Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Έλεγχος της υποκρισίας και της πνευματικής νόσου του φθόνου

Ελέγχεται η υποκρισία των κατηγόρων, ενώ η κακία και ο φθόνος τους παρουσιάζονται ως αθεράπευτη πληγή μέσα από ιστορικά και βιβλικά παραδείγματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 5

Τοιαῦτα τὰ ἐμὰ δυστυχήματα· πατὴρ παῖδας ῥαπίζων καὶ αὖθις καταφιλῶν, ἐκκλείων τῆς οἰκίας καὶ αὖθις ὑποδεχόμενος. Σὺ δέ μοι τὰ σὰ κατάλεγε, ἀλλ’ αἰσχύνῃ τούτοις καὶ τοῖς βουνοῖς λέγεις· καλύψατέ με, καὶ τοῖς ὄρεσι· πέσετε ἐπ’ ἐμέ. Τί τοίνυν σπερμολογεῖς ὡς οἱ κατ’ ἄκρας λιμώττοντες; Ὡς ἡδὺς εἶ καὶ τὴν ἠλιθιότητα γενναῖος, εἰ διαστροφὴν ἄλλοις ἐγκαλεῖς, αὐτὸς τετυφλωμένος, καὶ τὴν τοῦ ἀντίχειρος στέρησιν, αὐτὸς ἄχειρ ὤν, καὶ τῷ Μενελάῳ προσονειδίζεις τὴν εἰς Αἴγυπτον πλάνην, αὐτὸς πολλάκις ἐκμετρήσας τὴν Χάρυβδιν, καὶ ἀνθρώποις μὲν περιπεσὼν θηριώδεσι, θηρίοις δὲ ἀνθρωποειδέσιν ἀνθοπλισάμενος, Λαιστρύγονες ταῦτα καὶ Κύκλωπες, καὶ τὴν τὴν φύσιν μὲν ἀνόμοιον Σκύλλαν, τῇ δὲ κακίᾳ ἑαυτῇ ὅμοιον. Ἀλλὰ τί σε διαθῶ, Ἐφραίμ, φησί που σχετλιάζων διὰ Ὠσηὲ ὁ Θεός; Τί σοι προσάγω τοῦ φθόνου φάρμακον;

Οὐκ ἔστιν ἐπιθεῖναι καταδέσμους, οὐδὲ ἔλαιον, οὐδὲ μάλαγμα, Ἠσαΐας ἀντιφωνεῖ, καὶ ἀλγηρὰ ἡ πληγή σου, Ἰερεμίας αὖθίς φησιν. Καταλειφθήσῃ λοιπὸν ὡς ἡ θυγάτηρ Σιὼν ἀθεράπευτος, μᾶλλον δὲ ὡς ἡ Βαβυλών, ἡ μετὰ τὸ ἰαθῆναι εὑρισκομένη ἀνίατος· τάχα δὲ καὶ ἰατρικοῖς νόμοις ἑψόμεθα τοῖς κεκρατημένοις ὑπὸ τῶν νόσων μὴ ἐπιτιθέναι χεῖρας διαγορεύουσι.