Ἔργον
Θεοφύλακτος Βουλγαρίας – Ποιήματα
Ποιμαντικές νουθεσίες προς δοκιμαζόμενους
Προτρεπτικοί στίχοι για την εγκαρτέρηση στις θλίψεις και την αποφυγή της απελπισίας μέσω της μετανοίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ποιμαντικές νουθεσίες προς δοκιμαζόμενους
Προτρεπτικοί στίχοι για την εγκαρτέρηση στις θλίψεις και την αποφυγή της απελπισίας μέσω της μετανοίας.
Θεοφυλάκτου Βουλγαρίας νουθεσία πρὸς λυπούμενον Ἐν συμφοραῖς τὸ μέλλον εἰ σκοπεῖν θέλεις, αὐτὸς σεαυτῷ φαρμακεύσεις τὴν νόσον· ἢν δ’ αὖ γε τοῖς παροῦσι προσβλέποις μόνοις, χυμοὺς πονηροὺς ἐμβαλεῖς τῇ καρδίᾳ, ἐξ ὧν τραφεῖσαι τῶν λογισμῶν αἱ νόσοι σύντηξιν ἐντίκτουσι καὶ ψυχῆς φθίσιν· ἅπερ φύγῃς ἄν, εἰ τὸ νύττον μὴ βλέπων μενεῖς τὸ κέντρον λάμψαν ἐκ τῶν νυγμάτων, ὥσπερ ῥόδον κάλυκος ἐξ ἀκανθίνης.
Πόσον τὸ πικρόν ἐστι τοῖς ἀψινθίοις. Ἀλλὰ στομάχου ῥωστικὸν ἡ πικρότης. Εἰ δὲ στομαχιῶν τις οὐ πιεῖν θέλει ὡς εἰς τὸ πικρὸν ἀφορῶν ἀψινθίου, ἆρ’ οὐ νοσῶν δόξειε τὰς φρένας πλέον, ἀνάξιός γε τοῦ ποτοῦ δεδειγμένος, ὡς ἂν θάνατον ἐνδικώτατον σπάσῃ καὶ μὴ τὸν ἀνόητον ἡ κτίσις τρέφῃ;
Ὁ σταυρός, εἰπέ, τοῦ Θεοῦ καὶ δεσπότου οὐκ ἐσχάτως ἄδοξον, οὐκ ἀτιμία; Ἀλλ’ εἶδες ὡς ἔλαμψεν ἐν μακροῖς χρόνοις ὁ προσπαγεὶς ἄτιμος, ἐξυβρισμένος. Μᾶλλον δὲ καιρῶν οὐ δεηθείς, οὐ χρόνων, τῶν θαυμάτων ἔδειξε λαμπρὰν ἡμέραν ὡς πανσθενουργὸς ὕβρεως τὴν ἡμέραν· ἥλιον ἐσκότιζε, τὴν γῆν ἐκλόνει, ἔσχιζε πέπλον, τοῦ ναοῦ κόσμον μέγαν, ἔρρηξε πέτρας, τοὺς φονευτὰς ἐντρέπων, νεκροὺς ἀνεζώωσεν ἐκ τῶν μνημάτων· τούτοις ἁλοὺς ἄφυκτα καὶ κεντυρίων ἔκραζεν υἱὸν τοῦ Θεοῦ παντεργάτην, ὃν σταυρὸς εἶχεν ἐγκεκατηραμένον.
Ταῦτ’ ἐννοῶν, ἄνθρωπε, μὴ περιτρέπου· ἥξεις γὰρ ὄντως εἰς γαληνίους τόπους, τοὺς τῆς προνοίας τῆς σοφῆς ὑποδρόμους, καὶ τὰς ἐν ἀρχαῖς ἐκφυγὼν τρικυμίας εὕροις τὸ παγγάληνον ἐκ τούτων τέλος καί που διδάξεις ὡς παρωνομασμένη τῆς συμφορᾶς ἡ κλῆσις ἐκ τοῦ συμφέρειν, τὴν πραγματικὴν γνῶσιν ἐν σοὶ λαμβάνων ὡς γραμματικὴν ἕξιν ἐκτυπουμένην.
Νουθεσία πρὸς λυπούμενον Ψυχή, περιττὰ μὴ σοφίζεσθαι θέλε, μηδ’ ἐκδίδασκε τὸν Θεὸν τὸ συμφέρον, ἅπερ δέ σοι δέδωκεν αὐτός, προσκύνει. Οὐκ οἶδας ὡς στέργει σε καὶ πατρὸς πλέον; Οὐκ οἶδας ὡς πέφυκε καὶ σοφὸς μόνος;
Εἰ γοῦν ἀγαπᾷ καὶ νοεῖ τὸ συμφέρον, πάντως ὅ σοι δέδωκεν αὐτὸ συμφέρει. Ζητεῖς ὁ παῖς μάχαιραν ἠκονημένην· ἡ γὰρ θέα πείθει σε τῆς στιλβηδόνος. Ὁ σὸς δὲ πατὴρ οὐ δίδωσι τὸ ξίφος· τὴν γὰρ τομὴν δέδοικεν, ἣν οὐ σὺ βλέπεις.
Ὅθεν σὺ μὲν δοκῶν τι πάσχειν ἀδίκως καὶ κλαυθμυρίζῃ καὶ σπαράττεις τὴν κόμην, ῥίπτεις τε σαυτὸν κατὰ γῆς καὶ κυλίῃ· ὁ δὲ προσηνῶς προσγελᾷ σου τῷ πάθει, οὐδὲν μὲν ἐκ τούτου σε βλάπτεσθαι κρίνων, ἐκ τοῦ ξίφους δὲ καὶ σφαγὴν δοκῶν βλέπειν.
Τέλος δ’ ἀνιστῶν ἀγκάλαις προσλαμβάνει φιλῶν, κολακεύων σε σύμπασι τρόποις· κἂν μὲν καταστάντα σε συντόνως ἴδῃ, ἔθρεψεν, ἠξίωσε καὶ γλυκασμάτων· τῆς μικρολυπίας δὲ μὴ πεπαυμένον ἔτυψεν ἤδη μὴ φέρων τὴν μωρίαν, ἢ καὶ μετεστήσατο μακρὰν πολλάκις, ἕως τὸ πένθος τὸν μαρασμὸν προσλάβῃ, ἤτοι πρὸς ὕπνον ἐκλυθέντος ἀθρόον ἢ παισὶ συμπαίστορσιν ἐσχολακότος καὶ συμπερισπασθέντος ἐν τοῖς παιγνίοις.
Συνεὶς τὸ ῥηθέν, ἀνδρικῶς λοιπὸν φρόνει, ἐπεὶ τὸ μικρόλυπόν ἐστι νηπίων.
Ἕτεροι τοῦ αὐτοῦ κυροῦ Θεοφυλάκτου Βουλγαρίας πρὸς πονηρὸν ἀπογνόντα Πονηρὲ δοῦλε, ποῦ φύγῃς τὸν δεσπότην πάσας κρατοῦντα σῆς φυγῆς διεξόδους, ἢ πῶς δυνήσῃ σαῖς λαθεῖν τεχνουργίαις τὸν δόντα τέχνας καὶ σοφοῦντα τεχνίτας;
Ἕν σοι σοφὸν σόφισμα καὶ τέχνη μία· ἐπιστροφὴ ταχεῖα πρὸς τὸν δεσπότην· ἐπηγμένον καὶ πρέσβυν οὐ παροπτέον τῶν δεσποτικῶν ἐντολῶν ἐργασίαν. Οὕτως μόνως ἂν τὰς Θεοῦ χεῖρας φύγοις, χεῖρας στιβαρὰς πανταχοῦ τεταμένας· ἃς ἐκτετακώς, ὡς φυγάδα συλλάβοι, στραφέντα δείξει πατρὸς εὐθὺς ἀγκάλας περιπλεκούσας, οὐ περιδεδραγμένας.
Οὕτως ἕτοιμός ἐστιν εἰς εὐσπλαγχνίαν· ἔβλεψε λοξόν, ἀλλ’ ἐπιστραφεὶς πάλιν τῷ μειδιῶντι προσγελάσοι τεκνίῳ. Ὢ πικρία μέλιτος ἐμπεπλησμένῃ· ὢ πλῆξις ἀρτιοῦσα τὰ πεπληγότα· ὢ πῦρ δροσίζον, κῦμα γαλήνην φέρον· ὢ πάντα καινά, καὶ πατὴρ ὁ δεσπότης.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.