Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Προσλαλιά τινι τῶν αὐτοῦ ὁμιλητῶν περὶ ὧν ἐγκαλοῦνται Λατῖνοι

Θεοφύλακτος Βουλγαρίας

Το δογματικό ζήτημα της εκπορεύσεως του Αγίου Πνεύματος

Εκτενής έλεγχος της προσθήκης της διπλής εκπορεύσεως στο Σύμβολο της Πίστεως. Αναλύεται η πατερική παράδοση και η θεολογική διάκριση μεταξύ της εκπορεύσεως εκ του Πατρός και της πέμψεως διά του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 6

Ἔστιν οὖν τὸ μέγιστον ἐκείνων σφάλμα, καὶ τοῦτο δὴ τὸ τοῦ Σολομῶντος, ᾅδου πεταύρῳ ποιοῦν συναντᾶν, ἡ ἐν τῷ τῆς πίστεως συμβόλῳ καινοτομία, ἣν ἐποιήσαντο ἀνακηρύττοντες τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορευόμενον. Δεῖ δὲ σύμβολον εἶναι τοῦ πιστοῦ τὸ σύμβολον πάσης ἀπηλλαγμένον παραποιήσεως· οὐδὲ γὰρ ἂν οὐδ’ οἱ παρὰ τῷ Ἰεζεκιὴλ πελεκηφόροι τῶν σεσημειωμένων ἐφείδοντο, εἰ μὴ ἐνεώρων αὐτοῖς τὸ σημεῖον ἀπαραποίητον. Πῶς οὖν πρὸς τὴν καινοτομίαν ἀπαντησόμεθα; Ἁπλῶς τε καὶ ἀφελῶς καὶ τὸ ὅλον ὡς τοὺς ἁλιέων προσῆκε μαθητάς. Εἰ μὲν γὰρ ἄλλον διδάσκαλον προὐστησάμεθα, εἴχομεν ἂν ἐκ τῶν ἐκείνου συμπείθειν τοὺς τοῦ αὐτοῦ μαθητὰς καὶ τῶν ἐναντίων λόγων προστάτας. Ἐπεὶ δὲ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου τοῦτον αὐτὸν παρέδοσαν ἡμῖν τὸ Πνεῦμα καὶ ἀληθείας λέγοντα Πνεῦμα καὶ παρὰ τοῦ Πατρὸς ἐκπορευόμενον, ἁπλοῦς ὁ λόγος· ἢ ἄλλον διδάσκαλον ἀντεισάγαγε τοῦ Λόγου τρανότερα λέγοντα καὶ τῆς Σοφίας σοφώτερα, παρ’ οὗ τὸ νέον τοῦτο δόγμα λαβὼν ὑπερφυῶς ἔστερξας, ἢ τοῦτον μὴ ἔχων, δέξαι τὸν ἕνα καθηγητὴν ἡμῶν τὸν Χριστὸν περὶ τοῦ συγγενοῦς διδάσκοντα Πνεύματος ἐκ τίνος καὶ πῶς ἔχει τὸ εἶναι καὶ μαρτυροῦντα τῷ αὐτοῦ μάρτυρι ὅτι παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.

Καίτοι καθ’ ὑμᾶς εἰ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, τί ἐκώλυεν εἰπεῖν· ὃ παρὰ τοῦ Πατρὸς καὶ ἐμοῦ ἐκπορεύεται; Οὕτω μὲν εὑρέθης οὐ κατακολουθῶν τῷ τῶν πτωχῶν εὐαγγελιστῇ Χριστῷ, εἰ καὶ τὸν αὐτοῦ σταυρὸν αἴρειν λέγεις. Εἰ δέ τινι τῶν ἐγκεκριμένων πατέρων τοῦτο ἐπείσθης, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. Ἀλλ’ οὐκ ἂν ἔχοις δεῖξαι, κἂν πολλὰ κάμοις, ἢ γὰρ ἐγκεκριμένος οὐκ εἶπεν, ἢ εἰπὼν οὐκ ἐγκέκριται.

Ἔπειτα κἂν εἰ τοῦτό σοι δῶμεν, ἀλλ’ οὔτι γε τὸ σπάνιον ἑλκύσομεν εἰς ὑπόδειγμα· νόμος καὶ τοῦτο ὑμέτερος. Ὅπου γὰρ μυρίων θεολογούντων μὲν περὶ τοῦ ἁγίου Πνεύματος, μηδενὸς δέ τι τοιοῦτον λέγοντος, εἰ μὴ τὸ δι’ Υἱοῦ πεφηνέναι καὶ δι’ Υἱοῦ ἐκ Θεοῦ εἶναι, εὑρίσκεταί τις εἷς ἢ καὶ δεύτερος τἀναντία παρεισηγούμενος, τὸ μὴ ἐκείνοις, ἀλλὰ τούτοις προσθέσθαι γεμόντων ἐστὶ τοῦ τῆς πλάνης πνεύματος. Ἀλλὰ γέγραπται, φησί, Πνεῦμα τοῦ Υἱοῦ καὶ Πνεῦμα Χριστοῦ· κἀγὼ τίθεμαι, ἐπειδὴ καὶ Πνεῦμα τῆς ἀληθείας καὶ Πνεῦμα τῆς ζωῆς, ἃ ὁ Υἱός, προσθήσω δὲ καὶ σοφίας καὶ ἰσχύος, καὶ ταῦτα γὰρ ἐκεῖνος, ἀλλ’ οὐχ ὡς ἐξ ἐκείνου προϊόν, ἀλλ’ ὡς οἰκεῖον αὐτοῦ, συγγενὲς γὰρ καὶ οὐκ ἀλλότριον, καὶ ὡς αὐτῷ ἐναναπαυόμενον καὶ ὡς παρ’ αὐτοῦ τοῖς ἀξίοις πεμπόμενον καὶ χορηγούμενον καὶ μεταδιδόμενον.

Ἀλλ’ εὖγε τοῦ λόγου ὅτι προήκων ἐπ’ αὐτὸ τὸ καιριώτατον ἤγαγεν. Ἐοίκατε γάρ μοι, ὢ τὰ ἄνω φρονοῦντες ὑμεῖς, οὐ κακίᾳ γνώμης τοσοῦτον ὅσον ἀγνοίᾳ τῆς ὀρθότητος σφάλλεσθαι· τὸ γὰρ ἐκπορεύεσθαι νομίζοντες ἶσον εἶναι τῷ χορηγεῖσθαι καὶ μεταδίδοσθαι, ἐπειδὴ τὸ Πνεῦμα εὑρίσκεται παρὰ τοῦ Υἱοῦ πεμπόμενον καὶ χορηγούμενον καὶ μεταδιδόμενον, οὐδὲν οἴεσθε προσκόπτειν, εἰ καὶ ἐκπορεύεσθαι τοῦτο ἐκ τοῦ Υἱοῦ φαίητε. Ἔστι δὲ οὐχ οὕτω ταῦτ’ ἔχοντα. Πόθεν; Ἅ γε ὅλῳ καὶ παντί, φασί, διαφέρει. Τὸ μὲν γὰρ ἐκπορεύεσθαι τοῦ πῶς ἔστι τὸ Πνεῦμα δηλωτικόν· ὡς γὰρ ὁ Υἱὸς ἔστιν ἐκ τοῦ Πατρός, γεννητῶς δὲ καὶ οὐ κατ’ ἄλλον τινὰ τρόπον, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τῆς αὐτῆς μὲν ἀρχῆς, τοῦ Πατρὸς δὴ λέγω, οὐ γεννητῶς δέ—οὐ γὰρ δύο Ὑιοί—, ἀλλ’ ἐκπορευτῶς.

Τὸ μὲν οὖν ἐκπορεύεσθαι τρόπος ἐστὶ καθ’ ὃν ἔχει τὸ Πνεῦμα τὸ εἶναι ἐκ τοῦ Πατρός, ὅπερ δὴ καὶ ἰδιότης αὐτοῦ γινώσκεται. Τὸ δὲ πέμπεσθαι καὶ χορηγεῖσθαι καὶ μεταδίδοσθαι οὐ τοῦ πῶς ἔστι τὸ Πνεῦμα δηλωτικόν, ἀλλὰ πλουτισμός τις ἐν τούτοις δηλοῦται καὶ οἷον χύσις τῆς ἀγαθότητος, τῆς ἐκ τοῦ Πατρὸς μὲν ἐχούσης τὸ εἶναι, παρὰ τοῦ Υἱοῦ δὲ εἰς τοὺς ἀξίους ἐκχεομένης, οἷς καὶ δι’ Υἱοῦ πεφηνέναι λέγεται, ὅτι τε τοῖς τὸν λόγον δεξαμένοις, ἀλλ’ οὐ τοῖς ἀλογίστοις τὸ Πνεῦμα ἐμφαίνεται, καὶ ὅτι τὴν τούτου θεότητα μὴ πρότερόν τινι γνωσθεῖσαν τρανῶς διὰ τοῦ Υἱοῦ μεμαθήκαμεν, τῷ Πατρὶ καὶ ἑαυτῷ τοῦτο συντεταχότος ἐν τῷ θεοποιοῦντι βαπτίσματι.

Οὕτω καὶ ἐμφυσᾶν λέγεται τὸ Πνεῦμα τοῖς μαθηταῖς ὁ Κύριος μετὰ τὴν ἀνάστασιν, οὐχ ὡς προβολεὺς αὐτοῦ—οὐ γὰρ οὐσίωσις, ἵν’ οὕτως εἴπω, τοῦ Πνεύματος ἡ ἐμφύσησις, ἄλλως τε μηδὲ ὅλου τότε δοθέντος, ἀλλ’ ἑνὸς χαρίσματος τοῦ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, τὸ γὰρ ὅλον τοῖς τῆς πεντηκοστῆς καιροῖς ὥριστο—ἄλλ’ ὡς ἔχων καὶ αὐτὸς αὐτὸ οὐσιωδῶς καὶ ὅτε βούλεται τοῦτο διδοὺς καὶ οἷς βούλεται καὶ ὡς βούλεται, ὅπερ ἐστὶ τοῖς μὲν καθ’ ἓν εἶδος χαρίσματος, τοῖς δὲ κατὰ πλείω, τοῖς δὲ ὅλον αὐτὸν τὸν ἄλλον Παράκλητον. Παυσώμεθα τοίνυν εἰς ταὐτὸν ἄγοντες τὰ ἀσύμβατα, μετάδοσιν καὶ ἐκπόρευσιν, καὶ συγκλώθοντες τὰ ἀσύγκλωστα.

Εἰ δέ μοι τοῦτο μὲν καὶ αὐτὸς φήσεις εἰδέναι καὶ ὡς αἴτιος τοῦ εἶναι τῷ Πνεύματι ὁ Πατὴρ κατὰ τὸν τρόπον τῆς ἐκπορεύσεως, ὥσπερ κατὰ τὸν τῆς γεννήσεως τῷ Υἱῷ, ἐκπορεύεσθαι δὲ λέγεις τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ οὐ κατὰ τοῦτο τὸ σημαινόμενον, ἀλλὰ κατὰ τὸ χεῖσθαι καὶ διαδίδοσθαι καὶ ὑγιαίνων τὸν νοῦν βιάζῃ πρὸς τοῦτο πενίᾳ λέξεων καὶ Λατίνου γλώττης στενότητι, ἐνταῦθά σοι δείξω τὴν μακαρίαν πτωχείαν μακαριζομένην τοῦ πνεύματος καὶ τὴν ἀδελφικὴν πρόσληψιν, βδελύξῃ δὲ καὶ αὐτὸς τὴς ὑψηλῆς καρδίας ἀκαθαρσίαν, καὶ οὕτως ἐν ἑνὶ πνεύματι φρονήσαντες τὸ αὐτό, δοξάσομεν ὁμοθυμαδὸν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸν μὲν ὡς γεννῶντα καὶ προβάλλοντα, τὰ δὲ τὸν μὲν ὡς γεννώμενον, τὸ δὲ ὡς ἐκπορευόμενον.

Εἰ γὰρ ἀληθῶς πτωχὸς εἶ τὸν πλοῦτον τῆς γλώττης καί σοι ἀπορία τῶν ἱματίων τοῦ νοῦ καὶ τῶν λέξεων καὶ διὰ τοῦτο διελεῖν οὐκ ἔχεις τὴν παρὰ τοῦ Υἱοῦ γινομένην χύσιν τοῦ Πνεύματος ἢ μετάδοσιν ἢ ὡς ἄν τις λέγειν ἑτέρως βούλοιτο, ἐκ τῆς ἐκπορεύσεως καθ’ ἣν ἐκ τοῦ Πατρὸς μόνου τὸ εἶναι τῷ Πνεύματι, ἐν μὲν τοῖς ἄλλοις συγχωρήσω χρῆσθαί σε τούτοις ὡς ἡ γλῶττά σοι δίδωσιν, ἐν κοινοῖς λέγω λόγοις καὶ ὁμιλίαις, εἰ βουλήσῃ, ἐκκλησιαστικαῖς καὶ τοῦτο μετὰ τοῦ προσδιορισμοῦ τοῦ προσήκοντος, ὥστε μὴ ἀγνοεῖν τοὺς ἀκούοντας τὴν ἐν μιᾷ λέξει διπλόην τῶν νοημάτων· ἐν δὲ τῷ συμβόλῳ τὴν ἐκπόρευσιν ἀνακηρύττειν ἐκ μόνου τοῦ Πατρός, ἐνταῦθα γὰρ ἡμῖν ἡ ὁμολογία τῆς πίστεως, ἣν δεῖ καθαρὰν εἶναι καὶ φωτοειδῆ καὶ ἁπλῆν—τοιαῦτα γὰρ καὶ τὰ πιστευόμενα—καὶ μηδὲν συγκεχυμένον ἢ σκοτεινὸν ἢ πολλαπλοῦν ἐν ἑαυτῇ φέρουσαν, ὥσπερ οὖν ἔχει καὶ ἡ καθ’ ἡμᾶς τῆς πίστεως ἔκθεσις, ἐκφώνησίς τις οὖσα τοῦ ἐν τῇ δευτέρᾳ συνόδῳ νικήσαντος Πνεύματος, οὗπερ ἔμπνοια καὶ ἡ ὑπὲρ αὐτοῦ τῶν πατέρων σύμπνοια, καὶ πάσαις τηρουμένη ταῖς ἐκκλησίαις, αἷς τὸ μὲν ἀξίωμα μὴ ταπεινότερα φρονεῖν ὑμῶν δίδωσιν, ἶσον γάρ, ὁ δὲ ἀριθμὸς καὶ νικητικώτερα, πλείων γάρ.

Προσλόγισαι δέ μοι καὶ τόδε. Εἰ μὴ τὸ παρὰ τοῦ Υἱοῦ χορηγεῖσθαι τὸ Πνεῦμα ἕτερόν ἐστι τοῦ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, δυοῖν ἀνάγκη θάτερον, ἢ καὶ τὸν Υἱὸν αἴτιον εἶναι τοῦ Πνεύματος ἢ τὸν Πατέρα χορηγὸν μόνως ὡς καὶ τὸν Υἱόν. Εἰ μὲν οὖν καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος, δύο ἀρχαὶ τοῦ ἑνός· τὸ δὲ πλειόνων δεόμενον εἰς τὴν ὕπαρξιν ἢ μεῖζον ἔσται τοῦ ἐξ ἑνὸς τὸ εἶναι ἔχοντος ἢ ἴσον ἢ ἔλαττον, ἀλλ’ ἶσον μὲν οὐκ ἂν εἴη, ἦν γὰρ ἂν ἐξ ἑνὸς καὶ αὐτό. Λείπεται τοίνυν εἶναι ἢ μεῖζον ἢ ἔλαττον, καὶ τὸ Πνεῦμα ἄρα ἢ μεῖζον ἔσται τοῦ Υἱοῦ—καὶ ὅρα τὴν τῆς ἀσεβείας καινοτομίαν· οὐδεὶς γάρ πω τοῦτο τῶν κατὰ τοῦ Υἱοῦ θρασυνθέντων εἰπεῖν ἐτόλμησεν—ἢ ἔλαττον ἔσται καὶ ἀναζῇ Μακεδόνιος.

Εἰ δὲ καὶ παρὰ τοῦ Πατρὸς χορηγεῖται μόνως ὡς καὶ παρὰ τοῦ Υἱοῦ, ἢ ἄναρχον ἔσται καὶ αὐτό—καὶ ποῦ τῷ Πατρὶ τὸ ἀξίωμα; Πῶς δὲ ἡ ἰδιότης κεκοίνωται; —ἢ ἄλλον τούτου ζητήσομεν αἴτιον, καὶ τετρὰς μὲν ἡμῖν εἰσαχθήσεται προσώπων, δυὰς δὲ θεότητος, ἑτέρα μὲν ἡ τῶν τριῶν, ἑτέρα δὲ ἡ τοῦ ἐπεισάκτου τετάρτου, ὃς ἐκ τῆς θαυμαστῆς σου καινοτομίας ἡμῖν ἐκπεπόρευται.

Ἔτι, εἰ ταὐτὸν τὸ ἐκπορεύεσθαι τῷ χορηγεῖσθαι, ζητῶ τίς ἑτέρα λέξις δηλοῖ τὸ πῶς ἔστι τὸ Πνεῦμα ἐκ τοῦ Πατρός. Ἔτι, εἰ τοῦ Υἱοῦ μείζων ὁ Πατὴρ τῷ αἰτίῳ, ἔσται καὶ τοῦ Πνεύματος τῷ αὐτῷ· εἰ δὲ καὶ ὁ Υἱὸς αἴτιος τοῦ Πνεύματος, ἔσται καὶ οὗτος μείζων αὐτοῦ. Καὶ ποῦ σοι τοῦτο ἐξεύρηται μείζονα τὸν Υἱὸν τοῦ Πνεύματος λέγεσθαι; Ἔτι, εἴπερ ἡ τοῦ Κυρίου εἰς τοὺς μαθητὰς ἐμφύσησις δηλοῖ τὴν ἐξ αὐτοῦ καθ’ ὑμᾶς ἐκπόρευσιν τοῦ Πνεύματος, ἥτις ἐστὶν ὅλου δηλαδή, οὐχ ἑνὸς χαρίσματος, τηνικαῦτα τὸν παράκλητον αὐτοῖς δέδωκε καὶ ποῦ τό· ἐὰν μὴ ἐγὼ ἀπέλθω, ἐκεῖνος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς; Ἔτι, εἰ αὐτὸς ὁ παράκλητος ἐδόθη τότε διὰ τῆς ἐμφυσήσεως, ἀλλὰ μὴ τὸ χάρισμα τῆς ἀφέσεως τῶν ἁμαρτιῶν—οἶδε γὰρ ὁ Λόγος καὶ τὰ χαρίσματα καλεῖν πνεύματα—, ἡ κατὰ τὴν Πεντηκοστὴν παρουσία ἢ τοῦ αὐτοῦ, καὶ περιττή, ἢ ἄλλου πνεύματος, καὶ ποῖον τοῦτο ζητήσωμεν.

Ταῦτα μὲν οὖν παρ’ ἡμῶν εἰς σύστασιν τοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρός, ἀλλὰ μὴ καὶ ἐκ τοῦ Υἱοῦ. Εἴρηται δὲ καὶ ἄλλα τῶν τινι παλαιοτέρων σοφῶν, ὧν οὐδενὶ πρὸς τὸν παρόντα λόγον συνεχρησάμεθα, τοῦτό γε κατὰ Παῦλον φρονήσαντες τὸ μὴ ἐπ’ ἀλλοτρίῳ θεμελίῳ οἰκοδομοῦντες εἰς τὰ ἕτοιμα καυχᾶσθαι, ἀλλ’ εἴπερ ἄρα ὡς οἰκείῳ ἐμφιλοτιμεῖσθαι τῷ ὅλῳ, εἴ γέ τι οἰκεῖον ἀγαθὸν ἡ ἡμετέρα ἔχει ἀσθένεια, ἀλλὰ μὴ τὸ πᾶν ᾖ τῆς χάριτος. Ἀκούω δὲ καὶ τῶν νῦν τινας πολύστιχα βιβλία περὶ τούτου συντάξαι τοῦ δόγματος καὶ τυχὸν ἂν χρυσὸν καὶ λίθους τιμίους καὶ πορφύραν τῇ τοῦ Θεοῦ σκηνῇ συνεισήγαγον.

Ἀλλὰ σύ γε νῦν δέχου τὰ τοῦ ἐμοῦ πάχους δέρματα, εἰ μή τι ἄλλο, τὸ γοῦν ἐρυθρὸν ἔχοντα ἐκ τοῦ δι’ ἐμὲ παχυνθέντος Λόγου καὶ τὸ αἷμα κενώσαντος, ἵν’ ἐμὲ μυσταγωγήσῃ τά τε ἄλλα καὶ τὰ περὶ τοῦ Πνεύματος καὶ βασιλικὸν δείξῃ καὶ χριστόν, σφραγίσας καὶ χρίσας τῷ αἵματι καὶ τῷ Πνεύματι.