Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Προσλαλιά τινι τῶν αὐτοῦ ὁμιλητῶν περὶ ὧν ἐγκαλοῦνται Λατῖνοι

Θεοφύλακτος Βουλγαρίας

Εκκλησιαστική οικονομία και ποιμαντική διάκριση

Παραινέσεις για αποφυγή φαρισαϊκών ακροτήτων και άδικων κατηγοριών. Προβάλλεται η ανάγκη συγκατάβασης στα επουσιώδη έθιμα για τη διατήρηση της ενότητας του εκκλησιαστικού σώματος, με αυστηρότητα μόνο στα δογματικά σφάλματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 6

Λοιπὸν δὲ νουθετῆσαι καὶ τοὺς πολλοὺς τῶν ἡμετέρων, ὅσοι τε ζηλοῦσι μέν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν, καὶ ὅσοι, τὸ δεινότερον, ὑπὸ φιλαυτίας τὸ Χριστοῦ σῶμα σπαράττουσι, καὶ πρότερόν γε πρὸς τοὺς ἁπλουστέρους τὸν λόγον ποιήσομαι.

Οὐ πάντα πάντας ἀπαιτητέον, ἀδελφοί, ὥσπερ οὐδὲ πᾶσι πάντα συγχωρητέον, ἀλλ’ ὅσα μὲν μὴ καταβαλλόμενα φέρει τὴν ζημίαν ἐπὶ τὰ καίρια, τούτων ἀνθεκτέον καὶ χερσὶ καὶ ποσίν, ὃ λέγεται, καὶ ὥς τινα φόρον εἰσπρακτέον ἀπαραιτήτως εἰδότας τὴν τούτου συντέλειαν οὐ μικρὰν εἰσφέρουσαν τοῖς πράγμασιν λυσιτέλειαν· ὅσα δὲ μήτε τῇ ἀποστερήσει ζημιοῖ μεγάλα κἂν προσβιασθεῖεν ὥστε κερδανθῆναι ζημιώσει τὰ μέγιστα, ταῦτα καταλιπεῖν ἔχειν ὡς ἔχει ἀνδρὸς κριτικοῦ καὶ τοὺς τῆς πραγματείας εἰδότος νόμους μεγάλων ἀλλαττομένους μικρά, ἀλλὰ μὴ τῶν ἐλαχίστων τὰ μέγιστα.

Οὕτως κἀν ταῖς τῶν σωμάτων θεραπείαις ὁρῶ τοὺς ἰατροὺς κρίνοντας· ἐγκεφάλου μὲν ἢ καρδίας ἢ ἥπατος πασχόντων, πᾶσαν εἰσφέροντας ἐπιμέλειαν ἔν τε διαίτης τρόποις καὶ φαρμακείαις· ἔστι δ’ ὅτε τοῦ τῆς τέχνης λόγου μηδὲν ἀνύοντος, ἐπὶ ἀντιπαθείας φυσικὰς μεταβαίνοντας καὶ ἐπῳδὰς ὑποβαρβαρίζοντας καί τινα συρφετὸν πολυειδῶν ὑλῶν τῷ κακῶς ἔχοντι περιάπτοντας καὶ οὐ μᾶλλον ἐκείνου ταῦτ’ ἐξαρτῶντας ἢ αὐτοὺς τῆς τούτων βοηθείας ἐξαρτωμένους· κἄν τι τῶν ἀκυρωτέρων ὁρῶσιν ἐκ τῆς τοιαύτης ἐπιμελείας βλαπτόμενον, σμικρὰ τούτου ἢ οὐδ’ ὅλως φροντίζοντας, καὶ μάλιστα μὲν εὐχομένους κἀκεῖνο τὸ μέρος τοῦ σώματος ἀμέμπτως ἔχειν καὶ ὑγιῶς, εἰ δ’ ἀμφότερα μὴ ἐνδέχεται, τὸ μεῖον κακὸν προαιρουμένους τοῦ μείζονος· κἀν ταῖς πρωτοπαθείαις δὲ τῶν ἀκυρωτέρων τὴν αὐτὴν κρίσιν φυλάττοντας, καὶ γάρ τινος τούτων νενοσηκότος, ἐπειδὰν τὴν θεραπείαν ποιούμενοι κατασκέψωνταί τι τῶν κυριωτέρων ἐντεῦθεν κακοπραγοῦν, τοῦ θεραπεύειν ἀφίστανται.

Ταὐτὸ τοῦτο καὶ ἐπὶ τοῦ καλοῦ τῆς ἐκκλησίας σώματος τηρητέον τοῖς τούτου θεραπευταῖς, οὕς, τῆς πίστεως μὲν κακῶς πασχούσης καὶ τῶν δογμάτων, ἀξιῶ πᾶσαν εἰσφέρειν πρὸς τὴν θεραπείαν σπουδὴν καὶ λόγοις καὶ ἔργοις πρὸς τὰς νοσοποιοὺς αἰτίας ἐνισταμένους καὶ μετὰ τοῦ τὰ οἰκεῖα εἰσφέρειν, μᾶλλον δὲ καὶ πρὸ τούτου τὴν ἄνωθεν ἐξαιτεῖσθαι ἀληθινὴν ἀντιπάθειαν καὶ τὴν πάντα ἰσχύουσαν ἐπῳδήν, ἐπιλέγειν τὸ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ὄνομα, ὃς τὰς ἀσθενείας ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε καὶ πᾶσαν μαλακίαν ἰάσατο, ὅς ἐστι Λόγος τοῦ Θεοῦ καὶ σοφία καὶ δύναμις καὶ χεὶρ δεξιὰ καὶ βραχίων καὶ ὅσα ἄλλα τῆς θείας ἐπιστήμης καὶ ἰσχύος ὀνόματα. Τῆς δὲ τοιαύτης θεραπείας μὴ εὐοδουμένης διὰ τὸ τῆς νόσου δυστράπελον καὶ κακόηθες, ἃς ὁ Παῦλος γαγγραίνας καλεῖ, ἐνταῦθα παραληπτέον τὸν τῆς ἀκοινωνησίας ἢ τοῦ ἀναθέματος σίδηρον ἢ τὴν καῦσιν ἢ τὴν τομὴν ἐνεργήσοντα, ἵνα μὴ νομὴν ὁ πονηρὸς λόγος ἕξει καὶ τῶν τέως ὑγιῶν ἐπιλάβηται. Οὕτως ὁ τεχνίτης ἐκεῖνος ἰατρὸς τὰς κατ’ αὐτὸν γαγγραίνας μετεχειρίσατο, τοὺς μὲν τῷ Σατανᾷ παραδοὺς ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, τοὺς δὲ παρὰ τὴν αὐτοῦ διδασκαλίαν εὐαγγελισομένους ὑποβαλὼν ἀναθέματι, κἂν τῶν δοκούντων ὦσι, κἂν ἀξιωματικώτερον ἔχωσι· τοῦτο γὰρ αὐτῷ βούλεται ὁ ἄγγελος τῷ λόγῳ ἐπεισαγόμενος.

Καὶ τοῖς δυτικοῖς τοίνυν εἴ τι μὲν περὶ τὸ δόγμα διαμαρτάνεται τὴν πατρικὴν πίστιν σαλεῦον, οἷον δὴ τὸ ἐν τῷ συμβόλῳ περὶ τοῦ ἁγίου Πνεύματος προστιθέμενον, ἔνθα καὶ ὁ κίνδυνος μέγιστος, τοῦτο μὴ διορθώσεως ἀξιούμενον ὁ συγχωρῶν ἀσυγχώρητος, κἂν ἀπὸ τοῦ θρόνου τοὺς λόγους ποιῶνται ὃν ὑψηλὸν ὑψηλοὶ προτιθέασι, κἂν τὴν τοῦ Πέτρου ὁμολογίαν προβάλλωνται, κἂν τὸν ἐπ’ ἐκείνῃ μακαρισμὸν περιφέρωσι, κἂν τὰς κλεῖς τῆς βασιλείας ἡμῖν ἐπισείωσιν, οἷς ὅσῳ τιμᾶν ἐκεῖνον δοκοῦσι, τοσοῦτον ἑαυτοὺς ἀτιμάζουσιν, ἃ ἐκεῖνος ἥδρασεν αὐτοὶ καταλύοντες καὶ τοὺς θεμελίους ὑποσπῶντες τῆς ἐκκλησίας ἣν ἐκεῖνος ἀνέχειν πιστεύεται, ἐνταῦθά μοι γενοῦ μαχητὴς ὁ τἆλλα πραΰς, περίζωσαι τὴν τοῦ πνεύματος μάχαιραν, χρῆσαι τῷ ῥήματι τοῦ Θεοῦ τῷ μερίζοντι σάρκα καὶ πνεῦμα, τῦφον κοσμικὸν καὶ θεῖα μυστήρια, καὶ κριτικῷ τῶν ἀνθρωπίνων καὶ σφαλερῶν ἐνθυμήσεων· ἀποκέντησον ὡς λευΐτης καὶ Θεοῦ λειτουργὸς τοὺς μοσχοποιοῦντας τὰ τῶν οἰκείων λογισμῶν ἀναπλάσματα καὶ προτιθέντας τὴν κεφαλὴν εἰς προσκύνησιν καὶ πάντας ὑποπίπτειν ἀξιοῦντας τῷ τῆς ἀρχῆς ἀξιώματι.

Ἂν δέ, τοῦ δόγματος αὐτοῖς εὐθετηθέντος καὶ τῆς καινοτομίας ὑπεκστάσης τοῖς πρεσβυτέροις, τὰ περὶ τῶν ἀζύμων καὶ τῶν νηστειῶν ἐγκόλπια στέργηται καὶ ἀποπηδῶσιν ἡμῶν αἰτούντων ἐν τῷ τῆς πραότητος πνεύματι τὸ καὶ ἐν τούτοις ὁμόγνωμον, γενοῦ Παῦλος ἐν τούτῳ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον φαινόμενος καὶ τοῖς εὐχὴν ἔχουσι συναγνιζόμενος καὶ ξυρόμενος καὶ πρὸς τὰς θυσίας τοῦ ἁγνισμοῦ δαπανώμενος καὶ περιτέμνων Τιμόθεον, ὁ τὴν ἐν νόμῳ δικαιοσύνην ἡγησάμενος σκύβαλα, ὁ Γαλάταις περιτεμνομένοις ἄχρηστον ὑποδεικνὺς τὸν Χριστὸν καὶ τὸ τῆς εἰς τοῦτον πίστεως ὄνομα, ἵνα τι κερδάνῃ τεχνώμενος ἐκεῖνα τὰς μυριάδας τῆς ἐν Ἱερουσαλὴμ ἐκκλησίας καὶ στήσῃ τὸν τοῦ κηρύγματος σάλον διὰ τῆς δοκούσης διαφωνίας ἐπεγειρόμενον. Οὕτω καὶ κυβερνῆται ποιοῦσιν, ἐνδιδόντες τὸν πόδα, ἵνα τὸ ἱστίον βάπτον ἀποκενώσωσι καὶ συνδιασωθῇ τῇ νηῒ τὸ πλήρωμα.

Τοῦτο καὶ αὐτὸς ἀπαιτῇ παρὰ τῆς σῆς κυβερνητικῆς· μὴ πάντα ἐντείνειν καὶ μάλιστα ὅπου περιττὸν τὸ πνεῦμα τοῦ τύφου καὶ τῆς ἐθνικῆς οἰήσεως, ἀλλὰ χαλᾶν ἐπιστημόνως καὶ ποιεῖσθαι τὸν πλοῦν μετὰ τῆς βραδυτῆτος βιώσιμον ἢ μετὰ τῆς ταχυτῆτος θανάσιμον καὶ πλοῦν φυλάττειν διὰ τῆς ὑφέσεως ἢ διὰ τοῦ ἀπαραχωρήτου τιθέναι ναυάγιον.

Κάλλιστον μὲν γὰρ εἰ τὸ σῶμα τῶν πιστῶν μετὰ τοῦ ἀρτιμελὲς εἶναι καὶ τῶν τριχῶν εὖ ἔχοι καὶ τῶν ὀνύχων, ὡς σῶμα θυγατρὸς βασιλέως, νύμφης Χριστοῦ τοῦ ὡραίου κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ πλήρους καὶ ἐντελοῦς καὶ ἡδέως ἁρμοζομένου τὸ ὅμοιον. Καλὸν δὲ καὶ εἰ μηδενὸς μὲν λείποιτο μέλους καὶ μάλιστα ὀφθαλμῶν, οἷς ὁρῶμεν τῆς Τριάδος τὸν ἥλιον καὶ διὰ τοῦτον καὶ τἆλλα ὧν πρὸς σύστασιν τοῦ πνεύματος χρῄζομεν, αἱ τρίχες δὲ αὐτῷ καὶ οἱ ὄνυχες οὐ κατὰ τὸ λοιπὸν κάλλος, ἀλλ’ αἱ μὲν βραχύ τι μελάντεραι καὶ οὐ κατὰ τὰς τοῦ βασιλέως Δαυίδ, ὃς ἦν πυρράκης μετὰ κάλλους ὀφθαλμῶν, εἴτουν τὰς τοῦ ἀδελφοῦ τῆς νύμφης τοῦ λευκοῦ καὶ πυρροῦ, οἱ ὄνυχες δὲ ἢ ὑπερέχοντες ἢ ἐλλείποντες ὡς ἐντεῦθεν αὐτοῖς τὰ σμικρὰ κάρφη ἢ μηδόλως ἢ ἀδεξίως περιλαμβάνεσθαι.

Οὔκουν διὰ ταῦτα καταφρονήσεις τοῦ λοιποῦ σώματος, ἀλλὰ τοὐναντίον οὐδὲ ὄψει ταῦτα, τοῖς ἄλλοις ἐντρυφῶν καὶ πρὸς τὸ ἐκείνων κάλλος πεπατταλευμένος τοὺς ὀφθαλμοὺς ὡς μηδὲ νεύειν ἑτέρωσε. Οὕτως ἂν μᾶλλον καὶ ζέοις τῷ πνεύματι καὶ τῷ Κυρίῳ δουλεύοις δουλείαν ἀγαθοῦ καὶ πιστοῦ, εἰ τοῦ δεσποτικοῦ οἴκου φαίνῃ κηδόμενος· κήδοιο δ’ ἄν, εἰ μὴ ἀνέχῃ ζημιουμένου· ζημιοῦται δέ, ὅταν ὀλίγον ἔχῃ τὸ πλήρωμα· ἔχει δ’ ὀλίγον, ὅτε τοὺς συνδούλους διώκομεν· διώκομεν δέ, ὅτε πρὸς αὐτοὺς σκληρυνόμεθα· σκληρυνόμεθα δέ, ὅτε μὴ συγκαταβαίνομεν.

Συγκαταβῶμεν οὖν, ἵνα μὴ φανῶμεν σκληροί· μὴ σκληρυνόμενοι γάρ, προσληψόμεθα· προσλαμβάνοντες δέ, τὸν τοῦ Κυρίου οἶκον πληρώσομεν· πληροῦντες δέ, πλουσιώτερον ἐργασόμεθα· πλουτίζοντες δέ, τὴν εὔνοιαν δείξομεν· ἐκ δὲ τῆς ἀγαθοὶ δοῦλοι μαρτυρηθησόμεθα καὶ πιστοί, ἐκ δὲ τούτου εἰς τὴν χαρὰν τοῦ Κυρίου εἰσαχθησόμεθα. Ὁρᾷς ποῖ φέρουσα ἡμᾶς ἡ συγκατάβασις ὕψωσεν; Οὐ τοίνυν οὔτε περὶ τῶν ἀζύμων οὔτε περὶ τῶν νηστειῶν ἀντισκληρυνθησόμεθα τῷ ἀκαμπεῖ τοῦ ἔθνους φρονήματι· τοῦτο γάρ ἐστιν ὀστράκῳ συγκολλᾶν ὄστρακον μηδὲν ἤθους ὑγροτέρου παρεντιθέντας, ὅπερ ἐγένετ’ ἂν ἴσως ἐχέκολλον.

Οὐδὲ πολλοῦ δεῖ περὶ τῶν ἀπηριθμημένων λοιπῶν, ἅπερ ὁμολογοῦντες καὶ αὐτοὶ τηρεῖν, ἐκτὸς τῆς πνικτοφαγίας—ταύτης γὰρ οὐδὲ τοὔνομα Λατίνοις σώφροσιν ἀνεκτόν, ὥσπερ οὐδὲ παρ’ ἡμῖν τὸ τῆς λῃστείας ἢ πορνείας, κἂν οἱ θηριώδεις καὶ κτηνώδεις ταῦτα ἐπιτηδεύωσι—, δοκοῦσι πολλοῖς ἀσύγγνωστα σφάλλεσθαι, ὧν μὴ συντίθεσθαι τοῖς λόγοις ἀνδρός ἐστιν, ὡς οἶμαι, ταῖς ἐκκλησιαστικαῖς ἱστορίαις ἐγγυμνασθέντος καὶ μαθόντος ὡς οὐ πᾶν ἔθος ἀποσχίζειν ἐκκλησίας ἰσχύει, ἀλλὰ τὸ πρὸς διαφθορὰν ἄγον δόγματος. Ἔθη δὲ πάντως καὶ ταῦτα τὰ παρὰ τοῖς θαυμαστοῖς κριταῖς σφάλματα· τὰ μὲν ἐξ εὐλαβείας ὡς τὸ προσάγειν τοὺς ἀσπασμοὺς τοῖς θείοις ἐδάφεσι—μὴ γὰρ δὴ παραδεξαίμεθα τὴν σατανικὴν ἐκείνην συκοφαντίαν ὡς ἄρα Λατίνοις οὐ παραδεκτέα ἡ τῶν εἰκόνων προσκύνησις—, τὰ δὲ ἐξ οἰκονομίας οἰκονομούσης ἀσθένειαν, τάχα μὲν καὶ ψυχῆς, πάντως δὲ τὴν σωματικήν, ὡς τὸ τοὺς μοναχοὺς ἐν ταῖς νόσοις μεταλαμβάνειν κρεῶν καὶ τοῦτο κεκολασμένῳ καὶ τῷ ὄντι πνευματικῶς. Εἰ δέ τινες αὐτὸ χυδαιοῦσι ταῖς ἀδιαφορίαις, ἕτερος οὗτος λόγος πρὸς τούτους, οὐ πρὸς τοὺς πρώτως τοῦτο κατὰ λόγον οἰκονομήσαντας καὶ ἄλλα κατ’ ἄλλους τινὰς λόγους ἐμπαγέντα ταῖς δυτικαῖς ἐκκλησίαις, ὧν οὐδὲν διασπᾶν ἡμᾶς δύναται, οὐκ ἄν γε τοὺς κρίνοντας ἔχῃ τὴν ψῆφον φέροντας πατρικοῖς νόμοις ἀκόλουθον.

Καὶ εἴ γε μὴ μακρός μοι ὁ λόγος ἔμελλεν ἔσεσθαι καὶ ἱστορίας ἐγγύς, ἔδειξα ἄν σοι μυρία ἐπὶ μυρίοις ἔθη τοῖς παλαιοῖς πατράσι παραχωρηθέντα πρὸς τὴν τῶν ἀδελφικῶν ψυχῶν περιποίησιν· ᾔδεσαν γὰρ ἐκεῖνοι μὴ ἑαυτοῖς ἀρέσκειν, ἀλλ’ ἕκαστος τῷ πλησίον εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.

Ἀλλὰ νῦν, φεῦ τοῦ ὑδερικοῦ ἡμῶν ὄγκου, καὶ τίς ἐστί μου πλησίον λέγομεν καὶ μυρίους καταβάλλομεν ἱσταμένους, ἵνα τὸ οἰκεῖον στήσωμεν θέλημα, ὃ οὐχ ὅπως ἵστασθαι, ἀλλὰ καὶ καταχωννύεσθαι ἄξιον, καὶ πάντα μεταστοιχειοῦμεν καὶ μεταττάτομεν ἵνα τὸ ἀνούσιον οὐσιώσωμεν καὶ μορφώσωμεν τὸ ἀμόρφωτον· κἄν τι ῥῆμα προέσθαι φθάσωμεν, καὶ εἰ τῶν γελοίων φαίνοιτο γελοιότερον, Θεοῦ φωνὴν ἀποδεῖξαι τοῦτο σπουδάζομεν ἀξίαν ἀκοῆς Μωσέως τυχὸν καὶ Ἀαρών, ταπεινὸν γὰρ εἰπεῖν Ἰθαμὰρ καὶ Ἐλεαζὰρ καὶ ἔτι ταπεινότερον τῶν πολλῶν τοῦ Ἰσραὴλ καὶ ταῦτα καθηραμένων πρότριτα, καὶ οὐ συνίεμεν ἀσχημονοῦντες διπλῇ, οἷς τε τὴν ἀρχὴν κακῶς λέγομεν καὶ οἷς ἐπαγωνιζόμεθα.

Μακάριος μὲν γὰρ ὁ μὴ ἁμαρτάνων ἐν λόγῳ, καθά τις ἔφησεν· ἐπαινετὸς δὲ καὶ ὁ μετὰ τὸ ἡμαρτηκέναι τὴν ἁμαρτίαν εὑρὼν καὶ γνοὺς καὶ ὡς εἰδεχθῆ βδελυξάμενος, οἷόν τι τέρας ἐν νυκτὶ τεχθέν, εἶτα ἐν ἡμέρᾳ ὀφθέν τε καὶ βδελυχθὲν καὶ διὰ τοῦτο ἀπορριφέν.

Οὐ μιμησόμεθα τὴν τοῦ Κυρίου ταπείνωσιν οὐχ ἑαυτῷ ἀρέσαντος, ἀλλ’ ἡμῖν τοῖς πολλοῖς καὶ ὡς δυσχρήστου δεθέντος, ἵνα ἡμᾶς ἑαυτῷ καὶ ἀλλήλοις συνδήσῃ ἐν τῷ τῆς εἰρήνης συνδέσμῳ, καὶ τὸ αἷμα κενώσαντος, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν, καὶ ποίμνη μία τῶν προβάτων ἁπάντων γένηται ὑφ’ ἑνὶ ταττομένων ποιμένι καὶ διαφευγόντων πρὸ τῶν λύκων τὴν ἀνεπιστασίαν, οὐδὲν ἧττον ἐκείνων σπαράττουσαν, μᾶλλον δὲ κἀκείνους αὐτὴν πρὸς τὸν τῆς ποίμνης σπαραγμὸν ἐνισχύουσαν; Τί τοὺς Φαρισαίους ἐποίησε ταλανίζεσθαι;

Οὐ τὸ φιλότιμον καὶ φιλόπρωτον καὶ τὸ θέλειν καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί; Οὐ τὸ αὐτὸ τοῦτο θεοκτόνους τοὺς ἀθλίους εἰργάσατο; Τίς ὁ καπνὸς τοῦ θυμοῦ τοῦ Κυρίου ζητῶ μαθεῖν, καὶ Ἠσαΐας μοι ἀποκρίνεται ὅτι τὸ μή μου ἅπτου παρὰ τῶν ὑπερηφάνων λεγόμενον, οἷς ὁ Κύριος ἀντιτάσσεται. Δείξω σοι καὶ Φαρισαῖον ἀξιοζήλωτον, τὸν Γαμαλιήλ, οὐδὲν φαρισαϊκὸν κατὰ τῶν ἀποστόλων εἰσηγησάμενον, πᾶν μὲν οὖν τοὐναντίον θεοσεβῶς καὶ ὑπὲρ ἐκείνων εὐλαβῶς συμβουλεύσαντα.

Ἡμεῖς δὲ οἱ τῇ δικαιοσύνῃ περισσεύειν ὑπὲρ τοὺς Φαρισαίους ἀναγκαίους ὀφείλοντες, ὡς οὐκ ἄλως ἐνὸν τῆς βασιλείας τυχεῖν εἰς ἣν ὑπὸ τοῦ δικαιώσαντος ἐκλήθημεν καὶ ἐτέθημεν, ὑπὲρ τοὺς Φαρισαίους φρονοῦμεν, οὐκ οἶδα πότερον ἵνα τῆς ἐκκλησίας τοὺς ἀδελφοὺς ἢ ἑαυτοὺς τῆς βασιλείας ἐκκλείσωμεν.

Οὐχ ὁρᾷς Παῦλον τοῦ κατ’ αὐτὸν εὐαγγελίου κριτὰς τοὺς περὶ Πέτρον αἱρούμενον; Οὐχ ὁρᾷς Πέτρον ὑπ’ αὐτοῦ ἐλεγχόμενον καὶ τοὺς ἐλέγχους ἐν πραΰτητι φέροντα; Αὐτὸς δὲ εἰ μὴ πρὸς τὴν βροντὴν τοῦ σοῦ λόγου πάντας ὁρᾷς ὑποπτήσσοντας καὶ πρὸς τὴν ἀστραπὴν πρηνεῖς πίπτοντας, ὅπερ ὁ λόγος ἐν Θαβὼρ εἰσάγει παθόντας τοὺς μαθητὰς πρὸς τὴν λάμψιν τῆς παραδειχθείσης θεότητος, τότε δὴ τότε Σίμωνες καὶ Μαρκίωνες ἀνορύττονταί σοι καὶ ἀναδείκνυνται, οὓς καλῶς ποιῶν ὁ χρόνος κατώρυξε καὶ κατέκρυψε, καὶ ὁ βόρβορος ἀνακινεῖται τῶν Γνωστικῶν καὶ ἡ τοῦ Σαβελλίου ἀναπλάττεται τερατεία καὶ ἡ τοῦ Ἀρείου λύσσα καὶ ὁ σκοτεινὸς Φωτινὸς καὶ ὁ ἄλλος ὁρμαθὸς τῶν τῆς ἀπωλείας υἱῶν, ἵνα μὴ πάντας ἀπαριθμούμενος μολύνω τὸν λόγον καὶ τοῖς ὀνόμασι, καὶ περιάπτεις τούτους τῷ ἀδελφῷ, ὢ τῆς τυφλότητος, τῷ αὐτῷ τοὺς πρὸς ἀλλήλους διαφωνοῦντας ὥσπερ τινὰ σχοινία μακρά, ἵν’ ἐπιλαμβάνῃ ἀποδιδράσκοντος καὶ μὴ μόνος αὐτός, ἀλλὰ καὶ ἄλλους ἔχῃς συνεπιλαμβανομένους, οὓς προσκαλῇ τῷ τῆς φιλευσεβείας προσχήματι, πολλάκις οὐδὲ εἰδότας τίς ἡ εὐσέβεια, πλὴν ἀλλ’ ὄνομα λαβεῖν ἐρῶντας ἐκ τῆς τοῦ ἀδελφοῦ κατακρίσεως. Βαβαὶ τῶν τοῦ Πονηροῦ τεχνασμάτων, θεοποιοῦντος καὶ νῦν τὰ εἴδωλα καὶ τὴν κακίαν ἀρετὴν ἐπιγράφοντος καὶ ποιοῦντος προσκυνεῖσθαι καὶ σέβεσθαι.