Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Προτροπές προς τους μαθητές και καταληκτήρια προσευχή

Συμβουλές προς τους μαθητές να επιδεικνύουν κοσμιότητα και αρετή ώστε να μην παρέχουν λαβή για συκοφαντίες, καταλήγοντας με προσευχή προς τον Θεό για ειρήνη, αγάπη και ενότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 5

Ὑμῖν δέ, τέκνα, τί ἂν ἄλλο νῦν παραινέσαιμι ἢ τὸ μὴ τοὺς ἐχθροὺς εὐφραίνειν οἷς πράττομεν, μὴ ταῖς ἐκείνων παρατιθέναι μοχθηρίαις ἐκλεκτὰ βρώματα; Τί χαλκεύεις ὅπλα τοῖς πολεμίοις; Τί τὴν ἐκείνων ἀκονᾷς μάχαιραν; Τί κατὰ σαυτοῦ σωμασκεῖς τὸ ἀλιτήριον σύστημα;

Μὴ δῷς ὑπόθεσιν καὶ νενέκρωται. Οὐδὲ Βαλαὰμ ἐκεῖνος ὃν οὐ κατηρᾶτο Θεὸς καταράσασθαι ἴσχυσεν. Ἐδίψων Ἰουδαῖοι τοῦ θανατῶσαι Χριστόν, ἀλλ’ αἰτίαν οὐκ ἔδωκεν, ἀλλὰ περὶ ἁμαρτίας οὐ διηλέγχετο, ἀλλὰ Πιλᾶτος αὐτὸν ἠθῴωσε. Σὺ σαυτὸν ποίει κόσμιον καὶ οὐκ ἀκοσμήσεις παρὰ τοῖς ἔξωθεν, λύπησον τὸν ἐχθρόν, καλὸς κἀγαθὸς γενόμενος· οὐδὲν γὰρ ἄλλο τῷ φθονερῷ φύλῳ δηκτικὸν ὡς ἐχθρὸς εὐδοκιμῶν καὶ ἐν εὐφήμοις κείμενος στόμασιν. Ἐγένετό τί σοι δυσχερές, ἐν κρότοις ἐκεῖνος· ἀντέπνευσεν ἡ τύχη καὶ ὁ πλοῦς αἴσιος, ἐν ἀθυμίαις ἐκεῖνος.

Οὕτω τοῖς πολεμίοις προσφέρεσθε τὴν ὑμετέραν ζωὴν κατατάττοντες ὡς μᾶλλον μὲν τὸν βίον ὑμῶν ἢ τὸν τῶν ἄλλων λόγον θαυμάζεσθαι, μᾶλλον δὲ τὸν λόγον ἢ τὸν βίον, καὶ τῷ μὲν τοὺς ἄλλους νικᾶν, τῷ δὲ καὶ ἑαυτούς, μᾶλλον δὲ δι’ ἀμφοτέρων ἅπαντας. Οὕτως ἡ ὑμετέρα πολιτεία καὶ ἁγνὴ παρθένος σπῖλον ἢ ῥυτίδα μὴ ἔχουσα τοῖς βουλομένοις θεωρεῖν παραστήσεται· οὕτως ὁ ἀπεναντίας κατεντραπήσεται, μηδὲν ἐν ὑμῖν εὑρίσκων, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Ὁ δὲ Λόγος, ὁ πάντα ἐν σοφίᾳ ποιήσας, ὡς ἀκηκόαμεν καὶ πιστεύομεν, ὁ τῆς τάξεως Θεός, ἀλλ’ οὐχὶ ἀκαταστασίας ἢ ἀταξίας, καταρτίσαι ἡμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, ἵνα ἐν αὐτοῖς καὶ πᾶσιν εἰρηνεύοντες ἓν ὦμεν, τῷ συνδέσμῳ τῆς ἀγάπης συνδούμενοι, καὶ Λόγου μαθηταὶ καὶ πρεσβευταὶ πιστευώμεθα.