Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ποιήματα

Θεοφύλακτος Βουλγαρίας

Ποιήματα και επιγράμματα διαφόρων αποδεκτών

Παράκληση προς τον μοναχό Νείλο, εγκώμιο προς τον Ααρών και αυστηρός ψόγος κατά ακολάστου ευνούχου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 6

Τοῦ Βουλγαρίας ἀξιοῦντος νεῖλόν τινα μοναχόν, ἵνα ὑπερλαλήσῃ αὐτοῦ τοῦ μὴ γειτονῆσαι τούτῳ τὸν Ἀντίοχον Τίμιε Νεῖλε, χρῄζομεν σῶν ῥευμάτων· πάρεστι καιρός· ῥεῦσον ἡμῖν ἐν λόγοις· ἐπανατέλλει ταῖς ἐμαῖς χώραις κύων καὶ προσδοκῶ ξήρανσιν ἐκ τῶν καυμάτων, ἣν πρόφθασον σύ, ῥεῖθρα σῶν λόγων χέας· γλῶτταν πελαγίζουσαν ἐν λόγοις ἔχεις· πρὸς τὸν σεβαστὸν ἐκλάλησον τὴν βλάβην, ἢ μᾶλλον αὐτὴν τὴν ἀνάκαυσιν σβέσον εὐθὺς κατ’ ἀρχάς, ὥστε παντελῆ σβέσαι.

Νείλων πόσα στόματα τὴν φλόγα σβέσει, ἣν ἐξανάψειν ἐλπίς ἐστι τὸν κύνα; Οἶδας τὸν Ἀντίοχον, οὐ πλέον λέγω. Οὗτος διελθὼν πάντα τῇ πονηρίᾳ πεῖραν καθῆκε γειτονεῖν ἡμῖν θέλων ὑπέρχεταί τε τὸν σεβαστὸν ἐν δόλῳ· στῆσον τὸ γειτόνημα τῆς κακουργίας.

Τί κοινόν ἐστι Μιχαὴλ Ἀντιόχῳ καὶ τῷ σεβαστῷ; Πᾶν μὲν οὖν ἐναντίον· ὥσπερ γὰρ αὐτός ἐστιν αὐτοχρηστότης, οὕτως ἐκεῖνός ἐστιν αὐτοκακία. Εἴρηκα καὶ πλήρωσον αὐτὸς τοὺς λόγους.

Τοῦ Βουλγαρίας εἰς τὸν φιλολογώτατον Ἀαρὼν κεκαθικότα αὐτὸν εἰς τὴν τένταν αὐτοῦ Σκηνῆς Ἀαρὼν τῆς πάλαι προεστάτει λειτουργὸς ὢν ἔναιμος ἐκ τῶν θυμάτων. Σκηνὴν δὲ νῦν ἔπηξεν Ἀαρὼν νέος, εἰς ἣν καλῶν ἅπαντας ἐνδεεῖς στέγους θύει τὸ φιλάνθρωπον, ἁγνὴν θυσίαν, ζωοῦσαν, οὐ σφάττουσαν, οὓς ἂν προσλάβοι· ὁ γὰρ λόγος δέδωκεν αὐτῷ τὴν χρίσιν· οὐ νεκροποιὸς δ’ ἐστίν, ὃν χρίει λόγος.

Ἕτεροι Τὴν σαρκικὴν γέννησιν Ἀαρὼν πάλαι ἐξ Ἀβραὰμ ἔσχηκε τοῦ φιλοξένου. Ὁ νῦν δ’ Ἀαρὼν τῷ φιλοξένῳ τρόπῳ σκηνῆς ἑαυτοῦ πάντας ἔνδον εἰσάγων ἐξ Ἀβραὰμ ἔσχηκε τὸν κρείττω τόπον.

Τοῦ μακαριωτάτου Βουλγαρίας κυροῦ Θεοφυλάκτου εἴς τινα εὐνοῦχον, ὧν ἡ ἐπιγραφή· Εὐνοῦχον ἀκόλαστον ἐν τούτοις λέγω Πολλοὶ μὲν εἶναί φασιν εὐνούχους τέρας, ὡς τὴν φύσιν φέροντας ἐξηλλαγμένην. Ἐγὼ δ’ ἐν εὐνούχοις σε θήσομαι τέρας ὡς πρὸς καθαρότητα παρεφθαρμένον, ἥτις σχεδὸν πέφυκεν εὐνούχων γέρας, ὡς λάγνον, ὡς ἄσωτον, ὡς πόρναις φίλον, ὡς παρθενοπίπαν τε καὶ κουρηφθόρον, πρὸς μίξιν αἰσχρὰν ἀκρατέστερον τράγου, Πρίαπον αὐτόχρημα πρὸς συνουσίαν, ἢ Πᾶνα τὸν πάνσπερμον, ὃν μῦθος λέγει Ἠχοῦς ἐρᾶν, ἔρωτας ἐκνομωτάτους· καὶ τἄλλα τῶν σῶν οὐ σχολή μοι νῦν γράφειν γλῶτταν λαχοῦσαν ψεῦδος ἐν παρρησίᾳ.