Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τὸν μέγαν οἰκονόμον τοῦ πατριάρχου ἀδελφόν

Θεοφύλακτος Βουλγαρίας

Εισαγωγή και ευχαριστία για την ευεργεσία

Ο συγγραφέας εκφράζει την ευγνωμοσύνη του προς τον οικονόμο για την αυθόρμητη παρέμβασή του σχετικά με το σιτηρέσιο και την ανακούφιση των αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 3

Πρὸς τὸν μέγαν οἰκονόμον, τοῦ πατριάρχου ἀδελφόν Μικρόν μοι πρὸς σὲ τὸν μέγαν τὸ τοῦ λόγου δῶρον, τοῦ Θεοῦ ἄνθρωπε, μικρόν, ὅτι μὴ σχολάζων τοῖς σοῖς ἀγαθοῖς ἐπαφεῖναι τὴν γλῶσσαν σοφιστικώτερον· καίτοι πάνυ βουλομένῳ μοι ἦν ἐνευκαιρῆσαι τὴν γλῶτταν τοῖς σοῖς ἐπαίνοις καὶ τῆς εὐφήμου γλώττης γεννήμασι καὶ μάλιστα νῦν ὅτε μοι τὰς ὑποθέσεις αὐτὸς προφθάσας ἐνδέδωκας.

Τοιοῦτόν ἐστιν ἀγαθὴ ψυχὴ καὶ μόνῳ ζῶσα Θεῷ καὶ πρὸς τὸ καλὸν ὁρῶσα καὶ τὸν Λόγον ἀεὶ θεραπεύουσα καὶ τοῦτο τιθεμένη μελέτημά τε καὶ μέλημα ὃ σὺ νῦν ἐφ’ ἡμῖν ἐπεδείξω, ἅγιε πάτερ καὶ δέσποτα. Ἐπεὶ γὰρ ᾔσθου λυπουμένους ἡμᾶς τε καὶ ἀδικεῖσθαι νομίζοντας, οὐκ ἀνέμεινας ἄλλον σοι γενέσθαι τοῦ καλοῦ καὶ τοῦ δικαίου διδάσκαλον, ἀλλ’ ἔφθασας αὐτὸς καὶ τὸ καλὸν ἔργον ἥρπασας αὐτοκέλευστος, αὐτοκίνητος, οὐδενὸς κέντρου δεόμενος, ὅτι μὴ μόνον Θεῷ κινούμενος ᾧ ζῆν ἐπηγγείλω καὶ πολιτεύεσθαι καὶ πρὸς ὃν βαδίζειν προῄρησαι. Ἐλυπούμεθα γὰρ ὡς ἀδικηθέντες· μικρὸν ἐλυπούμεθα καὶ γὰρ ὄντως οὐκ εἰς ἄκρον ἥψατο τῆς ἡμετέρας καρδίας τὸ περὶ ἡμῶν γενόμενον. Ἥψατο δ’ οὖν ὅτι τῶν ἄλλων καὶ στέαρ πυροῦ ἐσθιόντων καὶ δαψιλεῖ τῇ τροφῇ ἐντρυφώντων, αὐτοί, ὥσπερ οὐ μέρος ὄντες τῆς ἐκκλησίας οὐδὲ συνεισφέρειν τι πρὸς τὴν τοῦ κοινοῦ λυσιτέλειαν ἔχοντες, καὶ βραχὺ καὶ ἄβρωτον τὸ σιτομέτριον ἐδεχόμεθα, ὥστε τοῦτο δὴ τὸ τοῦ Δαυὶδ εἶπεν ἄν τις ἐπικαιρότατα· οἱ ἄρτοι τῷ ῥήτορι καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν.

Διὰ ταῦτα πενθῶν καὶ σκυθρωπάζων ἐπορευόμην καὶ ἐκωφώθην καὶ ἐταπεινώθην καὶ οὐδὲ εἰς ὄψιν ἀπήντων ὑμῖν, ἐκκλίνων τὸ σκανδαλίζειν καὶ σκανδαλίζεσθαι. Ἀλλὰ σύ, ὁ θεοκίνητος ἄνθρωπος, τὸ τοῦ Πνεύματος ὄργανον, ὃ κινῇ καὶ ὃ ψάλλεις ὡς ψαλτήριον τῷ ὄντι δεκάχορδον, οἷα τὰς πέντε τοῦ σώματος αἰσθήσεις μετὰ τῶν τῆς ψυχῆς πέντε καλῶς ἁρμοσάμενος, καὶ ὡς τύμπανον ἐκ δέρματος μὲν διὰ τὴν νέκρωσιν συνιστάμενος, καὶ ξύλῳ δὲ τῷ σταυρῷ συγκροτούμενός τε καὶ συγκρουόμενος, σὺ γοῦν ἰάσω τὸ ἄλγημα καὶ τῷ τραύματί μου ὡς ἰατρὸς ἐπέθηκας μάλαγμα ὥστε σοι, εἰ μὴ τολμηρὸς εἶναι δόξοιμι, καὶ τὰ τῷ Θεῷ προσμαρτυρούμενα ἀναθήσω σοι· ἀλγεῖν ἐποίησας καὶ πάλιν ἀπεκατέστησας, ἔπαισας καὶ αἱ χεῖρές σου αὖθις ἰάσαντο.