Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Περὶ εὐνουχισμοῦ

Θεοφύλακτος Βουλγαρίας

Κριτική της ρωμαϊκής και βυζαντινής νομοθεσίας

Αξιολόγηση των αντιφάσεων της αυτοκρατορικής νομοθεσίας του Ιουστινιανού, ανασκόπηση του ρωμαϊκού δικαίου και εξέταση των ιστορικών συνθηκών γύρω από τους εκκλησιαστικούς κανόνες της συνόδου επί Φωτίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 5

Καί τοι κἂν βασιλεὺς Ἰουστινιανὸς μετὰ τοὺς πάλαι τὸν εὐνουχισμὸν ἀπηγορευκότας, ἔφης, νόμῳ κωλύσαι ταύτην τὴν πρᾶξιν, ἐφ’ ᾧ νόμῳ τοῦ χρηστοῦ τούτου βασιλέως καὶ πάνυ γελῶ, ὃς Θεοδώραν μὲν νουθετεῖν οὐκ εἶχεν ὥστε μὴ τοὺς εὐνούχους προάγειν, μηδὲ τῶν ἀνωτάτω τιμῶν ἀξιοῦν· ἢ γὰρ ἂν οὐκ ἐς καλὸν τῆς νουθεσίας ἀπήλαυσεν, ἐπεὶ μηδὲ ἄνδρα τοῦτον εἶχε μᾶλλον ἡ βασιλὶς ἢ ἀνδράποδον, ἀλλ’ οὐδὲ αὐτὸς ἑαυτὸν ἐδίδαξε μὴ τὸν Ναρσῆν οὕτω ποιῆσαι μακάριον. Νόμους δὲ κατὰ τῶν εὐνουχιζόντων ἐτίθει, ὧν πῶς ἂν προσέσχον τοῖς γράμμασιν οἱ τἀναντία ἐνορῶντες τοῖς πράγμασιν; Ἢ κατὰ τὸν Ἀναχάρσιδος λόγον ἀράχνια τούτους ἡγούμενος, αὐτὸς μὴ αὐτοὺς διερρήγνυ κατὰ τοὺς σφῆκας, ταῖς δὲ μύαις ἐπήγνυ θήρατρα; Ἀλλὰ γὰρ ἔοικέ μοι καὶ οὗτος ὁ νόμος ἓν εἶναι τῶν τεχνασμάτων τῆς κερδοσύνης Τριβωνιανοῦ, καίτοι παλαιοῦ τινος ἤκουσα γραφῆναι τὸν νόμον ἐκ περιστάσεως· ἡ δὲ ἦν τὸ πολλοὺς τηνικαῦτα καθ’ ἓν εὐνουχισθέντας ἀποθανεῖν. Ἀλλ’ ὅρα κἀνταῦθα τὴν ἀτοπίαν τοῦ δόγματος. Εἰ μὲν γὰρ ἁπλῶς θανατῶδες τὸ εὐνουχίζειν, πόθεν οἱ τὰ βασίλειά σοι στενοχωροῦντες εὐνοῦχοι καὶ ὁ τοῦ στρατοπέδου Ναρσῆς, ὁ τὰ Ῥωμαίων πλατύνας ὅρια; Εἰ δὲ σπάνιος ὁ τοῦ πράγματος κίνδυνος, τί μὴ καὶ τὴν φαρμακοποσίαν ἀναιρεῖς καὶ τἆλλα τῆς ἰατρικῆς τέχνης ἔργα, ἐπειδή τινες κινδυνεύουσιν;

Ἢ δεῖξόν μοι τοὺς εὐνούχους ἀχρήστους τῇ σῇ βασιλείᾳ, ἐξ ἧς καὶ τὸ ταῦτα νομοθετεῖν, ἢ μὴ τοῦτ’ ἔχων δεικνύειν—, οὐ γὰρ οὕτω δεινὸς εἶ τὴν ψηφολογικὴν τερατείαν ὡς παραλογίζεσθαι τοὺς ὁρῶντας τοσαύτην εὐνούχων πληθὺν ὑμῖν παραδυναστεύουσαν—, ἐξάλειφέ σου τοὺς νόμους, οἷς φθάνεις διὰ τῶν ἔργων μαχόμενος· δυοῖν γὰρ ἀναγκαίως αἱρήσῃ θάτερον, ἢ τὸν εὐνουχισμὸν ἀναιρῶν μηδὲ τοῖς εὐνούχοις εἰς μηδὲν χρῆσθαι, ἢ τούτοις πιστεύων τὰ τιμιώτατα τὸν εὐνουχισμὸν πληθύνειν ὡς χρησιμώτατον.

Ἐκεῖνο γὰρ οὐκ ἄν σου ἀποδεξαίμεθα εἰς ἀπολογίαν προφέροντος, ὡς ἄλλων μὲν τὸ εὐνουχίζειν ἁμάρτημα, εὑρὼν δὲ αὐτὸς τοὺς εὐνουχισθέντας, χρῇ τούτοις πρὸς ὅ σοι δοκοῦσι χρήσιμοι, καὶ αὖ ὡς δοκοῦσι πάντες οὗτοι διὰ νόσον εὐνουχισθῆναι, ὃ δηλαδὴ ἀκατάκριτον· οὐ γὰρ σχολή σοι τὰς τῶν εὐνουχισμῶν αἰτίας περιεργάζεσθαι. Οὔκουν ἀνεξόμεθα τοιαῦτά σου προβαλλομένου· οὔτε γὰρ βασιλέως τοὺς ὑπηκόους παρορᾶν ἁμαρτάνοντας, οὔτε τὴν τῶν αἰτιῶν τοῦ εὐνουχισμοῦ ζήτησιν ἀποπροσποιούμενος λανθάνεις οὐδὲ Μελιτίδην, ἐμοὶ δοκεῖν, οὐδὲ Κόροιβον καὶ τὴν νομοθεσίαν παίζων καὶ ἡμᾶς ἐξαπατᾶν μηχανώμενος.

Εἰ γὰρ ἀληθῶς ἡ γνώμη σοι τὸν εὐνουχισμὸν ἀπηγόρευσε, τοῖς ἰατροῖς ἂν πάντα φόβον ἐπήρτησεν ὥσθ’ ὑπὸ μάρτυσι τοὖργον τοῦτο τελεῖν· εἰ δ’ ἐπεισάκτους τούτους δικαιοῖς εἶναι ἐκ τῆς βαρβαρικῆς σοι χορηγουμένους, πρῶτον μὲν οὐ τοιούτους ἔχειν δεικνύει τοὺς παρὰ σοὶ καὶ τῆς σῆς τὸ τῶν πραγμάτων ἔχοντας κράτος· δεύτερον δὲ πῶς τοῦτο νοῦν ἔχοντος ἀνδρὸς καὶ λογικῶς τὰς ἀρχαιρεσίας ποιοῦντος, βαρβάρους τῶν τηλικούτων σχεδιάζειν κυρίους, ἔνθα τὸ σφαλῆναι οὐκ ἐν Καρὶ τὸν κίνδυνον οἴσει, ἀλλὰ τῶν μεγίστων φθορὰν ἐργάσεται; Ὅρα γὰρ τίσι πιστεύεις τὰ τῶν Ῥωμαίων μακάρια. Πάνυ γε, οὐ γὰρ ἀξιολόγοις ἐγχειρίσεις τὰ σὰ βασίλεια, οὐχὶ δὲ πάσης δεκτικοῖς παιδείας, οὐχὶ δὲ πεφυκόσι πρὸς τὸ ἐλευθερόγνωμον καὶ ἀδούλωτον. Πολλῆς ταῦτα τῆς κορύζης καὶ παχυτάτης, εἰ μήπω μήτε τῷ τραγικῷ πείθῃ λέγοντι· Οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος, μήτε τῆς λυρικῆς ἀνέχῃ Μούσης ᾀδούσης ὡς· Οὔτ’ αἶθ’ ἀλώπηξ, οὔτ’ ἐρίβρομοι λέοντες τὸ εὐφυὲς ἦθος ἀλλάξουσιν. Ὥστε πάντοθεν περικρουόμενον τὸ τοῦ δόγματός σοι τούτου νόμισμα κίβδηλον ἠχεῖ καὶ ὑπόχαλκον· διὰ τοῦτο γοῦν καὶ παρέρριπται, κατὰ τὰ σαπρὰ τῶν καττυμάτων, ἀχρηστίαν καταγνωσθὲν καὶ μήτ’ ἐν τῇ σῇ πολιτείᾳ, μήτ’ ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ μηδέποτε φανὲν ἐνεργόν.

Οὕτω μὲν ἡμῖν ἔχει καὶ ἡ νεαρὰ νομοθεσία τοῦ ἀγαθοῦ αὐτοκράτορος. Καὶ τοὺς παλαιοτέρους δὲ νόμους σκοπούμενος, εὑρίσκω κοσμικὴν καὶ χαμαὶ συρομένην ἔχοντας τὴν αἰτίαν καὶ τί ἀλλ’ ἢ ὑπὸ ἀρχόντων τοῦ αἰῶνος τούτου εἰσηγουμένους· ἵνα γὰρ ἡ πολιτεία πληθυσμὸν λαμβάνῃ καὶ τρέφῃ πολεμικὴν ἰσχὺν καὶ πολλοὺς ὁπλοφόρους ἐξάγῃ καὶ ἄνδρας αἱμάτων καταρτίζῃ πόρρω σκηνοῦντας τῶν νόμων τῆς εἰρήνης ἡμῶν Χριστοῦ, οἱ θυμολέοντες ἐκεῖνοι βασιλεῖς τὸν εὐνουχισμὸν ἀπηγόρευσαν.

Καὶ ὡς οὐκ ἀπομαντεύομαί σοι ταῦτα, ἀλλ’ ἐξηγητὴς ἀληθείας εἰμί, μάρτυς ἕτερος νόμος ἐν Ῥώμῃ κείμενος, ὃς τοὺς ὥραν ἔχοντας γάμου, ἐπὰν μὴ γαμοῖεν, μεγάλων προνομίων καὶ κερδαλέων ἀπέκλειεν, ἵνα, φησίν, ἡ πόλις ᾖ πολυάνθρωπος. Ἀλλὰ τοῦτο μέν· ἀπαίδας δὲ καὶ τούτους ἐξ ἡμισείας κολάζειν φιλάνθρωπος ἢ τὸ κολάζειν ὅλως ἀπάνθρωπος; Ἀλλὰ τοῦτο μὲν ὁ πάντων καλῶν ἀρχηγὸς Κωνσταντῖνος καὶ διὰ τοῦτο μέγας τῆς πολιτείας ὑπερόριον ἔθετο, κατάγων ἐκ τῆς ὑπερορίας τὴν παρθένον καὶ ἐνοικίζων ταῖς πόλεσιν, ἣ κρατοῦντος τοῦ νόμου τῆς πολιτείας ἀπῆν ὡς ἄτιμος. Σὺ δὲ τοῦ λοιποῦ μή μοι τῶν φιλοσάρκων τούτων μεμνῆσθαι νόμων τῶν ἀπὸ γῆς φωνούντων καὶ τὰς ἀρχὰς δεχομένων κάτωθεν, ἀλλ’ εἰδέναι καὶ τούτους ἑτέρῳ δραστικωτέρῳ νόμῳ τῇ ἀχρηστίᾳ κατακριθέντας ὑπό τε αὐτοῦ τοῦ Κωνσταντίνου, ἵνα μὴ τοὺς πρὸ αὐτοῦ λέγων καὶ τὸ εἰκὸς συνήγορον ἐπαγόμενος ἀντιλογίας διδῷς πρόφασιν, καὶ μάλιστα τοῦ παιδὸς αὐτοῦ Κωνσταντίου καὶ τῶν μετ’ ἐκείνους βασιλέων ἄχρι καὶ ἐφ’ ἡμᾶς, ἐκτὸς εἰ μὴ τὸν Ἀποστάτην μοι λέγεις, οὗ τὸ πρὸς τοὺς εὐνούχους μῖσος μέγα τούτοις πρὸς τὴν παρὰ πάντων στοργὴν ἐνέχυρον· τοῦ γὰρ αὐτοῦ καὶ Χριστὸν ἀτιμάζειν ἦν καὶ εὐνούχους, ὡς πολύ τι μέρος τῷ χριστιανισμῷ συνεισφέροντας.

Οὐ γὰρ δὴ τὰς παρ’ ἐκείνου εἰσηγμένας αἰτίας παραδεκτέον· οὕτω γὰρ ἂν καὶ τὰς κατὰ τῶν μαρτύρων παραδεξαίμεθα. Εἰ δὲ μή σε ᾔδειν ὡς οὐχὶ καὶ τὸν τῆς κατὰ Φώτιον συνόδου κανόνα τοῖς ἄλλοις συντέταχας, οὓς παραβαθῆναι πρὸς ἡμῶν ἔφησας, διηγησάμην ἂν καὶ τὰ τότε συμβεβηκότα καὶ τὴν μητέρα τοῦ κανόνος τούτου σοι ἔδειξα, δυσειδῆ τινα καὶ ἀσχήμονα καὶ κατησβολωμένην τὸ πρόσωπον, τὴν πρὸς τὸν μέγαν καὶ καθαρώτατον τοῦ Θεοῦ ἀρχιερέα Ἰγνάτιον καὶ τοὺς ἐκείνου ἐμπάθειαν. Νῦν δὲ σύ τε καλῶς ποιῶν τοῦ κανόνος οὐκ ἐπεμνήσθης· ἐγώ τε τὰ γεγονότα οὐχ ὅπως εἰς τὸ μέσον οὐκ εἰσάξω, ἀλλὰ καὶ θερμῶς ἂν εὐξαίμην εἰς τὴν τῆς λήθης χώραν ἐκτοπισθῆναι ὡς λέπραν τηλαυγῆ καὶ λώβην ἀναξίαν τῆς ὅλης καλῆς νύμφης τοῦ ἐρασμιωτάτου νυμφίου.