Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Η φθονερή αντίδραση κατά της παιδείας και η εγκαρτέρηση του διδασκάλου

Η πνευματική διαφθορά των νέων αποδίδεται σε δαιμονική επίδραση και φθόνο, ενώ ο συγγραφέας δηλώνει την ακλόνητη απόφασή του να συνεχίσει το έργο του στηρίζοντας τους συνετούς μαθητές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 5

Τοιούτους ἡμῖν ἀπολαμβάνει τροφίμους ἡ καλλίστῃ ῥητορική, εἰς τοὐναντίον περιεστηκότας τὴν ἐμὴν βουλὴν καὶ προαίρεσιν. Ἐγὼ μὲν γάρ, ὅπερ καὶ ἀρχόμενος εἴρηκα, τοῖς ἤθεσι βελτιῶσαι τοὺς νέους καὶ τοῖς διδάγμασιν ἔσπευδον, ἐξαλείψας μὲν εἴ τινα κακῆς καὶ χειρὸς καὶ γλώσσης εἶχον καὶ γράμματα καὶ ἀκούσματα, ἀντιγράψας δὲ ἅττα μοι βελτίω ἐδόκει καὶ τὴν εὐγένειαν ἀποσῴζοντα. Οἱ δὲ ἦσαν οἱ τύποι ἀνεξάλειπτοί τε καὶ ἀναπάλλακτοι ὥστε καὶ πολλοῖς τῶν ἄλλων εἶναι τῆς κακίας προγράμματα· ἐβάρυναν γὰρ τὰ ὦτα τοῦ μὴ ἀκούειν καὶ τὴν καρδίαν ἔταξαν ἀπειθῆ καὶ ὑπὲρ πέτραν τὰ πρόσωπα ἐστερέωσαν· ἐνδίκως γὰρ ὑμᾶς Ζαχαρίας καὶ Ἠσαΐας ἀμύνεται. Καί, ὡς ἔοικεν, ἔστι τις ἐν τῷ κόσμῳ μοῖρα βασκάνου δαίμονος, ὃς ἀεὶ τοῖς καλοῖς ἐπιφύεται καὶ ὑπεσθίει τὰς ῥίζας καὶ οὐκ ἐᾷ προκύψαι τὴν βλάστην ἢ καὶ προκύψασαν ἀπομαραίνειν ἐπείγεται· οὐ γὰρ θέμις ἐν τοῖς αὐτοῦ κήποις φυτὸν βλαστάνειν ἀλλότριον. Οὗτος καὶ τοὺς ἐμοὺς ἱδρῶτας ἀνηνύτους ποιεῖ. Κἀγὼ μὲν τὴν ῥητορικὴν κατάγειν ψηφίζομαι· ὁ δὲ ἀντιψηφίζεταί μοι τῷ ῥήτορι καὶ ἰσχύει παρὰ κριταῖς οὐκ ἔχουσι τὸ κριτήριον καὶ ὑπερφωνεῖ με μηδὲ φθεγγόμενος καὶ λάλος ἐστὶν ἐχέμυθος.

Τί οὖν ἡμεῖς; Ἆρα μαλακισόμεθα, τοιοῦτον ἔχοντες τὸν ἀντίτεχνον; Ἆρα τὰ ὅπλα καταβαλόντες δουλεύσομεν δουλείαν ἐλεεινὴν καὶ ἐπώδυνον; Ἀλλ’ οὕτως ἂν ἐκείνῳ τὰ μέγιστα χαρισαίμεθα. Ἐμμενοῦμεν οὖν τοῖς ἐξ ἀρχῆς δόγμασι καὶ ὡς τεθνηξόμενοι μαχεσόμεθα καὶ οὐ τεθνηξόμεθα.

Τί γὰρ ἂν μὴ τὸν δεῖνα συνέπεισα καθάπερ Λεωνίδης τὸν τρέσαντα; Ἀλλ’ ἆρον κύκλον τοὺς ὀφθαλμούς σου, ὅστις μὴ τῷ φθόνῳ τούτους ἠλλοίωσας, καὶ ἴδε τὰ τῶν ἐλαιῶν μοι νεόφυτα κύκλῳ τῆς τραπέζης πεφυτευμένα, παρὰ τὰς διεξόδους τῶν ὑδάτων ἐρριζωμένα, ἃ καὶ τὸν καρπὸν ἐν καιρῷ τούτων ἀποδώσουσιν. Οὐ γὰρ ἀνήσω περισκάπτων τε καὶ ἀρδεύων καὶ ἀποκαθαίρων, ὡς οἷόν τε, κἄν ποτε δεήσῃ, προσεπιβάλλων καὶ τὰ τῆς ἀτιμίας καὶ ἐπιτιμήσεως κόπρια καὶ ἐπὶ πᾶσι τὸν ἐμὸν τρόπον αὐτοῖς προτιθείς, πρᾶγμα πρὸς πειθὼ βιαιότερον. Εἰ μή με γάρ τις ὑπέρφρονά τινα γράφοιτο καὶ διὰ τοῦτο καὶ ἄφρονα, ὡς συνετὸν παρ’ ἑαυτῷ καὶ ἐμαυτοῦ ἐνώπιον ἐπιστήμονα καὶ πέρα τῶν ἀνθρωπίνων μέτρων τετυφωμένον, οὐκ ἐπαινῶ τὰς τῶν πολλῶν περιεργίας καὶ ἀκοσμίας, οὐδὲ τοῖς ὀθνείοις βίοις ἑαυτὸν ἑστιῶ, ἀλλὰ τὸ τῆς φύσεως ζητητικὸν καὶ πολύπραγμον ἐπὶ τοὺς ἀρχαίους σοφοὺς μετωχέτευσα, καὶ φορτικὸν μέν, ἐρῶ δ’ ὅμως ἀναγκαζόμενος, ὀλίγα με τῶν ἀρχαίων πονημάτων διέφυγε· κἂν τεχνικὸν εἴποις, κἂν ἐπιστημονικόν, κἂν ἱστορικόν, οἶδα τὴν ἑκάστου προαίρεσιν. Εἰ δὲ μὴ τούτοις ὁμοῦ προστέτηκα ξύμπασιν, ἀλλ’ ἑνὸς ἔργου προΐσταμαι. Τί τοῦτο; φατέ, οἱ βασκαίνοντες.