Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τὸν ἑαυτοῦ ἀδελφὸν Δημήτριον περὶ τῆς λειτουργίας

Θεοφύλακτος Βουλγαρίας

Θεολογικός και ασκητικός συμβολισμός της κεκαλυμμένης υψώσεως

Αναλύεται ο συμβολισμός του λειτουργικού πέπλου ως έκφραση της κεκρυμμένης δόξας της σταυρικής θυσίας και η συσχέτισή του με την ταπεινοφροσύνη και την αφανή πνευματική εργασία των νηστειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 4

Ὑψοῖ δὲ τὸν προηγιασμένον ἄρτον ἐν ταῖς νηστίμοις ὁ ἱερεὺς ὑπὸ τῷ ἁγίῳ πέπλῳ τῷ τοῦτον καλύπτοντι, οὐκ ἐκ τοῦ μέσου παρῃρημένῳ, ἀλλ’ ἔτι ὑπανεχομένῳ ταῖς τῶν διακόνων χερσὶν ἄχρις ἂν ὁ ἱερεὺς ὑψῶν παύσηται· καὶ τούτου γὰρ ἐπεζήτησας τὸν λόγον ἡμᾶς. Ἐμοὶ δοκεῖν, εἰς ἔνδειξιν τῆς κατὰ τὴν οἰκονομίαν καινοπρεπείας, καθ’ ἣν τὸ δεδοξασμένον ἀτιμούμενον φαίνεται καὶ τὸ ἀτιμηθὲν δοξαζόμενον· τὸ γὰρ σῶμα τοῦ ἄρτου τοῦ καταβάντος ἐξ οὐρανοῦ ὑψώθη μέν, ἀρθὲν ἐπὶ τοῦ σταυροῦ καὶ πάντας ἑλκύον ἄνω καὶ τὴν ὁδὸν ὑποδεικνύον καὶ θριαμβεῦον τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ παραδειγματίζον καὶ ἐν ὑπαίθρῳ τῆς κτίσεως παρὰ τοῦ πατρὸς δοξαζόμενον—οὐ γὰρ μετρία δόξα τὰ ἐπὶ τοῦ σταυροῦ θαύματα—, πλὴν ἀλλὰ τοῖς τῆς ἀτιμίας συμβόλοις παρεκαλύπτετο, γυμνόν τε δεικνύμενον καὶ προσηλούμενον τῷ ξύλῳ καὶ ὄξος καὶ χολὴν ποτιζόμενον καὶ τοῖς παραπορευομένοις καὶ μὴ τὴν εὐθείαν τρίβουσι βλασφημούμενον καὶ οὐδ’ ὑπὸ τῶν συσταυρωθέντων λῃστῶν φειδοῦς ἀξιούμενον, οἷς καὶ διὰ μείζω ὕβριν συνεσταυρώθη, καὶ τελευταῖον λόγχῃ κεντούμενον, εἰ καὶ δόξα μείζων ἐνταῦθα διὰ τῶν συνεξελθόντων ἐκ τῆς νεκρᾶς πλευρᾶς τοῦ αἵματος καὶ τοῦ ὕδατος.

Ἀλλὰ ταῦτ’ ἦν τὰ τῆς δόξης ἐπικαλύμματα ἐν ὅσῳ καὶ ἡ ὕψωσις ἦν. Μετὰ δὲ τὸν σταυρὸν ἤρθη μὲν τὰ τῆς ἀτιμίας, ἀπεκαλύφθη δὲ ἡ δόξα τῆς ἀναστάσεως καὶ ὁ χθὲς γυμνός τε καὶ ἄτιμος καὶ τὴν ταφὴν φιλανθρωπευόμενος ἀνίσταται, πάντα σείων καὶ ὑπ’ ἀγγέλων λαμπρῶν λαμπρῶς κηρυττόμενος καὶ ἐμφανίζων ἑαυτὸν ἐξουσίαν λαβόντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ὑπὸ τῶν ἐγκαταλιπόντων καὶ ἀρνησαμένων προσκυνούμενος, οὐ πρότερόν ποτε τοῦτο ποιῆσαι μαρτυρουμένων οὔκουν οὕτω γε διαρρήδην οὐδ’ αὐτῷ ῥήματι. Καὶ αὐτὸ δὲ τὸ παιζόμενον ἐκεῖνο σῶμα καὶ ἥλοις διαπερονηθὲν καὶ λόγχῃ νυγὲν πνευματικὸν καὶ ἄφθαρτον δείκνυται· καὶ νῦν δὲ ὑπὸ τῶν οἰκονομῶν τοῦ μυστηρίου ὑψούμενον καὶ ἅγιον καὶ θεουργὸν τοῖς μυηθεῖσι δεικνύμενον, ὅμως μυστηριῶδα ἔχει τὴν ὕψωσιν καί, ἵν’ εἴπω, κεκρυμμένως ἐκφαίνεται. Τίς γὰρ ἔχει καθαρῶς συνιέναι ὅπως ἡ θανάτῳ κατακριθεῖσα σὰρξ κατ’ αὐτὸ τοῦτο τὸ σὰρξ ἁπλῶς εἶναι διὰ τὸ πνεῦμα κατέστη ζωοποιόν, εἶτ’ οὖν τὴν θείαν φύσιν, ᾗ καθ’ ὑπόστασιν ἥνωτο—οἶδε γὰρ καὶ πνεῦμα τὸν Θεὸν ὁ Λόγος καλεῖν—, εἴτε αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ χρῖσμα τῆς σαρκὸς ἐκείνης γενέσθαι πιστεύομεν; Καὶ πῶς ἐμὲ θεοῖ τὸ κλώμενον καὶ διαδιδόμενον, ἐσθιόμενόν τε καὶ δαπανώμενον; Ἀλλὰ ταῦτα κρύπτεται νῦν, ἕως ὑπ’ ἀνθρώπων ἡ τοῦ μυστηρίου τελεῖται ὕψωσίς τε καὶ ἔκφανσις, καὶ οὕτω πάντη τῶν συμβολικῶν ἐκπεφεύγαμεν.

Ἐπειδὰν δὲ οὐκέτι δι’ ἀνθρώπων τὰ θεῖα τελώμεθα, ἀλλ’ αὐτὸς ὁ Λόγος καινὸν πίνῃ μεθ’ ἡμῶν τὸ τῆς βασιλείας ποτήριον καὶ ἀποκαλύπτῃ ἑαυτὸν τοῖς <τῆς> αὐτοψίας καὶ τῆς βασιλείας ἀξίοις, τότε πᾶν αἴρεται περικάλυμμα καὶ ὁ νῦν σκότος ἀποκρυφὴν ἑαυτῷ θέμενος πρόσωπον πρὸς πρόσωπον βλέπεται καὶ ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων, καὶ ὥσπερ ἀπὸ τῆς σκιᾶς ἐπὶ τὴν εἰκόνα διέβημεν, οὕτως ἀπὸ ταύτης ἐπὶ γυμνὴν τὴν ἀλήθειαν διαβαίνομεν.

Τί ποτ’ οὖν φήσεις; Οὐχὶ κἀν τοῖς ἄλλοις τῶν ἱερουργιῶν καιροῖς, ἀλλ’ ἐν τοῖς νηστίμοις μόνον ταῦτα νενόμισται. Ὅτι τοι, ὦγαθέ, ἄλλος τρόπος ἐκείνων τῶν τελετῶν· τό τε μὲν ἁγιασθῆναι δεῖ πρότερον τὸν ἄρτον, εἶθ’ ὑψωθῆναι· τὸ δὲ ἁγιασθῆναι προανακεκαλυμμένος εὑρίσκει, ἀλλ’ οὐχὶ ἔτι συγκαλυπτόμενος. Τί δήποτε; Ὅτι διὰ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως ἁγιάζεται, ἐκείνῳ δὲ πάντα γυμνὰ καὶ οὐδὲ παραπέτασμα ἢ προσκάλυμμα. Ἐν δὲ ταῖς κατὰ τὰς νηστείας ἱερουργίαις προηγιασμένος ὁ ἄρτος εἰσάγεται καὶ προτίθεται· εἰκότως οὖν ἐπὶ διαφόροις ταῖς τελεταῖς διάφορα τὰ τελούμενα.

Ἴσως δὲ καὶ νουθεσία τοῖς κατὰ τὰς νηστείας τῆς ἀρετῆς ἐργαταῖς τὸ τηνικαῦτα γινόμενον, ἵνα ὅταν ὑψῶνται τὰ ἄνω φρονοῦντες, οὗ ὁ Χριστός, καὶ πρὸς τὸ ἐν οὐρανοῖς πολίτευμα ἐπειγόμενοι, ὅπως συμπολῖται τῶν ἁγίων γένωνται καὶ οἰκεῖοι τοῦ Θεοῦ καὶ ἅγιοι, ὡς καὶ αὐτὸς ἅγιός ἐστιν, ὑπὸ τῷ τῆς ἀφανείας καὶ ταπεινώσεως ὑψῶνται παρακαλύμματι, μήτε τὴν νηστείαν τῇ σκυθρωπότητι θεατρίζοντες, μήτε τὴν προσευχὴν δημοσιεύοντες, μήτε τὴν ἐλεημοσύνην σαλπίζοντες, ἀλλὰ τό τε πνεῦμα συντρίβοντες καὶ τηνικαῦτα μᾶλλον ὅτι γῆ καὶ σποδός εἰσι συνιέντες, ὅτε τοῖς θείοις καὶ κρείττοσιν ὁμιλήσουσιν, καὶ τῷ τῶν κρυπτῶν γνώστῃ καρποφοροῦντες, ὧ πᾶν τὸ παρατιθέμενον ἐν ἀσφαλεῖ κατατίθεται, οὐ γυμνὸν ἐγκείμενον τοῖς βλέπουσι καὶ τοῖς διαρπάζουσιν, οὐδὲ τοῖς πνεύμασιν ἀνειμένον ὥστε ὑπὸ τούτων σκορπίζεσθαι.