Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Περὶ εὐνουχισμοῦ

Θεοφύλακτος Βουλγαρίας

Υπεράσπιση του ήθους και της λειτουργικής διακονίας των ευνούχων

Ανασκευή των συκοφαντιών περί ηθικής διαφθοράς των ευνούχων, υπεράσπιση της διακονίας τους ως ψαλτών στην Εκκλησία και απόρριψη των ιστορικών και κοινωνικών προκαταλήψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 5

Ἐπεὶ δὲ καὶ πάθη πολλὰ τοῖς εὐνούχοις ἐπεμαρτύρησας, ὡς ἐπὶ τὸ γυναικῶδες μεταθλασθεῖσιν, ὀκνῶ μὲν πρὸς τοῦτο ἀπολογήσασθαι, ὡς οὐκ ἄξιον ἀντιρρήσεως, πλὴν ἀλλὰ σὴν χάριν ἐρῶ, ἵνα μὴ δόξῃς ἐγκαλεῖν οὕτω σαθρὰ καὶ αὐτόλεκτα· ἔοικας γὰρ ἡμῶν μὲν εὐνούχων τὰ κάρφη περιεργάζεσθαι, δοκοὺς δὲ ὅλους παρορᾶν, ἃς ἐνόρχαι πολλοὶ τοῖς ὀφθαλμοῖς ἐπιφέρονται. Εὐνούχου μὲν γὰρ μικροψύχου κατὰ τοὺς σοὺς νόμους κακία μικρά τε καὶ ἀσθενής, ὥσπερ καὶ χώρας ἀρρώστου οὐ γενναῖα οὐδὲ ἁδρὰ τὰ βλαστήματα· θατέρου δὲ γένους, ὡς δυνατωτέρου, καὶ ἡ κακία δυνατὴ καὶ δυσμάχητος. Εὐνοῦχοι καταποντισταὶ καὶ λῃσταί, εὐνοῦχοι βαλαντιοτόμοι καὶ λωποδύται, εὐνοῦχοι τοῖς πολιτικοῖς ἀρχείοις ἐγκάθηνται ὡς σκύμνοι ὠρυόμενοι καὶ πάντα ταῖς βοαῖς συγκινοῦντες ἵνα βρῶσιν ἁρπάσωσι. Τίνες ἀνελεύθεροί τε καὶ ἀκοινώνητοι, οἱ χήρας προλαμβανόμενοι καὶ ὀρφανοὺς ἐκτρέφοντες καὶ παιδεύοντες καὶ πάντα τούτοις γινόμενοι τὰ τῆς φιλανθρωπίας καὶ τῆς οἰκειότητος ὀνόματα καὶ πράγματα ἢ εἰς κτῆμα ὀρφανῶν εἰσερχόμενοι καὶ χήραν καὶ ὀρφανὸν ἀποκτέννοντες; Τίνων αἱ φιλοπρωτίαι καὶ τὸ πρὸς τοὺς ἴσους δύσχερι καὶ ζηλότυπον πληροῦσιν ἐμφυλίων ἢ ὁμογνίων αἱμάτων πόλεις τε καὶ ἀγροὺς καὶ πάντα συγχέουσι νόμιμα, ἵνα τὴν τοῦ νομοθετεῖν ἄλλοις ἐξουσίαν προσλάβωσιν; Εὐνούχων ταῦτα, θαρρεῖς ἀποκρίνασθαι.

Καὶ οὔπω σοι καταριθμοῦμαι φθορὰς παρθένων καὶ γυναικῶν μοιχείας καὶ ἀρρητουργίας, αἷς τοσοῦτον δέουσιν οἱ τούτοις ἐργάται κατὰ τὸ εἰκὸς ἐπαισχύνεσθαι, ὥστε καὶ ἀπαριθμοῦσιν ὡς τρόπαια. Εἰ δὲ καὶ ὡς κακοήθεις κακηγορεῖς ἡμᾶς, οὔτε πάντων τὸ κακὸν ἅπτεται. Κἂν τοῦτο δῶμεν, ἀλλὰ σύ μοι τοὺς νῦν ἐν Ἕλλησί τε καὶ βαρβάροις δολιωτάτους ἐξέτασον καὶ ὧν τὸ κακόηθες ὑπερνέφελον μυρία δημιουργῆσαν κακά, καὶ οὔτε τινὰ εὐνοῦχον ἐν τούτοις ὄψει καὶ μαθήσῃ τί σαύρα πρὸς βασιλίσκον ἐστίν. Εἰ δέ μοι προφέρεις τοὺς περὶ τὰ βασίλεια στρεφομένους ὡς κεφάλαια τῶν κακῶν, καὶ τούτων ὅσοι ταῖς βασιλίσιν ὑπηρετεῖν εἵλοντο, οὐκ ἀποκνῶ μέν σοι δεικνύειν καὶ βασιλίδας πάσης μὲν σεμνότητος ἐχομένας, Λόγου δὲ περιεχομένας καὶ τούτῳ ἀγομένας, οὐχ ἧττον ἢ οἱ πολλοὶ τῶν πιστευθέντων τουτὶ τὸ χρῆμα, πρὸς ἃς εἰ τυποῖντο ὅσοι περὶ αὐτὰς στρέφονται, πρὸς δόξαν ἂν τῆς θείας εἰκόνος ζωγραφηθεῖεν καὶ ἀποτελεσθεῖεν ἀγάλματα Λόγου καὶ κοσμιότητος, ὥσπερ ἀμέλει καὶ πολλοὺς τοιούτους ἤκουσά τε καὶ πείθομαι.

Εἰ δ’ αὐτῷ σοι μὴ διαγινώσκονται, καινὸν οὐδέν· οὐδὲ γάρ, οὐδὲ Ἠλίᾳ οἱ Θεῷ καταλειφθέντες πεντακισχίλιοι. Καὶ πάντων δὲ τῶν τοιούτων, ὡς φῄς, κακῶν εἶναι συγχωρηθέντων, οὐ δ’ οὕτως ὁ καθ’ ἡμῶν σοι λόγος ἀπαραποδίστως δραμεῖται· πρῶτον μὲν γὰρ οὐ κακίους οὗτοι τῶν ἐκ τῆς ἑτέρας μερίδος· δεύτερον δὲ τί τοῦτο πρὸς τοὺς οὐδὲ βλέποντας τὰ βασίλεια, τοὺς ἐν τῇ νῦν μητρὶ τῶν ἐκκλησιῶν, λέγω, τῇ κατὰ Κωνσταντινούπολιν, τοὺς ἐν διαφόροις μοναστηρίοις, ἀσάρκους μικροῦ καὶ ἀναίμονας, τοὺς ἐν ἄλλαις ἐκκλησίαις, τοὺς μὲν τὴν ἀρχιερωσύνην, τοὺς δὲ κοσμοῦντας τὸ πρεσβυτέριον;

Ἀλλ’ οἱ πλείους κακοί, καὶ γὰρ καὶ ἡ παροιμία φησί, εἰ καὶ τὸν χριστιανισμὸν διαβαλοῦμεν, ὅτι πλείους ἐν τούτῳ οἱ τὴν πλατείαν ὁδεύοντες· πλὴν ἀλλ’ εἰ καὶ τὸ πλῆθος τῶν εὐνούχων ἀναλογίσῃ καὶ ὄψῃ πόσοι τούτων ἀδόκιμοι, εἶτα καὶ τοὺς τοῦ σοῦ χοροῦ σύμπαντας, κἂν τούτοις πάλιν ἴδοις ταὐτό, φανήσεταί σοι πάντως ἐκ τῆς κατὰ τὸ πλῆθος ἀναλογίας τῶν εὐνούχων ἀδόκιμον. Μᾶλλον δ’ ἵνα μή σοι δόξω ἐπιτάττειν ἀδύνατα καὶ καταφεύγειν ἐπὶ τὸ ἄδηλον, ἑνὸς βήματος ἢ δυοῖν ἐξέτασον ἱερεῖς ἐξ ἑκατέρου ἀριθμουμένους, τοῦ τε ἐμοῦ καὶ τοῦ σοῦ, καὶ γνώσῃ τίνες πλείους ζῶσιν ἀξίως ἱερατικῆς καθαρότητος. Κατηγόρησας καὶ τῶν ᾀσματικῶν ὁμοῦ τε πάντων ὡς ὑπὸ τῆς θυμέλης διεφθαρμένων, ὥσπερ οὐκ ἐμοῦ κἀν τούτοις παράγειν ἔχοντος τοὺς τὸν Θεὸν μᾶλλον τοῖς ἤθεσιν ἢ τοὺς φιλῳδοὺς τοῖς ᾄσμασι τέρποντας. Ὅμως δίδωμι πάντας ἐνίσχεσθαι τῷ ἐγκλήματι. Σκοπούμενος μέντοι τίνας ἡ θυμέλη προστάτας ἔλαχεν, ἐκ τοῦ σοῦ γένους εὑρίσκω τὸν θαυμαστὸν τοῦτον θίασον, ὥσθ’ ὅρα μὴ τὸν οἴκοι θησαυρὸν διαβάλλωμεν. Ἀλλὰ καὶ ἀσθενεῖς, φησί, πολλοὶ τῶν εὐνούχων, ἐγὼ δὲ προσθείην ὅτι καὶ κίναιδοι καὶ ἀτεχνῶς βάτταλοι καὶ τί τὸ τοῦ Δημᾶ κακὸν πρὸς Λουκᾶν, τοῦ Παῦλον καταλιπόντος τὸν παραμείναντα; Τί δὲ τοῦ Φυγέλου καὶ Ἑρμογένους πρὸς Σιλουανὸν καὶ Τιμόθεον;

Τί δὲ τὸ τοῦ Ἰούδα πρὸς Ἰωάννην καὶ τοὺς λοιπούς, τοὺς πενθοῦντας καὶ κλαίοντας τὸν διδάσκαλον; Ἐρῶ τι καὶ οἰκειότερον.

Οὐδὲ τὸν Ἰακὼβ ἡ βεβηλότης τοῦ Ἠσαῦ ᾔσχυνεν, οὐδὲ τὸν Ἰωσὴφ ἡ τοῦ Ῥουβὶμ ἀθεσμομιξία, καὶ ταῦτα, φύντας ἐκ τῶν αὐτῶν σπερμάτων. Σκοπῶ δὲ κἀκεῖνο καὶ ἴσως οὐ φαύλως. Εἰ σὺ πᾶσι τοῖς εὐνούχοις ἐπαφίεις τὴν γλῶτταν ὑβρίστριαν ὅτι τινὰς ἀνάγνους ἑώρακας, πολλῷ δικαιότερον ἂν αὐτὸς διὰ τὰ σκεύη τῆς ἁγνείας τὸν εὐνουχισμὸν εὐφημίσαιμι, ἄλλως θ’ ὅτε καὶ τῷ πλήθει νικῶ. Ἢ σφόδρα ἂν κατεξουσιάζοις τῶν Θεοῦ κρίσεων, εἰ σαυτῷ μὲν δίδως διὰ δέκα λάγνους ἢ πόρνους τῆς εὐνουχίας καταψηφίζεσθαι, ἡμῖν δὲ μὴ δίδως διὰ μυρίους ἁγνοὺς καὶ φιλάγνους ἀναλύειν τὰ σὰ ψηφίσματα καὶ τὴν τοῦ Μώμου γλῶτταν κατὰ μόνον τῶν ἁμαρτανόντων ἰθύνειν, τούτους κατὰ τὸ εἰωθὸς αὐτῇ κεντήσουσαν, ἀλλ’ οὐχὶ καὶ ἐπὶ τοὺς ἀνεπιλήπτους ἕλκειν, καὶ τούτους νύξασαν· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, φησίν, αὐτὴ ἀποθανεῖται. Ἐγὼ μέν, οὐδ’ ἂν οἱ πλείους ὦσιν οἵους ὠνείδισας, οὐδ’ οὕτως ἐπιστρέφομαί σου τῶν ὕβρεων· οὐδὲ γὰρ οὔθ’ οἱ μόσχον ποιήσαντες πρὸς αἰσχύνην ἦσαν τοῖς Λευίταις οὖσι πρὸς Κύριον, οὔθ’ αἱ τῶν ἄλλων γογγυστῶν χιλιάδες τῷ Χαλὲβ καὶ τῷ Ἰησοῦ· ἀλλ’ οἱ μὲν ἐφάνησαν ὅπερ ἦσαν, Θεοῦ διάκονοι, οἱ δὲ μοσχολάτραι τὴν δίκην ἔδοσαν· καὶ τῶν μὲν ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ, Χαλὲβ δὲ καὶ Ἰησοῦς πρὸς τὴν ἐπιθυμουμένην διασῴζονται καὶ διασῴζουσι νέον λαὸν καὶ εὐγνώμονα.

Εἰ δὲ καὶ τὸ τῶν πορνικῶν ᾠδῶν μέλος ὑπὸ ἱερῶν νοημάτων ἁγιαζόμενον ταῖς ἐκκλησίαις οἱ εὐνοῦχοι ἐντερετίζουσι, τί τοῦτο ἔγκλημα; Ἀπόκριναί μοι, πρὸς τοῦτο Δαυὶδ σοφίσαντος Πνεύματος, ὃ τὴν πρὸς τὸ καλὸν ἀηδίαν ἡμῶν ἰώμενον καταγλυκαίνει τὰ θεῖα τοῖς ᾄσμασιν, ὡς ἂν λάθωμεν τῷ μέλιτι συγκαταπίνοντες τὸ αὐστηρὸν ἢ καὶ πικρὸν φάρμακον.

Ἢ οὐχὶ καὶ Ἐφραὶμ ὁ Ὀσροηνός—τὸν γὰρ δὴ θεοφόρον Ἰγνάτιον δοκῶ μοι παρήσειν τὰς ἀντιφώνους ᾠδὰς ἐν Ἀντιοχείᾳ διαταξάμενον, ἐπειδή γε ἀγγέλων οὕτως ὑμνούντων ἤκουσεν—, ἀλλ’ ὅ γε Ἐφραίμ, τὸν Βαρδησάνου ἰδὼν Ἁρμόνιον μέλη συντιθέντα χαρίεντα καὶ τούτοις τὴν οἰκεῖαν δυσσέβειαν ἐφηδύνοντα καὶ ταύτῃ τοὺς πολλοὺς ὑπαγόμενον, αὐτὸς συνθεὶς ᾠδὰς εὐσεβῶν νοημάτων τοῖς Ἁρμονίου τε παρήρτυσε μέλεσι καὶ ταῖς Σύρων ἐκκλησίαις καρύκευμα προὔθηκε; Καὶ ὁ χρυσοῦς δὲ τὴν γλῶτταν Ἰωάννης, ἐπειδὴ τοὺς Ἀρειανοὺς ἑώρα τὴν Κωνσταντινούπολιν τοῖς ᾄσμασι συναρπάζοντας, καὶ αὐτὸς δηλαδὴ μέλη πρὸς τὸ ἡδύτερον ἥρμοσε. Καίτοι τίς Ἰωάννου στρυφνότερος; Ἀλλ’ ὅμως ᾔδει τὸν οἰκονομοῦντα τοὺς λόγους ἐν κρίσει τὸν Δαυὶδ μακαριζόμενον Πνεύματι. Καὶ ὅσα δὲ ἄλλα παλαιὰ ταῖς ἐκκλησίαις ἐμφέρεται ᾄσματα ποίαν ἡδονὴν οὐ νικᾷ, καὶ μᾶλλον ὅταν εὐρύθμως καὶ τεχνικῶς ᾄδηται; Ἤγουν κἀκεῖνα διάγραψον, ἢ καὶ ταῦτα βίβλοις ἱεροῖς ἐναπόγραψον·

Καὶ τὴν σκηνὴν δὲ πλοῦτος κατεκόσμει Αἰγύπτιος, ὁ τῶν δαιμόνων Θεοῦ γενόμενος. Καίτοι κἂν εἰ ταῦτα δοίημεν ἀπόβλητα δεῖν εἶναι τῆς ἐκκλησίας, οὐκ εὐνούχων ἀποβαλοῦμεν εὑρέματα, τῶν δὲ σῶν, ἵν’ οὕτως ἐρῶ, φυλετῶν, οἳ ταῦτα τούτοις παρέδοσαν τῇ εὐφωνίᾳ κατακοσμήσουσι.

Διαβάλλουσι δὲ ἡμᾶς καὶ οἰωνίζονται οἱ πολλοί· καὶ γὰρ καὶ τοὺς μοναχοὺς οἱ βλάκες καὶ τοῦ μηδενὸς ἄξιοι· τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. Εἰ δὲ καί τινες τῶν πατέρων τοῖς τότε τυραννοῦσιν εὐνούχοις ἐπαφῆκαν τὴν γλῶτταν, ἀλλ’ οἱ αὐτοί γε πλείω καὶ δυσφημότερον κατὰ τῶν ἄλλων τότε ἀρχόντων ἔγραψαν. Ἐκ ποίου δὲ γένους ἦσαν καὶ οἱ τῶν αἱρέσεων ἔξαρχοι, καθ’ ὧν ὅσα λέγουσιν οἱ πατέρες οὐδὲ συμβλητέα πρὸς τὰ κατ’ εὐνούχων λεγόμενα; Ἀλλ’ οὔτε τοὺς νῦν ἐνόρχας διὰ τοὺς τότε διαβαλοῦμεν ἀσεβεῖς ἄρχοντας καὶ τῶν αἱρέσεων ἀρχηγούς, ἀλλὰ κατ’ ἄνδρα τὴν κακίαν κρινοῦμεν· οὔτε τοὺς νῦν εὐνούχους κακοὺς ἐροῦμεν διὰ τοὺς πάλαι τῶν Ἀρειανῶν προασπίζοντας. Καίτοι τί με δεῖ περιοδεύειν, ἐνὸν ὁδεύειν; Τί δὲ περιθεῖν τὴν περίμετρον, ἐξὸν διαβῆναι τὴν διάμετρον; Τί γὰρ μὴ λέγω σοι; Τὸ νικητικώτατον τῶν εὐνούχων ἄγαλμα, σεμνότητα καὶ εὐσχημοσύνην, ἀξιοῦσι πάντες τῷ βίῳ ἐμπολιτεύεσθαι.

Εἰκότως οὖν διαβάλλουσι τοὺς μὴ ἀποδιδόντας τὸ ὀφειλόμενον, κἄν τι μικρὸν τὴν ἀπαιτουμένην κατάστασιν παρεκκλίνοιεν, δυσχεραίνουσιν ὡς ἐπὶ μέγιστα σφαλλομένοις. Καὶ λαμπρᾶς ἐσθῆτος οἱ σπῖλοι περιφανέστεροι, οὕτω καὶ χριστιανὸς τὴν τοῦ εὐαγγελίου ἀκρίβειαν ἀπαιτούμενος, ἐπειδὰν πρὸς ταύτην οὐκ εὐδρομῇ, τοῖς διαβολεῦσιν εὐάλωτος· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, καὶ ᾧ παρέθετο πολύ, πολὺ καὶ ἀπαιτήσουσιν ἐξ αὐτοῦ, ὥστε σοὶ καὶ ἥ τινων εὐνούχων διαβολὴ πρὸς τὸν τοῦ γένους ἔπαινον ἀντιπεριΐσταται.