Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τὸν ἑαυτοῦ ἀδελφὸν Δημήτριον περὶ τῆς λειτουργίας

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία του λειτουργικού ασπασμού στον ώμο

Εξηγείται ότι ο ασπασμός στον ώμο του ιερέως αντί του στόματος υποδηλώνει συστολή, ευλάβεια και απόδοση τιμής στην άρση του πνευματικού σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 4

Ἀσπαζόμεθα τοίνυν τὸν τοῦ ἱερέως ὦμον κατὰ τὰς ἐν νηστείαις ἱερουργίας, ὁπηνίκα δι’ αὐτοῦ τῶν μυστηρίων μεταλαμβάνομεν, τάχα μὲν διὰ περιττοτέραν εὐλάβειαν ἣν ἐν ταῖς τοιαύταις ἡμέραις ἐπιδεικνύμεθα, μάλιστα πάντοθεν ἡμᾶς αὐτοὺς συνέχοντες καὶ συστέλλοντες καὶ μηδὲν παρρησίας ἢ ἱλαρότητος ἐπιφαίνοντες, ἃ δὴ ποιοῦσι τῷ στόματι προσφέρειν τὸν ἀσπασμόν. Οὕτω καὶ ὅταν εὐλαβῶς ἢ βασιλεῖς ἤ τινας τῶν ἄλλως ὑπερεχόντων βουληθῶμεν ἀσπάσασθαι, οὐ κατὰ τοῦ στόματος ἀσπαζόμεθα, ἀλλ’ ἄλλο κατ’ ἄλλο μέρος τοῦ σώματος καὶ τὸ τῆς ἀγάπης χρέος μετὰ τιμῆς ἀποδίδομεν. Ταπεινούμενοι γοῦν ἐν ταῖς νηστίμοις ἡμέραις, ὡς ὁ παλαιὸς λόγος, καὶ κακούμενοι τὰς ψυχὰς διὰ τὸν ταπεινώσαντα ἑαυτὸν μέχρι τοῦ αἰσχίστου θανάτου καὶ τὴν ψυχὴν εἰς ἑκουσίαν ἐκδόντα κάκωσιν, καὶ πρὸς πάντας μὲν τοὺς ἄλλους, μάλιστα δὲ πρὸς τοὺς ἱερεῖς τὸ ἀπαρρησίαστον τηροῦμεν καὶ ἀδιάχυτον· καὶ τῶν στομάτων ἀπεχόμενοι τοῖς ὤμοις τὰ χείλη προσάγομεν, καὶ ὡς τιμιοτέροις μετὰ τὴν κεφαλὴν τῶν ἄλλων μερῶν καὶ ὡς ἀρχαῖς τῶν μεταδιδουσῶν ἡμῖν τοῦ ἁγίου ἄρτου χειρῶν, ἃς καὶ αὐτὰς ἀσπαζόμεθα, καὶ οὐκ ἔν γε ταῖς ἄλλαις ἡμέραις τοῦτο ἀναγκαίως ἐπὶ τῶν ὤμων τηροῦντες, ὅτι μηδὲ κακώσεως ἐκεῖναι μηδὲ συστολῆς, ἀλλὰ διαχύσεως φαιδρότητος, οἷς ἡ παρρησία φιλεῖ συνεισέρχεσθαι.

Τάχα δ’ ἄν τις προσφιλοπονῶν τῷ λόγῳ καὶ μαθὼν τῷ Ἰησοῦ μεταμορφουμένῳ πρὸς τὸ λαμπρότερον μετὰ τοῦ ἱματίου τούτου καὶ τὴν ἔξω τοῦ Λόγου περιβολὴν φωτοειδῆ κατιδεῖν, καὶ τῆς τοῦ προσώπου ἀξιωθήσεται ἐπιλάμψεως καὶ φήσει τοὺς ὤμους τῆς πρακτικῆς εἶναι σύμβολον, δι’ ἧς τόν τε σταυρὸν τοῦ Κυρίου δεικνύμεθα αἴροντες καί, ὡς ἔνεστι, συσταυρούμεθα. Ἐπεὶ τοίνυν ἡμῖν αἱ νηστεῖαι τὴν συσταύρωσιν καὶ συννέκρωσιν τοῦ Χριστοῦ βούλονται, τοὺς καλῶς ἀχθηφοροῦντας ὤμους τιμῶμεν, κατασπαζόμενοι τοὺς τὸ τοῦ Κυρίου φορτίον ἐλαφρὸν δεικνύντας, δι’ ὧν πολλάκις αὐτῷ προστιθέασιν τὰς ἐντολὰς ὑπεραναβαίνοντες, ὡς οἱ τῷ εὐαγγελίῳ ἐκ τοῦ τῶν χειρῶν ἔργου προσδαπανῶντες καὶ ταῦτα ἐξουσίαν ἔχοντες μὴ ἐργάζεσθαι, ὡς οἱ μὴ νομοθετηθέντες παρθενίαν καὶ παρθενεύοντες. Οὕτως καὶ τῶν παλαιστῶν ἀναδοῦσιν οἱ βραβευταὶ τοὺς βραχίονας, εἰδότες μὲν ὡς ἑνὸς μέλους χαίροντος συγχαίρει πάντα τὰ μέλη, ὥσπερ καὶ πάσχοντος συμπάσχει, τὴν πλείω δὲ τιμὴν τῷ πλεῖον πεπονηκότι προσάγοντες.

Ἀλλὰ καὶ οἷον ἐνισχύουσι τοὺς ἱερεῖς οἱ τιμῶντες αὐτοῖς τοὺς ὤμους καὶ πρὸς τὴν ἀνοχὴν τοῦ φορτίου σθεναρωτέρους ἐργάζονται καὶ γίνεται τούτοις ὁ ἀσπασμὸς τοιοῦτον οἷον τοῖς δρομεῦσιν ἡ ὑποφώνησις· ἐκεῖνοί τε γὰρ πτεροῦσθαι ταύτῃ ἐοίκασι καὶ οὗτοι τὸν ἀσπασμὸν προτροπὴν πρὸς τὸ φέρειν μονίμως δέχονται· μᾶλλον δὲ καὶ σφᾶς αὐτοὺς καὶ τοὺς ἄλλους οἱ ἀσπαζόμενοι πρὸς τοὺς ἴσους πόνους προτρέπονται ὁρῶντας τὸ κατὰ Θεὸν πονοῦν τίμιον.