Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί

Θεοφύλακτος Βουλγαρίας

Προσωπική και παρηγορητική αλληλογραφία

Επιστολές προς ιατρούς, αξιωματούχους και μαθητές, με εγκώμια, ιατρικές αναφορές, ανταλλαγή επιστημονικών έργων και παρηγορητικούς λόγους για την εκδημία συγγενικών προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 8 από 9

Τῷ μαθητῇ αὐτοῦ, τῷ Παντέχνῃ, κυρῷ Μιχαήλ, τῷ ἰατρῷ Οὐκ οἶδα πότερον συνησθήσομαί σοι, τέκνον μου, κῦρ Μιχαήλ, ἢ συναλγήσω ἐπὶ τῇ εἰς τὰ βασίλεια εἰσόδῳ. Ἡ μὲν γὰρ τῶν πολλῶν δόξα τὸ πρότερον ἡμῖν δίδωσιν· ἡ δὲ τῶν πραγμάτων ἀλήθεια τὸ δεύτερον.

Ὡς μὴ ὤφελεν. Ἀλλὰ γὰρ ἐπειδὴ γέγονεν ὃ γέγονε καὶ ἀναλύειν οὐκ ἔνεστι, φρονήσεως δεῖ ὥστε τὸ γεγονὸς μεταχειρίσασθαι δεξιώτερον. Γένοιτο δ’ ἂν τοῦτο, εἰ προσέχοιμέν τε πᾶσιν, ὡς <ἐν> μέσῳ σκορπίων οἰκοῦντες, καὶ τοῖς ὑψηλοτέροις ἢ οὖσιν ἢ δοκοῦσιν ὑφιζάνοιμεν ταπεινούμενοι. Δεινὸν γὰρ ἡ πρόληψις καὶ δυσεκμόχλευτον, ὡς ἂν ὑμεῖς φαίητε, καὶ μάλιστα εἰ κακοήθει καὶ ὑπούλῳ τρέφοιτο καὶ ἁδρύνοιτο.

Ξύνες ὅ τι λέγω· ξεῖνε, τυράννοις ἐκποδὼν μεθίστασο· μὴ νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο. Ταῦτα μὲν ταύτῃ. Σὺ δέ μοι μὴ πρὸς τὴν πεῖραν ἀναξιοπαθήσῃς, ἀλλ’ ὑποκλέπτων σαυτόν, ὡς ἔνεστιν, ἄχρι καὶ τῶν ἐσχάτων συγκατάβαινε καὶ πᾶσιν ἤπιος ἴσθι καὶ ἡμέρως καὶ τιμητικῶς ὁμίλει καὶ σπουδὴν καὶ ἐπιμέλειαν τοῖς ἐν χερσὶν ἀρρώστοις ἐνεπιδείκνυσο. Καὶ ὁ Θεὸς λαμπρυνεῖ σε, εἴ τι στοχαστικὸς ἐγὼ καὶ οἷος τεκμαίρεσθαι. Εὔφημος ἔστω σοι γλῶττα, καὶ Κύριος τηροίη σε πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τοῖς παιδευθεῖσιν ὑπ’ αὐτοῦ Βουλγάροις Ἐκλείπει μέν μοι ἡ ψυχὴ τῷ πόθῳ τῶν αὐτόθεν τοῦ Θεοῦ σκηνωμάτων καὶ διὰ τοῦτο πτεροῖς ἂν ἐχρησάμην, εἰ οἷόν τ’ ἦν, πρὸς τὴν αὐτόσ’ ἔλευσιν καὶ τῶν ποθουμένων ἀπόλαυσιν. Ἀλλὰ γὰρ τῆς ἰσχιάδος ἀκούειν δοκῶ ἐκβοώσης· μέν’ ὦ ταλαίπωρε, σοῖς ἐν δεμνίοις. Διαγγείλατε οὖν οἱ ἐμοὶ τοῖς ἐμοῖς τε καὶ οὐκ ἐμοῖς ὡς ἐξ ἐμοῦ στόματος· μείνατέ μου πρὸς βραχὺ τὴν ἀσθένειαν, ἐμὲ μὲν τὸν βαρὺν μετ’ οὐ πολὺ κάτω θήσουσαν, ὑμᾶς δὲ τοὺς βαρουμένους ἀποφορτίσουσαν· καὶ μὴ δυνάμει κακίας πρὸς τὴν ἀπόθεσιν χρώμενοι τοῦ τε βουλήματος ἀποτύχοιτε, οὐκ εὔκαιρον γάρ, καὶ τὸ κακοὶ φανῆναι προσκτήσησθε, ἀκόλουθον γάρ.

Τοῦτο δὲ πάντως ἄλλου βάρους βαρύτερον τοῖς γε τὸν ἀγαθὸν ἐπονομαζομένοις Χριστόν, ὑφ’ οὗ δοκοῦσι καὶ πλασθῆναι καὶ πλάττεσθαι.

Τῷ πρωτονοταρίῳ τοῦ δουκὸς Ἀτταλίας, κυρῷ Ἰωάννῃ τῷ Ἀτταλιάτῃ Οἶμαί σε χάριτας ὀφείλειν ἐμοί, λαμπρότατέ μοι ἐν Κυρίῳ υἱέ, ὅτι σε νέαν ἔτι τὴν ἡλικίαν ἄγοντα πρὸς τὰς τῶν μουσῶν θείας χάριτας ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην· καὶ τοῦτο τὸ χρέος οὐδ’ ἂν αὐτὸς ἀπαρνήσαιο, ἢ ἀλλότριόν γε μουσῶν ἐπιδείξεις σαυτόν. Ἐπεὶ οὖν ὁμολογεῖς, ἅπαν μοι τοῦτο διάλυσον ἐν τῷ τοῦ ἱερωτάτου μητροπολίτου Σίδης ἀντιλαμβάνεσθαι.

Οὗτος γὰρ δὴ τοσοῦτον ἡμῖν ἥνωται ὥστε μηδὲ ἄλλος δοκεῖν παρ’ ἐμέ, ἀλλ’ αὐτὸς ἐγὼ εἶναι. Ὅσα οὖν πρὸς τὸ ἀγαθοποιεῖν δέδωκέ σοι ὁ ἀγαθὸς Θεός, δύναμιν πᾶσάν μοι συγκίνησον ἐπὶ τὸ ἀγαθῦναι τῷ τὰ πάντα καλῷ κἀγαθῷ τῷ Θεοῦ τούτῳ θεράποντι.

Ναί, χρηστότατέ μοι υἱέ, οὕτως ὀναίμην τῶν ἐπὶ σοὶ πόνων, οὕτως τὰ θρέπτρα παρὰ σοῦ ἀπολάβοιμι. Καὶ γένοιτό μοι μαθόντι διὰ γραφῆς αὐτοῦ ὅσης καὶ οἵας τῆς σῆς ἀπολαύει χειραγωγίας, ἐπευλογῆσαί σε ταῖς εὐχαῖς, εἰ μή τι ἄλλο, πατρικαῖς γοῦν καὶ δυναμέναις οἴκους τέκνων στηρίζειν. Ὅς γε καὶ ἀεὶ τοῦτο ποιῶν, εὕροιμι τὸν τοῦ ἀληθινοῦ Λόγου ἀληθινὸν πατέρα ἐπήκοον <καὶ> τηροῦντά σε πάσης ἀνώτερον κακώσεως καὶ κακύνσεως.

Τῷ δουκὶ Δυρραχίου, τῷ Βρυεννίῳ Εἰ καὶ μικρὰν καὶ ὀλίγην τὴν τῶν ἰχθύων ἀποστολὴν ἡ τοῦ Λόγου μήτηρ ποιεῖται πρὸς τὸ τῆς σῆς ὕψος μεγαλειότητος, ἀλλά γε συμβολικὴν καί τι περιττὸν καὶ τῶν πολλῶν ὑψηλότερον ἐν ἑαυτῇ φέρουσαν· δεῖ γὰρ τῇ τεκούσῃ τὸν Λόγον τὸν πάντα ἐν σοφίᾳ ποιήσαντα μηδὲν ἄσοφον εἶναι καὶ ἄλογον. Αὐτὰ μὲν γάρ σοι τὰ σταλέντα τὴν πρὸς ἀρετὴν ἐμφαίνουσι συνδιάθεσιν, ἐξ ἧς καὶ δι’ ἧς ὅσον ὑγρὸν τῆς ψυχῆς καὶ τοῖς κάτω ὕδασιν ἐντρεφόμενον, οἷς ὁ Λευϊαθὰν ἐνδυναστεύων γινώσκεται, ἀνέσπασάς τε τῷ ἀγκίστρῳ τοῦ λόγου εἰς ἑαυτὸν περιηγμένου καὶ ἐπιστρέφοντος καί, τῷ ἅλατι καταρτύσας ὃ ἐν ἑαυτοῖς ἔχειν ὡρίσθημεν, ἐξέτηξάς τε καὶ ἐταρίχευσας καὶ ξηρὸν καὶ κοῦφον ἀπέδειξας. Ὁ δέ γε τούτων ἀριθμὸς τῆς ἐν καλοῖς τελειότητος σύμβολον, γέννημα ὢν τέλειον τῆς πάντων ἀριθμῶν δεκάδος καὶ περατώσεως.

Ἀλλὰ γὰρ οὕτω μοι ζῴης καὶ τοιοῦτον ἀεὶ διάγοις τὸν βίον, πρὸς τὸν Θεὸν μόνον ὁρῶν, τὸν ὑψόθεν μὲν ἐπὶ τὴν ἡμετέραν καταβεβηκότα ἐσχατιάν, ἀναβάντα δ’ εἰς ὕψος, ἵν’ ἑλκύσῃ τοὺς συγκουφιζομένους ὡς ἡ ὑπόσχεσις, μικρὰ δὲ ἢ οὐδὲν φροντίζων τοῦ κοσμοκράτορος καὶ πολλὴν αὐτῷ καταγινώσκων πενίαν, κἂν βασιλείαν ἔχειν ἀλαζονεύηται καὶ τῆς δόσεως πάντων ἀνταπαιτῇ τὴν προσκύνησιν, καὶ πᾶσι μὲν ἱλαρὸς καὶ παντὸς ἀγαθοῦ δότης καὶ γινόμενος καὶ φαινόμενος, οὐχ ἥκιστα δὲ τῷ λειτουργικῷ τοῦ Θεοῦ τάγματι καὶ συστήματι, ᾧ σπείρων τὰ σαρκικὰ θερίσεις τὰ πνευματικὰ κατὰ τὸν θεῖον εἰπεῖν ἀπόστολον καὶ Θεὸν ἀντεισοικίσῃ τῶν παρατρεχόντων τὸν μένοντα, ὑφ’ οὗ καὶ τηροῖο πάσης κακύνσεως ἀνώτερος καὶ κακώσεως.

Μακρότερα γράφειν τῇ σῇ ἀγάπῃ, ὑπέρλαμπρέ μοι ἀδελφὲ καὶ αὐθέντα, μὴ διδόντος ἡμῖν τοῦ καιροῦ, οὐκ ἂν δριμὺ προσβλέψαις τῷ βραχεῖ γράμματι, ἀλλὰ καὶ τούτῳ προσγελάσεις ὡς πολυστίχῳ καὶ οὐχ ἧττον φίλου ψυχὴν ἐπευφραίνοντι. Πῶς ἂν οὖν μοι ἔχοις, ὁ καὶ ὑγιῶς ἔχειν καὶ ἀλύπως καὶ σῶμα καὶ πνεῦμα ἄξιος; Ἆρα δυσχεραίνεις τὸν τῶν πραγμάτων ὄχλον ὡς κηφήνων ἐσμὸν βλιττόντων σὸν τὸ μέλι τῆς εἰρηναίας κατὰ νοῦν ἕξεως, ἢ τοῦτον μὲν οὐδὲ προσποιῇ, κἂν περιβομβῇ ἀηδέστερον, τηρεῖς δὲ τὸν γλυκὺν σαυτοῦ θησαυρὸν ἄσυλον καὶ ἀμείωτον;

Τοῦτο μὲν οὖν καὶ βουλόμεθα καὶ εὐχόμεθα. Τὰ δὲ ἡμέτερα, ἀλλ’ ἴσθι ταῦτα μυρμηκιὰν συμφορῶν, ἃς αἱ ἁμαρτίαι ἡμῶν ἐπισωρεύουσι καθημέραν, διακόνῳ τῷ πράκτορι χρώμεναι. Βουκολεῖ δὲ ἡμᾶς ταῖς χρηστοτέραις ἐλπίσιν ὁ μέγας ποιμὴν Χριστός· ᾧ ποιμαινόμενός τις οὔτε τῶν ἀγαθῶν οὐδὲν ὑστερήσεται καὶ ἐπὶ χλόης ἀναπαύσεως καὶ ὕδατος ζωοῦντος κατακλινήσεται. Ὑφ’ οὗ καὶ αὐτὸς φυλάττοιο τῶν ἀωρὶ ἐπιτιθεμένων λύκων, πάσης ἐπηρείας ἀνώτερος.

Τῇ δεσποίνῃ ἐπισκεψαμένῃ αὐτὸν ἀρρωστήσαντα Ἐγκαινίζεις ἀεὶ τοῖς ἔργοις τὴν τοῦ Θεοῦ ἐνανθρώπησιν καὶ δεικνύεις ἐν σοὶ μὲν ἐκεῖνον ἀνθρωπιζόμενον, ἐν ἐκείνῳ δὲ τὸν σὸν θεούμενον ἄνθρωπον, ἥ γε πᾶσι συγκαταβαίνουσα κἀμὲ τὸν αὐτόχρημα γῆν εὐδόκησας ἐπισκέψασθαι καὶ μεθῦσαι τῆς σῆς χρηστότητος καί, τὸ σὸν ἴδιον, τὸν ἄλλως νεκρὸν ἀνεζώωσας καὶ ἀνέστησας. Ἀνθ’ ὧν τί ἄν σοι ἐπευξαίμην μεῖζον ἢ τὸ μὴ λῆξαί ποτε ἐν σαυτῇ δεικνῦσαν τὸ θεῖον μυστήριον, ἵν’ ᾖ σοι τὸ αὐτὸ κατόρθωμά τε καὶ μίσθωμα.

Τῷ Μακρεμβολίτῃ, τῆς Πρέσπας ἄρχοντι Οὔπω μὲν καθαρῶς τῆς κατακλινησάσης ἡμᾶς ἀπηλλάγημεν νόσου, ἐπιφανέστατέ μοι ἐν Κυρίῳ υἱέ, πλὴν ἀλλ’ ἡ τῶν κανόνων φωνὴ διακελευομένη τὴν ἱερὰν ἡμῖν σύνοδον, φωνὴ πάντως οὖσα Χριστοῦ, ἐξανίστησί τε τῆς κλίνης καὶ πρὸς τὴν κίνησιν ἐνισχύει καὶ τὸν κράββατον φέρειν δίδωσι. Προσδέχου τοίνυν ἡμᾶς σὺν αὐτῷ γε φάναι τῷ τοιαῦτα θαυματουργοῦντι κατὰ τὴν Πρέσπαν, ἐνταῦθα γὰρ ἡ συνέλευσις, καὶ περιπλακησομένους καὶ προσφυσομένους σοι καὶ τῆς υἱϊκῆς καταπολαύσοντας διαθέσεως. Ἀλλ’ ὅρα μή, καταλιπόντες ἀσυνέργητον τὸν πρὸς τὴν συλλογὴν τῶν χρειωδῶν ἀπεσταλμένον ἐκκλησιαστικόν, τοὺς τὰ τῆς ἑορτῆς ᾄσοντας τέττιγας ἀτεχνῶς ἀποδείξητε καὶ ἐν πανηγύρει μεθυόντων αὐτοὶ λιμώξωμεν. Εἶτα, ποῖ καταδύσῃ γῆς, ἵνα τὰς τοῦ λόγου φύγῃς βολάς, αἷς αὐτὸς μὲν οὔπω καὶ τήμερον ἐμπαρέσχες σαυτὸν ὡς ὄντως κατὰ λόγον κινούμενος, ἄλλοι δὲ πειραθέντες πικρὰς αὐτὰς καταγγέλλουσιν· οὓς καὶ ἔτι ταύταις ὑποπίπτειν καταλιπὼν ὡς ἐθάδας τε καὶ ἀξίους, αὐτὸς εἴης ὑπὸ τούτου ἀνθοβολούμενος· τοῦτο γὰρ δή σοι καὶ συμπέφυκε καὶ συνηύξηται.

Τῷ ἐπὶ τῶν δεήσεων Σὺ μὲν πρὸς ἡμᾶς ἃ πρὸς Ὀρέστην οἱ Μυκηναῖοι ποιεῖς καί σοι μισούμεθ’ οὕτως ὥστε μὴ προσεννέπειν. Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ πρὸς σὲ φρονεῖν τι ἀσύνηθες ὥστε καὶ προσφωνῶ καὶ τὰ συνήθη χαριεντίζομαι.

Τὰ δέ ἐστι βραχέα μέν, ἀλλὰ τοιαῦτα οἷα θεσπίσματα μᾶλλον ἢ ῥήματα κοινὰ κρίνεσθαι. Ἀνάπτεται κάμινος ἐπὶ σὲ τὰ ἐπὶ τῇ βραδύτητι σκώμματα· αὐτὸς δὲ οὐ μόνην κληματίδα καὶ στυπεῖον χορηγεῖς, οὐδὲ τοῦτο δὴ τῆς πεύκης τὸ δάκρυον, ἀλλά σοι καὶ ὁ νάφθας μετακομίζεται ὑπερόριος καὶ καταρδεύεις τούτῳ τὴν κάμινον, οὕτω ποθεῖς ὁρᾶν τὴν φλόγα αἰρομένην πρὸς τὸ μεγαλειότερον.

Εἰ μὲν οὖν ἀπολύσεις τῆς ἐν τῷ στρατοπέδῳ διατριβῆς τὸν Τορνίκιον, ὃν ἔχω γαμβρὸν ἐπ’ ἀδελφιδῇ, τὸν Νεῖλον ὅλον ἐπαφῆκας τῇ τέως αἰρομένῃ φλογί. Εἰ δ’ οὖν, ἀλλὰ καὶ τὴν πηγὴν αὐτὴν τοῦ θαυμασίου νάφθα ἐκ Βαβυλῶνος μετακομίζεις. Μῶν ᾐνιξάμην ἢ οὐδὲν δεῖ σοι Οἰδίποδος;

Ἐγὼ μὲν οἶμαι. Τά τε γὰρ ἄλλα τίνος οὐκ ἀγχινούστερος σύ, καὶ τὰ σὰ μᾶλλον ἂν συνείης ἢ τἄλλα. Ἀλλά μοι τῶν τε ἄλλων κακῶν τηροῖο ἀνώτερος καὶ τῆς δεινῆς θηρὸς βραδύτητος, εἴθ’ ἑκών, ὅπερ οὐ πείθομαι, εἴτε καὶ ἄκων ταύτῃ ἑάλωκας, καὶ ἀεί μοι ἀγγέλλοιο ἀπὸ δόξης εἰς δόξαν ὑψούμενος.

Τῷ ἰατρῷ τοῦ βασιλέως, κυρῷ Νικήτᾳ Πολλὰ μὲν τὰ βιαζόμενά με πρὸς τὰς ὑμετέρας διαβῆναι σκηνάς, ἃς ὁ νέος Ἰσραὴλ πήγνυσθε ἐν τῇ δι’ ἡμᾶς ἐρήμῳ περιφερόμενοι· ἀνακόπτει δέ μοι τὴν διάβασιν δύο ῥεύματα. Ἓν μέν, τὸ κοινόν τε καὶ ἐπιδήμιον, ὃ τοῦ ἐγκεφάλου πληρωθέντος κατάρρους δημιουργῆσαν καὶ βῆχας καὶ τὸν περὶ τοῖς θωρακικοῖς νοσήμασι φόβον οὐκ ἀλόγως ἐφίστησι· τί γὰρ οὐκ ἄν μοι γένοιτο αἰθριάσαντι, ὅπου φωλεύων οὕτω διάκειμαι;

Θάτερον δὲ τὸ τοῦ γείτονος ποταμοῦ, ὃν ἡ παλαιὰ μὲν καὶ ἑλληνὶς Ἄξιον, ἡ νέα δὲ καὶ βάρβαρος ὀνομάξει Βαρδουάριον. Οὗτος γὰρ διὰ πολλῶν μὲν ῥέων ὀρῶν, τῇ δ’ ἐν τούτοις χιόνι τακείσῃ νῦν ὀγκωθεὶς καὶ μήτε πεζοῖς μήτ’ ἐφίπποις διαβαίνειν διδούς, μήτε γέφυραν ἔχων διὰ τὰ κακῶς ἀπολούμενα ποταμοτελώνια σκαφιδίῳ πήχει πορεύσιμος γίνεται.

Τὸ δὲ σκαφίδιον τοῦτο καὶ τρίτον τῷ ποταμῷ παρ’ ἐμοὶ τίθησιν ὄνομα καὶ ἀξιῶ γε καλεῖσθαι τοῦτον Ἀχέροντα, ὃν ῥεῖν ἐν ᾄδου ποιητῶν οἱ παῖδες μυθεύονται. Καὶ πάντας μὲν γὰρ τοὺς ἐφ’ ὃν δήποτε πλέοντας δακτύλου φασὶ πάχος διατειχίζει πρὸς τοὺς νεκροὺς καὶ τοῦτ’ αὐτοῖς τὸ πλατὺ καὶ μακρὸν διατείχισμα. Οἱ δ’ ἐμβάντες τῷ σκαφιδίῳ τούτῳ πρὸς τὸν κάτω βίον ἀραχνίῳ διατειχίζονται.

Διὰ ταῦτά σοι στέλλω τὸν ἀδελφόν, ᾧ τὴν πρὸς ὑμᾶς ἔλευσιν οὐδέτερον τῶν ῥευμάτων ἀνείργει. Τῷ μὲν γὰρ οὐκ ἔτ’ ἐνοχλεῖται· τὸ δ’ οὐδέποτε δέδοικε καὶ πολλοῦ δὴ νῦν ὅτε τοῖς τοῦ πρὸς ὑμᾶς πόθου πτεροῖς κουφίζεται, ὅς γε οὐδὲ τὴν σκάφην σκάφην λέγειν ἀνέχεται ὥσπερ ἡμεῖς οἱ ἀρχαῖοι καὶ ἄγροικοι καὶ τῆς τῶν νῦν ἡμερῶν σοφίας εἴτουν σοφιστικῆς ἄγευστοι, ἀλλὰ μυριοφόρον ὁλκάδα τίθεται καὶ πλεῖ θαρραλεώτερον ἢ ὅτε κατὰ χέρσου βαδίζει. Τοῦτον ἔστειλά σοι οἴκοθεν οἴκαδε—οὕτω γὰρ ἐγὼ κρίνω τὰ καθ’ ἡμᾶς—, πᾶσαν τὴν τῆς ἐμῆς παρουσίας χρείαν σοι ἀποπλήσοντα καὶ ἀντ’ ἐμοῦ τῆς ἀγάπης καὶ σοφῆς σου ψυχῆς ἀπολαύσοντα, δι’ ἣν ἐγώ σε τὸν ἐν ᾅδου Τειρεσίαν ἀποκαλῶν οἷος πέπνυται ἀποφαίνομαι, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκοντες· τοῦτο γὰρ ἐμοὶ τὰ τοῖς πολλοῖς μακάρια καὶ εὐδαίμονα· ἣ καὶ τηροῖ τὸ σὸν ὑπὸ τοῦ σοφοῦ τε καὶ ἀγαθοῦ Θεοῦ πάσης ἀνώτερον κακώσεως καὶ κακύνσεως.

Τῷ κυρῷ Νικολάῳ τῷ Καλλικλεῖ Ἀλλὰ σύ μοι δραστικὰς τὰς ἀντιδότους <...> ἐπὶ τὰ προσβαλοῦντα νοσήματα καὶ μὴ πεφεισμένως ἐγχεῖν ταῖς κύλιξι τὴν θεοδώρητόν σου καὶ τὴν πανάκειαν καὶ τὸ κεφάλαιον τὴν δι’ ἐχιδναίων σαρκῶν. Ἐν μὲν Θεσσαλονίκῃ προσδοκᾶταί μοι πλήρωσις, ἐν δὲ ταῖς Ἐκκλησίαις—χωρίον δὲ αὗται τῆς ἀρχιεπισκοπῆς—κένωσις· ἐξ ἀμφοῖν δὲ πάρεσις καὶ παράλυσις. Ἆρα μὴ μάτην ἐπικαλοῦμαι τὸν ἐμὸν Ἀσκληπιὸν ἐπὶ τηλικαύτην ἐνόχλησιν; Τοῦτο μὲν οὐ μάτην· ἐκεῖνο δὲ ὅρα μή τις φαίη μάτην με ῥαψῳδεῖν γρίφους πλέκοντα, δέον ἐξειπεῖν τὴν χρείαν λευκότερον.

Τοῦτο δὴ καὶ ποιήσω καὶ μάνθανε. Οἰκίδιον ἡμῖν ἔστιν ἐν Θεσσαλονίκῃ, ᾧ ἐγκαταλύομεν καὶ τὰ χρειώδη ἐναποτίθεμεν. Τοῦτο πληροῦν ἐπιχειροῦσί τινες τῶν ὑπὸ τὸν πανσέβαστον αὐθέντα ἡμῶν. Ταύτην σύ μοι τὴν πλήρωσιν προανάστειλον. Δεινὸν γὰρ εἰ, τοῖς ἡμετέροις ἄλλων ἐναναπαυομένων, αὐτοὶ θύρας ἀλλοτρίας περινοστοίημεν. Τὸ χωρίον αἱ Ἐκκλησίαι, εἰ μὴ ἀνεπηρέαστον ἐαθείη, εὖ ἴσθι ὡς κενωθήσεται. Ἐπίσχες αὐτός μοι καὶ ταύτην τὴν κένωσιν. Ὁ δὲ τρόπος τῆς ἐπισχέσεως; Μήπω μὲν περὶ τοῦ χωρίου μηδὲν μήτε μεῖζον μήτε μεῖον ἐρεῖν. Ὅτε δέ σοι οἱ ἐν τῷ χωρίῳ ἡμέτεροι ἢ ὡς ἐπηρεασμοῦ ἐγγὺς ὄντες ἢ ὡς ἐπηρεαζόμενοι προσελεύσονται, τότε μηδενὸς φείδεσθαι μήτε ῥήματος ὑπὲρ ἡμῶν μήτε πράγματος. Εἴρηκά σοι τἀμά· δός μοι καὶ πρὸς ἄλλους λέγειν τὰ ἐπὶ τούτοις σὰ τῶν ἐλπίδων ἄξια, ἃς ὁ τάττων σε λόγος βεβαίας ἐν ἐμοὶ πήγνυσιν.

Ὁ ἀδελφός μου προσαγορεύει σε, ἀλλ’ ἐκ τοῦ Ταινάρου, δι’ οὗ πρὸς τὸν ᾅδην κατάγεται τῇ φθίσει χειραγωγούμενος, πρὸς ἣν χειραγωγίαν ἐγὼ θεόθεν ἐξαιτῶ πρόσκομμα.

Τῷ αὐτῷ Βίαιον ἐγώ σοι χρῆμα, ἀεί τι λαμβάνειν δικαιῶν παρὰ σοῦ. Χθὲς γοῦν αἰτήσας τὴν πρὸς τοὺς αὐτόθι ἡμετέρους χρηστότητα καὶ μέντοι καὶ λαβών, οὐ γὰρ κατὰ πετρῶν ἐγὼ σπείρειν ἔμαθον, αὖθις ἐνοχλῶ σου τῇ ἀρούρῃ τῇ ἐριβώλακι καὶ καταβάλλω λόγον αἰτήσεως. Ἣ δ’ ἔστι τῶν τι Γαληνείων βιβλίων χρησθῆναι ἡμῖν, οὐ τοσοῦτον εἰς πρᾶξιν ἰατρικὴν συμβαλλόμενον—οὐ γὰρ ὡραῖος ἐγὼ ταῖς τῶν ἔργων τῆς τέχνης μαθήσεσιν—ὅσον εἰς δογμάτων ἐπιστήμην καὶ τέχνωσιν. Εἴτε τοίνυν μονόβιβλά σοι παρεῖεν εἴτε ἐξηγήσεις Ἱπποκρατείων, ἴσθι ταῦτά σοι βουλομένους ἡμᾶς καρπίσασθαι. Ὅπως οὖν μήτε πτηνόν τι καὶ ὑπεροράσεως φρόνημα, μήτε πέτρα καὶ σκληρότης ψυχῆς ἀδυσώπητος, μήτ’ ἄκανθαι <καὶ> προφάσεις τὰς τῶν τεχνικῶν ἔργων φροντίδας ἐφ’ ἃ τῶν βιβλίων προβαλλόμεναι, τὸν ἐπὶ τῷ σπέρματι πόνον ἡμῖν ματαιώσωσιν· ἀλλά μοι καρπόφησον, ἡ ἀγαθὴ γῆ, ἐν τριάκοντα καὶ ἑξήκοντα. Εἰ δὲ τὴν περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων πραγματείαν δεξοίμεθα, καὶ εἰς ἑκατόν σε καρποφορήσαντα θήσομεν. Ὁ δὲ τὸν καρπόν μοι κομίσων παρὰ τοῦ παγκάλου Σμυρναίου τῇ ἀγάπῃ σου συσταθήσεται, ἣν καὶ ὁ τῆς αὐτοαγάπης Πατὴρ τηροίη ἄδολόν τε καὶ ἀκαπήλευτον.

Τῷ Κίτρου Οὕτω μοι κρειττόνως σύνεσο, πανίερε ἀδελφὲ καὶ δέσποτα, καὶ οὐ μελήσει μοι τοῦ ἀχύρου τὸν σῖτον ἔχοντι. Ἡ δὲ ἐνταῦθα ἐπιμονὴ τέως μὲν ἐδόκει κἀμοὶ εὖ τε καὶ κατὰ λόγον ᾠκονομῆσθαι. Ἦσαν δὲ ἄρα δειλοὶ τῶν ἀνθρώπων οἱ λογισμοὶ καὶ βέλτιον ἦν ἐμοὶ πρὸς τὴν πόλιν ἀναδραμεῖν κακεῖσε τοὐμόν τε σῶμα θεραπείας ἀξιῶσαι καὶ τοὺς σὺν ἐμοὶ τῆς τῶν ἐνταῦθα καυσώνων πείρας θέσθαι μακράν, ὧν οὐδὲν νῦν ἀγαθὸν ἀπολαύουσι, καὶ μάλιστά μοι ὁ ἀδελφὸς ὃν ἔχω λοιπὸν σπινθῆρα παρακλητικῆς ἀναψύξεως. Τοῦ γὰρ ἐν Ἀχρίδι ἀέρος τὸν ἐνταῦθα ἀλλαξάμενος, τοῦ τ’ ἐν ἐκείνῃ ὀλιγοφόρου οἴνου καὶ λεπτοτάτου καὶ τῶν ἄλλων ὑγιεινοτέρων τροφῶν στερηθείς, κακῶς ἔχει τὸ σῶμα καὶ πάνυ πονήρως πέπραγεν, ἀνορεξίας μὲν εἰς ἔσχατον ἥκων, κεφαλαλγίᾳ δὲ προσπαλαίων καὶ τὴν γαστέρα χυμῶν ἔμπλεω περικείμενος· ὧν πρὸς τὴν τομήν, οὐδενὶ ἄλλῳ τοῦ καιροῦ διδόντος χρῆσθαι, ὀξυσάκχαρι χρώμεθα καὶ τούτῳ πεφεισμένως· κἂν εἰ καὶ ἑτέροις χρῆσθαι καιρὸν εἴχομεν, ἀλλ’ οὗτός γε πρὸς πᾶν ἰατρικὸν δυσχεραίνει πρόσαρμα.

Διὰ ταῦτα πενθῶ καὶ σκυθρωπάζω, τίμιε τοῦ Θεοῦ ἄνθρωπε, καὶ τὴν ἐνταῦθα αἰτιῶμαι ἐπιμονήν, μικροψυχότερον κρίνων ἢ δικαιότερον· εἰ γὰρ Θεῷ δέδοκτο λυπηθῆναι ἡμᾶς, ὅπου δ’ ἂν ἦμεν ἐλυπήθημεν ἄν. Πλὴν ἀλλ’ αὐτὸς τοῦτον ἡμῖν ἐξιλέωσαι· οἶδε γὰρ ἀνομίας ὑπερβαίνειν καὶ ἁμαρτίας καταδύειν ἐν τῇ θαλάσσῃ, ἥντινά ποτε εἶδεν ὁ Μιχαίας ταύτην τὴν θάλασσαν, εἴτε τὴν τοῦ βαπτίσματος, εἴτε τὴν τῆς μετανοίας, εἴτε τὴν τῶν αὐτοῦ οἰκτιρμῶν, ἥπερ δὴ καὶ ταῖς ἄλλαις τὸ εἶναι σωτήριον δίδωσι. Ταύτην ἡμῖν ἐπαναχύσας αὐτός, ἀνασώσεις ἡμῖν τὴν ἀσθένειαν, βυθίσας ὅσον ἐν ἡμῖν καὶ ψυχικῶν νόσων καὶ σωματικῶν αἰγύπτιον καὶ πολέμιον. Μὴ τοίνυν μέλε, ἀλλὰ τοὺς ἄνωθεν καταρράκτας ἄνοιγε.

Τῷ προέδρῳ καὶ πρωξίμῳ τῷ Παντέχνῃ Σύ μοι αἴτιος ὄχλων· αἰσθόμενοι γάρ τινες ὅλον ἐμὸν ὄντα τὸν τὰ πάντα καλὸν κἀγαθόν σε οὐ παύονται θυροκοποῦντες τὴν ἐμὴν ἀπραγμοσύνην ὥστε διαναστᾶσαν προσαγαγεῖν σοι αὐτούς. Ἐγὼ δὲ καὶ ἄλλως νωχελὴς ὤν, ἅμα δὲ καὶ τὸ μὴ τοσαῦτά σε δύνασθαι σαφῶς πεπεισμένος ὅσα οἱ πολλοὶ οἴονται, ὀκνῶ μὲν τὴν ἀρχὴν ὑπακοῦσαι τούτοις· ὡς δὲ βίαν ἐπάγουσιν, ὑπενδίδωμι καὶ γραφὰς αὐτοῖς πρὸς τὴν σὴν ὑπισχνοῦμαι λαμπρότητα. Τοιοῦτός τις καὶ ὁ τὸ παρὸν γράμμα τῆς ἐμῆς ταπεινότητος ἐγχειρίζων σοι, ὃς καὶ τοῦ φιλοσοφωτάτου καὶ πανδεξίου Σμυρναίου φησὶν εἶναι συγγενής. Εἰ μὲν οὖν ἐστι χώρα σοι τοῦτον ἄνθρωπον ὠφελῆσαί τι, δόξα τῷ δόντι τοῦ ὠφελεῖν δύναμιν· εἰ δ’ οὖν, καὶ οὕτως μὲν ἐκείνῳ δόξα· τὸ δὲ σὸν πάντως ἀναίτιον, ὃς πάντα πᾶσι βουλόμενος τἀγαθά, τὴν δύναμιν οὐκ ἔχεις τῷ βουλήματι σύνδρομον.

Ποθοῦμεν μαθεῖν ὡς ἔχετε, ὑπέρλαμπρέ μοι ἐν Κυρίῳ υἱέ, οὐχ ὡς ἡσθησόμενοι διὰ τοῦ μαθεῖν, οἴδαμεν γάρ, ὡς εὐθέτως καὶ τί γὰρ οὐ καλῶς ἔχουσιν, ἀλλ’ ὡς λυπηθησόμενοι μετριώτερον, εἴ γε τῶν ἡμῖν ὑπολαμβανομένων ἔχουσι μετριώτερα. Εἰ δὲ καὶ αὐτὸς ποθεῖς μαθεῖν τὰ ἡμέτερα, κανόνα σοι δώσω τὰ σά, πρὸς ἃ βλέπων οὐκ ἀγνοήσεις ὡς ἔχομεν.

Εἰ μὲν γὰρ ἐν μέσοις ταῦτα κακοῖς, ἐν ἄκροις γίνωσκε τὰ ἡμέτερα. Εἰ δὲ καὶ τὰ σὰ τὴν ἀκρώρειαν ἐδυστύχησε, τὰ καθ’ ἡμᾶς ἴσθι οὐρανῷ κάρη στηρίζοντα. Ἄλλον βούλει δώσω κανόνα; Ὑπὸ ταῖς ὀφρύσι τοῦ Εὐφημιανοῦ κείμεθα· ᾗπερ ἂν νεύσαιεν, ταύτῃ φερόμενοι· ὅπῃ δὲ νεύουσιν, ὁ ἀεὶ ξυντυχὼν ἐπίσταται. Οὗ ῥύσαιτο ἡμᾶς Κύριος, ὁ καὶ τοῖς ἐν ᾅδῃ αἰχμαλώτοις κηρύξας ἄφεσιν, τηρῶν καὶ αὐτόν σε πάσης δυσχερείας πραγμάτων ἀνώτερον.

Τῷ αὐτῷ Ἀρκεῖ πρὸς τὸ γνωρίσαι σοι τὰ καθ’ ἡμᾶς ὁ ἀδελφός μου, ὑπέρλαμπρέ μοι ἐν Κυρίῳ υἱέ, εἴ γε τέως χρῄζεις γνωριστοῦ. Ἀλλὰ μὴ αὐτὸς γνωρίζεις ταῦτα καὶ ἄλλοις, ὡς πάλαι ταῦτα μαθών, εἰ μὴ ταῦτα φαίη τις ὡς ἄρα τὸ μὲν ποιὸν τούτων οἶδας, τὸ δὲ πηλίκον ἀγνοεῖς; Ὅπερ οὐδὲ αὐτὸν εἰκὸς ἀγνοεῖν σε τὸν εἰδότα ὅπως ἐπὶ τὸ μεγαλειότερον νῦν τὰ τῶν κακώσεων αἴρεται, ὡς ἔγωγε τοῖς ἐμοῖς καὶ τὰ σὰ συλλογίζομαι. Ἐπὶ πάντα δὲ καλῶ βοηθὸν τὸν Κύριον, ὑφ’ οὗ τηροῖο πάσης ἀνώτερος κακώσεως καὶ κακύνσεως.

Τοῦ αὐτοῦ Μὴ θαυμάζῃς, εἰ λακωνίζω σοι. Εἰ δὲ θαυμάσεις, πυθοῦ τοῦ γραμματοκομιστοῦ καὶ μαθήσῃ τὸ τοῦ λακωνισμοῦ αἴτιον. Τὸ δέ ἐστιν αὐτός, ὃς μόνον οὐ πτεροῖς κεχρημένον ἑαυτὸν πρὸς τὴν δι’ ἡμῶν πρόοδον δηλώσας, τὰς γραφὰς ᾔτησε. Ἀλλ’ ὑγιαίνοις μοι καὶ εὐθυμοίης καὶ μήτε τῆς λύπης νόσος σε καταλάβοι μήτε φαρμάκων δεηθείης, κἂν ὦσι τοιαῦτα οἷα ἡ σὴ γλῶττα τὰ τῆς ἀγάπης ἐξύμνησε.

Τῷ σεβαστῷ κυρῷ Κωνσταντίνῳ τῷ Δούκᾳ Εἰ μὲν ἥ τε τοῦ σώματος ἰσχὺς καὶ τὸ τοῦ καιροῦ εὐκραές, πανσέβαστέ μου αὐθέντα καὶ μέγιστε ἀντιλῆπτορ, ὁδεύειν συνεχώρουν τῇ ἐμῇ ταπεινότητι, ταχὺς ἂν πρὸς τὴν σὴν ἀναδραμὼν περιωπὴν τὴν ὀφειλομένην ἀπέδωκά σοι προσκύνησιν. Νῦν δέ, οὐ γὰρ συγχωρεῖταί μοι ὑφ’ ὧν εἶπον οὐδὲ τὸ ὑπερβῆναι γοῦν τὸν ὀδὸν τοὐμοῦ δωματίου, τῷ παρόντι γράμματι μεσίτῃ χρῶμαι τῆς προσκυνήσεως. Πάντως δὲ καὶ τὴν διὰ τοῦ γράμματος δέξῃ ὡς καὶ τὴν διὰ τοῦ σώματος, εἴπερ εἷς ἐγώ σοι καὶ ὁ αὐτὸς ὁ κἀκείνην προσαγαγὼν καὶ ταύτην προσάγων σοι.

Ταύτην μὲν οὖν ὅτι δέξῃ σαφῶς πέπεισμαι, μᾶλλον δὲ καὶ ἤδη ἐδέξω, καὶ χαριέστατά μοι προσβλέπεις ὡς εἴωθας καὶ ἐρωτᾷς λοιπὸν ὅτου δέομαι. Ἆρ’ οὖν ἐρῶ σοι τὴν χρείαν ἢ αἰσχυνοίμην ἄν, εἴ σε τοῦ Βαρδαρίου ἁρμοστὴν ἐπιστάντα πράγμασιν, ἔχων αὐτὸς ἐν τῷ Βαρδαρίῳ χωρίον, πρὸς τὸ ἀντιλαβέσθαι τούτου φιλανθρωπότερον διεγείραιμι, ὅς γε καὶ πρὸς ἄλλους βοηθεῖν μοι δυναμένους ἀεὶ μεσίτης γίνῃ τῇ ἐμῇ ἀσθενείᾳ; Τοῦτο μὲν οὖν τὸ εἰκὸς ἀπαιτεῖ. Πλὴν ἀλλ’ ἐπειδὴ καὶ τοὺς εὐδρομοῦντας πτεροῦν εἰώθαμεν τοῖς ὑποφωνήμασι, κἀγὼ τὴν περὶ τοῦ ἀντιλαβέσθαι τῶν αὐτόθι ἡμετέρων ὡς δουλικῶν σου ἀξίωσιν πρὸς αὐτὸ τοῦτο τεταμένῳ οἷόν τινα προσάγω σοι πτέρωσιν. Καί γε δεῖξον ἅπασιν ὡς καὶ πατρῷον μὲν κλῆρον ἔχεις τὴν χρηστὴν πρὸς τὸν ἀρχιεπίσκοπον συνδιάθεσιν, πολλαπλασίω δὲ ταύτην αὐτὸς πεποίηκας, ἵνα σοι καὶ Θεός, ᾧ χαρίζῃ ὅσα ἐμοὶ χαρίζῃ, πολλαπλασίω τῆς πατρῴας δόξης ἐπιβραβεύσῃ καὶ πᾶσιν ἀγαθοῖς ἀποδείξῃ μακαριώτερον, τηρῶν καὶ πάσης ἀνώτερον κακώσεως καὶ κακύνσεως.

Τῷ αὐτῷ Εἰ καὶ μικράν τινα ἰχθύων ἀποστολὴν καὶ οὐκ ἀξίαν τῆς σῆς μεγαλειότητος ποιούμεθα, πανσέβαστέ μου αὐθέντα καὶ μέγιστε ἀντιλῆπτορ, ἀλλ’ οὖν εἰδότες ὅτι καὶ διακριτικὸς σὺ καὶ περὶ τὰ τοῦ Θεοῦ σφόδρα εὐλαβής, ἅτε ἄμφω ταῦτα πατρῴζων, καὶ ὅτι ἐκ μὲν τοῦ λογίσῃ τὸ μηδεμίαν ἡμᾶς ἐξουσίαν τῆς καθ’ ἡμᾶς λίμνης ἔχειν, ἐκ δὲ τοῦ ὡς εὐλογίαν τῆς Δεσποίνης ἡμῶν καὶ Θεοτόκου μητρὸς ἀποδέξῃ τὰ σμικρὰ ταῦτα, εὐλογίαν δὲ πᾶσαν ἡλίκη ἂν εἴη μεγάλην τίθεσαι, διὰ τοῦτο καὶ τεθαρρηκότες τὴν ἀποστολὴν πεποιήμεθα. Εἰ μὲν οὖν καλῶς οἶδε τὰ κατὰ σὲ ὁ ἀρχιεπίσκοπος, δείξεις δὲ ἡδέως ταῦτα δεξάμενος· εἰ δ’ αὖ, καὶ τοῦτο τῶν ἐμῶν ἁμαρτιῶν θήσομαι. Πλὴν ἀλλὰ πέποιθα ὡς τὸ πρῶτον ἔσται καὶ ὡς εὐλογίαν ταῦτα προσήσῃ τῆς ἀπειρογάμου τοῦ Θεοῦ νύμφης, ἣ καὶ εἴη σοι φρουρὸς ἐν βίῳ παντί, πάσης ἀνώτερόν σε τηροῦσα κακύνσεως καὶ κακώσεως.

Τῷ μαγίστρῳ κυρῷ Ἰωάννῃ τῷ Παντεχνῇ Καὶ τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Διήγαγέ <με> διὰ τῆς ὑγρᾶς οὕτως ἀσφαλῶς ὡς οὐδὲ διὰ ξηρᾶς. Ἐπέταξε τῇ καταιγίδι καὶ ἔστη εἰς αὔραν. Ἀσθενείας πολυημέρου ἐρρύσατο καὶ περιέζωσε δύναμιν, ὡς τοῖς πάλαι εἶναι τὰ νῦν ἐφάμιλλα οἷον τοῖς περὶ τὸν Ἐζεκίαν λέγω καὶ τοῖς ἐν τῷ ποταμῷ Χοβὰρ τῷ τῶν μεγάλων ἐπόπτῃ θεωρηθεῖσι Ἰεζεκιήλ, ὅτε δηλαδὴ πνεῦμα ζωῆς καὶ παλιγγενεσίας νεκροῖς ὀστέοις ἐνεκαινίζετο, ἵνα μὴ λέγω τὰ τοῦ ἐμοῦ Ἰησοῦ, πενθερὰν Πέτρου καὶ βασιλικοῦ υἱὸν καὶ ὑδρωπικὸν καὶ παράλυτον ἐκ πυρετοῦ ἀναψυχομένους, ἐκ καχεξίας εὐκρατουμένους, ἐκ παρέσεως συναρμοζομένους. Χάρις οὖν τῷ δωρεὰν σῴζοντι καὶ μὴ κατὰ τὰς ἀνομίας ἡμῶν ποιοῦντι, ἀλλ’ ἁμαρτίας παρορῶντι καὶ ἐγκλήματα ὑπερβαίνοντι.

Ἐμοὶ γάρ, λαμπρότατέ μου αὐθέντα, ἐπιβάντι τοῦ πλοίου—ἡμέρα δὲ ἦν καθ’ ἥν μοι ἡ περίοδος προσδοκήσιμος—, ἐπισυνέβη πρᾶγμα πάσης ἐλπίδος ἐξώτερον, ναυτία καὶ σιελισμὸς καὶ τὸ παρακολούθημα ἔμετος καὶ τὸ ἐκφορούμενον ὑγρὸν ὠμὸν καὶ ἀσύστατον κἀπὶ τῷ τέλει χολῆς τι μέρος. Μικρὸν δὲ διαλιποῦσι πάλιν τὰ αὐτά, πλὴν ὅσον ἡ χολὴ πλείων κἀν τῇ διεξόδῳ πλέον δριμύττουσα. Προσεδόκων μὲν οὖν καὶ τὴν ἐπισημασίαν τοῦ τεταρταίου συμβῆναι κατὰ τὸ σύνηθες· ὁ δὲ ἄρα τῷ χυμῷ καὶ τῇ χολῇ συναπέπτυστο καὶ φόβον ἄφοβον ἠλέγχθην φοβούμενος.

Ἧκεν αὖθις ἡμέρα περιόδου καὶ δύσελπις ὁ πάντα δειλὸς ἐγὼ καὶ ὁ Θεὸς ὁ αὐτὸς ἦν καὶ οὐκ ἠλλοίωτο καὶ φροῦδον τὸ κακὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ καὶ νῦν ἀποσέσωσμαί σοι κατὰ τὴν Θεσσαλονίκην ὁ βαρύνοσος ἄνοσος καὶ τοῦτ’ ἐκεῖνο ἦν ἆρα τὸ τῆς παροιμίας σοφὸν ὡς ἔστι τι καὶ χολῆς ὄφελος· καί που τοῖς μετὰ ταῦτα χρόνοις δώσω παρῴδημα ὅτι κλύδων εὐδίαν χαρίζεται καὶ τάραχος εἰρήνην καὶ ῥώννυται σῶμα ταῖς τοῦ στομάχου κακώσεσιν. Ἀλλὰ ταῦτα μὲν ταύτῃ.

Τὰ δὲ κατὰ τὴν Ἀχρίδα πάντα φόβων μεστὰ καὶ τὸ τοῦ Μόκρου μέρος—ὁ δὲ Μόκρος τῆς Ἀχρίδος τμῆμα—παρὰ τοῦ δούλου καὶ ἀποστάτου λελήϊσται. Ἡ δὲ Βαγορά—ὄρος δὲ αὕτη πάμμεγα καὶ τοῖς Βουλγαρικοῖς καὶ Δυρραχικοῖς ὄρεσι μεσιτεῦον—παρὰ τοῦ ἀντάρτου φυλάττεται καί, συνόλως εἰπεῖν, πάντη κακὸν κακῷ ἐστήρικται. Ἀλλὰ θαρροῦμεν Θεῷ καὶ τοῖς τοῦ κρατίστου βασιλέως ἀγῶσιν ὅτι τῇ σαύρᾳ γοῦν ταύτῃ θαλφθείσῃ ταῖς τῶν εὐεργεσιῶν τοῦ βασιλέως ἀκτῖσι καὶ διὰ τοῦτο κεφαλὴν ἀράσῃ οὐδ’ ἔστιν ὅπου ἔσται κατάδυσις. Ὁ γάρ τοι πανσέβαστος σεβαστὸς καὶ πρωτοστράτωρ κῦρ Μιχαὴλ παρὰ τοῦ βασιλέως ἐστάλη ἐφ’ ᾧ συλλέξαι τε ἄνδρας καὶ τῷ καθάρματι ἀντιτάξασθαι, καὶ δὴ συλλέγει καὶ δὴ προσβαλεῖ τε αὐτῷ καὶ τῇ χώρᾳ αὐτοῦ ἐμβαλεῖ καὶ ὁ ἀμυνῶν ἡμῖν Θεὸς ἥξει καὶ οὐ χρονιεῖ καὶ ὁ δοῦλος Ἰεροβοὰμ τῇ ἀποστασίᾳ κατὰ τοὺς Σολομῶντος χρόνους ἐπιβαλόμενος οὐδὲν πλέον δράσει τοῦ κακῶς βουλεύσασθαι. Ποθῶν δὲ βασιλείαν, ὦ γῆ καὶ ἥλιε καὶ βασιλείας εὐγένεια καὶ ὕψος ἀρχῆς ἀσύγκριτον, οὐδὲ τοῦ δοῦλος εἶναι βασιλέως ἀξιωθήσεται.

Ἐγὼ δὲ ἅμα τῷ τὴν Θεσσαλονίκην καταλαβεῖν εἴ που Δαίδαλον εὗρον, πτερὰ ἂν ἐμαυτῷ περιηρμοσάμην καὶ ἐπετάσθην καὶ πρὸς τὴν Ἀχρίδα κατέπαυσα, ἀλλ’ οὔτε Δαίδαλον εἶχον οὔτε φίλον τῇ χρείᾳ μου συμβαλλόμενον· ἄλογα τοίνυν μισθωσάμενος, ἤδη ἄπειμι.

Τῷ ἐπισκόπῳ Κίτρου Ἔστι καὶ γράφοντα μὴ ἀγαπᾶν καὶ μὴ γράφοντα ἀγαπᾶν, τιμιώτατε ἀδελφὲ καὶ δέσποτα, τὸ μὲν τῇ ζύμῃ τῶν Φαρισαίων χρώμενον, ἣν εἶναι τὴν ὑπόκρισιν ἐδιδάχθημεν, τὸ δ’ ἀσχολίαις περιελκόμενον, ἃς ἡμῖν ἐπιφέρει τοῖς κουφοτέροις ἡ καθ’ ἡμῶν τοῦ βίου μεγάλη δύναμις.

Μή μοι τοίνυν τὴν ἀγραφίαν ἔχειν ἐν λόγῳ, ἀλλὰ τοῦ μείζονος ἀπολαύων, τοῦ τῆς ἀγάπης καλοῦ, ἐλάττονος φροντίδος ἀξιοῦν δικαίως τὸ ἔλαττον καὶ τὴν τῶν εὐχῶν προτείνειν χεῖρα τοῖς πανταχόθεν βαπτίζεσθαι κινδυνεύουσιν.

Ὡς γὰρ οὐκ ἀρκούντων τῇ ἀσθενείᾳ τῆς ἐμῆς ψυχῆς τῶν ἄλλων βαρῶν, ἐπετέθη καὶ ὁ τοῦ ἀδελφοῦ θάνατος, ἀδελφοῦ τῆς ἐμῆς ἐξηρτημένου πνοῆς καὶ πάντα ὄντως ἐμοὶ καὶ παραβαλλομένου καὶ πρὸς αὐτό, φασί, πῦρ καὶ κατὰ ξιφῶν κυβιστῶντος, ἵν’ αὐτὸς ἐν ἀρρᾳθυμίᾳ καὶ ἀλυπίᾳ διάγοιμι, οὗ στερηθείς, ὅσης χρῄζω τῆς ἄλλοθεν βοηθείας οὐκ ἂν δυναίμην λόγῳ δηλῶσαι. Ταύτης οὖν τὸ μεῖζον μέρος αἱ τῆς σῆς τιμιότητος εὐχαί μοι γενέσθωσαν, ἀεὶ πλείους τῶν συνήθων ἐπιδιδόμεναι.

Τάχα δ’ ἂν ἐπ’ ὀλίγον ἐπιδοθεῖεν· ἴσως γὰρ τῷ χρηστοτάτῳ ἀδελφῷ πρὸς τὴν αὐτὴν ἀποδημίαν ἑψόμεθα—αἰσθανόμεθα γὰρ τοῦ σώματος εἰς παντελῆ ἀσθένειαν ὑπορρέοντος καὶ πεισομένου ὅπερ εἰς αὐτὸ δρᾶν ἡ συνεζευγμένη ῥοὴ πέφυκεν—, εἰ μὴ ἄρα τό γε μάλιστα τοῦ ῥηθέντος βοηθήματος δεηθησόμεθα, ἵνα μὴ πάνυ τι πολλὰ ἐν ἡμῖν ὁ ὁδοστάτης εὕροι μηδὲ σφόδρα μεγάλα, ἐξ οὗ σημείου τοὺς κατ’ ἐμὲ τῇ αὐτοῦ μερίδι προστίθησι, ἀλλ’ εὑρεθῶμεν δοῦλοι τοῦ ἀλήπτου Δεσπότου, ἐν ᾧ οὐδὲν εὗρεν οὗτος ὁ λῄσταρχος, ὑφ’ οὗ καὶ πρὸς τὴν ἀποδημίαν ἀπρόσκοποι χειραγωγηθείημεν ὡς δεξιᾶς τοῦ Πατρὸς πάντας τοὺς ἀνθέλκειν βουλομένους ἀπορραπίζοντος.

Τῷ ἐπισκόπῳ Δέβρης Ὁ μὲν χρηστότατός μοι ἀδελφός, τιμιώτατε συνεπίσκοπε, ὑπὸ Κυρίου προσληφθεὶς μακάριος ὄντως ἐστὶ τῆς προσλήψεως. Αὐτοὶ δὲ ὑπελείφθημεν ἐν τῷ τῆς λύπης χωρίῳ, τοῖς τοῦ σκοτασμοῦ σκηνώμασι, τῇ κοιλάδι τοῦ κλαυθμῶνος, πᾶσιν ἐκκείμενοι τοῖς τῆς πονηρίας πνεύμασιν, ἀποκλαυσάμενοι μὲν τὸν ἀδελφὸν ὅσον ἡ φύσις ἀπῄτει καὶ ὁ παλαιὸς Ἀδάμ, ταχὺ δὲ πρὸς τὸν τῆς φύσεως καινιστὴν ἀποβλέψαντες Λόγον, τὸν δεύτερον Ἀδὰμ καὶ τοῦ προτέρου Θεόν, ὃς καὶ πένθους ἡμῖν νόμους ὥρισεν, ᾧ καὶ πεποίθαμεν ὅτι τὸν πάντα ἡμῖν γινόμενον ἀδελφὸν προσλαβὼν οὐδὲ τοῦ λοιποῦ ἐάσει ἀβοηθήτους, ἀλλὰ δώσει πάντως τοῖς ἀσθενοῦσιν ἰσχὺν οἷς οἶδε τρόποις, ὁ καὶ διὰ τἀδελφοῦ ἐνισχύων πρότερον.

Καὶ αὐτὸς δὲ τοῦτ’ αὐτὸ ζήτει ὑπὲρ ἡμῶν παρ’ αὐτοῦ, προσεπιζητῶν τὸ καὶ εἰς τὴν λαχοῦσάν σε τάχιον ἐπανελθεῖν τὰ τῆς αὐτοῦ ποίμνης ἣν ἐνεχειρίσθης ἐπισκεψόμενον πρόβατα.

Τῷ σεβαστῷ καὶ δουκὶ Βερροίας κυρῷ Κωνσταντίνῳ, τῷ υἱῷ τοῦ σεβαστοκράτορος Ὁρῶν μου τὸν ἀδελφὸν διακεχυμένον, ὁπηνίκα ἡμῶν ἐχωρίζετο, καὶ τὸ τῆς ψυχῆς γῆθος τῷ προσώπῳ ἐπισημαίνοντα, ἐθαύμαζον τὸ ἄηθες τοῦ ὁράματος καὶ μέχρι μέν τινος τὸν θαυμασμὸν κατ’ ἐμαυτὸν ἔπεττον· ἐπεὶ δέ μοι ἐξενίκα τὴν τοῦ λογισμοῦ δύναμιν, ἐπυθόμην τἀδελφοῦ τὸ τῆς φαιδρότητος αἴτιον καὶ ὅτι ἐθαύμαζον ἀπεκάλυψα. Ὃ δὲ μᾶλλον αὐτὸς θαυμάζειν ἔφησεν ὅτι ἐθαύμασα. «Οὐ γὰρ ᾔδεις, εἶπεν, ὡς ἐλπίζω τὸν σεβαστὸν ὄψεσθαι; Ἡ δ’ ἐλπὶς ἥδε πηγὴν εὐφροσύνης ἐντός μοι τῆς καρδίας ἀνέρρηξεν, ἧς αἱ φλέβες καὶ ἄχρι τοῦ προσώπου ἀναπιδύουσιν». Ἐνέδακον τὰ χείλη τούτων ἀκούσας ἐγὼ καί τι μικρὸν τὴν κεφαλὴν ἔνευσα ὥσπερ οἱ ἀναμιμνῃσκόμενοι· εἶτα καὶ περιβαλὼν τὸν ἀδελφὸν ἐμακάριζον ὅτι τοιούτου καταπολαύσει θεάματος καί σοι τῆς τοῦ ἤθους ἀμβροσίας κατευωχήσεται καὶ τοῦ νέκταρος ἐμφορήσεται.

Οὕτω πάντας ἑλκύεις πρὸς ἑαυτὸν τῇ ἀληθῶς χρυσῇ σειρᾷ τῆς χρηστότητος. Μὴ παύσαιο τοίνυν ἐπιπλέκων ἀεὶ ταύτῃ, ἵνα καὶ πλείους ἑλκύειν δύναιτο. Τὸ γὰρ ἐπὶ τὸ μὴ ἀναλύειν παρακαλεῖν οὔτε τῆς σῆς αἰσθανομένου μεγαλογνώμονος φύσεως οὔτε τὰς ἐπὶ σοὶ ἐλπίδας ἁδρὰς καὶ εὐγενεῖς τρέφοντος.

Τῷ ἀποχαρτοφύλακι κυρῷ Νικηφόρῳ Αὐτοῦ μοι τοῦ σώματος κακῶς ἔχοντος, πανάγιε δέσποτα, βραχὺ τὸ γράμμα εἰκότως γίνεται καὶ ὅσον ἱκανὸν πρὸς τὸ τὰς σὰς εὐχὰς μόνον βοηθοὺς ἐξαιτήσασθαι· ἃς καὶ αἰτοῦσι δίδου νῦν μάλιστα, ὁ καὶ ἀεὶ πάντα ἡμῖν τἀγαθὰ βουλόμενός τε καὶ ἐπευχόμενος.

Ἵππον εἰς πεδίον καλῶ πρὸς τὸ βοηθεῖν σε τοῖς δικαίοις παρακαλῶν. Δι’ ὅ μοι καὶ βραχέα πρὸς τὰ σὰ περὶ τούτου γράμματα. Ὅπως οὖν μοι δείξῃς ἐν τῷ βοηθῆσαι τῷ παρόντι τὸν ἵππον, εἰ μὲν βούλει τὸν Βαλίον ἢ τὸν Ξάνθον, εἰ δὲ βούλει τὸν Ἱέρωνος.

Τῷ Παλαιολόγῳ Διὰ τῆς μεγίστης σου ἀντιλήψεως, πανσέβαστέ μου αὐθέντα, μετρίας ἐτύχομεν ἀναπαύσεως ἔν γε τοῖς κατὰ τὴν Ἀχρίδα ὑπολειφθεῖσι τῇ ἐκκλησίᾳ ὀλιγοστοῖς. Ἔμελλες γὰρ ἀνῦσαί τι κατεπᾴδων τοῦ πράκτορος ἡμῶν ὑπὲρ τῆς ἡμετέρας ἀσθενείας. Ὅθεν οὐ παυόμεθα ὅπερ ἔχομεν εἰσφέροντες τῇ ἀπαραμίλλῳ σου ἀγαθότητι, πρὸς μὲν Θεὸν εὐχὰς ὡς αὐτοῦ λειτουργοί, πρὸς δὲ ἀνθρώπους εὐχαριστίαν καὶ εὐφημίαν, κἂν εἰ μικρά σοι μέλει τῆς εὐφημίας διὰ τὴν τῆς ἀνθρωπίνης ἀσθενείας συναίσθησιν, ἣν ὁ λόγος σοι ἐνειργάσατο. Ἀλλὰ μὴ παύσαιο τὴν ἔρημον ταύτην ἡμῖν ἐξημερῶν οἰμωγῆς ταῖς σαῖς ὑπὲρ ἡμῶν ἀεὶ θαυματουργίαις· οὕτω γὰρ ἐγὼ τὰς σὰς ὑπὲρ τῆς ἡμετέρας ἐκκλησίας ἐντολὰς τίθεμαι, αἷς οἱ τῶν ἑκάστοτε πρακτόρων σκοποὶ ἀμβλύνονται. Εἰ μὴ γὰρ αὐτὸς ἡμῶν καθέστηκας βοηθός, οὐδὲν τὸ κωλύον ἡμᾶς καταναλωθῆναι ὑπὸ τῶν ὄφεων, οὓς πολλοὺς ἡ ἔρημος αὕτη τρέφει, ζωουμένους καὶ ἁδρυνομένους τῇ ἄνωθεν ἐκχωρήσει, ἣν αἱ ἁμαρτίαι ἡμῶν ἐπεισάγουσιν. Οὕτω γάρ σοι καὶ πλείους τοὺς στεφάνους ὁ δίκαιος πλέξει κριτής τε καὶ βραβευτὴς ἐν ἡμέρᾳ ἀνταποδόσεως, τηρῶν <σε> κἀνταῦθα πάσης κακώσεως ἀνώτερον καὶ κακύνσεως.

Τῷ πρωτοασηκρῆτι κυρῷ Γρηγορίῳ τῷ Καματηρῷ Πάντων ἐγὼ μακαριώτατος νῦν, εἴ σε διά τε τἀδελφοῦ καὶ τῆς ἐπιστολῆς εὐηργέτησα τὸν δύο λαχόντα μακαριότητας. Καί τινι μὲν ἐλαχίστῳ καθά φησιν ὁ Κύριος ἀγαθύνοντες, οὔτε νῷ ληπτὰς οὔτε λόγῳ ῥητὰς ἀμοιβὰς ἐλπίζομεν. Εἰ δὲ τηλικούτους εὐεργετοῖμεν ἡλίκον αὐτόν σε τό τε τοῦ νωβελλισίμου ἀξίωμα τέθεικε, τοῦ πάλαι βασιλεῖ συνεδρεύοντος, καὶ τὸ τοῦ πρωτοασηκρῆτις ὀφφίκιον τοῦ ἀεὶ τοῖς αὐτοκράτορσιν ὑπογραμματεύοντος, καὶ μάλιστα νῦν ὅσῳ καὶ σοφώτερος ὁ αὐτοκράτωρ καὶ ἐμμελέστερος ὥστε τά τε ἄλλα καὶ τοὺς λόγους αὐτουργεῖν, βαβαί μοι τοῦ πλήθους καὶ μεγέθους τῶν ἀμοιβῶν, ὧν ἤδη καὶ ἀρραβῶνας δέχομαι.

Καὶ εἰ μή σε ᾔδειν ἀποκναίσων τῷ μήκει τοῦ γράμματος ἱκανῶς ὑπὸ τῶν πραγμάτων κεντούμενον, ἃ καὶ παθήματα τῆς ψυχῆς δριμέως ἡρμήνευσας, ἄλλον τρόπον τοῖς τοῦ Σταγειρίτου χρησάμενος, ἀπηριθμησάμην ἄν σοι τοὺς ἀρραβῶνας κατ’ εἶδος ἕκαστον. Νῦν δὲ ἀλλ’ ἑνός σοι ἐπιμνησθήσομαι.

Ἐπυθόμην τοῖς Βαρδαριώταις ἐπαφεθῆναι τὸν πανσέβαστον υἱὸν τοῦ χρηστοῦ πρωτοστράτορος τά τε ἄλλα πατρῴζοντα καὶ τὴν πρὸς τοὺς λόγους διάθεσιν, τὰ ἐμὰ παιδικά· οὓς τιμῶν ἀξίως τῆς σπουδῆς, ἣν ἐπ’ αὐτοὺς κατεβάλετο, οὐδὲ ἡμᾶς δοκοῦντας μὲν ἐν τούτοις εἶναί τι, ὑπὸ δὲ τὰς αὐτοῦ γενομένους χεῖρας, ἀπείρους ἐάσει τῆς ἰδίας μεγαλειότητος, ἀλλ’ ἀπολαύσομεν ἡλίκων ἀεὶ μεμνησόμεθα. Ἆρά σοι μικρὸς οὗτος ὁ ἀρραβὼν ἢ καὶ πραγματείας κερδαλεωτάτης κεφάλαιον; Ἐγὼ μὲν οὐδ’ ἔχω χωρῆσαι τοῦτον τοσοῦτόν ἐστι τῆς ἐμῆς στενοχωρίας πλατύτερος.

Οὕτω γοῦν μεγάλα κερδάνας ἐφ’ οἷς σε προευηργέτησα, ἡδέως εὐεργετήσω καὶ ἕτερον καὶ γνωριῶ σοι τὸν ἐμὸν Κύκλωπα, τοῦθ’ ὅπερ ᾔτησας διὰ τοῦ καθαροῦ καὶ μαργαρώδους σου γράμματος. Ἔστι τοίνυν οὗτος ὁ πρὸς τῇ ἀνδροφαγίᾳ καὶ ἕνα μοι ἀεὶ δεικνύων ὀφθαλμὸν οὐδέποτε τῇ ἐμῇ κακώσει ἐπιδοιάζοντα· κἂν συναχθείην πρὸς τὸ συννούστερον, κἂν διαχθείην πρὸς τὸ ἁπλούστερον, κἂν χαριεντιάσωμαι πρὸς αὐτόν, κἂν πλήρει τῷ γαυλῷ προσοίσω τὸν πράμνειον ὅν μοι δῶκε Μάρων, Εὐάνθεος υἱός, τὸν ἔτι παραμένοντά μοι λόγον ἐν τῷ ἀσκίῳ τοῦ σώματος, τὸ πᾶσαν μαραῖνον ἀνίαν φάρμακον, ὃ δὲ ἕνα καὶ τὸν αὐτὸν ἐπιβάλλει μοι ὀφθαλμόν, μιᾶς ἐνδεικτικὸν διαθέσεως· καὶ ὡς εὐσεβῶν ἐπὶ τούτοις μώμοις περιαθρήσας, ἴδε τίς ἔχει πρὸς μὲ τοιουτοτρόπως, κἂν εὕροις τοῦτον, τὸν ἐμὸν ἀνέγνως Πολύφημον. Ὁρᾷς, μόνον οὐ τῷ δακτύλῳ τοῦτόν σοι ἔδειξα. Ἐπὶ τοῦτο, κρῖνον εἰ μάτην ἐπιβοῶμαι τὴν ἐμὴν Παρθένον καὶ τὸν Κριὸν τὸν προσδεθέντα τῷ φυτῷ τῆς ἀφέσεως· δέδοικα γὰρ μή με φθάσῃ ξενίσας ὡς ἐπαγγέλλεται. Οὕτως οὖν ἔχοντι, χρηστότατον ἐποίησας ἔργον, ἀφείς μοι τὸ τῆς ὕβρεως ἔγκλημα· τοῦτο γὰρ ἐκεῖνο οὐκ ἐπενέβης κειμένῳ οὐδὲ νεκρὸν ᾐκίσω τὸν Ἕκτορα καὶ τοῦτ’ ἀπονάμενος ἔχεις τῆς παρὰ τῷ βασιλεῖ προσεδρείας, οὗ τῆς χρηστότητος καὶ οἱ πολέμιοι μάρτυρες.

Διὸ καὶ ὁ Θεός σε τῆς φιλανθρωπίας ἀμείβεται, τὴν ψυχαγωγὸν ἀντιδοὺς παράκλησιν, τὸν ἡδὺν Θεόδωρον, τὸν ὄντως Χρυσήλιον, τὸν ἐκ δυοῖν ἀσυγκρίτων ἐν κόσμῳ πραγμάτων τὴν ἐπωνυμίαν ἐρανισάμενον, καὶ φυγόντα μὲν τὴν ὑμετέραν τὴν καματηρὰν ἀληθῶς, ἀκάματον δὲ γενόμενον. Ἢ πῶς ἄν σοι τοσαύτας τέχνας καὶ οὕτω πεπαίδευτο, εἰ τὴν φύσιν εἶχε καματηρὰν καὶ ὀκλάζουσαν; Πῶς δ’ ἂν στρατιωτικὴν καὶ γεωμετρικὴν εἰς ταὐτὸ συνήγαγε καὶ συνῆψε, τὰ μακροῖς θριγγίοις ἔκπαλαι διειργόμενα μετ’ Ἀρχύταν, μετὰ Φιλόλαον, μετὰ τὸν Αἴλιον Ἀδριανόν, μετὰ τὸν ἔκπτωτον ἡμῖν Ἰουλιανόν; Ἀριθμητικὸν μὲν οὖν αὐτὸν ᾔδειν, ἀφ’ οὗ τοὺς Βαρδαριώτας ἔπραττεν, ὅς γε καὶ μέσων ἠρίθμει νυκτῶν—ἐξέπληττε γὰρ αὐτὸν τοῦ ὕπνου ἀριθμητικόν τι θεώρημα, ἐπεὶ μηδὲ τοῖς ὕπνοις ἐνεβυθίζετο, ἀλλ’ εἶχε καὶ αὐτὸς ἀληθῶς λέγειν· ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ; —καὶ ἀεὶ δέ τι ἠκριβολογεῖτο καὶ ὅπως τὴν μονάδα εἰς μέρη τέμῃ καὶ ἀμαθεῖς δείξῃ τοὺς ἀμετρῆ λέγοντας. Ὃ δὲ καὶ κύβους ᾔδει καὶ κυβοκύβους καὶ τοῖς μὴ εἰδόσιν ἡρμήνευε. Γεωμέτρην δὲ οὔπω ᾔδειν, καίτοι τό γε εἰκὸς αὐτὸν ἀπῄτει τὴν γῆν συχνάκις μετρεῖν, ἀεί τι σφαλλόμενον. Εἰ δή τι καὶ μουσικὸς γένοιτο, δίκαιον δέ· τὸ γὰρ ἀριθμητικὸν τῷ ἁρμονικῷ συγγενές, ἐπεὶ καὶ παρὰ τὸ διωρισμένον πόσον ἄμφω ἔχετον.

Γένοιτο δ’ ἄν, εἰ πρῶτον μὲν ἐπιβαίη τῶν ἀσκωμάτων τῶν τὸ πνεῦμα χορηγούντων τοῖς χαλκοῖς δόναξι καὶ μάθοι ταῦτα πρὸς ῥυθμὸν διαστέλλειν τε καὶ συστέλλειν ὥστε τῇ μὲν πληροῦν, τῇ δ’ ἀποκενοῦν, ἔπειτα καὶ τοὺς κανόνας ἀμφιψηλαφῴη καὶ ἁπλῶς τοῖς τε ἄλλοις ἐμπνευστοῖς ὀργάνοις καὶ τοῖς ἐντάτοις καὶ νευροσπάσταις ἐνασκηθείη.

Τότε δὴ καὶ ἐπὶ τὴν πολύμνητον σφαιρικὴν ἢ ἀστρολογίαν ἀΐξει, οὐχ ὡς ἀδελφὴν μόνον οὖσαν γεωμετρίας, ὕλη γὰρ τὸ πηλίκον ἀμφοῖν, ἀλλὰ καὶ ὡς προεπιτηδεύσας αὐτὸς τὴν ὁμώνυμον αὐτῆς ἢ παρώνυμον σφαιριστικήν, ἣν καὶ ἔφιππος ἡμῖν ἐπεδείξατο· καὶ δὴ τὰς τύχας λέγων ταῖς γυναιξὶν οὐκ ἐν ταῖς τριόδοις κατὰ τοὺς μάντεις, τούτους δὴ τοὺς ἀγύρτας, ἀλλ’ ἐπ’ ἐργαστήριον ὡς ἂν σεμνύνοι τὸ μάθημα, αὐτόθεν τε χρηματίσεται καὶ ἔτι οὐδὲ θησαυρὸς αὐτὸν λήσεται ὅπου δὴ τῆς γῆς κατορωρυγμένος, θησαυρὸς αὐτὸν κορέσαι δυνάμενος κατ’ ἐκεῖνον τὸν Ἀττικοῦ, τοῦ τὸν σοφιστὴν τεκόντος Ἡρώδην. Καὶ δεῆσαν δή ποτε ἐπιδείξασθαί τι ὧν οἶδε πολλῶν ἐπιτηδευμάτων, οὐκ ἀγνοήσει τὸν πολεύοντα καὶ τὸν διέποντα καὶ τὸν κύριον τοῦ ὡροσκόπου καὶ τὸν τῆς σελήνης οἰκοδεσπότην, ἐξ ὧν ἴσως ἔσται αὐτῷ τὸ κακοδαιμόνημα, καὶ μαθὼν ἐκκλινεῖ τὸν κλιμακτῆρα καὶ τὸν κακοποιὸν διακρούσεται καὶ Πτολεμαῖον ἕξομεν ἄλλον, εἰ δὲ βούλει, καὶ Ἄρατον, καὶ μάλιστα νῦν ὅτε τὸ χρῆμα τῆς ἐπιστήμης νόμοις ἐλήλαται. Τηρήσας δὲ καὶ τὰς τοῦ ἡλίου διφρελασίας τὸ ἅρμα ἐλαύνοντος τὸ πτηνόν, καὶ τὴν ἡνιοχικὴν ἐκμαθήσεται καὶ οὕτως ἔσται οὐ μᾶλλον ἐπωνύμως ἢ φερωνύμως Χρυσήλιος.

Κἂν αἰτήσασθέ ποτε καὶ τοῦτ’ ἐπιδείξασθαι, ὑποζεύξει τῷ ἅρματι τὴν ἡμίονον τὴν ἡλικιῶτιν ἐκείνων αἳ τὸν Πρίαμον ἐπὶ τὰς Ἀχιλλέως σκηνὰς ἐπόρευσαν· ἣ δὲ δραμεῖται Ἁρπυίαις ἶσα, μὴ βαρουμένη σαρξίν, ἀλλ’ οὖσα κούφη καὶ περιεπτισμένη τὸ σῶμα καὶ μάλιστα εἰ νύσσαν προστήσεσθε θημωνιὰν κριθῶν, ἃς ὄψεται καινὸν καὶ ποθητὸν θέαμα, ἤπου καὶ ἡ γαστὴρ αὐτὴ ἀναδραμεῖται κατὰ τὰς χάννας καὶ τοὺς συνόδοντας.

Εἰ δὲ καὶ πνεῦμα εἴη σφοδρόν, ἀρεῖ ταύτην μετέωρον καὶ τὸν διφρηλάτην δηλαδὴ τοῦτον ὡς ἐκείνης κουφότερον, ἐκτὸς εἰ μὴ περιέζωσται στατῆρας, ὡς εἴωθεν. Εἰ τοίνυν μέλει σοι καὶ ἁρματηλάτην τοῦτον ἰδεῖν δοκιμώτατον καὶ τοῖς τῶν χρωμάτων ἐπωνύμοις δήμοις περιμάχητον θέαμα καὶ πᾶσι φιλίπποις εὔφημον λάλημα, μηκέτι τοιαύτην ἄγχε φύσιν ἐν τῇ τῆς ἐχούσης ἡμᾶς Μακεδονίας στενοχωρίᾳ, ἀλλὰ λῦσον ἐπὶ τὴν Λάρισσαν. Ἡ γὰρ Θεσσαλία τούτου οἰκειοτέρα καὶ ἡ πεδιὰς ἡ Φαρσάλιος, ὧν τῷ πλάτει τὰς μὲν ἐπιδείξεται τῶν ἐπιστημῶν καὶ τεχνῶν, τὰς δὲ πρὸς τὸ μαθεῖν συνεργῷ χρήσεται. Πρὸς ἡμᾶς δὲ διαβάς, οὔτε ταῖς ἄλλαις οὔτε τῇ γεωμετρικῇ ἐμφιλοτιμήσεται· τῶν μὲν γὰρ ἀνεράστως ἔχω τῆς ἐπιδείξεως, τῇ δὲ τόπος ὄντως οὐκ ἔστι παρ’ ἐμοί· πάντες γὰρ ἡμῖν ὑπὸ τῶν ἄνωθεν κατακλυσμῶν ἀπεθαλαττώθησαν.

Μίαν μοι τέχνην ἔχων ἥξει χρησίμην, εἴ γε ἐπίσταται τὴν ᾀσματικήν τε καὶ χοροστατικήν, μέρος μὲν οὖσαν καὶ αὐτὴν ἢ εἶδος ἁρμονικῆς, οὐ πᾶσι δὲ πάντως σπουδαζομένην ὅτι μὴ μόνον τοῖς καθ’ ἡμᾶς, ὥστ’ ἢ μὴ παραβαλέτω τῇδε ἢ ὡς ἐπ’ ἐκκλησίας ᾀσόμενος ποικιλώτερόν τε καὶ περισσότερον καὶ χοροῦ κορυφαῖος ἐσόμενος δακτύλων τε περιαγωγαῖς ἐπισημαίνων τὴν τέχνην καὶ τῶν ἄλλων μελῶν στροφαῖς καὶ λυγίσμασι.

Πρότερος οὖν αὐτός μοι τοῦτον βασάνισον· κἂν γνωριεῖ σοι τὸν τεχνίτην καὶ κριθῇ δόκιμος, μηδ’ οὕτω τὴν ὁδὸν θαρρησάτω τὴν πρὸς τὴν Ἀχερουσίαν ταύτην λίμνην, τὴν ἐμὴν Λυχνιδόν, εἰ μὴ πρότερον συνθοῖτο τῷ ἀδελφῷ μου Δημητρίῳ περὶ τοῦ τῶν ᾀσμάτων μισθοῦ.

Ὃ δὲ ἔσται μελίνης ἢ μελαμπύρου ἐμπορικὸν ἡμιμέδιμνον· τοσοῦτον γὰρ ὅ τε ᾀσόμενος, ὅ τε ἀκουσόμενος· ὃ μὲν λαβεῖν ἄξιος, ὃ δὲ δώσειν εὔπορος. Ὁρᾷς παρ’ ὅσον ἦλθον εὐλαβείας γεροντικῆς καὶ σεμνότητος, ἵνα χαρίσωμαί σοι καὶ τῷ γλυκεῖ Θεοδώρῳ συνεντρυφήσωμεν, ἐπεὶ καὶ ἀμφότεροι ψυχαγωγησόντων δεόμεθα, ἐγὼ μὲν διὰ πάντα τἀμὰ κακά, σὺ δὲ διὰ τὴν δυσχεραινομένην σοι ἀποδημίαν, ταύτην δὴ τήν, ὡς ἔφης, μακράν. Πρὸς ἣν μηδὲ πάνυ σφόδρα δυσφόρως ἔχε, εἰδώς, εἴπερ τις ἄλλος, γινομένην κοινωφελῶς καὶ δεικνῦσαν τὸ τοῦ βασιλέως ἡμῶν κηδεμονικὸν καὶ φερέπονον, ὅς, ἵνα τοὺς ἐχθροὺς ἐγγύθεν δεδίττηται, πόλεως μὲν ἐκείνης καὶ βασιλείων ἐκείνων καὶ τῶν ἄλλων ἐκείνῃ ἀπολαυσμάτων ὀλιγωρεῖ, ἀγροτικῶν κακῶν ἀνεχόμενος. Ἔκκειται μὲν ψύχεσί τε καὶ θάλπεσιν, ὕπαιθρος δὲ φέρει τὰς ἐναντίας ὥρας σὺν τοῖς φιλτάτοις καὶ ἅμα τὰς χώρας, αἷς ἂν ἐπισταίη, καθιστᾷ μεγαλοπρεπῶς καὶ βασιλικῶς, τῶν τε ἄλλων ἁρμοστὴς καὶ τῶν ἐκκλησιαστικῶν διαφερόντως γινόμενος.

Ταῦτα καὶ ἄλλα μυρία τῆς μακρᾶς ἀποδημίας ὑμῶν καὶ ἀγροὶ καὶ πόλεις ὀνίνανται, ὥστ’ εἰ μὴ φίλαυτος εἴης, ἀλλὰ φιλάνθρωπος καὶ φιλάδελφος, οὐ μόνον οὐ δυσχερανεῖς πρὸς τὴν ἀποδημίαν οὐκέτι, ἀλλὰ καὶ μᾶλλον ἐπεκταθῆναι ταύτην ἐπεύξῃ, ἵνα πλείους καὶ πλείω εὐεργετώμεθα.

Τῷ προέδρῳ τῷ Παντέχνῃ Τὸν κολοφῶνα ἐπέθηκας, ὑπέρλαμπρέ μοι ἐν Κυρίῳ υἱέ, ταῖς περιεχούσαις με θλίψεσι, καὶ αὐτὸς εἰπὼν συνέχεσθαι θλίψεσιν. Ὃ γοῦν ἐμαυτῷ φάρμακον διὰ τῶν τοῦ λόγου βοτανῶν ἤρτυσα, τοῦτο καί σοι χρήσιμον εἰδώς, στελῶ καιροῦ δραξάμενος. Ὡς νῦν γε ὑπὸ φωτὶ τουτί σοι τὸ γραμμάτιον συντάξας, οὐκ εἶχον ὅπως ἐκ τῆς πυξίδος τὸ φάρμακον ἀναλήψομαι, οὐχ οὕτως ἀνειμένης ἁπλῶς οὐδὲ πᾶσιν ἐκκειμένης, ἀλλὰ περιεργοτέρας χειρὸς δεομένης πρὸς τὸ ἀνοίγεσθαι. Πλὴν ὅσον τοῦτο μόνον νῦν ἔχω σοι συντελεῖν, ὡς μετὰ τὸν χειμῶνα πάντως ἔαρ καὶ ὅσα τοῦ ἔαρος. Ὁ δέ γε τοῦ Ἡλίου παῖς Φοῖνιξ, καὶ τεφρωθείς, ἐξανίσταται, ἵνα μηδὲν εἴπω θειότερον καὶ ἡμέτερον.

Τῷ ἰατρῷ τοῦ βασιλέως, κυρῷ Μιχαὴλ τῷ Παντέχνῃ Ὑμεῖς δὲ ἀεὶ μὲν ἡμᾶς ταῖς ἐλπίσι σανεῖτε ὡς ἥξοντες καὶ ἐπισκεψόμενοι, ἀεὶ δὲ ἐξαπατήσετε, οὕτως ἡμᾶς περιφρονεῖτε τοὺς χαμαὶ ἐρχομένους οἱ ἀεροβατοῦντες ὑμεῖς. Ἀλλὰ γὰρ ὀψέ ποτε ἐχέκολλον ἀπορρίψαντες, ᾧ πρὸς τὰ αὐτόθι ἔχεσθε, παράκλησις ἡμῶν γένεσθε. Τὰ δὲ φόβητρα, ἃ ἡμῖν ἐπανατείνεσθε, μορμολύκια παίδων εἰσίν, ἤγουν πτωχῶν τινων ἐπισκόπων. Ὁ δὲ πάσης Βουλγαρίας ἀρχιεπίσκοπος, ὃν ὅσοιπερ ὁρῶσί τε καὶ ἀκούουσιν, οἴονται μεδίμνοις ἐκμετρεῖσθαι τοὺς χρυσίνους ἑκάστης ἡμέρας, τὴν ὑμετέραν παρουσίαν ὡς πτωχοῦ τινος οἰήσεται, ὃς περίεισιν αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας, κἂν μικρόν τι λάβῃ, τῷ ληφθέντι ἀρκούμενος.

Μόνον ἐλθὲ καὶ οἱ πάροικοι μόνοι, οἱ παρὰ τοῦ Βλαχερνίτου ἀποκρυβέντες, πλουτίσουσί σε, ἀνὰ ἓν σκόρδον δόντες. Τηροῖο ὑπὸ Κυρίου πάσης κακίας ἀνώτερος.

Τῷ αὐτῷ Χαίρω μὴ δεχόμενος ἐκ σοῦ γράμματα· τεκμαίρομαι γάρ σοι προσεῖναι πράγματα, οἷς τι καὶ κερδαλέον ὕπεστιν. Εἰ μὲν οὖν τυγχάνω τοῦ σκοποῦ καὶ οὐ παρατοξεύω, ἔχω τοσαύτην ἐκ τῶν σῶν ἐν τοῖς ἐμοῖς λυπηροῖς παράκλησιν. Εἰ δὲ καὶ τὸ σὸν δυστυχῶ, δίπαλτος ἡμῖν ὁ πονηρὸς ἔπεισιν· ᾧ μόνος ὁ ἀγαθὸς Θεὸς καὶ κρατικὸς ἀντιστήσεται. Ὑφ’ οὗ καὶ αὐτὸς ἀνώτερος τῆς ἐκείνου κακομηχανίας φυλάττοιο.

Τῷ αὐτῷ Διψῶντί μοι μαθεῖν τὰ κατὰ σὲ λευκότερον, ὑπέρλαμπρέ μοι ἐν Κυρίῳ υἱέ, αὐτὸς σταγόνας ἐπιπέμπεις θολώδεις, ἐξ ὧν οὐκ ἰῶμαι τὴν δίψαν. Γράψον οὖν μοι ἀριδηλότερον ἐν οἵοις τε εἶ καὶ εἰ ἐν ἀξίοις τῶν ἐλπίδων αἷς ἐτρεφόμεθα.

Πρὸς ἀδελφὸν τοῦ Ψελλοῦ θανόντος· τοῦ Βουλγαρίας Ὅτι μὲν ἀλγεῖς καὶ δάκνῃ τὴν ψυχὴν τὰς ἀδελφικὰς οὐ στέγειν φλόγας δυνάμενος, οὐκ ἀγνοοῦμεν. Ἡμεῖς δὲ φιλίας βαλλόμενοι κέντροις, ὀδυνηρῶς ἔχομεν, διπλῶς τὴν ψυχὴν ἀνιώμενοι, ὅτε ὁ φίλος λυπεῖται, καὶ μακρὰν ὄντες καὶ μὴ συμπαρεῖναι δυνάμενοι μηδὲ τοὺς παραμυθητικοὺς προσοίσαι σοι λόγους. Διὰ τοῦτό σοι καὶ μὴ παρόντες διὰ ταύτης δὴ τῆς γραφῆς, ὡς οἷόν τε, ὁμιλοῦμεν καὶ τὴν ἀγαθήν σου καὶ φιλάδελφον καὶ φιλόθεον παρακαλοῦμεν ψυχήν, ἵνα ὅταν ἡ ὑστέρησις ἐκείνου δάκνῃ σου τὴν ψυχήν, μεγάλην ἐντεῦθεν ἔχῃς παράκλησιν, ἐννοῶν ὅτι μὴ τέθνηκεν ὁ σὸς ἀδελφός, ἀλλὰ πρὸς Θεὸν ἐξεδήμησε καὶ ὀδυνηροῦ βίου καὶ νόσων ἀπαλλαγείς, δι’ ὧν, εἴπερ τινὰ ὡς ἄνθρωπος προσερρίψατο ῥύπον, ὅλως καθαρθεὶς ἀπῆλθε πρὸς Κύριον, πλήρης χάριτος.

Τὸν ἐκείνου βίον οὐ σὺ μόνος, ἀλλὰ καὶ πάντες ἴσμεν οἷος ἦν. Τὴν ἐπελθοῦσάν σοι, παμπόθητε καὶ καλέ μου ἀδελφέ, ἀρρωστίαν μεμαθηκὼς καὶ εἰς οἷον αὕτη κατέληξε τέλος μὴ διδαχθείς, τιτρώσκομαι τὴν ψυχήν, καταβυθίζει μου τὸν λογισμὸν ἡ λύπη, συγκαλύπτει μου τὸν νοῦν τὸ τῆς ἀθυμίας νέφος καὶ ἀλύτοις δεσμοῖς ἅπαν τὸ σῶμα πεπέδημαι.

Καὶ πῶς γὰρ οὐ χρή με στένειν καὶ ὀδυνᾶσθαι καὶ περιαλγεῖν, ὅταν τοιαῦτα δεινὰ σέ, τὸ φῶς τῶν ἐμῶν ὀφθαλμῶν, τὴν παραμυθίαν τῆς ἐμῆς ψυχῆς, καταλαμβάνειν ἀναμανθάνω, ἀφ’ ὧν οὐδεὶς τῆς νῦν κατεχούσης σε νόσου τέλεον ἀπαλλάξει καὶ τῶν λυπηρῶν ἀπειρόπονον ποιήσει, εἰ μὴ Θεὸς αὐτὸς καὶ ἡ ἀχράντως αὐτὸν ἀποτεκοῦσα ἁγία Θεοτόκος αὐτοί σοι ἰατροὶ καὶ τῶν κακῶν λυτῆρες καὶ τῶν καλῶν δοτῆρες γενήσονται κατά τε τὸν παρόντα αἰῶνα καὶ τὸν μέλλοντα;

Μὴ οὖν ἀποκνήσῃς, πάγκαλέ μου ἀδελφέ, δηλῶσαί μοι διὰ γλυκυτέρας γραφῆς σου τὸ πῶς ὁ ἅγιος Θεός σοι ἐβοήθησεν, ὃς καὶ τὴν ὑγείαν δῴη σοι καὶ ἡμᾶς ἀξίους ποιήσοι καὶ συνευφρανθῆναι καὶ συγχαρῆναί σοι.