Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Περὶ εὐνουχισμοῦ

Θεοφύλακτος Βουλγαρίας

Ιστορικά πρότυπα, συμπεράσματα του διαλόγου και επίλογος

Παράθεση ιστορικών προτύπων ευνουχισμού από την εκκλησιαστική παράδοση, ανάδειξη των ασκητικών πλεονεκτημάτων, ανακεφαλαίωση της συζήτησης και αποφώνηση του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 5

Ἀρίθμησόν μοι πάντα τὰ τοῦ Κυρίου Ἰησοῦ τάγματα καὶ οὐδὲν τούτων εὑρήσεις εὐνούχου ἔρημον. Ἐν ἀποστόλοις, εἴτουν κήρυξι τοῦ Λόγου, Κανδάκην ὄψει, πᾶσαν Αἰθιοπίαν Χριστῷ προσάγοντα, ὡς μὴ μᾶλλον διὰ τὸ τῆς ἐξουσίας δυνατὸν καὶ δραστήριον καὶ τὴν τῶν βασιλικῶν χρημάτων φυλακήν τε καὶ μεταχείρησιν ἢ διὰ τὸ χεῖρα κληθῆναι τῷ Πνεύματι. Ἐν μάρτυσιν Ἴνδην εὑρήσεις, τὸν καὶ τῆς Βασιλίδος Χριστῷ προμνήστορα, καὶ πρὸ τούτου Ὑάκινθον καὶ Πρωτέα καὶ τοὺς τῆς εὐγενοῦς τὴν ψυχὴν Εὐγενίας καὶ συνασκητὰς καὶ συναθλητάς, καὶ Οὐσθαζάδην καὶ Ἀζάδην, τοὺς Σαβώρου καὶ φίλους διὰ τὴν γῆν πρότερον καὶ ἐχθροὺς διὰ τὸν οὐρανὸν ὕστερον, κἀν τοῖς Λικινίου χρόνοις τὸν γενναῖον Θεόδωρον, ὃν ἡ ὑπὲρ Χριστοῦ καρτερότης καὶ τὸ γενναῖον λῆμμα τῶν συνάθλων ἐπισημότερον ἔδειξε. Καὶ πολλοὶ δὲ ἄλλοι, οὓς κατὰ σχολήν τις ἐκλέξεται. Εἰ δὲ καὶ τοὺς πάντας ὀλίγους εἶναι λέγεις, καινὸν οὐδέν, ἐπεὶ καὶ τὸ πᾶν τῶν εὐνούχων ἄθροισμα, εἰ πρὸς θάτερον ἀριθμοῖτο πλῆθος, ῥανὶς δόξει πρὸς μέγα πέλαγος. Οὗτοι καὶ πατριαρχικοὺς θρόνους διδασκαλίαις καὶ ὁμολογίαις ἐκόσμησαν, καὶ ἁπλῶς δὲ ἀρχιερατικούς· οἱ μὲν λόγῳ καὶ βίῳ, οἱ δὲ ὅσοι καὶ νῦν ἔτι ταῖς ἐκκλησίαις ἐμπρέπουσιν ἀρχιερεῖς τε καὶ ἱερεῖς. Οὐχ ὁρᾷς δὲ καὶ ὅσοι διακονοῦσι καλῶς τὸν ἄνω καὶ ἀγγελικὸν βαθμὸν ἑαυτοῖς περιποιούμενοι;

Δοκῶ σε ἤδη καὶ τοὺς μοναχοὺς καθορᾶν, τί δὲ οὐ μέλλεις, τοσούτους ὄντας, κἂν ἀποκρύπτωνται δι’ εὐλάβειαν, ὧν εἷς ἐστι καὶ ὁ ἐξ Ἀθηνῶν Συμεών, ὃν ἐπὶ τῆς πόλεως ταύτης εἴδομεν· οἶσθα τὸν γέροντα ἐκεῖνον, τὸν ἡδύν, τὸν χαρίεντα, τὸν οἰκονομικόν, ὃς κἀν τῷ τοῦ Ἄθω ὄρει μοναχῶν ἡγεῖται κατὰ πᾶσαν ἀκρίβειαν κἀνταῦθα συνοικίαν εὐνούχων μοναστῶν συνεστήσατο. Ἡ δὲ πολιτεία πόσους δείξει λόγου τε σοφίας ἱκανῶς ἔχοντας καὶ βίον ζῶντας ἀξιοζήλωτον;

Ἐγὼ καὶ τὴν ἐκ τῆς γονορροίας ἐλευθερίαν ἡγοῦμαι τοῦ παντὸς ἀνδρὶ καθαρότητος ἐραστῇ καὶ μηδὲ τοῖς ἀκουσίοις καὶ φυσικοῖς ἀνεχομένῳ μολύνεσθαι· οὗπερ ἡμεῖς ἀπολαύοντες, τὸν ἐκ τοῦ συνειδότος σκινδαλμὸν φεύγομεν, ὡς ὑμεῖς γε, κἂν ὁ λόγος πείθῃ μὴ ταῦτα τάττειν εἰς μολυσμούς, μηδ’ ἡγεῖσθαί τι τὴν τοῦ κυρτοῦ καύλησιν, ἣν καυχᾶται ὡς ὁ ὀρθός, ἀλλὰ κεντεῖσθαι τὴν συνείδησιν οὐκ ἀρνήσεσθε, καὶ μάλιστα τοῖς τοῦ μεγάλου Βασιλείου λόγοις τοῦτο πειθόμενοι. Οὐ μὴν ἄκοντες σωφρονοῦμεν, ἂν ᾖ τὸ ἀγαθὸν ἡμῖν ἄμισθον, ὅπερ ἀκούω πολλῶν λεγόντων, ἀλλ’ ἐκ προαιρέσεως ἡ ἁγνεία συνεργουμένης δηλονότι τῇ τοιαύτῃ διαθέσει τοῦ σώματος, κἀντεῦθεν ἔμμισθος. Καὶ τούτου μάρτυς αὐτός, ἐν οἷς ἀσελγαίνειν πολλοὺς τῶν εὐνούχων ἔφησας, ἐν τούτοις καὶ τοὺς σωφρονοῦντας δείξας ἁγνεύειν ἐκ προαιρέσεως. Ἐρῶ κελεύεις καὶ πλείονα.» «Ἅλις, ἐκεῖνος, ἤδη σοι, ἔφη, μὴ κἀμὲ πείσῃς εὐνοῦχον οὐκ ἐν ὥρᾳ γενέσθαι.»

Καὶ ὅς· «ἀλλὰ τοῦτό γε συγχωρήσεις προσθεῖναι, ὅτιπερ οὐ νομοθετῶ μὲν δι’ ὧν εἴρηκα τὸν εὐνουχισμὸν ὡς οὐκ ἄλλως ἐνὸν σωφρονεῖν· ἔνεστι γὰρ μετὰ πολλῶν τῶν ἀγώνων καὶ ἐπιτεταμένης τῆς νήψεως, ἃ σπανιώτερα ἢ κατὰ τὸ πλῆθος τῶν ἐπαγγελομένων τὴν ἐν ἱερωσύνῃ ἀγαμίαν εὑρίσκεται· δείκνυμι δὲ ἀνεπίληπτον τὸ χρῆμα, ἐπειδὰν γένηται, καὶ ἐπιστομίζω τοὺς ἁπλῶς αὐτῷ διαβάλλοντας δεικνὺς οὐκ ἄξιον διαβάλλεσθαι· εὐθεῖ γὰρ κριτῇ φανοῦνται οἱ τοὺς εὐνούχους ὑβρίζοντες ἅπαξ ἢ θρασέως καὶ ἀνεπισκέπτως ἢ φιλοσάρκως ἢ φθονερῶς ὑβρίζοντες.» Καὶ ἅμα περιέβαλλον ἀλλήλους ἐξαναστάντες καὶ κατησπάζοντο.

Ὁ δὲ εὐνοῦχος καὶ τὸν παῖδα τὸν ἀνεψιόν—παρειστήκει γὰρ ἐπακροώμενος εὐσυνέτως—ἐνηγκαλίσατό τε καὶ πυκνὰ κατεφίλησεν, ὥσπερ ἑαυτῷ συγχαίρων τῆς ἐπὶ τῷ παιδὶ πράξεως ἀνεπιμωμήτως γενομένης, ὡς ὁ λόγος αὐτῷ ἀπέδειξε. Καὶ οὕτως ἀπηλλάγησαν χαίροντες. Ἐγὼ δὲ φροντίζων ἐμμελῶς ὅπως σοι κατάσχω τοὺς λόγους τῆς διαλέξεως, οὐδὲ ἠρόμην τίνες οἱ ἄνδρες καὶ ὅθεν ὥρμηνται—οὐ γὰρ δὴ Θεσσαλονικεῦσιν ἐῴκεσαν—καὶ ἅμα οὐδ’ αὐτὸς ἐβουλόμην ἐπιγνωσθῆναι τούτοις ὅστις εἰμί, μὴ καὶ πράγματα σχοίην, ἐπὶ λογικὰς συζητήσεις καλούμενος· ζητητικοὶ γάρ, ὡς ἔδειξαν, καὶ οὐκ ἄν με ἀνῆκαν, ἀλλ’ ἐχρήσαντ’ ἂν τῷ θηράματι.

Τοῦτό σοι τὸ ἐκ Θεσσαλονικῆς ἀγώγιμον μόγις μοι πρὸς σὲ διακομισθέν· οὐ γὰρ Σιμωνίδης ἢ Ἱππίας ἐγώ, τὴν μνήμην ἔχων κἀπὶ τοῦ γήρως ἀκμάζουσαν.