Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Η συγκρότηση της συνοδείας των δεκαπέντε μαρτύρων στην Τιβεριούπολη

Ο διωγμός των χριστιανών στη Νίκαια, η αναχώρηση των πρώτων πατέρων για την Τιβεριούπολη, η πνευματική τους δράση και η αντίδραση των τοπικών αρχόντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 9

Ὁ δὲ ἐν τῇ Νικαίᾳ κομενταρίσιος ἀμαθὴς ἦν τοῦ τοιούτου προστάγματος· ἀλλ’ εἰδὼς αὐτό, καὶ εἰς ἔργον ἀγαγεῖν ἔσπευδεν. Τοίνυν καὶ κηρύττει κατὰ πάσης τῆς πόλεως, ὡς ἂν πάντες οἱ τῷ Ἐσταυρωμένῳ λατρεύοντες μετάθωνται τὴν θρησκείαν καὶ τοῖς ἀθανάτοις θεοῖς προσελθόντες θύσωσιν· ἢ γινωσκέτωσαν τιμωρίαις ἀφορήτοις καὶ ἀνθρωπίνης δυνάμεως κρείττοσι καὶ θανάτου τρόποις ποικίλοις ἐκδοθησόμενοι. Οὐ γὰρ ἀνέχεται βασιλεὺς παρὰ τῆς ὧν εὐμενείας τὴν πάσης ὁμοῦ γῆς καὶ θαλάσσης κρατοῦσαν ἀρχὴν δεξάμενος, μὴ οὐχὶ τούτων ἐπιγνώμονας καὶ λατρευτὰς καταστῆσαι πάντας τοὺς ἐντὸς τῆς τηλικαύτης ἀρχῆς. Τούτου δὴ περιαγγελθέντος τοῦ ἀλογωτάτου κηρύγματος, εἰς τὴν ἐπιοῦσαν πάντας εἰς θέατρον ἀγαγὼν ὁ κομενταρίσιος καὶ καθίσας αὐτὸς ἐφ’ ὑψηλοῦ βήματος, τὸν κόλακα λόγον πρὸ τοῦ στίφους διεξῄει.

Καὶ ὁρῶ μὲν ὑμᾶς, ὦ ἄνδρες, ἔφησε, σεμνότητός τε μεταποιουμένους καὶ φρονήματος ἐνδεικνυμένους κατάστασιν, δοκῶ δέ μοι τοὺς πολλοὺς ὑμῶν παιδείας μετασχεῖν ἱκανῶς. Λίαν οὖν ἄτοπον εἴη τοιούτους ἄνδρας τῇ τῶν Γαλιλαίων ἀγροικίᾳ καθυπαχθῆναι καὶ προσκυνεῖν ἀνθρώπῳ, χθές που καὶ πρῴην σταυρὸν ἐπὶ Πιλάτου κατακριθέντι· οὗ καὶ ὁ τάφος πᾶσι τοῖς βουλομένοις πρόδηλος. Ἄλλως τε, εἰ μὲν ἀκίνδυνον ἦν τὸ θρησκεύειν τοιούτῳ Θεῷ, ἴσως ἂν εἶχε συγγνώμην ἡ ἀμάθεια τοῦ κρείττονος· ὡς δὲ καὶ παρὰ χρήματα καὶ τιμὰς καὶ περὶ τὴν ζωὴν αὐτὴν τὸ μεῖζον πάντων ἀπολαυσμάτων, ὁ κίνδυνος, οὐκ ἀμαθείας μόνον καὶ ἀνοησίας, ἀλλὰ καὶ παντελοῦς ἐστιν ἀναισθησίας, τὸ τὴν ἐπικίνδυνον ταύτην λατρείαν αἱρεῖσθαι πρὸ τῆς ἀκινδύνου καὶ τῷ ὄντι βασιλικῆς. Εἰ οὖν ἐμοὶ πείθεσθε συμβουλεύοντι τὰ λῴονα, πρόσιτε τοῖς φιλανθρώποις θεοῖς· καὶ θυσίας αὐτοῖς προσενέγκαντες, κερδήσεσθε μὲν προηγουμένως τὴν αὐτῶν εὐμένειαν, οἰκειωθήσεσθε δὲ τῷ θεοφιλεῖ βασιλεῖ, καρπώσεσθε δὲ καὶ πρὸς τούτοις τὰ ἐκ τῆς οἰκειώσεως ἀγαθά, ἃ φιλοτίμως τοῖς αὐτοῦ φίλοις προτίθησιν.

Ὡς οὖν ταῦτα τοῖς συναθροισθεῖσιν ἠκούσθη, οὐκ ὀλίγοι μὲν ἐκδόντες πρὸς τὰ λεχθέντα, ὡμολόγησάν τε τὰ τοῦ βασιλέως φρονῆσαι καὶ τοῖς αὐτοῦ θεοῖς πᾶσαν ἀπονεῖμαι τιμήν. Οὓς ὁ κομενταρίσιος τιμαῖς καὶ δώροις ἀξιωσάμενος, ὡς ἐδόκει, περιφανεστέρους ἐποίησεν.

Ὅσοι δὲ τὴν εἰς Χριστὸν πίστιν φυλάττειν ᾑρετίσαντο βεβαίαν καὶ ἀπερίτρεπτον, μιᾷ φωνῇ πάντες ὡς ἐξ ἑνὸς στόματος ἐξεβόησαν. Οὐ δυνάμεθα ἡμεῖς ἀρνήσασθαι Χριστὸν τὸν ἀληθινὸν Θεὸν καὶ θύειν εἰδώλοις κωφοῖς καὶ ἀλάλοις.

Ὅθεν πρὸς τούτοις φαμέν· θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Ἡμῖν δὲ εἷς Θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσι. Καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, ὁ ἀληθινὸς Θεός, δι’ οὗ τὰ πάντα. Τοῦτον πιστεύομεν καὶ ὁμολογοῦμεν καὶ προσκυνοῦμεν καὶ λατρεύομεν ἐξ ὅλης ψυχῆς καὶ ἐκ μέσης καρδίας, μετὰ καθαροῦ τοῦ συνειδότος καὶ ἀπεριτρέπτου φρονήματός τε καὶ λογισμοῦ, σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι, εἰς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ταῦτα αὐτῶν εἰρηκότων πρὸς τὸν τύραννον μετὰ παῤῥησίας, αὖθις θυμοῦ πλησθεὶς οὐκ ὀλίγου καὶ μανίας ἀκατασχέτου, παρευθὺ τούτους δημοσίων κολάσεις φρικταὶ καὶ θάνατοι διεδέχοντο. Πολλοὶ δὲ καὶ λαθόντες, οἱ μὲν ὄρεσι καὶ ἐρημίαις ἑαυτοὺς ἐξέδωκαν, οἱ δὲ εἰς πλείους διεσπάρησαν τόπους, τὸ φίλον τῆς πατρίδος ἔδαφος καὶ οἰκείους καὶ γνωστοὺς καὶ πάντα τὰ προσόντα παρ’ οὐδὲν θέμενοι, ἵνα Χριστὸν μόνον κερδήσωσι, τὸν ὄντως ἀληθινὸν Θεόν τε καὶ Κύριον καὶ Βασιλέα τῶν βασιλευόντων καὶ πάντων αἰώνων καὶ ἐπ’ αἰώνων.

Ἐκ τούτων ἦσαν Τιμόθεος καὶ Κομάσιος, Εὐσέβιός τε καὶ Θεόδωρος· οἳ μὴ φέροντες ὁρᾷν, μήτε τὴν εἰδώλων τιμὴν ἐπὶ μεῖζον αἰρομένην ἑκάστοτε, μήτε τὴν τῶν ἐκπιπτόντων καὶ ἀρνησοχρίστων ἀπώλειαν, μήτε μὴν τὰς τῶν ἐπιμενόντων τῇ πίστει κακώσεις, τὴν Νικαέων ἀπολιπόντες, τῇ Θεσσαλονικέων ἐπιδημοῦσιν.

Οὐ πολὺν δὲ χρόνον ταύτῃ ἐνδιατρίψαντες, ἐπειδὴ κἀνταῦθα ἐπέχοντες τοῖς θελήμασιν οἱ ἐκεῖσε ὄντες διηκόνουν τοῦ ἀσεβοῦς αὐτοκράτορος, καὶ τὰ μὲν τῶν βεβήλων θεῶν ἐξαίροντες καὶ τὸν ἑλληνισμὸν εἰς τὸ ἀρχαῖον ἀποκαθιστῶντες ἀξίωμα, ὡσαύτως δὲ καὶ τὰ τοῦ Χριστοῦ καθαιροῦντες καὶ μηδὲ ὄνομα τούτου ὑπολιπεῖν ἐν αὐτῇ τῇ πόλει καὶ τῇ περιχώρῳ σπουδάζοντες· τὴν Θεσσαλονικέων πόλιν καταλιπόντες, ἐπὶ τὴν Τιβεριούπολιν μεταβαίνουσιν, ἐπὶ τῷ βορείῳ μέρει τῆς Θεσσαλονίκης διακειμένην καὶ ταῖς ἀρχαῖς τῆς Ἰλλυριῶν γῆς προσεχῶς συγκειμένην. Κἀν ταύτῃ τοι μικρᾶς ἀδείας λαβόμενοι καὶ τὸν τοῦ λόγου σπόρον ταῖς τῶν ψυχῶν ἀρούραις ἐγκατασπείραντες, εὔσταχυ καὶ πῖον τῷ Χριστῷ γεώργιον ἐφιλοπονήσαντο. Εἶχον δὲ σὺν τῷ λόγῳ καὶ τὸν βίον ἐκλάμποντα. Τιμόθεος μὲν οὖν καὶ τῆς ἐν Τιβεριουπόλει Ἐκκλησίας κατέστη ἐπίσκοπος, ὁ λύχνος ἐπὶ τὴν λυχνίαν τεθείς·

Κομάσιος δὲ στρατιώτης ὢν πρότερον, καὶ στρατιωτῶν τις μάλιστα, καὶ ζώνην μὲν ἐκείνην καὶ δόξαν τὴν μετὰ τῶν ἀσεβῶν, τοῖς τῇ γῇ προσηλωμένοις ἀπέῤῥιψε· τὸν δὲ τοῦ Χριστοῦ σταυρὸν ἄρας καὶ τὸ μοναχικὸν σχῆμα, ὅπερ ἐστὶ τὰ τοῦ φωτὸς ὅπλα, καλῶς ἐπενδυσάμενος, καὶ αὐτὸς τὸν Λόγον ἐν τοῖς Τιβεριουπόλεως χωρίοις ἐκήρυττεν. Εὐσέβιος δὲ καὶ αὐτὸς μὲν ἐτέλει τοῦ μοναχικοῦ τάγματος· κηρύττων δὲ τὸν λόγον τῆς ἀληθείας καὶ διὰ τοῦ βίου μᾶλλον τοὺς πλείους ἐπήγετο· φιλαργυρίαν μὲν ὡς ῥίζαν πάντων τῶν κακῶν βδελυξάμενος, πένησι δὲ καὶ αὐτῶν τῶν μικρῶν, ὧν εἶχε, μεταδιδοὺς ἐν ἱλαρότητι καὶ ἁπλότητι· καὶ ὅλως εἰπεῖν, πατὴρ ὀρφανῶν, χηρῶν βοηθός, μειλίχιος, ἥμερος, τὸ ὅλον φάναι, Χριστοῦ μαθητής. Θεόδωρος δέ, οὗτος μέν γε καὶ τῶν ἐν Νικαίᾳ συνελθόντων ἁγίων καὶ μακαρίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων εἷς ἦν, συμπληρῶν καὶ αὐτὸς τὸν ἀριθμὸν τῶν μακαρίων· καὶ γὰρ τοῦ ἐπισκοπικοῦ ἠξίωται καὶ ἀξιώματος καὶ χαρίσματος. Ὃς καὶ τοῖς ἐν Τιβεριουπόλει τὸ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως φῶς ὑπέδειξεν.

Οὐκ ἦν δὲ ἄρα διαψευσθῆναι τὸ ὑπὸ τοῦ Κυρίου ῥηθὲν ἐν τοῖς θείοις Εὐαγγελίοις, καὶ κρυβῆναι πόλιν ἐπάνω ὄρους κειμένην, τὴν τῶν ἱερῶν τούτων δηλαδὴ πολιτείαν ἐπὶ τοῦ τῆς ἀρετῆς ὕψους ἀνῳκισμένην καὶ τῆς τοῦ κοιλάδος κλαυθμῶνος ὑπερηρμένην, τῆς τῶν γηΐνων καὶ χαμερπῶν ταπεινότητος. Ἀλλ’ ὅσον λανθάνειν ἐσπούδαζον, τοσοῦτον ἦσαν περιφανεῖς, καὶ μάλιστα τοῖς ἐρασταῖς τῶν καλῶν. Οἳ καὶ οὐκ ἀνεκτὸν ἡγησάμενοι, διψῶντες, μὴ τῇ πηγῇ προσδραμεῖν, ἡδὺ μάλα καὶ διειδὲς ἐκδούσῃ τὸ νᾶμα, δρομαῖοι προσέδραμον. Πέτρος οὗτοι καὶ Ἰωάννης καὶ Σέργιος καὶ Θεόδωρος καὶ Νικηφόρος, ἐν καθέδρᾳ πρεσβυτέρων αἰνοῦντες τὸν Κύριον· σὺν τούτοις δὲ Βασίλειος καὶ Θωμᾶς, οὗτοι διακόνων ὄντες βαθμοῦ· μοναχοὶ δέ, Ἱερόθεος καὶ Δανιὴλ καὶ Χαρίτων. Σωκράτης δέ, ὁ τὰ πάντα σοφῶς ἐν στρατιώταις τεταγμένος, πλούτου τε καὶ δόξης ἱκανῶς ἔχων, ὡς κονιορτὸν πάντα ἐκτιναξάμενος, τοῦ καλοῦ τούτου τῶν Πατέρων θιάσου καὶ αὐτὸς μέρος ἐγένετο. Ὡς οὖν ἐπὶ τὸ αὐτὸ πάντες συνῆλθον, ἀγγελικὴν πολιτείαν τῷ ὄντι μετίεσαν καὶ ἐν τῷ νόμῳ τοῦ Θεοῦ μελετῶντες ἡμέρας καὶ νυκτός, οὐδὲν ἄλλο ἢ τὸ δαβιτικὸν ἐκεῖνο παρεῖχον ἐπ’ αὐτοῖς πληρούμενον λόγιον· «Ἰδοὺ δή, τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό»;

Φωτίζοντες δὲ πάντας τοὺς ἐκεῖσε τὸ τῆς γνώσεως φῶς καὶ ψυχῶν ἀσθενείας ἰώμενοι, ἀλλ’ οὐδὲ τοὺς σωματικοῖς κεκρατημένους πάθεσιν ἀθεραπεύτους παρέτρεχον.

Ὃ δωρεὰν ἔλαβον, δωρεὰν παρεῖχον τοῖς χρῄζουσιν, ἓν ἀπαιτοῦντες τίμημα μόνον, ὃ παντὸς ἄξιον, τὴν πρὸς Χριστὸν πίστιν, τὸν πάντα δυνάμενον. Ἐντεῦθεν καὶ ὁ τῆς διδασκαλίας αὐτῶν λόγος ἐγένετο εὐδρομώτερος· πτερὰ γὰρ λόγῳ τὰ θαύματα, ὑψηλότερόν τε αὐτὸν ποιοῦντα τῶν διωκόντων καὶ εἰς πλατείας παρασκευάζοντα φέρεσθαι.

Ἐπεὶ δέ, τῆς τούτων φήμης πάντα τόπον διιπταμένης ὀξεῖ τῷ πτερῷ, καὶ τὴν Θεσσαλονίκην πολὺς ὁ περὶ τούτων κατεῖχε λόγος, Οὐάλης καὶ Φίλιππος, οὓς φθάσας ὁ λόγος ἐδήλωσεν ἐν Θεσσαλονίκῃ καθημένους, τῶν Ἰουλιανοῦ προσταγμάτων οὐκ ἀμελεῖς τυγχάνειν ἐκπληρωτάς, ἀκούσαντες καὶ αὐτοὶ τὴν πολιτείαν τῶν ἀνδρῶν, ὡς μικροῦ καὶ τῶν ἀγγέλων ἁμιλλῶνται τῇ ἀϋλία, καὶ τὸν λόγον, ὅτι πολὺς εἴη καὶ θείαν τινὰ ἔχων χάριν καὶ δύναμιν πρὸς τὸ τοὺς ἀκηκοότας ἐπάγεσθαι, καὶ ὅτι οὐδεὶς τὰ Ἑλλήνων πρεσβεύων ὑπελείφθη ἐν τῇ τῶν Τιβεριουπόλεως περιχώρῳ, πάντες δὲ οἱ τῇδε Χριστοῦ μαθηταὶ καὶ προσκυνηταί, ζηλοῦσι μὲν ὑπὲρ τῶν πατρῴων αὑτῶν ἐθῶν καταλυομένων, ζηλοῦσι δὲ καὶ ὑπὲρ βασιλικῶν διαταγμάτων ἀθετουμένων.

Ταῦτα τῶν τυράννων ἀκουσάντων, σκέπτονται τρόπῳ τοιῷδε. Καὶ πρῶτα μὲν παρασκευάζονταί τινας ταξεώτας εἰς Τιβεριούπολιν στεῖλαι, στιβαροὺς τὸ ἦθος, τῇ γνώμῃ πικρούς, ὡς ἂν ἢ πείσωσι τοὺς ἄνδρας τὰ βασιλέως ἑλέσθαι καὶ θῦσαι τοῖς θεοῖς, καὶ πάντων ἀγαθῶν ἀπολαῦσαι, ὅσα χεὶρ βασιλέως βουλομένου δίδοσθαι δύναται· ἢ μὴ πειθομένους τοῦτο ποιεῖν, ἀφορήτοις τιμωρίαις ὑποβαλλομένους τὸ πρότερον, τῷ ξίφει τὴν τελευταίαν ὑπέχειν δίκην. Ταῦτα λογισαμένοις αὖθις ἔδοξε κρεῖττον μὴ ἑτέροις ἐπιτρέψαι τὸ ἔργον, ἀλλ’ αὐτοὺς ἀπελθόντας, ὅλην τὴν οἰκείαν δραστηριότητα εἰς τὸ ἔργον ἐπιδείξασθαι. Πρὸς γὰρ τὸ στεῤῥότερον τοῦ τείχους καὶ ἡ τῶν μηχανημάτων βαρυτέρα ἡ ἀντίστασις.