Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Θεολογικός στοχασμός περί της κακίας και προτροπή σε πνευματική ανάταση

Αναλύεται ο τρόπος με τον οποίο η κακία ριζώνει στη νεότητα και διατυπώνεται προτροπή για την πνευματική απομάκρυνση από την υλική φθορά προς τον ανώτερο βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 5

Δεινὸν γὰρ δεινὸν ἡ κακία καὶ μάλιστα παισὶν ἐνιδρυθεῖσα, ἁπαλῷ χρήματι, καὶ οὐ διάθεσις, ἀλλ’ ἕξις γεγονυῖα καὶ εἰς φύσιν μεταταγεῖσα, τὸ βιαιότερον· οὐκέτι γὰρ ὁ παῖς ἐξαναστῆναι τοῦ κακοῦ καὶ προελέσθαι τὸ βέλτιον δύναται, ἀλλ’ οἷς συνετράφη τούτοις ἐντέτηκε καὶ συνηθείας ἁλώσιμος γίνεται καὶ μένει δεδουλωμένος οἷς ἀρχῆθεν ὑπέζευκται καὶ ὥσπερ τινῶν πατρίων τῶν δογμάτων τούτων ἀντέχεται· γνησιώτερον δ’ εἰπεῖν, τῶν ἐκ νηπίου μαθημάτων ἐξέχεται ἢ τοῦ μαζοῦ τὰ βρεφύλλια, καὶ τοίνυν ἀεὶ τοῖς ἥλιξι συναναχρωννύμενος, ῥᾷον ἐκ τοῦ κακοῦ μεταδίδωσιν.

Ἐπεὶ καὶ φύσις ἐνταῦθα νικᾶν τὰ χερείονα—τὰ μὲν γὰρ ἄνω θεῖα καὶ ἀστασίαστα καὶ μακαριότης περὶ Θεὸν ὁμοῦ ξύμπασα· τὰ κάτω δὲ καὶ περὶ ἡμᾶς ὥσπερ τῷ ταραγμῷ καὶ τῷ κλόνῳ καὶ ταῖς καταιγίσιν ἀποκεκλήρωται, οὕτω καὶ τοῖς τῆς κακίας ἅπασιν εἴδεσιν, ὡς οὐ θεμιτὸν ὂν ἄλλοθι τὰ κακὰ πολιτεύεσθαι ἢ τῆς ὕλης τοῖς χωρίοις ἐντρέφεσθαι, ἐμοὶ δοκεῖν, ἵνα ταύτην ἐκθύμως μισήσωμεν, πάντοθεν ταύτῃ περικρουόμενοι καὶ θλιβόμενοι καὶ τῆς κακίας αὐτῆς ἀπολαύοντες, καὶ πρὸς τὴν ἄνω πατρίδα βλέψαντες σπουδάσωμεν ταύτην ἀναγαγεῖν ὅσον οἷόν τε —, μεταπλάσαντες τὸ τῆς ὕλης σῶμα καὶ μετατάξαντες ὡς οἱ τεχνῖται τὸ τέως ἀκαλλὲς καὶ ἀμόρφωτον καὶ θεοὶ γεγονότες ἐγκόσμιοι κτίσιν νέαν δημιουργοῦντες ἐν ἑαυτοῖς καὶ τὴν ἀόρατον γῆν καὶ ἀκατασκεύαστον εἰς εἶδος καὶ κόσμον κατακαλλύναντες, οὕτως ἤδη καὶ ὑπερκόσμιοι γενησόμεθα.