Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τὸν μέγαν οἰκονόμον τοῦ πατριάρχου ἀδελφόν

Θεοφύλακτος Βουλγαρίας

Προτροπή σε αγαθοεργία και υπόσχεση εγκωμίου

Απευθύνεται προτροπή προς τον οικονόμο να συνεχίσει το φιλανθρωπικό του έργο, με την υπόσχεση συγγραφής ενός εκτενέστερου ευχαριστήριου λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 3

Πῶς; Ταῖς εὐποιΐαις καὶ τῷ μηδενὶ κακὸν προσεντρίβεσθαι· καὶ γάρ, ὅπερ οὐδενὸς ἧττον οἶδας, ὁσιώτατε δέσποτα, οὐδὲν οὕτως ὁμοιοῦται ἄνθρωπος τῷ Θεῷ ὡς τὸ εὐεργετεῖν ἐνδεικνύμενος. Χρηστὸς γὰρ Κύριος τοῖς σύμπασι καὶ ἐλεημὼν ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ καὶ ἔλεος δὲ Θεοῦ ἐπὶ πάντας καὶ γίνεσθε οἰκτίρμονες, ἵνα ὅμοιοι ἦτε τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ἔχων οὖν σὺ τὸ ὁμοιοῦν τῷ Κυρίῳ τὸν ἄνθρωπον, ἐγγίζεις Θεῷ καὶ θεοειδὴς ἀναπέφηνας· ἀλλὰ γὰρ πλάτυνον τὰ τῆς ἐλεημοσύνης σχοινίσματα καὶ μὴ φείσῃ, καὶ πρὸς πάντας μὲν ἀστενοχώρητόν σου τὴν δεξιὰν ἐπιδείκνυε, μάλιστα δὲ τοὺς ἔργοις ἀγαθοῖς καὶ κοινωφελέσι προσκάμνοντας καὶ μᾶλλον εἰ μηδαμόθεν ἔχοιεν τὴν πρὸς τὸν βίον βοήθειαν, καί γε πρὸς τὸν δεσπότην, τὸν κοινὸν πατέρα, χρηστότερος γίνου τοῖς πρὸς αὐτὸν διαλλαγῆς χρῄζουσιν, ἐπεὶ καὶ Ἀαρὼν ὑπηρέτης τοῖς Ἰσραηλίταις καὶ αὖθις τὰς Μωσέως ἀποφάσεις πρὸς ἐκείνους ἐξέφερε· πολλοὶ γὰρ διαβολεῖς τε καὶ βάσκανοι τὴν χρηστότητα τοῦ δεσπότου πρὸς τοὺς ἀξίους ταύτης ὑπερεκχεῖσθαι κωλύουσιν. Ἀλλὰ σὺ ταύτην τὴν ὁδὸν ἐξεργάζου ῥάονα καὶ τοὺς διαβολεῖς ὡς κακοὺς κύνας καὶ λαθροδήκτας λίθοις λόγοις στιβαροῖς ἀποδίωκε, ἵνα σοι πάντες εὐγνωμονοῦντες τὴν μνήμην εὔφημον ἔχουσιν.

Ἀλλά σε μὲν καὶ ὁ μέλλων ἐπαινέσαι χρόνος καὶ τὰς σὰς εὐεργεσίας ἀνεπιλήστως κατὰ τὸ εἰκὸς διαδέξεται. Ἐμοὶ δὲ ὁ αὐτοσχέδιος οὗτος ἔπαινος ἐν βραχεῖ γεγονώς—οὐ γὰρ ἀσχολοῦμεν, πάντοθεν ταῖς περὶ τοὺς μαθητιῶντας νέους σπουδαῖς ἀντιπερισπώμενοι—ὑπισχνεῖταί σοι καὶ τελεώτερον ἐργάσασθαι τὸ εὐχαριστήριον, ἐπειδὰν καὶ αὐτὸς ἀρτιώσεις ἡμῖν τὸ ποθητὸν σιτομέτριον, ἵνα μὴ μᾶλλον τῶν ἄλλων κολοβοὶ εἴημεν, καὶ ταῦτα πόνους πονοῦντες τελειοτάτους καὶ πρὸς τελείωσιν ἄγοντας.