Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ποιήματα

Θεοφύλακτος Βουλγαρίας

Έλεγχος κατά επικριτών του κλήρου

Στηλιτευτικοί στίχοι εναντίον προσώπων που κατακρίνουν υποκριτικά τους ιερωμένους και σφετερίζονται το δικαίωμα της κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 6

Στίχοι τοῦ Βουλγαρίας πρός τινα κατακρίνοντα ἄλλους ὄντας ἱερωμένους Ἐμέμφετο Ζεὺς τοὺς φθορεῖς τῶν παρθένων, ἃς πρὶν γαμεῖν φθείρουσι μεμνηστευμένας· καί τις πρὸς αὐτόν φησιν ἀνθυποφθάσας· Σοῦ με κρίναντος οὐ πτοοῦμαι τὴν δίκην· πολλὰς γὰρ εὗρον παρθένους συνηγόρους, ἃς οἶδας ὡς πείθουσιν οὐκ ἄνευ βίας, εἰ μὴ τυχὸν φῂς ἀγνοεῖν τὰς παρθένους.

Νῦν μὲν γὰρ εἶ Ζεὺς καὶ κριτὴς σεμνηγόρος, οἶδας δὲ ταύτας ταῦρος ἢ κύκνος πάλαι. Ταῦθ’ ὁ κριτὴς γνοὺς πλαγίως ᾐνιγμένα, ἐρυθριάσας ἐξανέστη τοῦ θρόνου καὶ τῶν θεῶν ἔπαυσε τὴν συνεδρίαν, οἶμαι, πτοηθεὶς μὴ φανῇ καὶ χερείων, μᾶλλον παρεστῶτος δὲ καὶ Γανυμήδους.

Ὁρᾷς, ὁ τἀλάχιστα τῶν ἄλλων κρίνων, καὶ ταῦτα τοῦ βήματος ἠξιωμένων; Εἰ Ζεὺς πτοεῖται τοὺς ἐλέγχους ἐν κρίσει, σὺ τοὺς ἐφ’ οἷς ἔδρασας οὐ φρίττεις λόγους; Δοκοὺς παρεῖδες καὶ τὰ κάρφη προσβλέπεις, ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων· ὕβρισας ὑγρούς, βάτραχε, τοὺς ἰχθύας· καλεῖς, χελώνη, τοὺς βόας βραδυπόρους· τὸν σῦν λέγεις, πτώξ, δειλὸν ὡς μοναγρότην, ἥλιον ὡς δύνοντα, κομήτα, ψέγεις.

Βαβαὶ πόσην τύφλωσιν ἀθλίως φέρεις, δοκῶν μὲν ἡμῖν ἐγκαλεῖν παρρησίᾳ, ὡς ἂν καλύψῃς τὰς ἑαυτοῦ κακίας, μὴ συνιεὶς δὲ συγκινῶν τοὺς σφηκίας, ὧν καὶ μόνη βόμβησις ἐκπλήξειέ σε. Οἴσουσιν οὐκέτι σε (μὴ πλανῶ μάτην)· τὰ κέντρα σοι δείξουσιν ἐκ τῆς σῆς βίας, ἅπερ τέως κρύπτουσιν εὐλαβεῖ τρόπῳ.

Κἂν ἄλλο κακὸν εἶχες ἀνθυποφέρειν, κατακρίνειν αὔταρκες ἦν σοι τὸ κρίνειν· τοὺς ἱερεῖς κρίνει γὰρ εἷς κριτὴς μόνος, οἷς αὐτὸς ἐνδέδωκε τοῦ κρίνειν χάριν. Ὁ γοῦν κριτός, πῶς τῶν κριτῶν κριτὴς γίνῃ, τὸ θεῖον ἀξίωμα νῦν προαρπάσας;

Ἦ που τυραννεῖς ἰταμῶς καὶ τὰς κρίσεις. Ταῦτα πρὸς ἡμῶν γεῦμα, τοῦ πλήρους πίθου.