Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Απολογία του συγγραφέα και τελική αποδοκιμασία των στασιαζόντων

Υπεράσπιση της προσήλωσης του διδασκάλου στο φιλολογικό του έργο, παραινέσεις προς τους μαθητές και αυστηρή καταδίκη των ταραχοποιών μέσω παραδειγμάτων από την αρχαιότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 5

Σπάρταν ἔλαχον· ταύτην καὶ κοσμῶ σὺν Θεῷ καὶ κοσμήσω τῇ δόξῃ μετέπειτα· εἴ τι στοχαστικὸς καὶ ὀξὺς ἐγὼ καὶ φθάνων τὰ ἔμπροσθεν, καί με ὁ μέλλων χρόνος, σαφῶς οἶδα, μακάριον ποιήσει καὶ ἐπιπόθητον. Ἁπλῶς τε τὴν τοῦ Πλάτωνος δικαιοσύνην ἀσκῶ αὐτοπραγῶν καὶ κατὰ τὴν Ἡροδότου μοῦσαν σκοπέων τὰ ἑαυτοῦ, εἰ βούλει δέ μοι, κατὰ τὴν Σωκράτους γνώμην, ἀναζητῶν ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται καὶ τὴν Κλεάνθους δειλίαν ὡς τοῦ ἧττον ἐξαμαρτάνειν μητέρα περιποιούμενος. Πόθεν δὲ οὕτως ἔχω τῆς γνώμης; Οὐκ οἶδα εἴτε ἐκ προμηθείας εἴτε ἐξ εὐηθείας. Ἀκούσατε, ἐγὼ νομίζω τοὺς τῶν ὀθνείων ἐταστάς τε καὶ πολυπράγμονας μηδὲν ἔχειν οἰκεῖον ᾧ ἐντρυφήσαιεν, οὐκ ἂν γὰρ τοῖς ἑτέρων κακοῖς ἀπεστράφησαν, καὶ τοὺς ζητοῦντας τί περὶ τοῦ δεῖνος δύσφημον λέγεται μηδὲν ἕξειν εὔφημον περὶ αὐτῶν λεχθησόμενον· ἀνάγκη γὰρ ἀμελεῖν τῶν οἰκείων τὸν τῶν ὀθνείων ἐπιμελόμενον, ὅτι μηδ’ ὀφθαλμὸς ἐν ταὐτῷ τοῖς οἰκείοις καὶ τοῖς ὀθνείοις ἐφίσταται.

Οὕτω μοι καὶ ὑμεῖς διατίθεσθε καὶ τάχ’ ἂν οὐ μέμψησθέ μου τῆς διδασκαλίας τοὺς τρόπους, ἀλλ’ ὡς εὐεργέτην ἀναστηλώσετε ἕκαστος στήλαις οὐχ ἱσταμέναις, στήλαις οὐ φθειρομέναις, ἀλλὰ πανταχοῦ φοιτώσαις καὶ συναπαθανατιζομέναις τῷ τῶν ψυχῶν ἀθανάτῳ χρήματι.

Τούσδε δ’ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν νόσφι βουλεύουσιν· ἄνυσις δ’ οὐκ ἔσεται αὐτῶν. Εἰ δὲ καί τις νεωτερίζοι Θερσίτης, τοῖς βασιλεῦσιν ἀπεχθανόμενος, τῷ σκήπτρῳ τοῦ Ὀδυσσέως κοπτήσεται τὸ μετάφρενον, ἀχρεῖος οὑτωσὶ τῆς σωφρονούσης ἐκκλησίας ἀπελαυνόμενος.