Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Ο Ιουλιανός ο Παραβάτης και η αναβίωση των διωγμών

Η νεανική ηλικία και η άνοδος του Ιουλιανού στον θρόνο, η στροφή του προς την ειδωλολατρία και οι πολύμορφες διώξεις κατά των χριστιανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 9

Καθίσταται δὲ βασιλεὺς ἕτερος, παρανομώτατος καὶ ἀσεβὴς (εἴ γε δεῖ τοῦτον βασιλέα φάναι), ὁ κατέναντι τοῦ Χριστοῦ τραχηλιάσας καὶ εἰπὼν πρὸς αὐτόν, «ὁδούς σου εἰδέναι οὐ βούλομαι», ὁ ἀποστάτης καὶ παραβάτης καὶ δυσώνυμος Ἰουλιανός· περὶ οὗ μακρά τινα βουλομένοις ἡμῖν διηγήσασθαι, μηδεὶς ἐπιμεμφέσθω, «πόῤῥω τῆς νύσσης» θέειν ἡμᾶς ἡγησάμενος. Μάλιστα γὰρ οὐκ ἄχρηστος τῇ Χριστοῦ Ἐκκλησίᾳ καὶ τοῖς φιλομαθέσιν ἀκροαταῖς ἡ τῶν πάλαι γεγενημένων διήγησις. Τὸ γὰρ πολλὰ εἰδέναι πολλοῦ ἄξιον, ὥς τις ἔφησεν. Ἔπειτα οὐδὲ τῆς τοῦ λόγου ὑποθέσεως πόῤῥω ταῦτα.

Ἄθλησις μὲν γὰρ μαρτύρων ἡ τοῦ λόγου ὑπόθεσις. Οὗτοι μὲν οὖν κατὰ τοὺς Ἰουλιανοῦ χρόνους ἤθλησαν· εἰ τοίνυν, ὡς ἔνεστι, κατὰ τῆς τῶν χριστιανῶν μανίας τοῦδε τοῦ τυράννου ἐπεμνήσθημεν, ὡς ἂν περιφανὴς ἔσται τῶν μαρτύρων ἡ γενναιότης, ὅτι πρὸς καιροὺς τοιούτους ἠνδρίσαντο καὶ τοιούτου τυράννου τῶν προσταγμάτων κατωλιγώρησαν, τοῦ πάντας διώκτας ἀποκρύψαι φιλονεικήσαντος. Ἐπεὶ καὶ τῶν ἄνω ῥηθέντων τούτων ἕνεκεν ἐπεμνήσθημεν, ὡς ἂν κεφαλὴν ἡμῖν ὁ λόγος ἔχοι καὶ εἴη ἀρτιμελής τε καὶ τέλειος.

Τούτῳ τοίνυν τῷ Ἀποστάτῃ, πατὴρ μὲν ἦν Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντίνου ἀδελφός, Κωνσταντίου μὲν ἄμφω πατρός· μητρῶν δέ, ὁ μὲν Θεοδώρας τῆς Ἑρκουλίου θυγατρός, ὁ δὲ Ἑλένης τῆς πανευφήμου, καθὰ καὶ φθάσαντες εἴπομεν. Ἦν δὲ Ἰουλιανοῦ πρεσβύτερος ἀδελφός, Γάλλος ὄνομα τούτῳ. Ἐπεὶ δὲ Κωνσταντῖνος ὁ μέγας ἀπῆλθε τοῦ βίου, εἰς Κωνστάντιον δὲ περιέστη τὰ τῆς Ἑῴας σκῆπτρα, νεωτερισμοῦ τινος ἐμπεσόντος τοῖς στρατιώταις, Δαλμάτιος μὲν ὁ νέος ὁ τοῦ παλαιοῦ Δαλματίου υἱὸς ἀναιρεῖται σὺν ἄλλοις πολλοῖς, τοῦ αὐτοῦ γένους καταγομένοις. Γάλλον δὲ καὶ Ἰουλιανόν, τὸν μὲν ἀῤῥωστία συμβᾶσα δεινὴ καὶ μετ’ ὀλίγον ἐπάξειν ἐλπιζομένη τὸν θάνατον, τὸν δὲ τὸ τῆς ἡλικίας νέον (ὀκτὼ γὰρ ἔτη τότε γεγονὼς ὁ κατάρατος, καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὁ βασιλεὺς ἐφιλανθρωπεύσατο· τὸ δὲ μεῖζον καὶ κυριώτερον καὶ τῶν τοῦ Θεοῦ κριμάτων ἄβυσσος, κολαστὴν πικρὸν χριστιανοῖς ἀνατρέφοντος διὰ τὴν ἄνεσιν), ἐκ μέσου τῶν στρατιωτικῶν ξιφῶν ἥρπασεν. Ἐπεὶ δὲ ῥᾷον ἔσχε τὰ τῆς νόσου τῷ Γάλλῳ, παραλαβὼν τὸν ἀδελφὸν Ἰουλιανόν, εἰς Ἰωνίαν ἄμφω καταίρουσι, πολλοῖς τηνικαῦτα σοφισταῖς καὶ φιλοσόφοις ἀνθοῦσαν· ἔνθα δὴ καὶ διατρίβοντες πᾶσαν μετῄεσαν παίδευσιν εὐγενῶς καὶ μεγαλοπρεπῶς, καὶ αὐτὸ τοῦτο βασιλικῶς ἀναγόμενοι.

Ἦν γὰρ αὐτοῖς καὶ χρημάτων εὐπορία πολλή, πάντα τὰ πατρῷα αὐτοῦ βασιλέως αὐτοῖς ἀνέντος. Ὅτε δὴ καὶ ναὸν μάρτυσιν ἀνιστᾶν ἀρξαμένοις ἀμφοτέροις τοῖς ἀδελφοῖς καὶ διανειμαμένοις ἑκατέρῳ μέρος, Γάλλῳ μερὶς καλῶς εἶχε καὶ ἀνυψοῦτο ὁσημέραι· Ἰουλιανὸς δέ, ὅσον ᾠκοδόμει, πάλιν αὐτομάτως ἔβλεπε καθαιρούμενον, οὐδὲ τῆς γῆς, οἶμαι, δυναμένης βαστάσαι τὴν τοῦ ἀσεβοῦς ἐπικεκρυμμένην ἀσέβειαν. Ἀλλὰ τὸν μὲν Γάλλον ἡ φιλανθρωπία τοῦ βασιλέως καίσαρα καθιστᾶ, Ἰουλιανὸς δὲ περιῄει, εὐτέλειάν τε ἀσκῶν, καὶ φιλόσοφος εἶναι προσποιούμενος.

Οὐ μέντοι Κωνστάντιον ἐλάνθανεν ἡ τούτου δεινότης καὶ ἡ ἐν τῷ χριστιανισμῷ σαθρότης καὶ ἡ πρὸς τὸν ἑλληνισμὸν συνδιάθεσις. Ταύτῃ τοι καὶ μετακαλεῖται μὲν αὐτὸν ἐκ τῆς Ἰωνίας, εἰς δὲ τὴν Νικομηδέων ἐξαποστέλλει, ὥστε ὑπὸ Εὐσεβίῳ καθηγητῇ (ἐπίσκοπος δὲ ἄρα τῆς Νικομηδέων ἦν ὁ Εὐσέβιος, οὐ μικρὰν ἐν λόγοις ἔχων δόξαν), τὰ χριστιανῶν καὶ Ἑλλήνων παιδεύεσθαι.

Ἀπείρητο δὲ αὐτῷ ἐκ βασιλέως τῷ Λιβανίῳ ἐκφοιτᾶν, ὃς πατρίδος μὲν ἦν τῆς πρὸς τὸν Ὀρόντα Ἀντιοχείας, ἑλληνίζων δὲ τὴν θρησκείαν καὶ τηνικαῦτα σοφιστεύων Νικομηδεῦσι, μέγα κράτος ἐπ’ εὐγλωττίᾳ κατὰ πάντων ἐφέρετο.

Ἀλλ’ ὅγε θεομισὴς Ἰουλιανός, τὰ βασιλέως προστάγματα ἴσα ληρήματα θέμενος, μᾶλλόν τι συνεῖναι Λιβανίῳ ἢ Εὐσεβίῳ, τοῦτο μὲν λαθραίως καὶ ὑπὸ σκότει πρὸς ἐκεῖνον φοιτῶν, ὁ σκοτεινὸς πρὸς τὸν σκοτεινόν, διὰ τὰς ὄντως σκότους ἀξίας ὁμιλίας ἐκείνας, τοῦτο δὲ καὶ μισθοὺς ἑτέροις διδούς, ὡς ἂν Λιβανίῳ προσφοιτῶντες τὰς διαλέξεις ἐκείνου πρὸς αὐτὸν μετ’ ἐπιμελείας διαπορθμεύοιεν.

Τότε δὴ καὶ ἀναγνώστης ἐν τῇ Νικομηδέων ἐκκλησίᾳ καθίσταται, ὥστε τὰς θείας ὑπαναγινώσκειν τῷ Θεῷ βίβλους, ὡς μὲν ὁ τῶν πολλῶν λόγος προσταχθὲν τῷ Εὐσεβίῳ παρὰ τοῦ βασιλέως, ὡς δὲ τἀληθὲς ἔχει, αὐτὸς αὐθαιρέτως τὸ σχῆμα τοῦ κληρικοῦ ὑποδύς, ἵνα διαπαίξῃ ἐπ’ αὐτῷ πάντων ὡς τυραννιῶντι ὑπόνοιαν, καὶ λάθῃ βασιλίσκος ὑποτρεχόμενος. Τότε δὴ καὶ Μάξιμός τις, ὁ πᾶσαν γοητείαν ὑπὸ φιλοσοφίας μετιὼν προσωπείῳ, ἐκ τῆς Ἐφέσου τὴν Νικομηδέων ἐπιστάς, συγγίνεται μὲν Ἰουλιανῷ, τελεῖται δὲ αὐτῷ τὰς ἀθέους καὶ βαραθρώδεις ἀληθῶς τελετὰς καὶ τὰς τῆς βασιλείας ἐλπίδας καταβεβαιοτέρας ἐγκαθίστησιν.

Ἐπεὶ δὲ Γάλλος μὲν μεῖζον τῆς τοῦ καίσαρος ἀξίας φρονήσας καὶ ἀμέτρως τῇ ἐξουσίᾳ χρησάμενος, ἐξ ἀνθρώπων ἐγένετο, ἔμελλε δὲ καὶ Ἰουλιανὸς τῆς τοῦ ἀδελφοῦ ἀπολαῦσαι θρασύτητος, ἡ βασίλισσα Εὐσεβία τῇ τοῦ βασιλέως βουλῇ ἐγκατέστειλεν καὶ οὕτως εἰς τοὐναντίον τὴν γνώμην αὐτοῦ περιέτρεψε (δύνανται γὰρ μεγάλα γυναικὸς λόγοι, καὶ μάλιστα πρὸς ἄνδρα τὸ ἦθος εὔκολον), ὥστε καίσαρα τοῦτον ἀντὶ τοῦ ἀδελφοῦ καταστῆσαι Γάλλου καὶ στρατιὰν αὐτῷ ἀξιόλογον δοῦναι καὶ στεῖλαι κατὰ τῶν ἐν Γαλλίαις βαρβάρων. Ὁ δὲ καιροῦ δραξάμενος, συλλαλεῖ μὲν τοῖς ἡγεμόσι τοῦ στρατοῦ, συλλαλεῖ δὲ καὶ αὐτοῖς τοῖς τῶν στρατιωτῶν τάγμασι (χαίρουσι γὰρ ταῖς βασιλέων μεταβολαῖς καὶ πάντες μέν, μάλιστα δὲ τὸ στρατιωτικὸν φῦλον, ὅσῳ καὶ πλείω κερδαίνειν ἐλπίζουσι) καὶ βασιλεὺς εὐθέως ἀναγορεύεται. Λόγος δέ ἐστιν ἐνταῦθα μετὰ τῶν ἄλλων, ὥς φασιν, ὅτι στεφάνου μὴ εὑρισκομένου, ὡς τὴν αὐτοῦ κεφαλὴν ταινιώσουσιν, εἷς τῶν στρατιωτῶν τὸν χρυσοῦν αὐτοῦ στρεπτόν, ὃν δὴ καὶ βραχιόνιον ἡ συνήθης οἶδε φωνὴ καλεῖν, τῆς αὐτοῦ χειρὸς ἐξελών, ἐν τῇ κεφαλῇ τοῦ τυράννου τέθεικεν.

Εἶτα Κωνστάντιος μὲν τὴν ἀποστασίαν αὐτοῦ μαθὼν καὶ ὅλοις θυμοῖς κατ’ αὐτοῦ χωρῶν, ὡς ἀνάξιον αὐτὸν ἀμύνηται, κατὰ μέσην τὴν ὁδὸν τοῦ βίου καὶ τῶν ἐλπίδων ἐκκόπτεται, ὑπὸ δὲ τῷ ἀσεβεῖ καὶ ἀλιτηρίῳ, μᾶλλον δὲ ἀποστάτῃ καὶ παραβάτῃ, τὰ σκῆπτρα τῆς εὐσεβοῦς βασιλείας γίνονται.

Καὶ ὅρα μοι τὸ βάθος τῆς παρανόμου αὐτοῦ δολιότητος. Οὐκ εὐθὺς ἐξέῤῥηξε τὴν κακίαν ὁ δόλιος οὐδ’ ἀπεγύμνωσε τὴν ἀσέβειαν ὁ παράνομος οὐδὲ τὸ διώκειν ἤρξατο ὁ ἀποστάτης (ᾔδει γὰρ ὅτι, τῆς βασιλείας αὐτοῦ μήπω πῆξιν λαβούσης τελείαν, οὐκ ἀσφαλὲς τὰ χριστιανῶν παρακινήσειν, ὡς αὐτὸς ἐβούλετο, οὕτω κατὰ πάσης τῆς οἰκουμένης ῥιζωθείσης καὶ ἁδρυνθείσης τῆς πίστεως τῶν ὀρθοδόξων), ἀλλὰ τούς τε ἐπισκόπους, ὅσοι κατὰ τοὺς Κωνσταντίου καιροὺς καὶ χρόνους τῶν Ἐκκλησιῶν διὰ τὴν πίστιν ἐξεδιώχθησαν, τῆς ἐξορίας ἀνακαλεῖται καὶ τὰς ἐκκλησίας αὐτοῖς ἀποδίδωσι καὶ κτήσεις δὲ ἐκκλησιαστικῶν, εἴπερ τινῶν ἀφῃρέθησαν πρότερον παρ’ αὐτοῦ, ταῖς ἐκκλησίαις ἀπεκατέστησεν.

Ὅτε δὲ πῆξιν αὐτοῦ τὸ κράτος τῆς βασιλείας ἔλαβε, τότε διανοιγῆναι μὲν προστάττει τοὺς τῶν εἰδώλων κεκλεισμένους ναούς, ἅπτεσθαι δὲ τὸ ἐπιβώμιον πῦρ, τελεῖσθαι δὲ καὶ τὰς ἐναγεῖς τελετὰς τῶν δαιμόνων καὶ τὰς ὑπ’ αὐτοῖς νενομισμένας θυσίας τοῖς Ἕλλησιν. Ἀλλὰ καὶ οἱ κἄν τινες ἐπὶ Κωνσταντίου ἢ ναὸν καθεῖλον εἰδωλικὸν ἢ στήλην εἰδωλικὴν κατέαξαν, τούτους ἢ τὰ καθαιρεθέντα ἀνοικοδομεῖν καὶ τὰ κατεαγότα καινουργεῖν, ἢ πικραῖς τιμωρίαις καὶ θανάτῳ δυσοίσταις καὶ ποιναῖς ὑποβάλλεσθαι.

Ἐν οἷς ἦν καὶ Μάρκος ὁ Ἀρεθούσιος, ὃς τῶν σεσωκότων τὸν ἐξάγιστον εἷς ὤν, ὁπηνίκα τὸ σύμπαν αὐτοῦ γένος σφαγῇ παρεδίδοτο, ναὸν μὲν καθεῖλεν εἰδωλικόν· ἀνεγείρειν δὲ τοῦτον ἀναγκαζόμενος, ἐπεὶ μὴ ὑπήκουεν, ἄλλας τε δεινὰς καὶ πολλὰς τιμωρίας ὑπέστη, καὶ τέλος, παισὶν ἐκ παίδων μετέωρος ἀνεπέμπετο, γραφίοις ὑποδεχομένοις τὸ γηραλέον ἐκείνου σῶμα τὸ τίμιον καὶ γῆς ὄντως καὶ τῶν τῆς γῆς ὑψηλότερον. Τὰς δὲ τοῦ Θεοῦ ἐκκλησίας κοινῶν καθαιρεῖσθαι προσέταξε καὶ μήτε μαθημάτων ἑλληνικῶν μετέχειν Χριστιανούς, μήτε ἀξιωμάτων συγκλητικῶν. Πολλοὶ μὲν οὖν ἡδέως τὰς ζώνας αὐτῶν ἀπεβάλοντο, πάντα σκύβαλα ἡγησάμενοι, ἵνα Χριστὸν μόνον κερδήσωσιν.

Οἷος ἦν Ἰοβιανὸς καὶ Οὐαλεντιανός, οἷς δὴ καὶ τὴν βασιλείαν ὁ Θεὸς κατὰ τοὺς ἰδίους ἑκατέρου καιροὺς παραδέδωκε. Πολλοὶ δὲ τῇ τῆς κενῆς δόξης ἐπιθυμίᾳ τὸν ἀληθινὸν Θεὸν ἡμῶν καὶ Χριστὸν ἐξωμόσαντο. Καὶ πᾶσι μὲν οὖν ἐπισκόποις Ἰουλιανὸς ἐπεμαίνετο· μάλιστα δὲ συλλαβεῖν ἠπείγετο τὸν Ἀλεξανδρείας ἐπίσκοπον Ἀθανάσιον, ὡς γενναῖον ὄντα τοῦ χριστιανισμοῦ προστάτην καὶ πρόμαχον καὶ τοῦ ἑλληνισμοῦ καταλυτὴν καὶ ἀντίδικον. Ὁ δὲ τοῦτο μαθών, ὁ θεῖος τῷ ὄντι ἱεράρχης, πείθεται μὲν Χριστοῦ νόμοις καὶ ὑπὸ χάριν τῷ διωκτῷ καιρῷ κεχρηκώς, ἀποπλεῖ μὲν τῆς Ἀλεξανδρέων· ἐπεὶ δὲ τὴν βασιλικὴν ναῦν ἐπιδιώκουσαν εἶδε, κελεύει τῷ κυβερνήτῃ τρέψαι τοὺς οἴακας, ὡς δέον πάλιν εἰς Ἀλεξάνδρειαν καταπλεῖν. Ὃ δὴ καὶ γεγονός, συναντῶσι μὲν αὐτοῖς οἱ βασιλικοί· ἐπεὶ δὲ ἐπύθοντο ἐκεῖνοι, εἴπου τὸν Ἀθανάσιον ἴδοιεν τῆς πόλεως ἀποπλεύσαντα, οἱ ἐν τῷ Ἀθανασίου πλοίῳ μικρὸν αὐτοὺς προάγειν τὸν ζητούμενον ἔφασαν, καὶ ὅσον οὔπω, εἰ ταῖς κώπαις ἐῤῥωμενέστερον χρήσοιντο, αὐτὸν καταλήψεσθαι.

Οὗτοι μὲν οὖν οὕτω κατασοφισθέντες, παρῆλθον τὸν Ἀθανάσιον. Ὁ δὲ πάλιν εἰς Ἀλεξάνδρειαν εἰσελθών, κρυπτόμενος ἦν πάντα τὸν τῆς ἀσεβοῦς βασιλείας καιρόν. Ἐν Μακεδονίᾳ δὲ Θεόδουλος καὶ Τατιανός, ἄνδρες εὐσεβεῖς καὶ τῷ πνεύματι ζέοντες, εἰς ναὸν εἰδωλικὸν εἰσελθόντες νυκτός, τὰ ἐκεῖσε συνέτριψαν εἴδωλα. Ὁ δὲ τότε τῆς χώρας ἄρχων, τῷ τυράννῳ τὰ πρὸς τὴν χάριν ὑπηρετούμενος, πολλοῖς ἔμελλε τὰς χεῖρας ἐπιβαλεῖν, ὡς δὴ τὸ ἔργον ἐκεῖνο τολμήσασι. Θεοδούλῳ δὲ καὶ Τατιανῷ ἀγενὲς ἐδόκει τὸ μὴ οὐχὶ παρελθεῖν εἰς τὸ μέσον καὶ ἑαυτοὺς ἐπιδεῖξαι τοῦτο τολμηθέντας ἐργάσασθαι, ἀλλὰ προέσθαι τοὺς ἀναιτίους θυμῷ τυράννου, ὑπὲρ τῆς τῶν οἰκείων θεῶν ζέοντος ἐκδικήσεως.

Ὅθεν καὶ ἑαυτοὺς ἐμφανίσαντες καὶ πᾶσαν μὲν κολακείαν προσαγομένην αὐτοῖς διαπτύσαντες, πάντων δὲ βασάνων ἐπαγωγὴν καὶ πικρίαν καταφρονήσαντες, ὕστερον σιδηροῖς κραββάτοις πυρακτωθεῖσιν ἐπιτεθέντες, οὕτω δροσερὰν ἡγοῦντο καὶ ἐπιτερπῆ τὴν ἀνάκλισιν, ὥστε καὶ χαριεντίζεσθαι πρὸς τὸν τύραννον. Εἰ γὰρ ἐπιθυμεῖς, ἔλεγον, ὦ ἄρχων, κρεῶν ἐμφορηθῆναι ὀπτῶν, κέλευσον τοῖς δημίοις καὶ ἐπὶ θάτερον μέρος ἀνακλιθῆναι ἡμᾶς, ἵνα μὴ ἐξ ἡμισείας σοι ὀπτηθέντες, ἀηδέστεροί σοι γενώμεθα.

Ταῦτα λέγουσι τοῖς ἁγίοις, τὸ μακάριον τέλος αὐτοῖς ἐπῆλθε καὶ εἰς ὀσμὴν εὐωδίας ὁλοκαύτωμα τέλειον τῷ ὑπὲρ ἡμῶν τυθέντι Χριστῷ ἀνηνέχθησαν. Τίς γὰρ λόγος ἐξαριθμήσαιτο, ἃ καθ’ ἑκάστην χώραν οἱ τῷ τυράννῳ ὑπηρετούμενοι τοῖς Χριστοῦ δούλοις ἐπεδείκνυντο; Ὅπου γε καὶ τὸν ἐπίσκοπον Ἀλεξανδρείας Γεώργιον σύροντες διὰ τῆς πλατείας ἐπέκτειναν, εἶτα καμήλῳ ἐπιθέντες καὶ τὰ τῶν μελῶν σπαράγματα θριαμβεύσαντες, καὶ τέλος, τῇ καμήλῳ συγκατακαύσαντες αὐτόν, καὶ τὰ λείψανα τῆς τέφρας διέσπειραν. Ἄλλῳ δὲ σπλάγχνων ἀνασχισθέντων κριθὰς ἐπισπείραντες, εἶτα χοίρους ἐπαφέντες, τοιαύτῃ τραπέζῃ τούτους ἑστιάσαντο.

Ἐν Τύρῳ δὲ τὸν ἐπίσκοπον ταύτης Δωρόθεον, ὃς πολὺς ἐν λόγοις καὶ συγγραφεὺς ἱστορικώτατος τῶν πάλαι ὁ ἀνὴρ γέγονεν, ὃς καὶ ἐπὶ Διοκλητιανοῦ καὶ Λικινίου ὑπὲρ τὰ ἑξήκοντα ἔτη γεγονώς, πολλαῖς ἠτάσθη ταῖς ὑπὲρ Χριστοῦ τιμωρίαις, τοῦτον ἐν Ἐδέσσῃ τῇ πόλει οἱ τῆς πίστεως ἐχθροί, «ἐν γήρει πίονι πληθυνθέντα», ὥς φησιν ὁ θεῖος Δαβὶδ (ἐτῶν γὰρ ἦν ἑκατὸν ἑπτὰ ὁ ἅγιος), θανάτῳ παρέδωκαν. Τί δ’ ἂν λέγοιμι ναῶν τε θείων βεβηλώσεις καὶ σκευῶν ἱερῶν ἀφαιρέσεις; Καὶ γὰρ ὁ τοῦ τυράννου θεῖος καὶ ὁμώνυμος αὐτῷ, ὡς κοινῷ καὶ βεβήλῳ τόπῳ ἱεροῖς ἀδύτοις χρησάμενος, τέως μὲν τοῖς θείοις ἐνυβρίζων, εἶπεν ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. —«Κύριος δὲ ἐκ τοῦ οὐρανοῦ διέκυψεν» καὶ εὐθὺ γινώσκεται Κύριος κρίματα ποιῶν. Ἀπ’ ἐκείνης γὰρ τῆς ἡμέρας, σῆψις τοῖς τούτου σπλάγχνοις ἐπεγεγόνει· αἵ τε γὰρ συνήθεις ἐκκρίσεις οὐκ ἐκ τῶν κατὰ φύσιν πόρων, ἀλλ’ ἐκ τοῦ ἀκαθάρτου καὶ μιαροῦ στόματος ἐξεκρίνοντο.

Ἀλλὰ τούτων μὲν καὶ πλειόνων ἔτι γινομένων, πραότητα καὶ φιλανθρωπίαν ὁ ἐν βασιλεῦσι παράνομος καὶ ἐν φιλοσόφοις ἄνους καὶ φρενόληπτος ὑπεκρίνατο, βόθρους μὲν ὑποῤῥύσων ἀδήλους, κρυπτὸς ἔσωθεν ὡς ὕπουλος καὶ πανοῦργος, ἔξωθεν δὲ ὁμαλίζων τὴν ἐπιφάνειαν, τὸ φαινόμενον εἶναι τάχα ὀρθόδοξον.

Ὥστε καὶ πηγὰς μιαίνειν προσέταττε λύθροις ἐναγῶν καὶ αὐτὰ δὴ τὰ ἐν ταῖς πλατείαις κείμενα ὤνια. Ὦ τῆς ἀσυνεσίας σου, παράνομε. Ὦ τῆς ἀναισθησίας σου, ἀκάθαρτε. Ὦ τῆς ἀγνωσίας σου, ἀνόητε. Οὐ συνιεῖς ὁ τὰ πάντα συνιέναι δοκῶν, ὡς οὐδὲν τῶν τοιούτων μολῦναι δύναται τοὺς μεταλαμβάνοντας, καὶ μάλιστα ὅτε μὴ κατὰ προαίρεσιν γίνεται; Καίτοι μηδὲ τοὺς τοῦ Εὐαγγελίου νόμους ἀγνοῶν ὁ δεινὸς καὶ ἀναίσθητος, οὓς οἱ χριστιανοὶ συμβούλους καὶ ὁδηγοὺς χρώμενοι, ὡς οὐδὲν διὰ τοῦ στόματος κοινοῦσθαι πιστεύουσι καὶ μολύνεσθαι. Ἀλλ’ ὅμως ἐκεῖνος τῇ κατὰ Χριστοῦ μανίᾳ παραφερόμενος, πάντα ἐτόλμα κατὰ τῆς πίστεως. Ἀπήλαυσε τῆς τούτου λύττης καὶ ἡ πᾶσα σχεδὸν πόλις νικῶσα πᾶσι τοῖς ἀγαθοῖς, Νίκαια, τὸ τῆς κατὰ Ἀρείου νίκης χωρίον, ἐν ᾗ τὰς τῆς ὀρθοδόξου κρηπίδας πίστεως προσελάβετο τριακοσίοις δέκα καὶ ὀκτὼ σοφοῖς ἀρχιτέκτοσι προσχρησάμενον. Πλήρης μὲν γὰρ ἦν αὕτη χριστιανῶν. Ἐπεὶ δὲ τῶν ἑκασταχοῦ πόλεων ἡγεμόσιν ὁ δεινὸς καὶ παρόργητος βασιλεὺς ἀφῆκε θέλημα κακὰ τοῖς χριστιανοῖς ποιεῖν, ὅπως καὶ βούλοιντο αὐτοί, τίς ἂν ἐξισχύσειεν ἐκδιηγήσασθαι τὰς πικρὰς τιμωρίας ἐκείνας καὶ τὰς δεινὰς βασάνους καὶ τὰς ἀνηκέστους θλίψεις τε καὶ ὀδύνας καὶ ἁπλῶς πᾶσαν εἰπεῖν κακουχίαν καὶ στενοχωρίαν καὶ παροργισμόν;

Πρὸς τούτοις δὲ καὶ σὺν τούτοις καὶ μετὰ τούτων, στεροῦσι μὲν αὐτοὺς τῶν προσόντων, καὶ πατρίδος ἅμα καὶ γένους· τὸ δὲ τελευταῖον, θανάτῳ παρεδίδοντο ὡς κατάδικοι καὶ ταφῆς οὐκ ἠξιοῦντο ὡς ἀντίθεοι.

Καὶ οὕτως αὐτὸς τῶν ἡγεμόνων ὁ δραστηριώτατος ἦν. Ἦν δὲ αὐτοῖς πᾶσα σπουδὴ καὶ μελέτη καὶ τέχνη καὶ ἐπιτήδευμα, ὡς ἂν πλείους Γαλιλαίους ἐκ μέσου πιέσοιεν· οὕτω γὰρ αὐτὸς ἐφυβρίζων ἐκάλει τοὺς χριστιανούς, οἶμαι δ’ ὅτι καὶ δεδιὼς διὰ γλώττης προφέρειν τὸ τοῦ Χριστοῦ μέγα καὶ ὑπερένδοξον ὄνομα· ὃ καὶ δαίμοσι φρικτὸν μόνον ἐπιλεγόμενον καὶ τοῖς ἐναντίοις φοβερὸν καὶ πανθαύμαστον· καὶ τάχα ἀνεδιδάχθη καὶ τοῦτο παρὰ τῶν ἀγόντων αὐτὸν γοήτων, σαφῶς εἰδότων καὶ ἐπισταμένων τὴν τοῦ ὀνόματος δύναμιν, ὡς πρὸς πολλὰ τῶν ἔργων αὐτοῖς ἴσως ἐμποδίσασαν.