαλούντων, καὶ αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὑτοῦ, καὶ λέγει αὐτοῖς·

Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν· καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ; Καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖρας καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι. Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπών, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως, καὶ προφήταις, καὶ Ψαλμοῖς περὶ ἐμοῦ.» Ὁ πάντα πρὸς σωτηρίαν ἡμῶν οἰκονομῶν Κύριος, ἵσταται ἐν μέσῳ τῶν μαθητῶν, πιστώσασθαι τὴν ἀνάστασιν θέλων. Καὶ πρῶτον μὲν διὰ τοῦ συνήθους προσφθέγματος τῆς εἰρήνης καταστέλλει τὸν θόρυβον αὐτῶν, ἅμα δὲ καὶ δείκνυσιν, ὡς αὐτὸς ἐκεῖνός ἐστιν ὁ διδάσκαλος αὐτῶν, ὁ τούτῳ τῷ προσρήματι χαίρων, καὶ τούτῳ καθοπλίσας καὶ αὐτούς, ὁπηνίκα πρὸς τὸ κήρυγμα ἔστελλεν.

Ἐπεὶ δὲ διὰ τοῦ ῥήματος τούτου οὐ κατεστάλη ὁ τῆς ψυχῆς αὐτῶν θόρυβος, δείκνυσιν αὐτοῖς ἑτέρωθεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐστιν, ὁ τὰς καρδίας γινώσκων. «Διατί γάρ, φησί, διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;» πάντως δὲ τὸ γινώσκειν καρδίας Θεοῦ ὁμολογουμένως ἐστί. Ἐπιφέρει καὶ ἕτερον, τὴν ψηλάφησιν τῶν χειρῶν καὶ τῶν ποδῶν.

Ὑμεῖς μὲν γάρ, φησί, με πνεῦμα δοκεῖτε εἶναι, ἤτοι φάντασμα, οἷα πολλὰ τῶν τεθνεώτων μάλιστα περὶ τὰ μνήματα φαντάζειν εἴωθεν· ἀλλ’ ἴστε, ὅτι τὸ μὲν πνεῦμα οὔτε σάρκα, οὔτε ὀστέα ἔχει· ἐγὼ δὲ καὶ σάρκα καὶ ὀστέα ἔχω, εἰ καὶ θειότερα καὶ πνευματικά.

Τὸ γὰρ τοῦ Κυρίου σῶμα πνεῦμα μὲν οὐκ ἦν, πνευματικὸν δέ, τουτέστι, πάσῃς παχύτητος ἐκτός, πνεύματι διοικούμενον. Τὸ μὲν γὰρ σῶμα, ὃ νῦν ἔχομεν, ψυχικόν ἐστι, τουτέστιν, ψυχῇ διοικούμενον, καὶ ζωογονούμενον ταῖς φυσικαῖς καὶ ψυχικαῖς ποιότησι καὶ δυνάμεσι. Τὸ δὲ μετὰ τὴν ἀνάστασιν πνευματικὸν ὠνόμασεν ὁ Παῦλος, ἤγουν πνεύματι ζωογονούμενον θείῳ καὶ διοικούμενον, καὶ οὐ ψυχῇ, τρόπῳ ἀποῤῥήτῳ καὶ πνευματικῷ πρὸς ἀφθαρσίαν μεταστοιχειωθέν, καὶ ἐν ταύτῃ συντηρούμενον.

Τοιοῦτον οὖν χρὴ νοεῖν τὸ τοῦ Κυρίου σῶμα μετὰ τὴν ἀνάστασιν, πνευματικόν, καὶ λεπτόν, καὶ πάσης παχύτητος ἐκτός, καὶ οὔτε τροφῆς, οὔτε ἄλλου τινὸς δεόμενον, εἰ καὶ πρὸς πίστωσιν ἔφαγεν. Ὃ γὰρ ἔφαγεν, οὐ κατὰ φύσιν ἔφαγεν, ἀλλὰ κατ’ οἰκονομίαν, ἵνα δείξῃ ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη.

Κατὰ φύσιν μέντοι τοῦτο τῷ σώματι ἦν, τὸ κεκλεισμένων τῶν θυρῶν εἰσιέναι, τὸ ἀκόπως ἀπὸ τόπου εἰς τόπον μεταβαίνειν. Ἀπιστούντων οὖν τῶν μαθητῶν ἔτι, καὶ μηδὲ ἀπὸ τῆς ψηλαφήσεως ἀναπεισθέντων, καὶ ἕτερον προστίθησι, τὸ τῆς βρώσεως, θείᾳ τινὶ δυνάμει καταναλισκομένων τῶν βιβρωσκομένων.

Πᾶν γὰρ τὸ φυσικῶς βιβρωσκόμενον διὰ τοῦ στόματος εἰς ἀφεδρῶνα χωρεῖ· τὰ δὲ οὐ φυσικῶς, ὡς εἴπομεν, ἀλλ’ οἰκονομικῶς ἐβιβρώσκετο. Ἔχειν δέ τι καὶ αἴνιγμα ἔοικε τὰ τότε βρωθέντα· ἰχθύος γὰρ ὀπτοῦ μέρος φαγών, αἰνίττεται ὅτι τὴν φύσιν ἡμῶν τὴν ἐν τῷ ἁλμυρῷ τούτῳ βίῳ νηχομένην τῷ πυρὶ τῆς οἰκείας θεότητος ἐκτήξας, καὶ πᾶσαν ἣν εἶχεν ἐκ τῶν βαθέων τῶν ὑδάτων, μᾶλλον δὲ τῶν κυμάτων, ὑγρότητα ἐξικμάσας, θείαν βρῶσιν πεποίηκε ταύτην, τὴν πρώην βδελυκτὴν ἡδεῖαν βρῶσιν ἐργασάμενος τῷ Θεῷ. Τοῦτο γάρ, φησίν, αἰνίττεται τὸ μελίσσιον κηρίον, τὴν νῦν γλυκύτητα λέγω τῆς πρὶν ἀποβλήτου ἡμῶν φύσεως. Ἢ καὶ τοῦτο, οἶμαι, αἰνίττεται, διὰ μὲν τοῦ ὀπτοῦ ἰχθύος τὴν πρακτικήν, ὑφαιροῦσαν ἡμῶν τὴν πολλὴν ὑγρότητα καὶ παχύτητα διὰ τῆς τῶν ἐρημικῶν καὶ ἡσυχαστικῶν ἀνθράκων βοηθείας· τὴν δὲ γνῶσιν, ἤτοι θεωρίαν, διὰ τοῦ μελισσίου κηρίου, εἴπερ γλυκέα τὰ τοῦ Θεοῦ λόγια. Ἔστι δὲ κηρίον, ἀλλὰ κηφηνῶδες, τὸ τῆς Ἑλληνικῆς σοφίας· ἔστι δὲ κηρίον μελίσσιον, τὸ τῆς θείας σοφία· εἴπερ Χριστὸς ἡ μέλισσα, μικρὰ μὲν τῷ μεγέθει (συντετμημένος γὰρ ὁ λόγος, καὶ τῇ ῥώμῃ ἀσθενής· οὐκ ἐν δυνάμει γὰρ λόγου Παῦλος κηρύττει, ἵνα μὴ κενώσῃ τὸν σταυρόν), πλὴν βασιλεῦσι καὶ ἰδιώταις ἐράσμιος, εἰς ὑγίειαν ψυχικὴν προσφερομένοις τοὺς πόνους αὐτῆς. «

Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς, καὶ εἶπεν αὐτοῖς, ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι ἐκ νεκρῶν, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν, καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων, καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὑτοῦ εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο, ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ’ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.

Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.» Ὅτε εἰρήνευσε, καὶ κατέστησε τὰς καρδίας αὐτῶν δι’ ὧν εἶπε, δι’ ὧν ἐψηλαφήθη, δι’ ὧν ἔφαγε πιστωσάμενος τὴν ἀληθῆ τοῦ σώματος αὐτοῦ ἀνάστασιν, τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς. Εἰ μὴ γὰρ ἐσχόλασεν ἡ ψυχὴ αὐτῶν, πῶς ἂν ἔγνω ταρασσομένη, καὶ μὴ καθεστῶσα; «Σχολάσατε γάρ, φησί, καὶ γνῶτε.» Διὸ καὶ διδάσκει αὐτούς, ὅτι ἀναγκαῖον ἦν οὕτω παθεῖν τὸν Χριστόν. Οὕτω· πῶς; Διὰ ξύλου σταυροῦ· ἐπειδὴ διὰ ξύλου ὁ ὄλεθρος, ἀναγκαῖον ἦν καὶ διὰ ξύλου ἀναλυθῆναι τὴν φθοράν, καὶ δι’ ὀδυνῶν τῶν ἐν τῷ ξύλῳ διελθόντα ἀήττητον τὸν Κύριον, τὴν ἐν τῷ ξύλῳ ἡδονὴν καταργῆσαι, εἶτα «καὶ ἀναστῆναι, φησί, τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη.» Περὶ τοῦ βαπτίσματος ἐνταῦθά φησιν. Ἐν τούτῳ γὰρ μετάνοιά τε γίνεται διὰ τῆς ἐξαγορεύσεως καὶ ἀποθέσεως τῶν προτέρων κακιῶν καὶ ἀσεβειῶν, καὶ ἐπακολουθεῖ ἡ ἄφεσις τῶν ἁμαρτιῶν. Πῶς δὲ τὸ βάπτισμα νοήσομεν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ μόνου γίνεσθαι, καὶ ταῦτα ἀλλαχοῦ διδασκόμενοι εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τελεῖν τοῦτο;

Πρῶτον μὲν οὖν τοῦτό φαμεν, ὅτι τὸ βάπτισμα ὅταν λέγωμεν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ γίνεσθαι, οὐ τοῦτο λέγομεν, ὅτι δεῖ ἐπὶ μόνῳ τῷ τοῦ Χριστοῦ ὀνόματι τοῦτο τελεῖν, ἀλλ’ ὅτι τὸ τοῦ Χριστοῦ βάπτισμα ὃ Χριστὸς ἐβαπτίσατο, τουτέστι, πνευματικόν, οὐκ Ἰουδαϊκόν, οὐδὲ οἷον τὸ Ἰωάννου εἰς μετάνοιαν μόνον, ἀλλὰ Πνεύματος ἁγίου κοινωνίαν καὶ ἄφεσιν ἁμαρτιῶν παρεχόμενον, οἷον αὐτὸς ἔδειξε δι’ ἡμᾶς βαπτισάμενος ἐν Ἰορδάνῃ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς δείξας. Ἔπειτα τὸ ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ βάπτισμα, ἀντὶ τοῦ, εἰς τὸν θάνατον τοῦ Χριστοῦ, νόει. Ὥσπερ γὰρ ἐκεῖνο, θανὼν τριήμερος ἀνέστη, οὕτω καὶ ἡμεῖς ἐνθαπτόμενοι τυπικῶς τῷ ὕδατι, εἶτα ἀναδύνομεν ἄφθαρτοι τὰς ψυχάς, καὶ τῆς τοῦ σώματος ἀφθαρσίας τοὺς ἀῤῥαβῶνας δεχόμενοι.

Ἄλλως τε τὸ «Χριστὸς» ὄνομα ἐν ἑαυτῷ ἐμφαίνει καὶ τὸν Πατέρα τὸν χρίσαντα, καὶ τὸ χρίσμα τὸ Πνεῦμα, καὶ τὸν χρισθέντα Υἱόν. «Ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἄφεσις ἁμαρτιῶν.» Ποῦ λοιπὸν αἱ βορβορώδεις γλῶσσαι τῶν βαπτιζόντων εἰς Μοντανόν, καὶ Πρίσκιλλαν, καὶ Μαξιμίλλαν; Ἀληθῶς οὐδεμία οὕτω τοῖς βαπτιζομένοις ἄφεσις, ἀλλὰ καὶ προσθήκη ἁμαρτιῶν ἐπιγίνεται. Οὗτοι μὲν οὖν κακῶς ἀπώλοντο. Εἰς πάντα δὲ τὰ ἔθνη ὁ λόγος ἐξῆλθεν, ἀρξάμενος ἀπὸ Ἱερουσαλήμ. Ἔδει γὰρ τὴν φύσιν πᾶσαν ἐν Χριστῷ ἑνωθεῖσαν καὶ προσληφθεῖσαν, μὴ εἰς δύο λοιπὸν διαιρεῖσθαι τμήματα, Ἑβραίους καὶ ἐθνικούς, ἀλλ’ ἄρξασθαι ἀπὸ Ἱερουσαλὴμ τὸν λόγον καὶ ἐν τοῖς ἔθνεσιν ἀναπαύσασθαι, ἑνοποιοῦντα τὴν φύσιν. «Ὑμεῖς δέ, φησίν, ἐστὲ μάρτυρες τούτων τῶν παθῶν, τῆς ἀναστάσεως.» Εἶτα ἵνα μὴ ταραχθῶσι παρ’ ἑαυτοῖς, καὶ λογίσωνται·

Πῶς μαρτυρήσομεν ἄνθρωποι ἰδιῶται πρὸς ἔθνη ἀποστελλόμενοι, πρὸς τοὺς Ἱεροσολυμίτας ἀντιπαρεκδυόμενοι τοὺς καὶ σὲ ἀποκτείναντας, Θαρσεῖτε, φησί, τούτου ἕνεκα. Ἀποστελῶ γὰρ ὅσον οὔπω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου, ἣν εἶπον δι’ Ἰωήλ, ὅτι «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» καὶ τὰ ἑξῆς. Καθίσατε οὖν, οἱ νῦν δειλοὶ καὶ ἄνανδροι, ἕως οὗ ἐνδύσησθε δύναμιν οὐκ ἀνθρωπίνην, ἀλλ’ οὐράνιον. Οὐκ εἶπε δέ, Δέξησθε, ἀλλ’, «Ἐνδύσησθε,» τὸ πάντοθεν φρουρητικὸν τῆς πνευματικῆς ὁπλίσεως ὑποφαίνων. «Ἐξήγαγε δὲ αὐτοὺς ἕως εἰς Βηθανίαν.» Τοῦτο νοήσομεν ἐν αὐτῇ τῇ τεσσαρακοστῇ ἡμέρᾳ γεγονέναι. Ἃ γὰρ οὗτοι ἐν ἐπιτομῇ λέγουσι, ταῦτα νόει μοι σὺ ἐν πολλαῖς ἡμέραις γίνεσθαι· ὡς αὐτὸς οὗτος ὁ Λουκᾶς φησιν ἐν ταῖς Πράξεσιν, ὅτι «Δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς.» Συχνάκις γὰρ ἐφίστατο, καὶ ἀφίστατο.

Εὐλόγησε δὲ τοὺς μαθητάς, τάχα μὲν καὶ δύναμιν φρουρὸν αὐτοῖς ἐντιθεὶς ἄχρι τῆς τοῦ Πνεύματος παρουσίας, τάχα δὲ καὶ ἡμᾶς διδάσκων, ἐπειδὰν ἀποδημῶμεν, ταῖς εὐλογίαις τοὺς ὑφ’ ἡμᾶς παρακατατίθεσθαι. «Ἀνεφέρετο δὲ εἰς τὸν οὐρανόν.» Ἠλίας μὲν γάρ, Ὡς εἰς οὐρανόν· ὡσανεὶ γὰρ ἐδόκει εἰς οὐρανὸν ἀναφέρεσθαι· ὁ δὲ Σωτὴρ εἰς τὸν οὐρανὸν αὐτὸν πρόδρομος πάντων ἀνελήλυθε, μετὰ τῆς ἁγίας σαρκὸς αὐτοῦ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ, καὶ σύνεδρον αὐτὴν ἀποδεῖξαι τῷ Πατρί.

Καὶ νῦν προσκυνεῖται ἡ φύσις ἡμῶν ἐν Χριστῷ ὑπὸ πάσης ἀγγελικῆς δυνάμεως. «Αὐτοὶ δὲ ὑπέστρεψαν μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ.» Ὁρᾷς ἀρετήν; Οὔπω τὸ Πνεῦμα, καὶ πνευματικῶς διάγουσι. Οἱ γὰρ κεκλεισμένοι πρότερον, νῦν ἐν μέσοις τοῖς ἀρχιερεῦσι διάγουσι, καὶ οὐδὲν ἐν αὐτοῖς βιωτικόν· ἀλλὰ πάντων περιφρονήσαντες, ἐν τῷ ἱερῷ αἰνοῦσι διαπαντὸς τὸν Θεόν, καὶ εὐλογοῦσιν.

Ὧν μιμηταὶ καὶ ἡμεῖς γενόμενοι, ἐν ἱερῷ βίῳ διαπαντὸς εἴημεν, αἰνοῦντες διὰ τούτου τοῦ βίου καὶ εὐλογοῦντες τὸν Θεόν. Δόξα γὰρ Θεοῦ καὶ εὐλογία ὁ ἱερὸς καὶ ἐνάρετος βίος· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Τέλος τῆς εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον Ἑρμηνείας Θεοφυλάκτου.