Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν πορφυρογέννητον κῦρ Κωνσταντῖνον

Θεοφύλακτος Βουλγαρίας

Η πρακτική άσκηση της εξουσίας και οι βασιλικές αρετές

Συμβουλές για την επιλογή συνετών φίλων, τον έλεγχο των παθών, την αποφυγή της τρυφής και την άσκηση της εξουσίας με επιείκεια και φιλανθρωπία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 6

Διὰ τοῦ τῶν φίλων πτερωτοῦ ἅρματος· αὐτὸς μὲν γὰρ εἷς ἐστι, πολλαπλασίων δὲ διὰ τῶν φίλων γίνεται. Ἀλλ’ ἐπειδὴ φίλων ἐμνήσθην ἀναδιδάξω σέ τι περὶ τούτων πλατύτερον· πολλῶν γὰρ ὄντων τῇ βασιλείᾳ καλῶν, οὐδὲν τοιοῦτον ὡς τὸ τοῦ φίλου πρᾶγμα καὶ ὄνομα. Τύραννος μὲν γὰρ τῷ φόβῳ περιστοιχίζεται καὶ τὰς ἀπειλὰς ἔχει καὶ τοὺς ἑκάστοτε φόνους στερρόν τι καὶ ἀκαθαίρετον πρόβλημα· σὺ δὲ ἀλλὰ τῇ φιλίᾳ τειχίζου καὶ τῇ εὐνοίᾳ μάλιστα πάντων φράττου· οὐδὲν γὰρ οὕτως ἀσθενὲς ὡς ὁ παρὰ πολλῶν μισούμενος ἄνθρωπος, κἂν ὑπὸ πολλῶν δορυφόρων φυλάττηται. Προσκυνεῖ μὲν ἴσως ὁ πολίτης καὶ μεγαλύνει καὶ εὐφημεῖ καὶ προσθήκην ἡμερῶν αἰτεῖται παρὰ τοῦ Κρείττονος· ἀλλ’ ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος, καὶ τὰ χείλη μὲν ἐδίηνεν, ὑπερῴην δ’ οὐκ ἐδίηνε, καὶ δέδοικε μὲν ἐξειπεῖν ὅτι μισεῖ καὶ βδελύττεται, καιροῦ δὲ λαβόμενος, οὐ λόγοις, ἀλλὰ ἔργοις τὸ μῖσος δείκνυσι καὶ τῶν ἡπάτων ὠμῶν ἀπογεύεται. Ἀλλ’ οὐχ ὁ φίλος οὕτως.

Νυκτὸς δὲ καὶ ἡμέρας τοῦ φίλου βασιλέως φροντίζει καὶ ταῖς ὑπὲρ ἐκείνου κάμνει μερίμναις, οὐχ ὅπως κερδάνῃ τοῦτο μόνον σκοπῶν καὶ τὴν ἀρχὴν ἐκκαρπώσηται, ἀλλ’ ὅπως ἀραρότως ἕξει τῇ βασιλείᾳ τὰ πράγματα, καὶ λυπήσει μικρόν, ἵνα μεῖζον εὐφράνῃ, καὶ δριμύξεται τοῖς ῥήμασιν, ἵνα γλυκάνῃ τοῖς πράγμασιν, οὐχ ὑποκλινόμενος τοῖς τοῦ βασιλέως θελήμασιν, οὐδὲ σκιᾶς ἔργον ποιῶν καὶ συνεπινεύων τοῖς νεύμασι καὶ συγκινούμενος τοῖς κινήμασιν, ἀληθὴς δὲ ὢν καὶ αὐθέκαστος καὶ τὰ τοῦ φίλου δι’ ἀγάπην ἐξιδιούμενος. Καὶ μέντοι καὶ βασιλεὺς οὐ βαρὺν σωφρονιστήν, ἀλλὰ γλυκὺν νουθετητὴν τὸν φίλον οἰήσεται, καὶ τοῖς μὲν κολακεύουσιν ὡς ἐχθραίνουσιν ἐμπικρανεῖται καὶ βαρὺ συνάξει τὸ ἐπισκύνιον· τῷ ὄντι γὰρ οἱ τῆς κολακείας θεραπευταὶ θανάσιμον κιρνῶσι μελίκρατον, καὶ φιλοῦσιν, ἀλλὰ καὶ δάκνοντες, καὶ σαίνουσιν, ἀλλὰ καὶ σπαράττοντες, καὶ μέλι μὲν ἀποστάζουσιν, ἀλλὰ πικροτέρας χολῆς τὰς ἀναδόσεις ποιούμενον. Τούτοις μὲν οὔτε τὰς τῶν βασιλείων ἀναπετάσει θύρας οὔτε τὰς τῶν ὠτίων, ἀλλ’ ὡς Σειρῆνας παραπλεύσεται, κηρῷ καὶ λόγοις σοφοῖς τὰς ἀκοὰς ἐμφραξάμενος.

Τοῖς δὲ φίλοις ἑαυτὸν παρέξει καὶ τέμνειν καὶ καίειν ὡς ἰατροῖς ἐπιστήμοσι καὶ πάντα τὸν ἑαυτοῦ συνετώτερον εἰσκαλέσει πρὸς τὰ βασίλεια καὶ πολλοὺς ἐκ τῆς γωνίας ἀνασπάσει πρὸς τὰ μειράκια ψιθυρίζοντας, οἷς παραδοὺς ἑαυτὸν δεξαμενὴν τὴν ἑαυτοῦ καρδίαν ποιήσεται, πᾶν δεχομένην κάλλιστον χώρημα. Τούτους μέντοι τοὺς φίλους ἐπιστήσει ταῖς τῶν πόλεων διοικήσεσι, πάντως πειρᾶν λαβὼν αὐτῶν ὅτι καλῶς ἐπιστήσονται. Τίς δὲ ἡ πεῖρα; Καί μοι συνακολούθει τῷ λόγῳ προσεκτικώτερον· τάχα γάρ σοι παραδώσω τὴν λίθον τὴν χρυσογνώμονα.

Τρία ταῦτα περὶ τὴν πεῖραν ταύτην ἔχομεν θεωρεῖν, ἄνθρωπον, οἶκον καὶ πόλιν. Πρῶτον μὲν οὖν σκόπει τὸν ἄνθρωπον εἰ τὸ οἰκεῖον ἦθος κατήρτισεν ὡς μήτε τὸν θυμὸν μήτε τὴν ἐπιθυμίαν, τὰ δοῦλα ταῦτα καὶ ὑποχείρια τοῦ λογισμοῦ, καταστῆσαι ἐγκρατῆ τε καὶ κύρια, κἀπειδὰν εὕρῃς τοιοῦτον, ἐπὶ τὴν τοῦ οἴκου διοίκησιν ἀναβίβασον· εἰ δὲ καὶ περὶ ταύτην εὕρῃς εὐδόκιμον, πρὸς ἄλλον αὐτὸν ἀναβαθμὸν ὕψωσον καὶ πόλεως διοίκησιν πίστευσον. Ὁ γὰρ μὴ ἑαυτὸν ἰθύνας, πῶς οἴκου κατὰ τὸ δέον ἐπιστατήσειεν; Ὁ μὴ οἶκον εὐθετήσας, πῶς πόλιν ἰθύνειεν;

Οὗτος ἔστω σοι γνώμων τῶν ἀρχόντων ἀπαραλόγιστος, καὶ τοὺς ἐν τοῖς εἰδικωτέροις δοκιμασθέντας ταῖς κοιναῖς προσάγαγε διοικήσεσιν· ὁ γὰρ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστιν, ὡς ἐμάθομεν· ὥσπερ εἴ τις τοῦ οἴκου οὐκ οἶδε προΐστασθαι, οὐκ ἐκκλησίαν αὐτῷ παραδίδωσιν ὁ ἀπόστολος.

Τοιοῦτοι δ’ ὄντες οἱ ἄρχοντες ταχέως τὴν βασιλείαν αὐξήσουσι πρὸς τὸ βέλτιον, πολλοὺς καὶ ἄλλους ἑαυτοῖς ὁμοίους ἐξεργασάμενοι Φιλεῖ γὰρ τὸ παρὰ βασιλέως σπουδαζόμενον αὔξεσθαι· κἂν φιλορήτωρ ὁ αὐτοκράτωρ, βαβαὶ τῆς τῶν σοφιστῶν ἐπομβρίας, περιηχεῖται τοῖς ἀναγνώσμασι τὰ ἀνάκτορα· κἂν δόξῃ φιλοσοφίᾳ προσέχειν καὶ περὶ τὰ μαθήματα στρέφεσθαι, παρὰ τὰς βασιλικὰς θύρας οἱ τοῦ Πλάτωνος γέμοντες καὶ οὐδὲ τοῖς τὰς πύλας τηροῦσιν ὁ Ἀρχιμήδης, ὁ Εὐκλείδης, ὁ Ὑψικλῆς ἀνεπίγνωστοι· ἂν δὲ φίλιππος νομισθῇ, στενοχωρεῖται τὰ βασίλεια Νισαίοις ἵπποις καὶ Ἰταλοῖς. Καὶ τοίνυν τοὺς μὲν μετιόντας ἀρετὴν οὐκ οἶδεν οὐδὲ ὅποι γῆς διατρίβουσιν, οὐδὲ ψιλὴν θέαν τούτοις παρέχεται· ἀνθρώπους δὲ κακοηθείας πάσης περιφανῆ ἐργαστήρια καὶ ἀξιώμασι δωρεῖται καὶ δεξιώμασι καὶ τούτους ταῖς πόλεσιν ἐπαφίησι κερδῶν ἀδίκων ἐμπόρους καὶ ῥυπαρῶν λημμάτων προσαγωγεῖς καὶ δίδωσι τούτοις καταμαγειρεύειν τὰ πρόβατα, μόνον εἰ αὐτῷ τὰ λιπαρώτερα φέροιεν, καὶ πάντα συμφύρει καὶ θεῖα καὶ ἀνθρώπινα δίκαια, μόνον εἰ ὀβολὸν ἀναδέξαιτο.

Ὀκνῶ μὲν εἰπεῖν ἐγὼ τοῦτον βασιλέα· Πέρσαι δ’ ἂν κάπηλον εἴποιεν ὥσπερ ἐκεῖνον Δαρεῖον, τάχα δὲ οὐδὲ κάπηλον— φιλανθρωπότατον γάρ, εἰ καὶ ἀνελεύθερον τοὔνομα—, ἀλλὰ λῃστὴν καὶ μιαιφόνον καί, ἵν’ οὕτως εἴπω, τρισαλιτήριον, ἵνα μόνον κερδάνῃ τοὺς ἄλλους φονεύοντα καὶ θλίψεις τοῖς ὑπηκόοις πραγματευόμενον, ἵν’ αὐτὸς ἀφθόνοις ἐνυβρίζῃ ταῖς ἡδοναῖς.

Δεῖ δὲ οὐχὶ τῶν ἡδονῶν πλέον ἔχειν τὸν βασιλέα, τῶν δὲ πόνων καὶ τῶν φροντίδων τὸ βάρος ἐθελοντὴν ἀναδέχεσθαι. Ἢ οὐχ ὁρᾷς καὶ τὸν κυβερνήτην ὅπως ἀεὶ ἐνεργός ἐστι καὶ τῶν ἄλλων ἡδὺ καθευδόντων καὶ βαθὺ κῶμα διαγόντων, αὐτὸς τῇ ἀγρυπνίᾳ προστέτηκε; Κἂν ἡμέρας ὑπνώσῃ καιροῦ δραξάμενος, ταῖς διακοπαῖς ὁ ὕπνος εἰς ἐγρήγορσιν αὐτῷ περιΐσταται ὥστε πυκνῶς αὐτὸν λέγειν· τὴν ὀθόνην περίστειλον, τὸν πόδα ἐξάπλωσον, τὸ πηδάλιον περιάγαγε, ἀλλὰ τρίζει τὸ κέρας, ἀλλὰ προβλῆτα σκόπελον ἔκφυγε, καὶ σχεδόν τι πλέον ἐνεργεῖ τῶν ἐγρηγορότων αὐτὸς καὶ κοιμώμενος. Πόνοις οὖν ὁ βασιλεὺς ἑαυτὸν ἐκδιδότω, μὴ τρυφῆς χωρίον ἀλλὰ φροντίδων τὴν βασιλείαν ποιούμενος. Καὶ τοὺς μὲν πολέμους αὐτὸς ἐνεργείτω, πᾶσι παρὼν καὶ πάντα θεώμενος· οὐ μέντοι γε τοῖς κινδύνοις ἑαυτὸν παραλόγως προήσεται, οὐδὲ στρατιώτου θάνατον ἀποθανεῖται, ἀλλὰ στρατηγοῦ λελογισμένου καὶ πολλὰ τρόπαια στήσαντος· εἰρηνεύων δὲ ἀσκείτω τὸν πόλεμον, ἑαυτὸν μὲν ἐκπονῶν ἑκάστοτε πρὸς πᾶν εἶδος πολέμου καὶ μηδὲν τούτων ἀπαναινόμενος, συγγυμνάζων δὲ καὶ στρατιώτας ὁμοῦ καὶ ξύμπαντας, διδασκάλους δὲ καὶ θεατὰς τῶν γυμνασίων ποιούμενος ὅσον γεροντικὸν καὶ ἀπόμαχον.

Ἡ πολιὰ γὰρ ἔχει τι λέξαι τῶν νέων σοφώτερον, γέρων τε ἀνὴρ καὶ νέος ἕτερος· ὁ μὲν ἔστι νοῦς ὁ γέρων, ὁ δὲ χείρ, θάτερον θατέρου δεόμενον, ὡς οὐδὲν οὕτω τὰ Ῥωμαίων διέφθειρεν ὡς τὸ μηδένα εἶναι ἐπὶ τῶν πραγμάτων στιβαρὸν γέροντα, ῥυτιδωθέντα μὲν τῷ χρόνῳ τὸ ἔλυτρον, τὸν δὲ καρπὸν ἔνδοθεν στελειώσαντα καθάπερ τὸ κάρυον.

Καὶ τοῦτον ἐχέτω νόμον ὁ βασιλεύς· τὸ μήποτε ἀνιδρωτὶ σῖτον αἰρεῖσθαι· ἐκ ταύτης γὰρ τῆς ἀσκήσεως τό τε σῶμα αὐτοῦ ὑγιεινότερον ἔσται καὶ ἀπεριττότατον καὶ τὸ λογικὸν οὐκ ἐμποδισθήσεται, πολλοῖς οὐκ ἐπιχωννύμενον περιττώμασι. Τίς οὖν τοιούτῳ πολέμιος αὐτοκράτορι;

Πῶς δὲ σχολάσει μίμοις καὶ γελωτοποιοῖς ὁ τοιοῦτος ἢ πῶς οὐ πάντας πρὸς εὔνοιαν ἐπισπάσεται, ὑπὲρ αὐτῶν ὁρῶντας φροντίζοντά τε καὶ γυμναζόμενον; Ἐπεὶ τοὐναντίον, εἰ τοῖς μὲν σκηνικοῖς καὶ τοῖς ἀσελγέσιν ἀνοίγονται τὰ βασίλεια καὶ τοὺς ἀξίους βαράθρων ὑποδέχονται τὰ ἀνάκτορα, συνασχημονήσοντας τῷ τῆς οἰκουμένης δεσπότῃ, καὶ βωμολόχους συμφθεγξομένους καὶ διαφθεροῦντας τὸ λογιζόμενον, τοῖς δὲ καὶ βασιλεύειν ἀξίοις καὶ τὴν πρώτην πύλην κατὰ τῶν προσώπων οἱ πυλωροὶ ἐντινάσσουσι, καὶ ὁ μὲν τιμηθήσεται ὅτι ψιττακὸν ὑπεκρίνατο καὶ ὡς ἀηδὼν ἐτερέτισεν, οἱ δ’ ἀνθρώπινα λέγοντες, μᾶλλον δὲ θεῖα φθεγγόμενοι, περιελεύσονται ἄτιμοι, αὐτοὶ μὲν παρ’ οὐδενὸς τρεφόμενοι, παχεῖς δὲ τοὺς φθεῖρας τοῦ σώματος ἀποτρέφοντες, καὶ ὕβρεως μὲν ἆθλα καὶ ἀσχημοσύνης προκείσονται, ἀρετὴ δὲ μάταιον χρῆμα καταλειφθήσεται, αὐχμοῦ καὶ εὐρῶτος ἀνάμεστον, πῶς οὖν ἕξειν οἴει τούτοις τὰ πράγματα; Ἢ πᾶσιν δῆλον, κἂν ἡμεῖς μὴ λέγωμεν;

Ἡ φιλανθρωπία δὲ πόση τις ἔσται τῷ αὐτοκράτορι; Ὅση Θεῷ πρὸς ἀνθρώπους· οὐ γὰρ προηγουμένως τῷ ξίφει χρήσεται, ἀλλὰ ἀναγκαίως καὶ βιαζόμενος· τὸν γὰρ ἄνω βασιλέα μιμήσεται, εἰ δὲ μὴ τὸν βασιλέα, τὴν μέλισσαν αἰσχυνθήσεται, ἣν τῶν ἄλλων μελιττῶν μόνην ἡ φύσις παρήγαγεν ἄκεντρον. Ὅστις δὲ ῥᾳδίως ἀπογυμνοῖ τὸ ξίφος, οὗτος οὐ βασιλεὺς ἀλλὰ δήμιος, οὐδὲ Θεὸν ἔχων ἀρχέτυπον καὶ πρὸς ἐκεῖνον τυπούμενος, ἀλλὰ δαίμονας ἀλάστορας ἀνθρώπων τρεφομένους αἵμασι.

Καὶ οὐκ ἀμβλυνῶ τῷ βασιλεῖ τὸ ξίφος παντάπασι—μή τις ἐπιφυέσθω τῷ λόγῳ, μηδέ μου σπαραττέτω τὰ ῥήματα—, οἶδα γάρ, ὦ κάλλιστε βασιλεῦ, ὅτι τὰ κόκκινά σοι ὑποδήματα καὶ ἐνδύματα τοῦ πυρός εἰσι σύμβολα· τοῦ δὲ πυρὸς διπλῆ τις ἡ δύναμις φωτιστική τε καὶ καυστική, ὅπερ ἐστὶν εἰπεῖν, εὐεργετική τε καὶ τιμωρητική. Χρῶ τοίνυν ταῖς τιμωρίαις, ἀλλ’ ἐπ’ ἐλάχιστον· φώτιζε μὲν συνεχέστερον, κατάκαιε δὲ ἀργότερον. Τοῦτο καὶ ἡ λαμπὰς ἡ προπορευομένη τοῦ αὐτοκράτορος βούλεται, ᾗ πρὸς τὸ φωτίζειν μόνον, ἀλλ’ οὐχὶ καὶ πρὸς τὸ καίειν προσκέχρηται.