Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Υπεράσπιση της παιδαγωγικής αυστηρότητας και η πνευματική ίαση των μαθητών

Δικαιολογείται η προσωρινή αποβολή των άτακτων μαθητών ως πράξη πατρικής παιδαγωγίας, ελέγχεται η κακεντρέχεια των επικριτών και η επάνοδος των μαθητών παρομοιάζεται με πνευματική θεραπεία και ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 5

Ταῦτα καὶ πλείω τούτων ἐγὼ παρὰ τῆς κοσμιότητος ἔμαθον. Ἠγνόουν δὲ ἄρα νόμους βαρβαρικούς τε καὶ ἀλλοκότους, οὓς ἀπὸ τῶν σῶν ἀξόνων αὐτός μοι προσφέρεις ἀναλεγόμενος. Σκοπεῖτε γὰρ ἡμῶν τὰ ἐγκλήματα. «Τοὺς μαθητάς, φησίν, ὁ διδάσκαλος διὰ νεότητα πλημμελήσαντας καί τι διαπραξαμένους λόγων ἀνάξιον τῆς διατριβῆς ἀπεπέμψατο· ἡμῖν δὲ οὐκ ἄν ποτε τοιοῦτόν τι τετόλμηται.» —Οὐ γὰρ διδάσκαλος σύ, ἀλλὰ φθορεὺς καὶ τῆς νεότητος ἀλιτήριος· ἐγὼ δὲ πονηρίαν ἐκκόπτων οὐ μεταμέλομαι. Καὶ σὺ μὲν κἂν μισθὸν προστελέσεις, ἵνα σου ἀκούσωνται· ἐγὼ δὲ καὶ τῶν μισθοὺς διδόντων ὑπέρτερος. Καὶ σὺ μὲν ὑποθωπεύσεις, ἐγὼ δὲ καὶ προσπλήξαιμι· οὐδὲ γὰρ ἐν λόγῳ κολακείας γενήσομαι, ἵνα καὶ μετὰ Παύλου καυχήσωμαι. Καὶ σὺ μὲν πέρα φιλανθρωπεύσῃ τοῦ δέοντος, ἐγὼ δὲ καὶ τὸ μισοπόνηρον ἐπιδείξομαι καὶ τὸ φιλάνθρωπον οὐκ ἀπώσομαι. Σὺ δὲ καὶ ἀχθομένῳ ἔοικας ὅτι μὴ κατὰ κόρρης παιόντων ἡμᾶς ἀνεχόμεθα, ἀλλ’ ἐνδεικνύμεθά τι τούτοις ἑλληνικὸν καὶ ἀρρενικὸν καὶ τὴν παλαιὰν ἐμφαῖνον εὐγένειαν.

Ἢ τοῖς ἡμετέροις εἶχες ἐμπρέπειν αὐτὸς ἀσχήμοσιν ἢ τοῖς ἐμοῖς μετρίοις κακοῖς καὶ τὸ σὸν πάγκακον ἀποκρύπτεται· ἤπου καὶ τοὺς πατέρας κακίσεις, ὁ χαρίεις καὶ ἱλαρός, ὅτι καὶ τὴν φύσιν ἀγνοοῦσι πολλάκις ὑπὲρ τῆς φύσεως καὶ δριμεῖαν τὴν χολὴν ἀπὸ τῆς ῥινὸς ἐπιφαίνουσι, τοῦτο μὲν αἰκιζόμενοι, τοῦτο δὲ τὰς θύρας ἐπιζυγοῦντες κατὰ τῶν προσώπων καὶ τῆς τραπέζης ἐκκλείοντες. Ἀλλ’ οὗτοί τε πατέρες εἰσὶ κἀγὼ διδάσκαλος, κἂν μυριάκις διαρραγείης τἀναντία φθεγγόμενος. Ἔπειτα, εἰ μὲν ἄσπονδά μοι τὰ τῆς ἀποκηρύξεως ἦν καὶ ἀμετάστροφά μοι τὰ νήματα καὶ ἐπὶ τὸ ἀριστερὸν μόνον τὸ ζυγὸν ἔρρεπε καὶ νύκτα μόνην εἶχεν ἡ διατριβὴ καθά τις χώρα μεμυθολόγηται, οὐδ’ οὕτως μὲν εἶχές τι λέγειν, ἐδόκεις δ’ οὖν. Νῦν δέ, ἀλλὰ τυφλώττοντι μὲν οἶδα λαλῶν, ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα μου· ἰδοὺ γὰρ τοὺς συντετριμμένους ἰῶμαι καὶ τοὺς ἀπωσμένους εἰσδέχομαι· καὶ τὸ πλανώμενον ἐπέστρεψα καὶ τὸ ἀπολωλὸς ἐξεζήτησα· καὶ τὸν πρὸς καιρὸν οὐ λαόν μου, λαόν μου καλῶ· καὶ τοὺς μικρὸν ἀπὸ τῶν τριβῶν χωλάναντας καὶ ἀλλοτρίους γενομένους τοῖς υἱοῖς συντάττων, ἐμφυτεύω σοι στεναγμούς· ἐπάταξα καὶ πάλιν ἰάσομαι· ἐπαίδευσα, ἀλλὰ θανάτῳ οὐ παρέδωκα· τῇ ἀριστερᾷ παρωσάμην, ἀλλὰ τῇ δεξιᾷ προσειλκυσάμην. Ἡ γλῶττα μὲν ἀπεκήρυττεν, ἀλλ’ ἡ φρὴν κληρονόμους ἐνέγραφε.

Σὺ δέ μοι ἐπέλεγες· «εὖγε, εὖγε», καὶ τὸ τῆς ψυχῆς βουλόμενον ἐθεράπευες καὶ τῶν ἐλπίδων κατευωχοῦ τῇ δοκούσῃ σοι σαπρίᾳ τρεφόμενος. Καλοῦ μὲν γάρ τινος οὐδέποτε γεύσαιο, οὐδέ σου τὴν ὄρεξιν ἡδύ τι καὶ θυμοτερπὲς ἐφελκύσεται· ἐνεδρεύεις δὲ τὰ σεσηπότα καὶ τοῖς ἐώλοις ἐφίστασαι καὶ τοιαύτας ἐρεύγῃ φωνὰς ἀξίας τῶν βρωμάτων, ὦ καὶ γυπῶν μιαρώτερος καὶ μυῶν μυσαρώτερος. Καίτοι θαυμάσας ἔχω τὴν σὴν ἀτοπίαν ὡς ἀξίαν ἀληθῶς θαύματος. Εἰ μὲν γὰρ καλῶς πράττομεν, τί αἰτιᾷ τὸ πραττόμενον; Εἰ δ’ οὐ καλόν σοι νομίζεται, τί τῷ μὴ καλῷ ἐπευφραίνῃ; Δυοῖν γὰρ αἱρήσῃ πάντως τὸ ἕτερον, ἢ πονηρὸς εἶναι κριτὴς ἢ φθονερὸς ἐπιτηρητής· οἷς μὲν γὰρ καταμέμφῃ τὰ κάλλιστα, τούτοις οὐ δεξιὸς κριτὴς ἀποδέδειξαι· οἷς δέ σε τρέφει τὰ κάκιστα, τούτοις πονηρὸς ἀποπέφανσαι. Ἀλλὰ γὰρ αἰσχύνην περιβαλοῦ ὡς ἱμάτιον καὶ ὡς διπλοΐδα τὴν ἐντροπὴν ἔνδυσαι, ἵνα σε τοῖς ἀπὸ τῆς γραφῆς τοῖς ἄνωθεν ὑφαντοῖς στολίσωμεν, καὶ τὸν λίθον τοῦ μολίβδου ὡς ἡ παρὰ τῷ Ζαχαρίᾳ ἀνομία δέξαι τῷ στόματι· ἄλαλα γενηθήτω σοι τὰ χείλη τὰ δόλια.

Μικρὸν ἠσθενήσαμεν, ἀλλ’ ἐρρώσθημεν· ἐνυστάξαμεν, ἀλλ’ ὡς δυνατοὶ ἀνηγέρθημεν· ἐμαλακίσθη Ἐζεκίας, ἀλλὰ προσθήκην ἐτῶν προσείληφεν· ἐνόσησεν ὁ παῖς τῷ ἀρχισυναγώγῳ, ἀλλὰ λόγῳ μόνῳ καὶ πόρρωθεν τεθεράπευτο· ὁ τοῦ βασιλικοῦ, ἀλλ’ ἔσχε διὰ τῆς πάντων ζωῆς κομψότερον. Οὕτως ἐγὼ τῆς τοῦ Θεοῦ περὶ ἡμᾶς κηδεμονίας αἰσθάνομαι.

Οὔπω λέγω τεταρταίους ἐκ τάφων ἐγειρομένους καὶ ἄλλους ἐκφερομένους καὶ τῆς κλίνης ἀναπηδῶντας καὶ κοράσιον τεθνηκὸς ὡς καθεῦδον διυπνιζόμενον καὶ ἔτι πρὸς τούτων γυναῖκας λαμβανούσας ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν καὶ προφήτην ὀστέα γυμνὰ καὶ σάρκας ἀνατρεφομένας καὶ δέρμα τούτοις ἐπαναβαῖνον καὶ τρίχας ἐπιφυομένας θεώμενον.