Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ποιήματα

Θεοφύλακτος Βουλγαρίας

Ποιήματα προς τον Βρυέννιο και τον ιατρό Μιχαήλ

Στίχοι ανταπόκρισης σε αίτημα συγγραφής προς τον Βρυέννιο και αναφορά σε ασθένεια προς τον ιατρό Μιχαήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 6

Τοῦ Θεοφυλάκτου εἰς τὸν Βρυέννιον αἰτησάμενον γράφειν αὐτῷ Φρονεῖς μὲν αὐτὸς ἀξίως τοῦ σοῦ λόγου, ὁ πανυπερσέβαστος ὄντως ἐν λόγῳ, ὃν ἐξανιστᾷς ἐκ πενήσσης ἑστίας, ὃν ἐγκαθίζεις τῷ βασιλείῳ θρόνῳ, ὃν γνήσιον σύμβουλον εἰς ἅπαντ’ ἔχεις, ὃν ὀμματιστὴν καὶ φρενωτὴν λαμβάνεις, μορφοῦντά σε μόρφωσιν εὐπρεπεστάτην, ὃς ἐκθεοῖ σε, κἂν φορῇς τὸ σαρκίον, ἐκ ψυχικοῦ στέργοντος ἁπλῶς τὴν φύσιν πνευματικόν σε δεικνύων ὑπὲρ φύσιν, κἀντεῦθεν αἰτεῖς τοὺς ἐμοὺς θερμῶς λόγους, οὐδὲν μὲν εἰσοίσοντας ἡδονὴν ἔχον, ξηρὸν γὰρ ἤδη τοὐμόν ἐστί σοι ῥόδον, ὡς ἔμπορος φρόνιμος ἐκ παντὸς πόρου καὶ μικρὰ καὶ μέγιστα κέρδη συλλέγων, εὐαγγελικὸς Ἰσραηλίτης νέος ἐκ στερεᾶς ἔλαιον ἐκμυζῶν πέτρας.

Ἀλλ’ ὦ Θεοῦ τύπωμα ταῖς νῦν ἡμέραις, μὴ τὴν παρακμὴν εἰς ἀνάβασιν τίθει, τὸ φθινόπωρον μὴ θέλῃς λέγειν ἔαρ, μὴ τὸν Σιλωὰμ ὡς Ἰορδάνην κάλει, τὸν καιρικὸν ῥοῦν ὡς ἀείρυτον χάριν. Ἦν, ἦν ποτ’ ἀλκὴ τοῖς Μιλησίοις πάλαι· ἦν Ἀδὰμ ἐγκάτοικος ἐν τρυφῆς τόποις φυτῶν γεωργὸς ἔνθεος τῶν ἐνθέων.

Ἀλλ’ ἔσχεν αὐτὸν ἡ Κηδάρ, ἡ Βουλγάρων, ἀπορριφέντα τῆς Θεοῦ συνουσίας, ὅπου γεωργός ἐστι τριβόλων μόνων, φεῦ, φεῦ, γεωργὸς γῆς κεκατηραμένης. Εἶτ’ αὐτὸς αἰτεῖς ἀρτίως συνεισφέρειν ἐκ τῶν ἀκανθῶν τῆς Ἐδέμ σοι τὴν χάριν· πράκτωρ γε πικρὸς ὁ γλυκὺς σὺ δεσπότης, καὶ τοῦτο πάντως τῆς ἐμῆς ἐρεῖς τύχης· οὐ μὴν τύχης, εἴποιμι, τῆς δ’ ἁμαρτίας, ἥτις ἀεὶ πράκτορσι πικροῖς με θλίβει.

Πλὴν ἀλλὰ σὴν εἴσπραξιν, ἣν πικρὰν λέγω, γλυκυτέραν μέλιτος αὖ πάλιν κρίνω καί σου τίθημι τὴν σοφὴν λήψειν δόσιν, ἵν’ ᾖ τὰ πάντα καινά σοι τῷ δεσπότῃ, δῶρον τὸ λῆμμα καὶ τὸ πικρὸν γλυκύτης.

Τῷ ἰατρῷ κῦρ Μιχαὴλ μηνύοντι πρὸς αὐτὸν προσελθεῖν ἀρρωστοῦντα καὶ μὴ ὑπερχομένῳ Ἔλθοις καλῶς μοι. Τί φοβεῖς με καὶ πάλιν; Τοῖς νηπίοις φόβητρα τὰ φόβητρά σου. Σὺ φρίττε μᾶλλον ὑπέχειν μέλλων δίκας, ὢν ἰατρὸς μὲν ἀλλὰ καὶ βασιλέων, ἐμοὶ δ’ ὄνησιν οὐδὲ μικρὰν εἰσφέρων, οὔθ’ ὡς ἰατρός (ἰσχιὰς γάρ με τρύχει), οὔθ’ ὡς κρατούντων (οὐ λύεις γὰρ τὰς μάχας).

Δέδιθι λοιπὸν μὴ κρεμασθῇς ἐνδίκως, γέρων δίκην δούς, ἣν πέφευγας ὢν νέος.