Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Εισαγωγή: Η προσπάθεια αναμόρφωσης της ρητορικής παιδείας

Ο διδάσκαλος δικαιολογεί το αυστηρό ύφος του λόγου του και περιγράφει τον ζήλο του για την επαναφορά της γνήσιας ρητορικής έναντι της κενής επιτήδευσης, σημειώνοντας τις αντιδράσεις των μαθητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 5

Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας Ἔδει μέν με λέγειν, ὦ παῖδες, ἱλαρότερά τε καὶ εὐφημότερα καὶ ἀεί τι χαρίεν ἐπιδείκνυσθαι λόγου πρόσωπον, ἵνα μὴ δυσξύμβολός τις εἴην καὶ δυσοιώνιστος καὶ Τίμωνος βλοσυρώτερος· ἀλλὰ γὰρ ἔοικεν ὁ λόγος εἶναι τῶν πραγμάτων σκιά, ὑπ’ ἐκείνων τὴν ποιὰν δεχόμενος σύστασιν, καὶ ὀρθουμένοις μὲν συνορθούμενος, συνεπινεύων δὲ κατανεύουσι καὶ κατακλινομένοις συγκαθιζάνων καὶ ἁπλῶς ἐκείνοις συμμορφαζόμενος.

Ἐμοὶ τοίνυν πικρῶν ἀεὶ προσπιπτόντων πραγμάτων, ἀνάγκη καὶ τὸν λόγον ἐπὶ τὸ πικρότερον ἐξαγγέλλεσθαι· οὐ γὰρ δήπου ἐπὶ τραγικῶν ὑποθέσεων κωμῳδήσομεν, οὐδ’ ἐπιτάφιον ὀρχησόμεθα· οὐδ’ ἐφ’ Ἕκτορι θανόντι Τρωϊάδες ᾖσαν ἐπιθαλάμιον. Δότε μοι ἔαρ, ὑμεῖς, ὑποθέσεων κἀγὼ τὰ ἄνθη τοῦ λόγου ἀντεπιδείξομαι· ἕως δ’ ἂν χειμῶνα πραγμάτων συνάγητε, μηδὲ τὴν τῶν ῥημάτων σκληρότητα δυσχεραίνετε, καὶ τὰ μὴ καλὰ πράσσειν τολμῶντες καὶ τὰ μὴ φίλα λοιπὸν καρτερήσατε.

Ἐμοὶ γάρ, ὦ παῖδες, εἴτε τις μανίαν τοῦτο καλέσειε, μανία γὰρ ἴσως ἐστὶ τοῖς ἀθεραπεύτοις ἐπιχειρεῖν, εἴτε ζῆλον τοῦ καλοῦ καὶ προμήθειαν, ἀφ’ οὗ τὸν θρόνον τοῦτον τὸν μυριοφθόνητον ἔλαχον, ὅν μοι πολλοὶ πόνοι συνετεκτήναντο ὑπὸ Θεῷ ἀρχιτέκτονι, δριμύς τις ἔρως ἐμπίπτει καὶ ἀκατάσβεστος καταγαγεῖν ῥητορικὴν εἰς τὰ πάτρια, ἧς ἡ μὲν ἀλήθεια πεφυγάδευτο, εἴδωλον δέ τι μόνον ἐπολιτεύετο, καθάπερ τὸ τοῦ Ἡρακλέος ἐν ᾍδου τοῖς ποιηταῖς παρεισάγεται, ὥστε νῦν γνωσθῆναι τὸν λόγον τοῦ Πλάτωνος, <ὃς> οἵαν ἰδέαν ῥητορικῆς πολιτικῆς μορίου εἴδωλον ἀπεκάλεσεν.

Ὅτε τὸ μὲν ἁπλοῦν καὶ γενναῖον τῶν λέξεων καὶ πρὸς τὰ πράγματα εὐσημότατον ἀγροικία τις ἐνομίζετο καὶ ἤθους ξηροῦ καὶ ἀποκρότου γέννημά τε καὶ γνώρισμα, ἡ δὲ κομψεία καὶ λαμυρία καὶ ἡ ὑδερικὴ τῶν ὀνομάτων στιλπνότης, καὶ ὅλως τὸ μηδὲν ὑγιὲς καὶ διάκενον ἀστειότης ἐδόκει καὶ παίδευσις, καὶ τὸ μὲν νοῆσαί τι ἀνδρικὸν καὶ ζήτημα πολιτικὸν διελεῖν ἢ βίβλους ἀρχαίων ἐξονυχίσαι καί τι δέον περιεργάσασθαι καὶ ἀπὸ τοῦ φαινομένου διακύψαι πρὸς τὸ κρυπτόμενον, καὶ τὰ μὲν προσλαβέσθαι, τοῖς δὲ προσεξευρέσθαι, ταῦτα δὲ πάντα ματαιοτεχνία τις ἐδόκει καὶ κενόσπουδος ὄντως ὁ περὶ ταῦτα στρεφόμενος, τὸ δὲ νοημάτιόν τι ἐπιπόλαιον κατακοσμῆσαι ποικίλοις τοῖς ἐπιβλήμασι καὶ ἀγοραίοις καὶ πεπατημένοις διανοήμασι χλιδήν τινα συνθεῖναι διαχέουσαν τὰ μειράκια καὶ γλωττηματικαῖς ἐγκαλλωπίσασθαι λέξεσι, τοῦτο τῆς τέχνης τέλος τὸ δοκιμώτατον, ταῦτα καὶ ἀκούων ἐταραττόμην καὶ ὁρῶν ἐκινούμην καί μοι νεμεσητὰ ἐδόκει καὶ λεγόμενα καὶ πραττόμενα καὶ ὑπὲρ τοῦ λόγου τῷ λόγῳ θαμινὸς ἐνετύγχανον, ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν, δὸς δ’ αἴθρην ἰδέσθαι, πολλάκις ἐπιφωνῶν. Ταύτην μὲν οὖν οὐκ οἶδα εἴ ποτε δώσει· τὸν δ’ οὖν καιρὸν τοῦτον δέδωκεν.

Εἰ δὲ μὴ καλῶς τοῖς δοθεῖσιν ἔνιοι ἀποχρώμεθα, ὁ τυφλὸς μὴ αἰτιάσθω τὸν ἥλιον, μηδ’ ὁ σπάδων ἐγκαλείτω τῇ γυναικὶ στείρωσιν, μηδὲ τῇ Πινδάρου λύρᾳ τὸ ἀπηχὲς ὁ ἐκμελής τε καὶ ἄρρυθμος. Πολλοὶ μὲν γὰρ πολλοὶ τῆς εὐεργεσίας καὶ ᾔσθοντο καὶ ἀπέλαυσαν, οἱ μὲν ἐκ τῆς ἀγριελαίου ἐγκεντρισθέντες εἰς καλλιέλαιον, οἱ δ’ εὐθὺς καλλιέλαιοι φυτευθέντες καὶ μηδὲ ῥίζαν ὅλως πικρίας ὑποδεξάμενοι, ὧν καὶ ὁ καρπὸς εὐγενὴς καὶ οἷος πληροῦν στόμα ἔσθοντος, οὐκ ἐκλελυμένος, οὐδὲ τὸ πᾶν γλυκάζων, οὒ μὰ τοὺς τῶν παλαιῶν λόγους καὶ τοὺς χαρακτῆρας οὕς μοι παρέδοσαν, ἀλλ’ εὖ κεκραμένος καὶ πολλὴν ἐπιδεικνύμενος τὴν ὑγίειαν· οἱ δὲ μένουσιν ὡς τὸ ἀπ’ ἀρχῆς, οὔτε τὸν λόγον οὔτε τὸ ἦθος ἐκποιησάμενοι, ἀλλὰ καταργοῦσι μὲν τὴν χώραν καὶ εἰσὶ γεωργούμενοι ἀγεώργητοι, πλὴν ἀλλὰ καὶ τῶν ἄλλων ὅσους ἂν δύνωνται φθείρουσι.