Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ποιήματα

Θεοφύλακτος Βουλγαρίας

Επιτύμβια ποιήματα για τον αδελφό Δημήτριο

Θρηνητικοί ανακρεόντειοι και ιαμβικοί στίχοι αφιερωμένοι στη μνήμη του αποθανόντος αδελφού του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 6 από 6

Στίχοι ἀνακρεόντειοι τοῦ Ἡφαίστου τοῦ γεγονότος ἀρχιεπισκόπου Βουλγαρίας ἐπὶ τῷ αὐταδέλφῳ αὐτοῦ Δημητρίῳ τελευτήσαντι Δακρύων θέλω θαλάσσας τὸν ἀδελφὸν ὡς δακρύσω, ὃν ἔχον φάος προλάμπον, ἐν ὁδῷ ζόφον λαχούσῃ· σκότιον τρίβω τὸν οἶμον, θανάτῳ σβέσιν παθόντος.

Νιόβης ἔμοιγε πένθος κραδίην ἔχει κατ’ ἄκρας· λάαν ἂν πλάσῃ Θεός με τὸ πάθος πάλιν δακρύσω· χρόνος οὐ λύει τὸ πένθος, νεαρὸν μένει χρονίζον. Νάματα τῶν ὑδάτων παύσατε πάντες οἱ ποταμοί, δακρύων ῥεῖθρα λαβόντες.

Ἀρετῶν σὺ ταμιεῖον ἐφάνης χρόνοις πυμάτοις, ὅτε τοῦ πλάνου Βελιὰρ δύναμις δάμασσε πάντα· ἀθρόον δὲ τῷ πικρῷ σε θάνατος ξίφει δαμάζει, ξίφεϊ φθόης δυσώδους πυρετὸν φέροντι λάβρον, ὃς ἐμὰς μάρανε σάρκας, ὃς ἐμὸν πέπωκεν αἷμα. ὃς ἐμὰς φρένας φλογίζει, ὃς ἐμὸν νόον σκοτίζει.

Καὶ ξύλα δρυμέονος πένθος ἀράτω δακρυερὰς σταγόνας καρποφοροῦντα. Γόος ἀρκέσειε ποῖος ἀρετὰς κλάοντι σάς μοι; Πενίης ἔης ἀκέστωρ ἀπορουμένοις βροτοῖσιν, ἀγαθωσύνης δὲ σεῖο λόγος οὐκ ἔχει τι μέτρον. Παθέων νέος κρατήσας, σταθερὸς γέρων ἐδείχθης, σαόφρων ἐν ἀσφαλείῃ, βλεφάροις νόμους ὁρίζων, ἵνα ..ας ἀν..λους ὄφιν [ὡς] δά[μαρ]τ[α] φ[εύγῃς.] Σακκοφόρος πενίη, νῦν λαβὲ σάκκους καὶ πόρον ἐνδυμάτων σῶν ἀποκλαίου.

Βραχυμυθίην ποθῶ σου· ἐϋκοσμίην γοάω· μέτριον φρόνημα κλαίω, ὃ Θεοῦ φίλοις ἐτήρεις· ζέσιν, ἣν ἔχες κολούων ὑπερηφάνους, δακρύω. Ἀγάπης πέλαγος ἦες· φιλίης ἅλυσις ὤφθης· φόβος ἐκράτει Θεοῦ σε, ἀγάπη πλέον δ’ ἀνῆγεν· ἄδακρυς τίς ἐννοήσῃ καλά σοι τόσα προσόντα;

Καὶ σέλας ἠελίου ἔνδυθι νύκτα, ὅττ’ ἀρετῶν τὸ σέλας γαῖα καλύπτει. Κύνες ὑλάουσι νῦν με, κύνες, οὓς σόβεις ἐλάων, ὅτι σῆς ἔρημον, οἴμοι, κρατερᾶς ἴδον με ῥάβδου· ἐλατὴρ τίς εὑρεθῇ μοι ὅτ’ ἐπιχράουσ’ ἀγρίως;

Πόλιος γόνος δικαίας ἄδικος πέλουσιν οὗτοι. Τὰ δὲ πρακτόρων τίς οἴσει, σέο κειμένοιο, φεῦ μοι; Ἀκρίδες, χάλαζα, βροῦχος μικρὰ πρὸς βίαν τελώνου. Ὅσσ’ ἀγαθαὶ κραδίαι, κλαύσατ’ ἀλήκτως, ὡς ἀγαθὴ κραδίη πότμον ἐπέσπεν.

Τίς ὁ κουφίσων μερίμνας, φίλ’ ἀδελφέ, μοι βαρείας; Τίς, ὃς ἐλπίδεσσι θρέψει ἀγαθαῖς φύτλην γενέθλης, τάφος ὡς κάλυψε νῦν σε τὸν ἐν ἐλπίσι τροφῆα; Τίς ἀδελφόπαιδας ἔσται ἀπάγων σὺν ἐμμελείῃ, σοφίην ὅπως πλακεῖσαν ἀρετῶν λάβωσι κόσμῳ βίον ἐν λόγῳ τονοῦντες λόγον ἐν βίῳ τυποῦντες;

Ὢ γενεὴ μελέη, πῶς ὑποδέξῃ ἀγγελίης πικρίην οὔασι σοῖσι; Βασιλεῖ φίλιος ἦσθα ἀγαθοὺς μόνον φιλεῦντι· φιλέει γὰρ οὐκ ἀκρίτως, κρίσιν ἐκφέρων ἰθεῖαν, μεγαλειότητι γνώμης κρατέων γένους βροτείου. Ὅσον ἐστὶ δ’ ἐν συγκλήτῳ ὑπερεξέχον τιμαῖσι βασιλεῖ τε πλησιάζον, ὁμὸν ὡς γ[έρας] λελόγχει, ἀρετῆς βλέπον φορῆα, σὲ κύδαινεν ὡς προσῆκον.

Τὰς στοναχὰς ἀΐεις, τὰς ὀλολύξεις· Εὐριπόθεν φορέονθ’ εἵνεκα σεῖο. Ποθέουσί σου τὸ βρῖθος λογάδες γέροντες, ὅσσους Σοφίης ἔχες Θεοῖο τι[μιωτάτους] προσέδρους· ἔχες ἐκ τρόπου γὰρ ἴσου φιλίης ἄλυτον ἅμμα.

Ξενίης τίς ἀξιώσει ἑτάρους φίλους Θεοῖο, ἀνεῳγμένον τὸν οἶκον ἀνιεὶς ἅπασι τούτοις; Σέβας ἁγίοις δὲ τόσσον τίς, ἐπεὶ θάνες σύ, δώσει; Πένθος ἁμῆς γενέθλης πῶς ποτε λήξει; Χεῦσιν ἐμῶν δακρύων τίς καταπαύσῃ;

Εἰς τὸν αὐτὸν στίχοι ἰαμβικοί Τίς συστελεῖ βίαιον ὁρμὴν πρακτόρων, σεκρετικῶν στόματα φράξει βατράχων, σοφοῖς δικασταῖς ἐμμελὴς ἔσται φίλος, Συγκλητικοῖς τίμιος ἠθῶν ἀξίᾳ; Ποίῳ τὸ λυποῦν ἐξερεύξομαι πάθος, ἰατρὸν οὐκ ἔχων σε τῶν παθημάτων;

Ποίῳ δὲ πιστεύσαιμι βουλὴν κρυφίην; ταμεῖον οὐκ ἔχων σε τῶν βουλευμάτων; Τίς εὑρεθῇ μοι γνήσιος παραινέτης, λαλῶν πρὸς ὠφέλειαν οὐχὶ πρὸς βλάβην, λέγων πρὸς ἀλήθειαν οὐχὶ πρὸς χάριν, σοῦ, φεῦ, λαχόντος τὴν σιγὴν τὴν ἐσχάτην;

Ἐνουθέτεις με τὸν γέροντα πολλάκις, ἀδελφὲ παμπόθητε, μετριοφρόνως· αἰδοῦς δ’ ἅλατι τοὺς λόγους παραρτύων, δόκησιν ἐξέφευγες αὐθάδους νέου, γέροντα παῖδα βελτιῶν με παῖς γέρων. Ἀλλ’ ὦ νεκρὲ ζῶν, μή με παντελῶς λίπῃς τὸν ζῶντα νεκρὸν τῇ στερήσει σῆς θέας.

Ἀλλ’ ὥσπερ ἦς μοι γλῶττα λαμπρὰ καὶ στόμα, δραστήριος χείρ, ἀσφαλὴς ποδῶν βάσις, νοῦς, ἀκοή, φῶς καὶ πνοὴ καὶ καρδία, καὶ πᾶν μέλος χρήσιμον εἰς ὑπουργίαν καὶ λῆμμα καὶ κίνημα καὶ προθυμία, λύσις μεριμνῶν, εὐμαριστὴς πραγμάτων, καὶ νῦν ἄνωθεν ταῦτά μοι πάντα γίνου.

Εὖ οἶδα τὴν σὴν πρὸς Θεὸν παρρησίαν, ὡς οἶδα πρὸς σὲ τὴν Θεοῦ παρουσίαν, ἥν σοι προεξένησεν ἡ καθαρότης. Ἀδελφικόν σοι προσλαλεῖ ταῦτα στόμα, πλὴν ἀλλ’ ἐπιτύμβιον ἄχαριν χάριν αὐτός, κριτὴς φίλιος, ταυτὶ προσδέχου.