Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Περὶ εὐνουχισμοῦ

Θεοφύλακτος Βουλγαρίας

Θεολογική και κανονική ανασκευή των κατηγοριών

Αντίκρουση των κατηγοριών μέσω του παραλληλισμού του ευνουχισμού με την παρθενία και τη σωματική άσκηση, μαζί με την πνευματική ερμηνεία του Μωσαϊκού νόμου, των ιερών κανόνων και της εκκλησιαστικής οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 5

Φασὶ δὲ καὶ ἀνδρίζεσθαι τοὺς πλείους τὸν ἀσελγῆ ἀνδρισμόν· τοῦτο μέν γε καὶ τῶν ἄλλων οὐκ ὀλίγοις προσμαρτυρεῖται καὶ μάλιστα τοῖς τὴν γυναικωνῖτιν ἐκθεραπεύουσι καὶ πρόσεστι τῷ λόγῳ τὸ πιθανόν· οἱ μὲν γὰρ τοῖς ἐκ τῆς σκηνῆς ἀεὶ σύνεισι, βότρυς δέ, φασίν, πρὸς βότρυν πεπαίνεται, ἀλλὰ καὶ τοῖς πορνικοῖς ἐμμινυρίζουσιν ᾄσματα, λόγος δὲ ἔργου σκιή· οἱ δὲ ταῖς γυναιξὶν ἀεὶ συμπαρατριβόμενοι πῦρ ἀφιᾶσι τῶν ἐγγιζόντων ἁπτόμενον. Τί δέ; Οὐχὶ καὶ οἰωνὸς οἱ εὐνοῦχοι δοκοῦσιν ἀπαίσιος καὶ μυρίαις ἀεὶ ταῖς ὕβρεσι βάλλονται;» Ταῦτ’ εἰπών, ἔπεσχε μέν τι βραχύ, εἶχε δὲ τῶν ὀμμάτων ὡς νοῦν συνάγων καὶ πλείω μέλλων ἐπισυνείρειν. Ὁ δὲ εὐνοῦχος ὑπομειδιάσας—ἦν γὰρ καὶ χαριέστατος ἀνθρώπων καὶ εὐπαιδευτότατος καὶ αὐτόθεν τῆς κατηγορίας ἔλεγχος—«Σὺ δὲ ἔοικάς μοι, ἔφη, καὶ τοὺς παρὰ Πέρσαις ἢ Ἄραψιν ἢ ὅπου δὴ γῆς ἐκτομίας ζητεῖν, ἵνα καὶ τούτους ἐπενεγκὼν ἡμῖν καταπιέσῃς τῷ βάρει καὶ μή σοι ἔχωμεν ἀνανεύσαντες ἀντιβλέψαι, ὥσπερ οὐκ ἐγγὺς ἔχων τὸν Θεσσαλονίκης ἀρχιερέα, τὸν Πύδνης, τὸν Πέτρας, τὸν τῆς βουλγαρικῆς Ἐδέσσης καὶ πολλοὺς ἄλλους ἐν διαφόροις βίων προαιρέσεσί τε καὶ τάξεσιν. Ἀλλ’ οἶμαι, τούτους μὲν παράγων, τὴν μάχαιραν ἂν παρῆγες ἡ αἲξ καὶ ὁ Βελλεροφόντης τὸ γράμμα· ἀποπλανᾷ δὲ ἐπὶ τὴν ὑπερορίαν καὶ πάντοθεν ἕλκειν σπεύδεις ὡς αἱ σικῦαι τὸ χείριστον.

Ἀλλὰ μὴ οὕτω, χρηστότατε ἀνδρῶν, μηδὲ παραλογίζου τὸν φίλον καὶ ταῦτ’ οὐκ ἐπὶ φαύλοις, ἀλλ’ ἵνα δείξῃς ἀντίθεον καὶ παράνομον καὶ τῷ φιλτάτῳ τῶν οἰκείων πολεμιώτατον, ὡς πρὸς πᾶν πάθος παρασκευάσαντα.

Εἰ γὰρ ἐγὼ κατὰ τὰς σὰς ψήφους τῷ δημιουργῷ ἀντιδιατάττομαι, τί μὴ καὶ αὐτὸς οὕτω κρίνῃ, παρθενεύειν ἑλόμενος καὶ τηρῶν σὺν Θεῷ τὴν ἔνστασιν; Ὁ γάμος ἐστὶ καὶ ἡ ἐκ τούτου παιδοποιΐα, ὥστ’ εἰ μὴ χρῇ τοῖς μορίοις πρὸς ὃ διαπέπλασται, ἀντιδιατάττῃ τῷ τοῦ πλάστου σκοπῷ καὶ τῇ τέχνῃ τῆς σοφίας ἀντισοφίζῃ, εἴ γε ἡ μὲν οὐδὲ μάτην ἡμῖν οὐδὲ ἀτέχνως προσέπλασεν, ἀλλὰ πάντα τεχνικῶς καί τι τέλος ἔχοντα χρήσιμον, αὐτὸς δὲ περιττὰ τὰ παιδογόνα παρήρτησαι· ᾧ πάντως ἀκόλουθον τὸ καὶ ἐξαροῦντα μὴ δεῖν κακίζεσθαι. Οὕτω καὶ συκῆν μὴ ἀποδιδοῦσαν τὸ πρὸς ὃ πεφύτευτο οἰκοδεσπότης ἐκκόπτει δίκαιος· οὕτω καὶ δάκτυλον ἕκτον περιαιροῦντες οὐκ ἐγκαλούμεθα· οὐ γὰρ δὴ τοῦτ’ ἔχεις εἰπεῖν ὡς ἐκεῖνος παρὰ φύσιν παρήρτηται. Καὶ σὺ γὰρ τὴν φύσιν τῶν παιδογόνων ὑπήλλαξας, εἴπερ φυσικὸν μὲν τοῖς διδύμοις ἔργον αὐτοῖς τὸ σπέρμα εἰδοποιεῖν πρὸς τὴν χρείαν οὕτω τῆς ἐπιγονῆς γεγονόσι, σὺ δὲ τῇ καταβολῇ τοῦ σπέρματος οἰμώζειν εἶπας διὰ τὸν τῆς καλῆς παρθενίας ἔρωτα. Εἰ τοίνυν καὶ αὐτὸς μετὰ τὴν τοῦ λόγου ἐν σοὶ συμπλήρωσιν προέθου μὴ χρήσεσθαι τοῖς μορίοις πρὸς ὃ πεφύκασιν, εἶτα τὴν τούτων ἐδέξω ἐξαίρεσιν, ὅτε ταύτῃ καιρός, οὐκ ἄξιος ἂν ἦσθα κακίζεσθαι.

Οὐχὶ δὲ καὶ τὸ σῶμα συντήκεις ἀσιτίαις καὶ ἀλουσίαις καὶ πᾶσι τοῖς τῆς πνευματικῆς ἀσκήσεως εἴδεσι, καὶ ἀντὶ μὲν εὐσάρκου τακερόν, ἀντὶ δὲ ἀνθηροῦ ὠχρὸν καὶ ἄρρωστον ποιεῖς ἀντ’ εὐρώστου; Ἆρ’ οὖν σε φήσομεν ἀντινομοθετεῖν τῷ δημιουργῷ τὴν σαυτοῦ μετάπλασιν, ἐπειδὴ πρὸς εὐεκτικὸν ὑπ’ ἐκείνου διαπλασθεὶς πρὸς τοὐναντίον σαυτὸν μετέπλασας; Εἰ δὲ ἐγκαλεῖς μοι σὺ τὴν τῶν διδύμων ἐξαίρεσιν, ἐγκαλῶ σοι κἀγὼ τῶν σαρκῶν τὴν ὑφαίρεσιν, ὥστ’ ἢ μὴ κρίνῃς, ἢ συγκατακέκρισαι καὶ παγὶς ἰσχυρά σοι τὰ χείλη τὰ σὰ καὶ τοῖς οἰκείοις πτεροῖς ἑάλως ὁ ἀετός, ὁ πρὸς τὸ θεῖον πτῶμα τὸ πολλοὺς ἀνιστῶν ἐπειγόμενος. Ἕλλην ἐγκαλείτω ταῦτα, ὁ μηδὲν προτιθεὶς τῆς φύσεως, ἀλλὰ τὸ κατὰ ταύτην ζῆν καὶ τοὺς αὐτῆς νόμους τέλος τῆς παρούσης ζωῆς τιθέμενος· σοὶ δέ, τὴν ὑπὲρ φύσιν ἑλομένῳ ζωὴν καὶ ταύτην ἀσκοῦντι καὶ μελετῶντι καὶ κατορθοῦντι, οὐδὲ διάραι τὰ χείλη κατὰ τῶν εὐνούχων συγχωρήσει τὸ δίκαιον.

Ἐπεὶ δέ με καὶ τῇ τῶν νόμων μορμολύττῃ παραγωγῇ καὶ πρὸ τῶν ἄλλων τὸν τοῦ Μωσέως παρήνεγκας, θαυμάζω σε τῆς φιλανθρωπίας, ὅπως καθ’ ἓν τοῦτό με κρινεῖς ὡς παραβάτην νόμου Μωσαϊκοῦ, ἀλλ’ οὐχὶ καὶ κατὰ πάντα ὅσα ἡ χάρις κατήργησεν καὶ ἐπλήρωσεν. Ἀλλ’ ὦ θαυμάσιε, πρῶτον μέν, ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἔπειτα καὶ πνευματικὸν τοῦτον μαθὼν καὶ σκιὰν τῶν μελλόντων καὶ ἡμετέρων καὶ οὐ <τὸ> ἐκτὸς μόνον τῶν πλακῶν, ἀλλὰ καὶ τὸ ἐντὸς γεγραμμένον, μὴ κατὰ τὸ ἀποκτεῖνον γράμμα τοῦτον ἐκλάμβανε, ἀλλὰ τῷ ζωοποιοῦντι ἐντρύφα πνεύματι, νοητῶς νοῶν τὰ παρατιθέμενά σοι ἐν τῇ τραπέζῃ τῶν ἄρτων τῶν νομικῶν καὶ τὸν θλαδίαν καὶ ἀποκεκομμένον ἀξίως τοῦ νομοθετήσαντος ἐξηγούμενος· οὐ γὰρ ἂν παρ’ Ἠσαΐᾳ τὸν εὐνοῦχον ἠξίου τιμῆς ὅσης οἶδας, ὁ παρὰ Μωσεῖ βδελυττόμενος. Τί δέ σοι ὁ Δανιήλ; Τί δὲ οἱ τρεῖς παῖδες; Τί δὲ ὁ Νεαιμίας; Τί δὲ πρὸ τούτων ὁ Ἀβδεμέλεχ;

Ἆρά σοι τῆς ἐκκλησίας τοῦ Κυρίου ἀποκεκλείσονται, καὶ πῶς, οἱ μὴ ἄγονοι μηδὲ ἄκαρποι τῶν θείων θεωριῶν τε καὶ πράξεων, ἀλλὰ καὶ σπέρμα ἔχοντες καὶ οἰκείους ἐν Ἱερουσαλήμ, εἴτε τὴν κάτω ταύτην νοεῖς, ἐν ᾗ τὰ πολλὰ τὰ τέκνα τούτοις διὰ τοῦ πρὸς αὐτοὺς ζήλου γέγονεν, εἴτε τὴν ἄνω καὶ λαμπροτέραν, ἐν ᾗ κρείττω τρόπον υἱῶν καὶ θυγατέρων ἐσχήκασιν, εἰς ἣν οὐδεὶς εἰσιέναι δύναται πηρωθεὶς τὰς δυνάμεις τῶν τοῦ ἐν ἡμῖν λόγου σπερμάτων, οἷς φυσικῶς πρὸς πᾶν καλὸν ᾠκειώμεθα; Τὸν τοιοῦτον εὐλαβητέον εὐνουχισμὸν κἀμοὶ καὶ σοὶ καὶ πᾶσιν, ὅσοι τῆς ἐκκλησίας τῶν πρωτοτόκων ἐκπεσεῖν ἀπευχόμεθα· τὸν δὲ σωματικὸν Ἑβραῖοι φευγέτωσαν, οἳ τῇ πολυγονίᾳ τἀγαθὸν ἐμπεριορίζουσι.

Τοῦτο μὲν οὖν οὕτως· οἶμαι δὲ καὶ αὐτόν σε συνθήσεσθαι. Τοὺς δ’ ἀποστολικοὺς νόμους καὶ τοὺς κανόνας τοὺς πατρικοὺς τιμῶ μὲν καὶ σεβάζομαι καὶ νόμους ζωῆς ὄντως τίθεμαι, ἁλίσκεσθαι δὲ οὐδὲ τούτοις παρρησιάζομαι· περὶ γὰρ τῶν εἰς ἄνδρας μὲν ἀναβεβηκότων ἤδη, ἑαυτοὺς δὲ ἀκρωτηριαζόντων, ὅπερ ἐστὶ παντάπασιν ἀποκοπτόντων, ἐτέθησαν ἐξ οὗ δηλαδὴ καὶ οἱ τῶν θανάτων κίνδυνοι καὶ τὸ αὐτοφονευτὰς εἶναι τοὺς ταῦτ’ ἐπιτηδεύοντας. Εἰ μὲν οὖν καὶ ἡμῖν τοιοῦτον σύνοιδας, μὴ φείδου τῆς γλώττης, χρῶ καθ’ ἡμῶν τοῖς αὐτοῖς τοξεύμασι καὶ βάλλε τὴν ἡμετέραν ταύτην κατατομήν. Εἰ δὲ πόρρω τῆς τοιαύτης ἀποκοπῆς ἡμεῖς, περίκοπτέ σου τὴν καθ’ ἡμῶν τῆς γλώττης ὀξύτητα.

Εἰ δὲ τὸ ἀκρωτηριάζειν εἰς τὸ τοὺς διδύμους ἐξαιρεῖν ἐκλαμβάνεσθαι δικαιοῖς καὶ τοῦτο κολάζειν φῂς τὸν κανόνα, καὶ οὕτω σοι δείξω τοὺς ἀξίους εὐθύνεσθαι· εἰσὶ γάρ, εἰσὶν οἳ πρὸς τὸ ὑποδύεσθαι γυναικάρια σεσωρευμένα ἁμαρτίαις καὶ ἡδοναῖς ποικίλαι, ὅτε ἤδη νεανισκεύονται, τὸν εὐνουχισμὸν ὑποδύονται, δι’ ἐκεῖνον μὲν οἰόμενοι προσληφθήσεσθαι, διὰ δὲ τὸ κατὰ τὴν σκληροτέραν ἡλικίαν εὐνουχισθῆναι, ὅτε δὴ καὶ οἱ κίνδυνοι, ταῖς ἐκείνων ἐπιθυμίαις μετὰ τοῦ ἀσφαλοῦς ὑπουργήσοντες καί, ἐναντίως ἢ κατὰ τὴν Παύλου νομοθεσίαν, γυναῖκας ἕξοντες ὡς μὴ ἔχοντες· ὅθεν καὶ ἐχθροὺς αὐτοὺς τῆς τοῦ Θοῦ δημιουργίας ὁ Λόγος ὠνόμασεν, ὡς οὐ καθ’ ὃν λόγον ἐδημιουργήθησαν χρωμένους τοῖς μέλεσιν οὐδὲ τὸν ἀποσπερματισμὸν ἔχοντας τέλος τῆς μίξεως, πῶς γάρ; πρὸς ὃν αὐτοὶ σφᾶς αὐτοὺς ἐπήρωσαν, ἵν’ οὕτω μᾶλλον ταῖς μαχλοτάταις τῶν γυναικῶν ἀρέσαιεν. Ἀλλὰ κινδύνοις προδήλοις ἑαυτοὺς ὑποβάλλοντες, τὸ τῶν αὐτοφονευτῶν οὐκ ἐκφεύγουσιν ἔγκλημα. Εἰ δέ τις ἔτι παῖς ἢ καὶ βούπαις ἐκτμηθῇ τὰ δίδυμα, πάσης κομίδης ἀξιούμενος ὑπὸ συγγενῶν ἁγνείας καὶ καθαρότητος ἐραστῶν, οἳ πρὸς τὸν εὐνουχισμὸν τῇ ἐκείνου προαιρέσει συνήργησαν, ὡς μηδεμίαν δοθῆναι κινδύνου πρόφασιν, πῶς ἔτι τοῦτο δείξεις τὴν τοῦ κανόνος ὀφρὺν στυγνὴν καὶ πικρίας γέμουσαν;

Ἔστω δὲ καὶ ἁπλῶς τηνικαῦτα τὸν εὐνουχισμὸν ἀπαγορευθῆναι, τοῦ καιροῦ τοῦτο ἀπαγορεύοντος τοῖς μὲν ἀποστόλοις διὰ τὸν κατάρατον Σίμωνα, τοῖς δὲ μετὰ ταῦτα πατρᾶσι διὰ τὰ ἐπ’ αὐτῶν Μαρκίωνος καὶ Μάνεντος λείψανα, ὧν ἐδόκει τὰ δόγματα κρατύνειν ἡ τῶν διδύμων ἐξαίρεσις, ἴσως δὲ καὶ τῶν πλειόνων διὰ τὴν ἐκείνων διδασκαλίαν ταύτῃ χρωμένων, ἐξ ἧς καὶ πρὸς τὸν γάμον οἱ δείλαιοι διεβέβληντο, πονηρὸν τοῦτον ὡς τοῦ Πονηροῦ νομοθέτημα δογματίζοντες. Νῦν οὖν μηδενὸς προηγουμένου σκοποῦ τοῦ πρὸς δόγμα τοιοῦτον φέροντος, οὐ παρανομοῦμεν οἱ φιλάγνως καὶ εὐσεβῶς τῷ πράγματι χρώμενοι, ὥσπερ οὐδὲ παρθενεύων αὐτὸς ἐν ἴσῳ τάττῃ τοῖς τὸν γάμον ὡς βδελυκτὸν ἀποφεύγουσιν.

Εἰ δέ μοι νομοθετεῖς καὶ τὸ μὴ ἐξετάζειν νόμου διάνοιαν, ἔχω μὲν λέγειν καὶ ὡς παρανομεῖς εἰς τοὺς τῆς ῥητορικῆς νόμους, καὶ ταῦτα καταρρητορεύσας οὐκ ἀκόμψως ἡμῶν, καὶ τοῦτ’ αὐτὸ τὴν μητέρα τύπτεις, ἐξ ἧς ἔχεις καὶ τὸ τύπτειν δύνασθαι· οὐκ ἐπιλέλησαι γὰρ ὡς ἕν τι τῶν πολιτικῶν ζητημάτων ῥητὸν λέγεται καὶ διάνοια. Πλὴν οὔ μοι μέλον ἐκείνων· αὐτοὶ σφίσιν αὐτοῖς ἀμυνάτωσαν.

Ἐκεῖνο δὲ ἄγαμαι πῶς Ἑβραίων κἀμὲ ἀξιοῖς εἶναι καὶ πτωχὸν ἀληθῶς τὸν ἐν πάσῃ γνώσει καὶ σοφίᾳ Χριστοῦ πλουτισθῆναι πιστεύοντα, ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας εἰσὶ καὶ τῆς γνώσεως. Ἀλλ’ ἐγώ τοι πολλὰς τὴν ἐκκλησίαν εἰδὼς δεξαμένην οἰκονομίας, ἃς ἄλλο τι δοκούσας εἶναι παρὰ τὰ τοῖς θείοις νόμοις προδιατεταγμένα, ὅμως οἱ σοφοὶ τοῦ Λόγου οἰκονόμοι ἔπηξάν τε καὶ ἥδρασαν, εἰκότως οὐ προσλιπαρῶ ψιλῷ γράμματι, ἀλλὰ καὶ περαιτέρω διαβαίνω μακρῷ τινι διαβήματι καὶ ὑπὸ τοῦ Κυρίου κατευθυνομένῳ κατὰ τὸ λόγιον εἰσδύνω τε τὸν γνόφον καὶ τὴν ἐν βάθει κεκρυμμένην διάνοιαν κἀκεῖθεν τὸν νόμον δέχομαι. Ἀπόκριναι γάρ μοι, ὦ ταῦτα νομοθετῶν ἡμῖν ὡς ἐξ ἀκροπόλεως, πόθεν οἱ τῆς τετάρτης συνόδου πατέρες τὴν ἐξωμοσίαν ἐδέξαντο τοῖς Αἰγυπτίοις ἐπισκόποις ἐπικλασθεῖσαν, τοῦ Κυρίου τὸν ὅρκον ὅλως ἀπαγορεύοντος, ἵνα μή σοι τοὺς τῆς πολιτείας ἀπαριθμῶμαι νόμους, οὓς οἶδας ὅπως θαμινώτερα τοὺς ὅρκους ἡμῖν διδόασιν, ἡμῖν τοῖς αὐχοῦσι τὸ εὐαγγέλιον;

Πόθεν δὲ τὰς μὲν γυναῖκας ἐκπορνευσάσας πικρῶς ἐτάζομεν, ἀπολύομεν γάρ, τοὺς δὲ ἄνδρας οὐχ οὕτω κρίνομεν, οὐ διαζεύγνυμεν γάρ, καὶ ταῦτα, τῆς τοῦ Κυρίου ἀποφάσεως ἐπίσης ἁρμοζούσης καὶ ἀνδράσι καὶ γυναιξὶ περὶ τοῦ μὴ εἶναι γάμου ἀφίστασθαι παρεκτὸς λόγου πορνείας, ὡς ὁ πολὺς Βασίλειος ἔφησεν; Ἦ δῆλον ὡς ἐπὶ τὸν νοῦν τῶν διαταγμάτων ἀναδραμόντες οἱ τὰ δεύτερα ταῦτα εἰσηγησάμενοι καί τι κατανενοηκότες ἀπορρητότερον καὶ οὗ ὁ λόγος ἡμῖν οὐ ῥᾴδιος, οὕτω τὰς ἐκκλησιαστικὰς ψυχὰς ᾠκονόμησαν καὶ τοῦτο οἱ μετ’ ἐκείνους συνέντες τὰς τοιαύτας οἰκονομίας ἐδέξαντο; Οὔκουν οὐδ’ αὐτὸς ἐπιλήψιμόν τι ποιῶ, τὸν νοῦν μεταλλεύων τοῦ γράμματος καὶ καιροὺς νομοθεσιῶν διακρίνων ὡς ἐδιδάχθην.

Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει καὶ οὐ παρεκδεχόμεθα τοὺς νόμους, ἀλλὰ τῆς ἀληθείας ἐχόμεθα, μαρτυρεῖ καὶ ὁ πολὺς χρόνος ἔν τε τῇ πολιτείᾳ καὶ τῇ ἐκκλησίᾳ τοὺς εὐνούχους δεικνὺς διαπρέποντας. Συνεῖδον γὰρ οἱ τῆς καινῆς διαθήκης διδάσκαλοι καὶ τῶν τοῦ Θεοῦ μυστηρίων καὶ μύσται καὶ μυσταγωγοὶ καὶ ψυχῶν ἀληθεῖς ἐπίσκοποι ὡς τοῖς μὲν παλαιοῖς ἐκείνοις ἀνδράσι πολλή τις ἦν ἡ πίστις καὶ ἡ διὰ ταύτην καὶ ἐκ ταύτης ἰσχύς, ὥστε τὴν καθαρότητα τηρεῖν, κἂν ἄλλως εἶεν ὑπὸ τῆς σωματικῆς ἀσυνέργητοι κράσεως ἢ διαθέσεως, τοῖς δὲ τῷ τέλει τῶν αἰώνων ἐγγίζουσι καὶ ταῖς προδρόμοις τοῦ ἀποστάτου βαλλομένοις βολίσιν, ἃς ἐκεῖνος τῇ ἀπιστείᾳ φαρμάττει, πολλὴ ἡ ἀσθένεια καὶ ἐνδύναμος· διὸ καὶ τὴν καθαριότητα τηρεῖν ἀδυνατοῦσιν, ἣ τῷ βήματι τοῦ Θεοῦ καὶ τῷ μεταχειρισμῷ τῶν ἁγιασμάτων ὀφείλεται. Ἐντεῦθεν οὖν οὐδὲ τὸν τῇ ἐκκλησίᾳ πληθυσμὸν τῶν εὐνούχων συνέστειλαν, καὶ μάλιστα μηδὲ πονηροῦ τινος ὑποχωροῦντος σκοποῦ, ὡς προείρηται, ἀλλ’ ἀνῆκαν ἁπάσας πύλας τῷ τῆς εὐνουχίας χρήματι, ὡς μεγάλην εἰσφέροντι καὶ πολλὴν τὴν πρὸς τὸν ἁγιασμὸν λυσιτέλειαν.

Καὶ τοῦτο τεχνικῆς διανοίας καὶ πρὸς τὸ καθ’ ἕκαστον ἁρμοζομένης σοφώτερον· ὁρῶ γὰρ καὶ τοὺς ἰατροὺς τοῖς νῦν σώμασι τὰς ἰατρείας προσάγοντας ἀλλοιοτέρας ἐν πολλοῖς ἢ οἱ πάλαι τοῖς κατ’ αὐτούς, κἂν ἐρωτῴης τὸν λόγον τῆς ἀλλοιώσεως, τὴν ἀλλοίωσιν τῆς τῶν σωμάτων ἰσχύος καὶ τῆς διαίτης ἀποκρινοῦνται. Κατὰ ταῦτα τοίνυν καὶ οἱ τῶν ἐκκλησιῶν ἰατροὶ πρὸς τὴν ὑπαλλαγὴν τῆς τῶν νοσοκομουμένων αὐτῶν δυνάμεως καὶ τὴν ἀγωγὴν ὑπήλλαξαν. Εἰ γὰρ μὴ τοῦτ’ ἦν, πῶς ἂν παρεῖδον τηλικοῦτον παρανόμημα, ὡς ἂν αὐτὸς φαίης, πάντες ἀρχιερεῖς, καὶ ταῦτα ἐν ἐκκλησίᾳ παρρησιαζόμενον; Βασιλεῖς μὲν γὰρ ἴσως εἰκὸς ἐπινυστάξαι τῷ πράγματι ἰδίᾳ τι διαφέρον αὐτοῖς τοῦτο τὸ γένος πληθύνεσθαι, εὐνοοῦν ἀεὶ τῷ ἔχοντι κατὰ τὴν τοῦ ὀνόματος ἐτυμότητα· ἀρχιερεῖς δὲ πάντας ἑξῆς οὐκ ἂν τοσοῦτον πεπωκέναι τὸν μανδραγόραν πιστεύσαιμεν, ὡς μὴ ἐπεγερθέντας τῇ ἀναστολῇ τοῦ τολμήματος τὴν γοῦν σφετέραν ἐκκλησίαν καθαρὰν δεῖξαι καὶ ἄσπιλον.