Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τὸν μέγαν οἰκονόμον τοῦ πατριάρχου ἀδελφόν

Θεοφύλακτος Βουλγαρίας

Τυπολογική παρομοίωση με τον Μωυσή και τον Ααρών

Ο πατριάρχης παρομοιάζεται με τον Μωυσή ως πνευματικός καθοδηγητής, ενώ ο οικονόμος συγκρίνεται με τον Ααρών για τη συνδρομή του στο ποιμαντικό έργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 3

Καίτοι, κἂν ὑπ’ ἄλλου κινούμενος ἔπραξας πρὸς ἡμᾶς ὅπερ ἔπραξας, κἂν οὕτως, ἂν μυρίοις ἄρα στεφάνοις στεφανωθῆναι ᾖς ἄξιος· ἀγαπητὸν γὰρ ὅτῳ, κἂν ἑτέροις πείθεσθαι γένοιτο, καὶ τῆς τῶν ἐπαινουμένων καὶ τοῦτο μερίδος σοφοὶ πάντες καὶ παλαιοὶ καὶ νέοι τιθέασι. Νῦν δὲ μὴ περιμείνας τὸν ἐροῦντα, τὸν ὑπομνήσοντα, ἀλλ’ ἑαυτῷ τὸ δέον διεγνωκώς, οὐδὲ λόγον κατέλειψας ἡμῖν εὔφημον, καὶ δράσας πρᾶγμα τοῦ νῦν καιροῦ καὶ τῆς τῶν ἀνθρώπων γνώμης ὑπέρτερον καὶ βεβαιοῖς τὸν μοναχὸν καὶ δεικνύεις ὡς κατόπιν βαδίζεις ἀδελφικῶν ἰχνῶν καὶ δεσποτικῶν. Τίνων δὲ τούτων; Τῶν τοῦ ποιμένος καὶ ἡμετέρου προστάτου καὶ ἐφ’ ὑμῖν ἂν εἴποιμι μηδένα φοβηθείς· Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Ὁ γὰρ Μωσῆς καὶ Θεῷ συγγινόμενος κἀκεῖθεν ἕλκων τὸν νόμον καὶ τὰς ἐντολάς, οἷς διευθύνει τὸν νέον Ἰσραήλ, τῆς ἐκκλησίας τὸ πλήρωμα, καὶ στύλῳ νεφέλης καὶ πυρὸς ὁδηγῶν ἡμᾶς, κἂν οὐ θελῶμεν, τῷ φωτὶ λέγω τοῦ λόγου καὶ τῷ λύχνῳ τῆς διακρίσεως καί, ἵνα σοι φιλοσοφήσω περὶ τούτου τρανότερον, διττὴ τοῦ πυρὸς ἡ φύσις φωτίζοντός τε καὶ καίοντος, διττὴ καὶ ἡ τῆς διακρίσεως, ὡς σοφοὶ φαῖεν, ἐνέργεια· τοὺς μὲν γὰρ εὐεργετεῖ ὅσοι δηλαδὴ τοιούτων ἑαυτοὺς ἀξίους εἰργάσαντο, τοῖς δὲ τὴν ὀφειλομένην τάξιν ἀποπληροῖ ὅσοι τῆς κάτω καὶ χείρονος ἄξιοι. Οὕτω καὶ Θεὸς πῦρ παρὰ τῷ Μωσεῖ λέγεται καὶ πιστεύεται.

Διὰ ταῦτα καὶ ὁ πάλαι ἀρχιερεὺς ἐνυφασμένον εἶχε τῇ στολῇ καὶ κόκκινον, τοῦ πυρὸς χρῶμα μηνύον καὶ τὴν ἐνέργειαν ὡς δέον τὸν ἀρχιερέα καὶ φωτιστικὸν εἶναι καὶ καυστικὸν πρὸς ἅπερ ἂν ὁ λόγος αὐτὸν κινήσειεν. Ἀλλ’ ὁ μὲν στῦλος αὐτῷ τοῦ πυρὸς τοιοῦτος. Τί δὲ ἡ νεφέλη; Ὁ πνευματικὸς βίος ὁ δροσισμὸν ἡμῖν ἀπὸ τῶν παθῶν προξενῶν· τῷ ὄντι γὰρ συγκαίουσιν ἡμῶν τὰς κεφαλὰς καὶ τὸ ἡγεμονικὸν ἄνωθεν. Οὕτως ἐγὼ νοῶ καὶ τό· ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα, ἐν ἐπαγγελίαις παρὰ τοῦ προφήτου λεγόμενον· ὁ ἥλιος, ὁ πλανῶν ἡμᾶς ὡς ἄγγελος φωτὸς Σατάν· <ἡ σελήνη> δὲ <νῦξ> καὶ σκότος ὀλέθριον.

Τοιοῦτος μὲν ἡμῖν ὁ ἐκ Θεοῦ Μωυσῆς. Ἀαρὼν δὲ σύ, ὁ δεσπότης μου, καὶ αὐτὸς μὲν τῷ χρίσματι τῆς ἱερωσύνης ἡγιασμένος, δεύτερος δὲ μετ’ ἐκεῖνον καὶ πρῶτος τῶν ἄλλων μετὰ τὸν πρῶτον, Μωσέως μὲν δεύτερος, τῆς γερουσίας δὲ πρότερος καὶ ἐγγίζων Θεῷ τῷ ἐγγίζοντι.