Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ποιήματα

Θεοφύλακτος Βουλγαρίας

Επιγράμματα σε βιβλία και συγγραφείς

Ποιητικός έπαινος στο ιατρικό έργο του Γαληνού και εγκωμιαστικοί στίχοι του έτους 6634.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 6

Εἰς βιβλίον Γαλήνειον περιέχον διαφόρους πραγματείας Σοὶ μέν, Γαληνέ, τῶνδε τῶν πόνων χάρις· ἃ γὰρ διέγνως συμφέρειν συνεισφέρεις. Τὴν δ’ ὑλικὴν βλέπων τις ἀσυστασίαν, ἴσως ὑπογρύξειεν ὡς πλίνθον πλύνεις.

Τίς οὐκ ἐρεῖ γὰρ ὡς σοφοὶ μὲν οἱ λόγοι καὶ φραγμὸς ὄντως ἀμπέλοις ταῖς σαρκίναις καὶ φραγμὸς ἄλλως ταῖς λογικαῖς ἀμπέλοις; Ὁ σῦς δ’ ἐπελθὼν ὑλικῆς ἀκοσμίας τὸν φραγμὸν ὠθεῖ καὶ καθαιρῶν σὺν βίᾳ αὐτὸς ἀνασπᾷ ῥιζόθεν τὰς ἀμπέλους.

Πλήν, ὃ προεῖπον, τῷ γεωργῷ σοι χάρις, τῷ φραγμοποιῷ, κἂν ὁ θὴρ κατισχύῃ.

Ἕτεροι στίχοι τοῦ θεοφιλεστάτου κυροῦ Θεοφυλάκτου Βουλγαρίας γραφέντες κατὰ τὸ ϛχλδʹ ἔτος Ἐχρῆν προκεῖσθαι πᾶσι τήνδε τὴν βίβλον, πίνακα κοινὸν ἀρετῆς καὶ κανόνα· πάντας γὰρ εἷλξεν Ὀρφικῆς λύρας πλέον, εἰ πάντες αὐτῆς ἐκρέμαντο γνησίως, βασκανίαν ῥίψαντες ὡς πορρωτάτω, ἥτις καλοῖς ἅπασιν ἐχθραίνειν θέλει.

Ὡς γοῦν ἐμὴν ἔθελξε καρδίαν λίαν ἡ βίβλος ἥδε καὶ προσημέρωσέ με, πῶς ἂν παραστήσαιμι; Πλὴν δηλοῖ τάδε. Θεοφύλακτος ταῦτα τῷ θεηγόρῳ. Βεσελεὴλ μὲν ἀρχιτέκτων ἦν πάλαι σκηνῆς ἐκείνης τῷ Μωσεῖ τυπουμένης, τὸ πνεῦμα πάντως ἀρχιτεκτονοῦν ἔχων.

Σὺ δ’ ὦ θεωρὲ τῶν νόοις νοουμένων, σκηνὴν διασχὼν τὴν κάτω, τὰ τῆς ἄνω σαφῶς διετράνωσας. Ὢ ξένου λόγου· πῶς φθαρτὸς ἦσθα καὶ Θεῷ συνῆς ὅλος, ὀφθεὶς πυραυγὴς τοῦ κλιβάνου τὸν τρόπον λάμποντος ἄκρως ἐκ πυρὸς μετουσίας, ὕλης καείσης; Τοῦτο σὸς λόγος, πάτερ.

Δόξα τῷ Θεῷ πάντων ἕνεκα. Ἀμήν.