Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος

Θεοφύλακτος Βουλγαρίας

Η δογματική αντιπαράθεση για το Άγιο Πνεύμα, οι διωγμοί και η εξορία των μαθητών

Η παράνομη καθαίρεση του Γοράσδου, η θεολογική αντίκρουση της προσθήκης του Φιλιόκβε, οι βασανισμοί των ορθοδόξων υπό την ανοχή του ηγεμόνα και η τελική εξορία τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 9

Ἀλλὰ γὰρ οὐκ ἤνεγκεν ἡ πάντολμος πληθὺς τῶν αἱρετικῶν τὸν Μεθόδιον ἔχειν καὶ μετὰ θάνατον ζῶντα ἀντίμαχον, „Ἀλλὰ δεῦτε“, εἰπόντες, „Γοράσδην καταδυναστεύσωμέν τε καὶ ἐνεδρεύσωμεν· ἀνόμοιος γάρ ἐστιν ἡμῖν ὁ βίος αὐτοῦ καὶ παρηλλαγμέναι αἱ τρίβοι αὐτοῦ, καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα, καὶ εἰ ζῆν οὗτος ἐαθείη, ἀναβιῴη ἂν ἡμῖν ὁ Μεθόδιος“. Καὶ τοῦτον μὲν τῆς ἐπισκοπῆς ἀρχῆς παραλύουσι, Βιχνῖκον δέ τινα τοῦ τῆς αἱρέσεως ἀκράτου μεθυσθέντα καὶ ἄλλους μεθύειν δυνάμενον καὶ μέντοι διὰ τοῦτο παρὰ τοῦ Μεθοδίου τῷ τοῦ ἀναθέματος Σατανᾷ παραδοθέντα μετὰ τοῦ θιάσου τῶν σὺν αὐτῷ μαινομένων, τοῦτον, ὦ πόνοι καὶ ἀγῶνες τοῦ Μεθοδίου καὶ Τριὰς συγχεομένη τὰς ἰδιότητας, ἐπὶ τὸν θρόνον ἀνάγουσι, μᾶλλον δὲ τὸν θρόνον διὰ τοῦτον κατάγουσι, καὶ ὅσῳ διὰ Μεθόδιον ἔνδοξος ἦν καὶ τῶν πολλῶν προφαινόμενος, τοσούτῳ διὰ Βιχνῖκον τῇ τῆς ἀδοξίας κοιλάδι ἐπικλινόμενος.

Ἀλλ’ ὁ μὲν οὕτω τῆς ἐπισκοπῆς παρανόμως καὶ μηδὲν αὐτῷ προσῆκον ἐδράξατο, ἑαυτῷ λαβὼν τὴν τιμὴν καὶ ἁρπαγμὸν ἡγησάμενος, καὶ τὸν ὑπὸ θεοῦ κληθέντα τυραννίδι βραχίονος ἁμαρτωλοῦ παραγκωνισάμενος· κεφαλὴν δὲ ἡ αἵρεσις αἴρει, καὶ κατὰ τῆς ὀρθοδοξούσης πληθύος τῶν Μεθοδίου μαθητῶν γαυριᾷ· καὶ δὴ θορυβήσαντες καὶ τοῖς πιστοῖς ἐπαναστάντες, „Διὰ τί“, φασίν, „ἔτι τοῖς Μεθοδίου λόγοις τοῖς ὀδωδόσι καὶ νεκροῖς εὐνούστερον προσδιάκεισθε, ἀλλὰ μὴ τῷ ζῶντι ἀρχιεπισκόπῳ συνίστασθε, καὶ ὁμολογεῖτε ἐκ πατρὸς υἱὸν γεννηθέντα, ἐξ υἱοῦ τὸ πνεῦμα ἐκπορευόμενον;“ Οἱ δὲ διὰ Γοράσδου καὶ Κλήμεντος ἔφασαν· ὅτι μὲν „Μεθόδιος ἔτι ζῇ, τοῦ κυρίου πάντως ἐμάθομεν, ποτὲ μὲν τὸν εἰς αὐτὸν πιστεύσαντα κἂν ἀποθάνῃ ζήσεσθαι φάσκοντος, ποτὲ δὲ διδάσκοντος τὸν θεὸν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὡς ζῶσιν, ἀλλ’ οὐ νεκροῖς ἐπιλέγεσθαι· τί οὖν ἁμαρθάνομεν, εἰ τὸν ἐν θεῷ ζῶντα διδάσκαλον ἔχομεν, πνευματικῶς ἡμῖν συνόντα καὶ συλλαλοῦντα καὶ καθ’ ἡμῶν συνεπιῤῥωννύοντα;

τὴν δὲ καινὴν ταύτην πίστιν ὑμῶν οὔπω καὶ νῦν ὑπὸ γραφῆς μαρτυρουμένην οἱασοῦν εὑρόντες οὔθ’ ὑπὸ πατέρων ἁγίων συντεθειμένην, ὀκνοῦμεν ὑποβαλεῖν ἑαυτοὺς ἀναθέματι, τοῦ Παύλου διαῤῥήδην βοῶντος· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω· ἡμεῖς γὰρ πνεῦμα μὲν υἱοῦ, ἐπεὶ καὶ πνεῦμα ζωῆς καὶ ἀληθείας, ἃ καὶ ὁ υἱός, καὶ νοῦν Χριστοῦ τὸ πνεῦμα πιστεύομεν, ἐξ υἱοῦ δὲ τοῦτο προερχόμενον οὔτε μεμαθήκαμεν οὔτε μαθησόμεθα, οὔτε τὴν πίστιν ἀρνησόμεθα καὶ χείρονες ἀπίστων ἐσόμεθα, οὐ μὰ τὸν ἁγιασμὸν τῆς τοῦ ἁγίου πνεύματος χάριτος, ἀλλ’ ἐκ πατρὸς μὲν προϊέναι τὸ πνεῦμα καὶ εἶναι τούτου αἴτιον καὶ προβολέα τὸν τοῦ υἱοῦ γεννήτορα πεπιστεύκαμεν· εἶναι δὲ καὶ τοῦ υἱοῦ οἰκεῖον καὶ δι’ αὐτοῦ χορηγεῖσθαι τοῖς ἀξίοις ἑκάστοτε· ἕτερον δὲ τὸ „ἐκπορεύεσθαι“ καὶ ἕτερον τὸ „χορηγεῖσθαι“, τὸ μὲν γὰρ τοῦ πῶς εἶναι καὶ τὸ πνεῦμα ἐκφαντικόν, ὡς γὰρ ὁ υἱός ἐστιν ἐκ τοῦ πατρὸς γεννητῶς, οὕτω τὸ πνεῦμα ἐκπορευτῶς· τὸ δὲ „χορηγεῖσθαι“ οὐ τὸ πῶς εἶναι δηλοῖ, ἀλλὰ πλουτισμὸν ἐνδείκνυται καὶ διάδοσιν.“

Καὶ ἵνα παραδείγματί τινι τὸν λόγον, ὡς ἐγχωρεῖ, φωτίσωμεν, ἐννόησόν μοι βασιλέα τινὰ πλοῦτον μάλα πολὺν ἐκ τῶν οἰκείων θησαυρῶν προβαλλόμενον, τοῦτον δὲ τὸν υἱὸν παραλαβόντα οἰκεῖόν τε αὐτοῦ ἔχειν καὶ διανέμειν τοῖς εὐαρεστοῦσιν αὐτοῖς· βασιλεὺς ὁ πατήρ, πλοῦτος, ὡς ἐν εἰκόνι φάναι, τὸ πνεῦμα τῶν τοῦ πατρὸς ἀῤῥήτων θησαυρῶν προβληθέν, υἱὸς βασιλέως ὁ τοῦ πατρὸς υἱός, οὗ τὸ πνεῦμα, καὶ δι’ οὗ χορηγεῖται. Ὁρᾶτε τὸ πνεῦμα, πῶς ἡμεῖς οἴδαμεν, ἐξ υἱοῦ μὲν οὐ προερχόμενον, δι’ υἱοῦ δὲ χορηγούμενον.

Εἰ δὲ τὸ ἐμφυσῆσαι τὸν υἱὸν τοῖς ἀποστόλοις καὶ εἰπεῖν· λάβετε πνεῦμα ἅγιον, τοῦτό σε ταράττει, παχέως τοῖς εὐαγγελίοις ὡμίλησας· χάρισμα γὰρ τοῖς ἀποστόλοις ἓν τῶν τοῦ πνεύματος δέδωκε τὸ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, ὡς δηλοῖ τοῖς ἑξῆς· πνεύματα δὲ τὰς ἐνεργείας τοῦ πνεύματος καὶ τῷ Ἡσαΐᾳ φίλον καλεῖν· ἀλλ’ οὐκ αὐτὸ τὸ πνεῦμα τηνικαῦτα τοῖς μαθηταῖς ἐχαρίσατο· δῆλον δέ, καὶ γάρ, εἰ τότε τὸ πνεῦμα δέδωκεν, ἢ περισσὴ λοιπὸν ἡ ἐν τῇ πεντηκοστῇ τούτου κάθοδος, ἢ ἄλλου πνεύματος, εἰ μὴ περισσή· ποῖον οἶν τοῦτο; ὡς ἥ γε ἐκκλησία ἓν ἅγιον πρεσβεύουσα φαίνεται. Εἰ δὲ δύο εἶεν, ὁπότερον οὖν τούτων οὐχ ἅγιον; εἰ τοίνυν τὸ ἅγιον διὰ τοῦ ἐμφυσήματος, ὁ κύριος δέδωκεν αὐτὸ ἐκεῖνο, ἀλλ’ οὐχ ἓν πνευματικὸν χάρισμα, τὸ κατελθὸν ἐν τῇ πεντηκοστῇ δῆλον ὡς οὐχ ἅγιον. Ἀλλ’ εἰς κεφαλὰς ὑμῶν τὸ βλάσφημον τράποιτο, δύο δὲ ποιοῦντες ὑμεῖς ἀρχάς, τοῦ μὲν υἱοῦ τὸν πατέρα, τοῦ δὲ πνεύματος τὸν υἱόν, ἄλλην τινὰ μανίαν μανιχαϊκὴν μαίνεσθε.

Ἡμῖν δὲ εἷς θεός, μία δὲ τῶν ἐξ αὐτοῦ ἀρχή, ὁ πατήρ. τοῦ μὲν υἱοῦ πατήρ, τοῦ δὲ πνεύματος προβολεύς· ὥσπερ οὖν καὶ εἷς ἥλιος ἀρχὴ τῆς τε ἀκτῖνος καὶ τῆς ἐλλάμψεως ἤτοι θάλψεως. Τῇ τοίνυν ἀκτῖνι καὶ ἡ λάμψις σύνεστι καὶ ἡ θάλψις, ὥσπερ καὶ τῷ υἱῷ τὸ πνεῦμα, καὶ τῆς ἀκτῖνος ἡ λάμψις ἐστίν, ὥσπερ τὸ πνεῦμα τοῦ υἱοῦ· ἄμφω μέντοι ἐκ μιᾶς ἀρχῆς τοῦ ἡλίου καὶ ὥσπερ ἐν τῷ ὑποδείγματι διὰ τῆς ἀκτῖνος ἡ λάμψις ἤτοι θάλψις τῷ σωματικῷ κόσμῳ δίδοται, οὕτω διὰ τοῦ υἱοῦ χορηγεῖται τῇ νοητῇ κτίσει τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πᾶσιν. Εἰ μὲν οὖν ὡς Μανιχαῖοι τὸ κατὰ Θωμᾶν εὐαγγέλιον, οὕτως ὑμεῖς ἄλλο τι προενεγκεῖν ἔχετε τὴν τοιαύτην περὶ τοῦ πνεύματος διδασκαλίαν εἰσηγησάμενον, δείξατε τοῦτο κεκανονισμένον καὶ σιωπήσομεν, μᾶλλον δὲ καὶ ὡς εὐεργέτας τιμήσομεν. Εἰ δὲ τέσσαρσι μὲν ἀρχαῖς ὁ τῆς ἐκκλησίας παράδεισος ἐκ μιᾶς πηγῆς χεομέναις ποτίζεται, Ματθαῖον, Μάρκον, Λουκᾶν καὶ Ἰωάννην, οἶμαι, συνήκατε. Ὁ δὲ πέμπτον εἰσάγων εὐαγγέλιον τρισκατάρατος.

Ἰωάννης δὲ ἡμῖν τὸν υἱὸν παρεισάγει λέγοντα τὸ πνεῦμα τῆς ἀληθείας, ὁ παρὰ τοῦ πατρὸς ἐκπορεύεται· „παύσασθε καθ’ ἑαυτῶν πηγνῦντες τὸ ξίφος ἐνστατικώτερον, παύσασθε τῷ υἱῷ τοῦ θεοῦ, τῷ μεγάλῳ εὐαγγελιστῇ, καὶ ἐξ οὗ καὶ δι’ οὗ καὶ εἰς ὃν εὐαγγέλιον πᾶν, μαχόμενοι καὶ χωρὶς τοῦ πνεύματος περὶ τοῦ πνεύματος δογματίζοντες, μᾶλλον δὲ τῷ ἐναντίῳ ὑποφθεγγόμενοι πνεύματι“.

Ἐπὶ τούτοις οὐκ ἐνεγκότες οἱ τοῦ Βιχνίκου στασιῶται, τὰ ὦτα συσχόντες, καθάπερ οἱ Στέφανον πάλαι λιθοβολοῦντες τὸν τοῦ λόγου γενναῖον μάρτυρα, καὶ τοῦτο μόνον καλῶς ποιοῦντες ὡς οὐκ ἄξιοι τούτων ἀκούειν, θορυβεῖν καὶ πάντα συγχεῖν ἐπεβάλλοντο, καὶ μικροῦ μὲν καὶ εἰς χεῖρας ἦλθον τοῖς ὀρθοδόξοις, τῇ γλώττῃ καταπονηθείσῃ τὴν χεῖρα διδόντες σύμμαχον· τέλος δ’ οὖν ἀναπηδήσαντες ἐπὶ τὴν τελευταίαν ἦλθον καταφυγὴν αὐτῶν τὸν κονιορτὸν Σφεντόπλικον, καὶ διαβάλλουσα μὲν τοὺς ὀρθοδόξους ὡς νεώτερα φρονοῦντας, καὶ κατὰ τῆς ἀρχῆς αὐτοῦ κινηθησομένους ἄν, εἰ μὴ περὶ δόγμα τῷ ἄρχοντι συμφρονήσαιεν. Τὸ γὰρ ἀντίδοξον καὶ ἀντίμαχον. Ὁ δὲ τοὺς τοῦ Μεθοδίου προσκαλεσάμενος, „τί“, φησί, „τοῦτο τὸ σχίσμα ἐν ὑμῖν πολιτεύεται, καὶ καθ’ ἑκάστην ἀλλήλοις πολεμίως συμπλέκεσθε; οὐκ ἀδελφοὶ πάντες ἐστέ; οὐ τῆς χριστιανῶν μερίδος; διὰ τί οὖν μὴ συμφρονεῖτε ἀλλήλοις, μηδὲ τὴν ἕνωσιν ἐπισπεύδετε;“ Οἳ δέ, ὅσα στόματι Γοράσδῳ καὶ Κλήμεντι χρώμενοι (οὗτοι γὰρ ἦσαν οἱ τοῦ λόγου ἡγούμενοι), „ἔδει μὲν περὶ τούτων“, ἔφασαν, „ὦ ἄρχον, μακροὺς ἡμᾶς ποιεῖσθαι τοὺς λόγους· οὐ γὰρ περὶ ἐλαχίστων οὐδὲ περὶ ἐλάχιστα ἡμῖν ὁ κίνδυνος ἵσταται, ἀλλὰ περὶ δόγματος μὲν ἐκκλησιαστικοῦ τοῦ περὶ τῆς μακαρίας Τριάδος, περὶ δὲ ψυχῆς, τὸ πάντων ἡμῖν οἰκειότατον.

Ἐπεὶ δέ σοι τὸ τῶν γραφῶν ἀνομίλητον μακροτέρων λόγων ἢ βαθυτέρων ἀκούειν οὐ δίδωσιν, ἁπλοῦς ἡμῖν ὁ πρὸς τὴν σὴν ἐρώτησιν λόγος, ὅτι σχιζόμεθα μέν, ἐπειδὴ καὶ κύριος μάχαιραν ἦλθε βαλεῖν καὶ διχάσαι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ τοῦ Δαβὶδ ἀκούομεν μισοῦντος τοὺς μισοῦντας τὸν κύριον, λίαν δὲ τιμῶντος τοὺς φίλους θεοῦ· χριστιανοὺς δὲ οὐκ ἄν ποτε ἡμεῖς θείημεν τοὺς μὴ παραδεχομένους τὸ εὐαγγέλιον. Ἐκεῖ γὰρ τοῦ ἑνὸς τῆς Τριάδος, υἱοῦ τοῦ θεοῦ, εἰπόντος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, οὗτοι φασὶν ἐκ τοῦ υἱοῦ ἐκπεπορεῦσθαι τὸ πνεῦμα· καίτοι πάντως εἰ τοῦτ’ ἦν, τί τὸ κωλύον τὸν κύριον εἰπεῖν τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρ’ ἐμοῦ ἐκπορεύεται;

ἓν μὲν οὖν τοῦτο· δεύτερον δὲ ἡ ἐν Κωνσταντίνου πόλει δευτέρα τῶν ἐκ πάσης τῆς οἰκουμένης ἁθροισθέντων ἀρχιερέων σύνοδος περὶ τοῦ ἁγίου πνεύματος ἀπεφήνατο, ἐπεὶ καὶ τούτου χάριν συνήθροιστο ἐπὶ καθαιρέσει τοῦ πνευματομάχου Μακεδονίου· ἐξέθετό τε πίστεως σύμβολον οὐκ ἐπ’ ἀνατροπῇ τοῦ ὑπὸ τῆς ἐν Νικαίᾳ συνόδου τεθεσπισμένου, ἀλλ’ ὅπερ ἐκείνη ἐνέλιπεν, οἷα δὴ μὴ κινηθέντων τότε τῶν περὶ τοῦ πνεύματος ζητημάτων τοῦτο αὕτη ἀναπληροῦσα καὶ σώζουσα τὸ τῆς μητρὸς ἡ θυγάτηρ ὑστέρημα· ἴδωμεν οὖν ἐν τούτῳ τῷ συμβόλῳ, ὃ καθ’ ἑκάστην ἐπ’ ἐκκλησίας ἐκφωνεῖς, ὦ ἄρχον, καὶ σὺ ἐκ τῶν γραικῶν βιβλίων μεταληφθέν, πότερον πιστεύειν εἰς πνεῦμα τὸ ἐκ τοῦ υἱοῦ ἐκπορευόμενον ἢ τὸ ἐκ τοῦ πατρὸς ὁμολογοῦμεν. Πῶς τοίνυν συμφωνήσομεν τοῖς παρὰ τὸ εὐαγγέλιον φρονοῦσι καὶ τὴν μετὰ τοῦ πνεύματος τῶν πατέρων ἔκθεσιν, τοῖς ἀπὸ γῆς φωνοῦσι κατὰ τοὺς ἐγγαστριμύθους· τίς κοινωνία φωτὶ πρὸς σκότος; —φησὶν ὁ θεῖος ἀπόστολος. Εἰ μὲν οὖν μεταβαλοῦνται τὰς γνώσεις καὶ μετὰ τοῦ εὐαγγελίου καὶ τῶν πατέρων στήσονται, ὡς ἀδελφοὶ προσδραμοῦμεν καὶ περιπλακησόμεθα καὶ περιπτυξόμεθα. Εἰ δὲ τὸν ἕνα καθηγητὴν ἡμῶν τὸν Χριστὸν ἀποποιούμενοι ὀπίσω τῆς διανοίας αὐτῶν, πορεύονται καὶ ἐν τοῖς διαλογισμοῖς αὐτῶν ματαιοῦνται, σχολῇ γ’ ἂν ἡμεῖς ὑπ’ αὐτοῖς καθηγηταῖς τὸ περὶ τῆς Τριάδος δόγμα μαθεῖν δεξόμεθα“.

Ταῦτα ἡ περὶ τοὺς ὀρθοδόξους πληθύς, προηγόροις Γοράσδῳ καὶ Κλήμεντι χρώμενοι.

Ὁ δὲ ἄρχων μόλις μὲν συνῆκεν ὀλίγα τινὰ τῶν λεχθέντων, ἦν γὰρ παντάπασι γνῶναί τι τῶν θείων ἠλιθιώτατος, ἅμα μὲν ὡς ἀνηγμένος βαρβαρικώτερον καὶ συνόλως εἰπεῖν ἀλογώτερον, ἅμα δὲ καὶ τὸν νοῦν ὑπὸ τῆς μιαρᾶς ἡδονῆς παρασεσυλημένος, ὡς εἴρηται· πῶς γὰρ ἔμελλε τοῖς περὶ Τριάδος λόγοις ἐμβῆναι ἄνθρωπος, πάμπολυ τοῦ τῆς σωφροσύνης ἀπέχων ἁγιασμοῦ, οὗ χωρὶς οὐδεὶς τὸν κύριον ὄψεται;

Ὑπὸ δὲ τῶν αἱρετικῶν προβιβασθείς, ἦν γὰρ ὅλως αὐτοῖς προσκείμενος, τοιάνδε τοῖς ὀρθοδόξοις ἀπόφασιν ἔδωκεν· „Ἐγὼ μὲν ἐμαυτῷ πολὺν τὸν ἰδιωτισμὸν σύνοιδα, καὶ ἁπλοῦς εἰμι τὰ δογματικά· καὶ τί γὰρ ἢ ἀγράμματος; τοῦ μέντοι χριστιανισμοῦ μεταποιοῦμαί τε καί, μεταποιήσομαι· ἀμφιβολίας δὲ τοιαύτας, οἵας ἡμῖν ἀνεγείρετε, λύειν οὐχ ἱκανὸς ἐγὼ διὰ λόγων οὐδὲ διακρίνειν ὀρθοδόξου ψευδοδιδάσκαλον. Ὡς οὖν χριστιανὸς δικάσω ὑμῖν· ἀμέλει καὶ περὶ τούτου δόγματος ἀποφαίνομαι ὡς καὶ περὶ τῶν ἄλλων ἀποφαίνεσθαι εἴθισμαι· ὃς ἂν παριὼν πρῶτος ὀμόσειεν, ὡς καλῶς καὶ ὀρθοδόξως πιστεύει, τοῦτον εἶναι τὸν κατὰ τὴν ἐμὴν κρίσιν μηδέν τι τοῦ ἀκριβοῦς περὶ τὴν πίστιν σφαλλόμενον, τούτῳ καὶ τὴν ἐκκλησίαν παραδώσω καὶ τὸ τῆς ἐκκλησίας ἐπιδώσω κατὰ τὸ εἰκὸς πρεσβυτέριον“.

Οἱ τοίνυν Φράγγοι προθυμότατα περὶ τὸν ὅρκον διατεθέντες οὐδὲ τὸ τέλος τῆς τοῦ ἄρχοντος ἀναμείναντες ἀποφάσεως, ὤμοσαν καὶ ἔστησαν τὴν κακοδοξίαν αὐτῶν, ἀνοήτῳ κρίσει πέρας ἐπιθέντες κατάλληλον. Παρὰ τοιούτοις κριταῖς ἡ αἵρεσις κατὰ τῆς ὀρθοδοξίας ἐστεφανώσατο, καὶ πᾶσαν ἔσχεν ἐξουσίαν ἄγειν καὶ φέρειν τοὺς Χριστοῦ γνησίους δούλους καὶ τῆς πίστεως φύλακας. „Εἰ γάρ τις“, φησί, „φωραθείη μὴ πιστεύων κατὰ τὴν τῶν Φράγγων ἔκθεσιν, αὐτοῖς ἐκείνοις παραδοθήσεται χρησομένοις ὅ τι καὶ βούλοιντο.“ Τὰ ἐπὶ τούτοις τίς ἂν ἐκδιηγήσεται λόγος, ὅσα κακία λαβομένη δυναστείας εἰργάσατο; πῦρ ἀτεχνῶς ἐν ὕλῃ πνεύματι ῥιπιζόμενον· οἱ μὲν ἠνάγκαζον συνθέσθαι τῷ πονηρῷ δόγματι, οἱ δὲ τὴν τῶν πατέρων πίστιν ὑπελογίζοντο· οἱ μὲν πάντα πράττειν, οἱ δὲ πάντα πάσχειν παρεσκευάζοντο· τοὺς μὲν ἀπανθρώπως ᾐκίζοντο, τῶν δὲ τὰς οἰκείας διήρπαζον μιγνῦντες ἀσεβείᾳ πλεονεξίαν, ἄλλους γυμνοὺς ἐπ’ ἀκανθῶν ἔσυρον, καὶ ταῦτα γέροντας ἄνδρας καὶ τοὺς Δαβιτικοὺς ὅρους τῆς ἡλικίας ὑπερπηδήσαντας. Ὅσοι δὲ τῶν πρεσβυτέρων καὶ διακόνων ἦσαν νεώτεροι, τούτους τοῖς Ἰουδαίοις ἐπώλουν οἱ τῆς Ἰούδα μοίρας καὶ τῆς ἀγχόνης ἐπάξιοι· ὡς γὰρ ἐκεῖνος Χριστόν, οὕτως οὗτοι τοὺς Χριστοῦ δούλους, μᾶλλον δὲ φίλους, κατ’ αὐτὸν ἐκεῖνον εἰπεῖν, θαῤῥήσας δὲ φήσαιμι καὶ χριστούς, τοῖς ἀεὶ παραπικραίνουσιν ἀπεδίδοσαν.

Οὐκ ὀλίγοι δὲ πάντως ἦσαν, ἀλλ’ εἰς διακοσίους ἀπαριθμούμενοι καθ’ ἃ δὴ προειρήκαμεν, οἱ τοῦ βήματος.

Ὅσοι δὲ διδασκάλων ἐπεῖχον τάξιν, οἷος δὴ Γοράσδης ἐκεῖνος, οὗ πολλάκις ἐμνήσθημεν, ὃν ἐκ Μοράβου γενόμενον καὶ ἄμφω τὼ γλώττα τήν τε Σθλοβενικὴν ὄντα καὶ τὴν Γραικικὴν ἱκανώτατον ἡ μὲν ἀρετὴ Μεθοδίῳ τῷ θρόνῳ δέδωκεν, ἡ δὲ τῶν αἱρετικῶν κακία τὸν θρόνον τῇ στερήσει τοῦ ἀνδρὸς ἀπεκόσμησεν. Καὶ μέντοι καὶ Κλήμης πρεσβύτερος, ἀνὴρ ἐλλογιμώτατος, καὶ Λαυρέντιος καὶ Ναοὺμ καὶ Ἀγγελάριος, τούτους δὴ καὶ ἄλλους πλείους ὀνομαστοὺς σιδηροδέτους φυλακαῖς εἶχον ἐγκλείσαντες, ἐν αἷς πᾶσα παράκλησις ἀπηγόρευτο οὐ συγγενῶν, οὐ γνωστῶν θαῤῥούντων οὐδ’ ὁπωσοῦν τὴν προσέλευσιν· ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς κύριος, ὁ τοὺς συντετριμμένους τὴν καρδίαν ἰώμενος, ὁ διὰ τῶν παρακλήσεων εὐφραίνων ψυχὴν ἀντιμετρουμένων τῷ πλήθει τῶν ὀδυνῶν παρεκάλεσε τοὺς ἁγίους, ἐξαποστείλας αὐτοῖς τὴν ἐξ ἁγίου βοήθειαν.

Οἱ μὲν γὰρ καὶ τῷ σιδήρῳ τῆς ἁλύσεως βαρυνόμενοι οὐδ’ οὕτως ἠμέλουν τῆς προσευχῆς, ἀλλὰ καὶ τὰς τῆς τρίτης ὥρας ᾠδὰς ὑπᾴσαντες, εἶτα καὶ τὸ τῶν ψαλμῶν ἐφύμνιον προσεπῇδον, δι’ οὗ τὸ πανάγιον πνεῦμα τὸ ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς ἀποστόλοις ἐπιπεμφθὲν ἐγκαινισθῆναι ἡμῖν εὐχόμεθα, θεὸς δὲ ἐπιβλέψας ἐπὶ τὴν γῆν ἐποίησεν αὐτὴν τρέμειν, καὶ σεισμὸς μέγας ἐγένετο, ὥσπερ ἐν τοῖς δεσμοῖς ποτὲ Παύλου προσευχομένου, καὶ ὡς ἐξ οὐρανοῦ ἦχος, καὶ αἱ ἁλύσεις ἐξέπιπτον, καὶ οἱ τέως δέσμιοι ἄνετοι, μόνῳ τῷ τοῦ Χριστοῦ πόδῳ ἀλύτως δεσμούμενοι.

Συνέσεισε μὲν τὴν γῆν ὁ θεὸς καὶ συνετάραξεν. Ἐσείσθησαν δὲ ἄρα καὶ οἱ περὶ τὴν πόλιν ἐκείνην, καὶ τῷ γεγονότι διεταράχθησαν ὥστε θαυμάζειν καὶ διαπορεῖσθαι, τί ποτ’ ἂν ἡ θεοσημεία βούλοιτο. Ὡς δὲ πλησιάσαιεν μὲν τῇ φυλακῇ, ἴδοιεν δὲ τὸ περὶ τοὺς ἁγίους γενόμενον, καὶ ὡς τῶν ἁλύσεων ἐκπεσουσῶν ἐν ἀνέσει πάσῃ διῆγον τὴν θείαν ἀκουτισθέντες, ὡς ὁ Δαβίδ φησιν, ἀγαλίασιν δρομαῖοι προσελθόντες, τῷ ἄρχοντι, „τί τοῦτο;“ φάναι, „μέχρι τίνος πρὸς τὴν τοῦ θεοῦ μαχόμεθα δύναμιν; μέχρι τίνος πρὸς τὸ φῶς τῆς ἀληθείας οὐκ ἀναβλέψωμεν; ἀλλ’ ὀφθαλμοὺς ἔχομεν καὶ οὐ βλέπομεν, ὦτα καὶ οὐκ ἀκούομεν, οἷα τὰ παρὰ τῷ Δαβὶδ εἴδωλα, εἰ βούλει δέ μοι, οἱ παρὰ τῷ Ἡσαΐα τὸ πνεῦμα λαβόντες τῆς κατανύξεως.

Οὐ συνήσομεν τὸ γενόμενον θαῦμα; οὐ τὴν θεοσημείαν δυσωπηθησόμεθα; οὐ δεσμῶται μᾶλλον ἡμεῖς τῆς πρὸς τοὺς ἐκ τῶν δεσμῶν λυθέντας τιμῆς ἐσόμεθα;“ Ἀλλ’ ἡ τῶν αἱρετικῶν γλῶσσα τὸ θαῦμα διαβάλλειν πειρᾶται πάλιν, ὥσπερ ἡ τῶν φαρισαίων τὰ τότε παρὰ τοῦ κυρίου τελούμενα, καὶ „γοητεῖαι“, φασί, „καὶ μάγων τέχναι προφανεῖς ταῦτα“, τρόπον ἕτερον τὸν Βεελζεβοὺλ τῇ καινότητι τοῦ ἔργου ἐπιγραφόμενοι οἱ τῆς ἐκείνου ἐνεργείας κατάπλεῳ. Εἶτα πάλιν, ἔδει γὰρ μὴ συνιέναι τὸν ἀσύνετον ἄρχοντα, ἁλύσεις τοὺς ἁγίους εἶχον τῶν προτέρων βαρύτεραι, καὶ κακώσεις ἐν τῇ φυλακῇ μᾶλλον ἢ πρότερον ἀπαράκλητοι. Τρεῖς παρῆλθον ἡμέραι, καὶ πάλιν τὴν τῆς τρίτης ὥρας τελούντων προσευχὴν ταὐτὰ συμβαίνει τοῖς ἔμπροσθεν· σεισμός τε γὰρ μετ’ ἤχου ἐξ οὐρανοῦ καὶ ἁλύσεις ἐκπίπτουσαι, καὶ πάλιν οἱ θεομάχοι, μηδὲν τῶν πραχθέντων τῷ ἄρχοντι ἐμφανίσαντες, ταῖς αὐταῖς κακώσεσι τοὺς ἁγίους ὑπέβαλον, ὧν αὐτοὶ πάντως ἦσαν ἀληθείας ψηφηφορούσης ἄξιοι.

Ἀλλ’ ἀντιφιλοτιμεῖτο θεὸς ἑτέρωθεν, ἐντεῦθεν τὸ πρᾶγμα τῆς κακουχίας, ἐκεῖθεν τὸ δόγμα τῆς εὐθυμίας. Ἡμερῶν γὰρ δέκα διαγενομένων πάλιν ἐκ τρίτου ἀνατολῇ ἐξ ὕψους οἱ ἀθληταὶ ἐπεσκέφθησαν, καὶ οἱ ἀπηλγηκότες αἱρετικοὶ τῆς αὐτῆς ἦσαν αὖθις πωρώσεως, καὶ τὸ διεστραμμένον οὐ κατηυθύνετο, καὶ οὐκ ἐπεκοσμεῖτο τὸ τῆς γνώμης αὐτῶν περὶ τὴν τοῦ καλοῦ γνῶσιν ὑστέρημα. Μᾶλλον μὲν οὖν ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων τοῖς ἁγίοις προσέθηκαν. Ὡς γὰρ πρὸς τὸ πράττειν τὰ κατὰ γνώμην αὐτῶν παρὰ τοῦ ἄρχοντος ἐδέξαντο τὸ ἐνδόσιμον, ἐξάγουσι μὲν τῆς φυλακῆς, αἰκίζονται δὲ ταῖς ἐξ ἀνθρώπων πληγαῖς, ὃ δὲ λέγεται, μήτε τῆς πολιᾶς μήτε τῆς ἀσθενείας, ἣν ἡ πολλὴ κάκωσις ἐπήγαγε τοῖς τῶν ἁγίων σώμασι, φειδὼ θέμενοι.

Οὐκ ᾔδει δὲ ἄρα τούτων οὐδὲν ὁ τοῖς αἱρετικοῖς ἐκείνοις δουλεύων ἄρχων· ἔτυχε γὰρ ἀπών· ὡς εἴ γε παρῆν, οὐκ ἂν τοιαῦτα τοῖς ὁμολογηταῖς τῆς ἀληθείας ἐνεπεδείξαντο, κἂν γὰρ μυριάκις τοῖς Φράγγοις προσετίθετο, τήν γε τῶν ἱερῶν ἀνδρῶν ἀρετὴν ἐδυσωπεῖτο, καὶ μάλιστα τοῦ θεοῦ τὸ θαῦμα τρισσεύσαντος, καίτοι γὰρ ἡμιθηριώδης ἦν καὶ ἀμείλικτος. Μετὰ δὲ τὰς ἀπανθρώπους ἐκείνας πληγὰς μηδὲ τροφῆς παραλαβεῖν τοῖς ἁγίοις παραχωρήσαντες, οὐδὲ γὰρ εἴων οὐδένα τοῖς τοῦ Χριστοῦ δούλοις, μᾶλλον δὲ Χριστῷ, προσρίπτειν οὐδὲ ἄρτου κλασμάτιον, στρατιώταις ἀπάγειν ἄλλον ἀλλαχοῦ τῶν παρὰ τὸν Ἴστρον μερῶν παρέδωκαν, τὴν ἐκ τῆς πόλεως ἀειφυγίαν τῶν οὐρανοπολιτῶν καταψηφισάμενοι.

Παραλαβόντες οὖν τοὺς ἁγίους οἱ στρατιῶται ἄνθρωποι βάρβαροι, Νεμιτζοὶ γάρ, καὶ φύσει μὲν τὸ ἀνήμερον ἔχοντες, προσλαβόντες δὲ τοῦτο καὶ ἐπιτάγματι, ἐξάγουσι μὲν τῆς πόλεως, ἀποδύσαντες δὲ γυμνοὺς ἔσυρον. Καὶ δύο ταῦτα δι’ ἑνὸς κατειργάζοντο.

Τό τε ἄσχημον καὶ τὴν ἐκ τοῦ ἀέρος ἀεὶ τοῖς παριστρίοις μέρεσι παγετώδους ἐπικειμένου κάκωσιν. Ἀλλὰ δὴ καὶ τὰ ξίφη τοῖς τραχήλοις ἐκείνων ἐπικατῆγον ὡς πλήξοντες, καὶ τὰ δόρατα τοῖς πλευροῖς ἐπέφερον ὡς βαπτίσοντες, ἵνα μὴ μόνον ἕνα θάνατον θάνοιεν, ἀλλὰ τοσαυτάκις, ὁσάκις ἐλπίζουσι, καὶ τοῦτο τοῖς στρατιώταις παρὰ τῶν ἐχθρῶν ἐνταλθέν. Ἐπεὶ δὲ τῆς πόλεως ἀπέσχον πολύ, ἀφέντες αὐτοὺς οἱ ἀπάγοντες τῆς ἐπὶ τὴν πόλιν αὖθις ὁδοῦ εἴχοντο.

Οἱ δὲ τοῦ Χριστοῦ ὁμολογηταί, μαθόντες τοῦ κυρίου τοῖς διωκομένοις ἐκ ταύτης τῆς πόλεως εἰς τὴν ἑτέραν πόλιν φεύγειν κελεύοντος, Βουλγαρίαν ἐπόθουν, Βουλγαρίαν περιενόουν· Βουλγαρίαν τούτοις δοῦναι ἄνεσιν ἐπηλπίζετο. Οὐ μὴν ἀλλὰ καὶ ταύτην, εἰ μὴ τὴν ὁδὸν διακλέπτοιεν, ἀπεγίνωσκον, ὅθεν καὶ πάντας ὀφθαλμοὺς λανθάνειν ἐσπούδαζον, βρωμάτων, ἐνδυμάτων ἀποροῦντες, πάσης κακώσεως ἀπολαβόντες· οὐκοῦν ἠναγκάσθησαν διὰ τὸ δέος ἀπ’ ἀλλήλων διαιρεθῆναι, καὶ δὴ ἄλλος ἀλλαχῆ διεσπάρησαν, θεῷ τοῦτο δόξαν, ἵνα καὶ πλείω μέρη τῷ κύκλῳ τοῦ εὐαγγελίου ἐμπεριλάβωσιν.