Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Η αναγκαιότητα της ευταξίας και οι συνέπειες της αταξίας

Αναλύεται η σπουδαιότητα της τάξης και οι ολέθριες συνέπειες της αταξίας μέσα από παραδείγματα που αντλούνται από τη φύση, την ιατρική και την αρχαία ιστορία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 5

Ἐγὼ μέν, ὦ συνετόν μοι ἀκροατήριον, Ἑλλάδος ὢν ἐκείνης τῆς εὐδαίμονος βλάστημα, ἐνταῦθα μετεφυτεύθην κατὰ πρόφασιν τῆς παιδεύσεως, οὐκ οἶδα μὲν ὅ τι δεξιὸν ἐνορώντων μοι τῶν τεκόντων, πλὴν ἀλλὰ δεξιαῖς ἐπ’ ἐμὲ ταῖς ἐλπίσι βουκολουμένων. Τετυχηκὼς τῆς ἀναγωγῆς ἀξίας τῶν ἐλπίδων τῇ θείᾳ χάριτι, ἐμάνθανον τοῦτον δὴ τὸν μέγαν οἶκον καὶ παντὶ πληρούμενον συστήματι καὶ συγκρίματι, κόσμον καὶ νοούμενον καὶ λεγόμενον, καὶ μέχρι τότε τοῦ εἶναι οὐκ ἐξιστάμενον, ἄχρις ἂν μὴ καὶ τοῦ εἶναι κόσμος ἐξίστατο, εἰ δέ τις μελετήσειεν ἐπανάστασιν, λυομένην εὐθὺς τὴν σύστασιν.

Ἔπειθε δέ με ταῦτα ἔτι μὲν τῷ γάλακτι τοῦ μύθου τρεφόμενον· καὶ Φαέθων ἐκεῖνος ὁ πολυθρύλητος, οὗ μᾶλλον μὲν τὸ ἄτεχνον ἢ τὸ γένος ἐπίσημον, μᾶλλον δὲ τοῦ ἀτέχνου τὸ τῆς συμφορᾶς ὑπερμέγεθες, οὐχ ἧττον μὲν γὰρ μωρὸς ἢ ἡλίου παῖς, μᾶλλον δ’ ἀπὸ τοῦ ἅρματος δυστυχὴς ἢ ἐπὶ τῷ ἅρματι εὐμαθής· καὶ κατακλυσμός τις αὖ φθείρων τὴν γῆν τρόπον ἕτερον καὶ Δευκαλίωνα περισῴζων, λεῖμμα μὲν κόσμου προτέρου, σπέρμα δὲ κόσμου δευτέρου. Ἐπεὶ δὲ τὸν παῖδα παραμείψας εἰς ἄνδρας ἤδη παρῆλθον, οὐκέτι τὸν μῦθον εἶχον διδάσκαλον, ἀλλ’ αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν. Ἑώρων γὰρ τὰς ὥρας, εἰ μὲν εὖ κραθεῖεν, πάσας ἡμῖν χαριζομένας τὰς χάριτας καὶ τὸν ἐπὶ Κρόνου βίον φιλοτιμουμένας ἡμῖν, τὸν ἄλυπον ἐκεῖνον, τὸν χρυσοῦν, τὸν εὐδαίμονα. Εἰ δέ τι τοῦ τεταγμένου παρακινήσαιεν, βαβαὶ τῆς συμφορᾶς τῶν συμφορῶν.

Ὁ μέν τις ἄρουραν ἀποκλαίεται καὶ τοῖς πόνοις ἐπιστυγνάζει καὶ τοὺς ἱδρῶτας θρηνεῖ, καὶ τάχα μὲν αὐχμὸν καταρᾶται, τάχα δὲ καὶ ὑετὸν ἄγριον, καὶ νῦν μὲν καύσωνα, νῦν δὲ χάλαζαν. Ὁ δὲ ταῖς ἀμπέλοις ἐπιστενάζει, τοῦτό γε μόνον ἄφθονον ἐκκαρπούμενος· κἄν που καὶ βότρυν δρέψηται, τοῦτ’ ἐκεῖνο βότρυν πικρίας, τὸ τῆς γραφῆς, ἀποδρέπεται· κἂν ἐμβατεύσῃ τῇ ληνῷ, πολλὰ καταστάζει ταύτης τὰ δάκρυα, καὶ θλίβει μέν, ἀλλὰ τὴν ψυχήν, καὶ μεθύσκεται μέν, ἀλλ’ ἀπὸ χολῆς· οὐκ ἔχει δὲ παρηγόρημα, ὃ Σολομὼν τοῖς ἐν πένθει δίδωσιν. Εἶδον ἐγὼ καὶ δένδρον φυλλορροῆσαν καὶ τὸ πάθος ἠλέησα καὶ τὴν συμφορὰν ταῖς ὥραις ἀνέθηκα.

Τί δέ μοι τὸ σῶμα, ὁ σύνοικος νεκρός, ὁ ἑαυτὸν φέρων τάφος, ἵν’ εἴπω τι καὶ καινότερον; Οὐχ ἕως μὲν ἔχει τῆς τῶν στοιχείων εὐδιαθέσεώς τε καὶ κράσεως, σῶόν τε ἅμα καὶ αὐτὸ τοῦθ’ ὅπερ κέκληται; Ἐπειδὰν δέ τι τῶν στοιχείων τὴν τάξιν ἀμείψειε, καὶ τῆς ὑγείας μεταστοιχείωσις, νοῦσοι δ’ ἀνθρώποισιν ἐφ’ ἡμέρῃ, αἳ δ’ ἐπὶ νυκτὶ αὐτόματοι φοιτῶσι, καὶ ὁ ἰατρὸς ἐπὶ θύραις καὶ οὐδὲ ἰατρὸς τάχα, πλὴν ἀλλ’ αἱ βοτάναι δαψιλεῖς καὶ τὰ φάρμακα καὶ ὡς ἀσκὸς ἡ γαστὴρ μαλάσσεται καὶ ἐπὶ τῆς ἀρτηρίας οἱ δάκτυλοι καὶ ὁ Γαληνὸς ἐν τοῖς χείλεσιν. Εἶτα τί;

Ὁ ἐνταφιαστὴς τὸν ἰατρὸν διαδέχεται καὶ τὴν κλίνην ὁ τάφος καὶ τὰς ἱλαρωτέρας ὑποσχέσεις τὰ δάκρυα. Ὁρῶ δὲ καὶ τὰς οἰκίας τότε συνισταμένας, ὅταν δοῦλον τὸ δοῦλόν ἐστι καὶ τὸν αὐχένα κλίνῃ καὶ τὸν δεσπότην οὐκ ἀπαναίνεται, οἶδέ τε ὅποι ῥέπουσιν αὐτῷ τῆς τύχης αἱ πλάστιγγες· οὐδὲ ταῖς πόλεσιν ἑτέρως τὰ τῆς εὐνομίας φυλάττεται ἢ ὅτε τὸ μὲν ἄρχον νοῦ λόγον ἐπέχει καὶ πάντα κοσμεῖ, τὸ δ’ ἀρχόμενον ἰθύνεταί τε καὶ τάττεται, καὶ τὸ μὲν ἐπιτάττει, τὸ δὲ πράττει, καὶ τὸ μὲν κεντρίζει, τὸ δὲ κινεῖται.

Εἰ δὲ δεῖ καὶ τὰς παλαιὰς ἱστορίας σκοπεῖν, ἐννοῶ μὲν τὴν Ἀθηναίων πόλιν εὐτυχέστατα πράττουσαν, ὅτε διέκειτο κοσμιώτερον. Ἀφ’ οὗ δὲ Ἀλκιβιάδαι καὶ Καλλίαι καὶ τὰ τῆς ὕβρεως συμπόσια καὶ μυστηρίων ἐξορχήσεις καὶ Ἀριστοφάναι καὶ θέατρον, φιλοσοφίαν κωμῳδουμένην ὁ μὲν εἰσάγων, τὸ δὲ δεχόμενον, εὐτυχὴς κατ’ Ἀθηναίων ὁ Λύσανδρος καὶ ὁ τῆς Ἑλλάδος ἀπεκείρετο βόστρυχος καὶ τριάκοντα παλαμναῖοι τοῖς πεπτωκόσι πράγμασιν ἐπεμβαίνοντες. Ἐννοῶ δὲ καὶ Λακεδαιμονίους πρὶν μὲν ἢ Λυκοῦργον σφᾶς διατᾶξαι κάκιστα πράττοντας, ἐπεὶ δὲ διὰ τῶν τοῦ Λυκούργου νόμων καὶ λόγων κατέστησαν, ἄριστά τε ἀκούσαντας καὶ τοῖς πράγμασιν ἀναλάμψαντας. Ἀλλὰ καὶ πρὸς τὰς γεράνους ἀναβλέψας, ὁρῶ ταύτας καὶ Παλαμήδους διδασκάλους καὶ ἀρχέτυπον τάξεως, δι’ ἧς ἡμῖν καὶ τὰ στρατόπεδα περισῴζεται.