Ἔργον
Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν πορφυρογέννητον κῦρ Κωνσταντῖνον
Προοίμιον και εγκώμιον της Κωνσταντινουπόλεως
Προσφορά του λόγου στον νεαρό βασιλέα και περιγραφή της ιδανικής κλιματικής και πνευματικής συνθήκης της βασιλεύουσας πόλεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιον και εγκώμιον της Κωνσταντινουπόλεως
Προσφορά του λόγου στον νεαρό βασιλέα και περιγραφή της ιδανικής κλιματικής και πνευματικής συνθήκης της βασιλεύουσας πόλεως.
Λόγος εἰς τὸν πορφυρογέννητον κῦρ Κωνσταντῖνον Δῶρόν τοι καὶ ἐγώ, βασιλεῦ φίλε, τοῦτο δίδωμι—δῶρον ἐμοὶ διδόναι καὶ σοὶ λαμβάνειν ἱλαρῶς οἰκειότατον—καὶ τάχα κρεῖττον τῶν ἄλλων, ἃ δαπάνη τε χρόνου καὶ φθόνου καὶ λῃσταῖς εὐπορία καὶ κλέπταις ἅρπαγμα. Οἱ μὲν γάρ σου τοῦ κράτους ὑπήκοοι δασμοφοροῦσιν ἐτήσια, οἱ μὲν χρυσίον, οἱ δὲ ἀργύριον, οἱ δὲ ὅσα ἄλλα εἰς φθορὰν τῇ ἀποχρήσει, καθά φησιν ὁ θεῖος ἀπόστολος· λόγος δὲ χρυσοῦ τιμαλφέστερος, ἀργύρου λαμπρότερος, πάντων ἁπλῶς μονιμώτερος· κἀκεῖνοι μὲν ὑποτελοῦσι καὶ ἄκοντες τῆς ἡμετέρας κατακρίσεως τὸ βαρύτατον, σοφία δὲ ἄνετόν τι χρῆμα καὶ τῷ ὄντι ἀδέσποτον, αὐθαιρέτως μὲν οἰκεῖον φέρουσα φιλοπόνημα, εὐεργετοῦσα δὲ τοὺς εἴτινες τὰ δῶρα προσδέχονται.
Κἀγὼ τοίνυν ὁ σὸς διδάσκαλος—πτεροῦμαι γὰρ τῷ ὀνόματι καὶ δεκάπηχυς γίνομαι, βασιλέως καθηγητὴς προσκαλούμενος—καὶ ἐθελοντὴς ἄγω σοι τοῦ λόγου τὸ δῶρον τήμερον, καί σοι εὐάγγελος γίνομαι—μὴ ἀπιστήσῃς φωνῇ διδασκάλου—ὡς εὐδαιμονίας ποταμοί σοι ῥυήσονται, εἴπερ ἐπὶ τὴν σὴν καρδίαν ὡς ὑετὸς καταβαίη τὰ ἐμὰ ῥήματα· ὅθεν τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον. Οὐ γὰρ κολακεύσω τὸν ἐμὸν αὐτοκράτορα, οὐδὲ θρύψω σου τὰ ὦτα λόγοις ἁπαλοῖς καὶ τὸν σοφιστὴν ἐπιφαίνουσιν, οὐδὲ τὸν λύδιον ἁρμόσομαι νόμον, ἀλλὰ τὸν σύντονόν τε καὶ δώριον· λίαν γὰρ ἂν ἀδικοίην καὶ τὴν τοῦ λαχόντος με βίου προαίρεσιν καὶ τὴν σὴν φύσιν, ἣ πάντως ἀγαθοὺς καρποὺς οὐκ ἀγεννεῖς δοῦναι δύναται, μόνον εἰ σπέρμα βασιλικὸν ὑποδέχοιτο.
Τί γὰρ οὐ σοὶ συντρέχει πρὸς τὸ βίον ἑλέσθαι τὸν δεξιώτατον, ᾦ γε καὶ πατρὶς βασίλισσα καὶ μεγαλόπολις καὶ καλλίπολις, ᾗπερ οὐδ’ ἂν ὁ Μῶμος αὐτὸς ἐγκαλέσειε τὸ μὴ οὐ πρὸς τὰς ὥρας κεκράσθαι καὶ τρυφᾶν ἀέρων εὐμοιρίᾳ καὶ συμμετρίᾳ; Οὔτε γὰρ χειμὼν ἐνταῦθα νεωτερίζει καὶ τοὺς ὅρους ἐκβαίνων σκυθικώτερον ἡμῖν ἐπιτίθεται ὡς καὶ τὸ αἷμα τοῖς ζῴοις πηγνύναι καὶ τοῖς ποταμοῖς ἐπιβάλλειν δεσμὰ κρυστάλλινα· οὔτε θέρος ἐκλῦον καὶ πᾶσαν καταβάλλον τὴν δύναμιν ὡς καὶ τὸν κύνα φοβερὸν ἐπεγείρειν τοῖς σώμασι, κατὰ τῆς τούτων εὐσταθείας ἀγριαινόμενον. Ἀλλὰ χειμὼν μὲν οἷος τὴν ἡμετέραν συγκροτεῖν δύναμιν καὶ συνάγειν τὴν τῶν στοιχείων παράταξιν, οὐκ ἐῶν αὐτὴν πάμπαν διαφορεῖσθαι καὶ σκίδνασθαι, θέρος δὲ οἷον θάλψιν διδόναι τοῖς σώμασι καὶ περιττωμάτων διάπνοιαν· αἱ δὲ λοιπαὶ τῶν ὡρῶν πρὸς τὴν τῶν ἀδελφῶν ἰδέαν ἀναλόγως μορφούμεναι. Οὐκ ὁρᾷς γάρ τοι καὶ τοὺς τῶν δένδρων καρπούς, οἷς ἐντρυφῶμεν οἱ τῆς εὐδαίμονος οἰκήτορες πόλεως;
Οὕτω μὲν γὰρ μεγέθους ἱκανῶς ἔχουσιν ὡς μηδένα λόγον εἶναι τοῖς ὁρῶσι περὶ τῆς κατὰ τὴν γεῦσιν ἡδύτητος, οὕτω δὲ τὴν γεῦσιν ἡδύνουσιν ὡς ἐν τούτῳ τῷ μέρει τὸ μέγεθος ἀποκρύπτεσθαι· καὶ γὰρ οὖν τοὺς μὲν ἀλλαχοῦ μεγάλους τῇ ἡδονῇ ὑπερβάλλουσι, τοὺς δ’ ἡδονῇ προὔχοντας τῷ μέγεθος προφαίνειν ἐξαίσιον, τοὺς δ’ ἄμφω ταῦτα ἐπαινετοὺς τῷ τῆς βασιλίδος εἶναι γεννήματα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.