Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος

Θεοφύλακτος Βουλγαρίας

Το θαυματουργικό χάρισμα, το αίτημα παραιτήσεως και τα τελευταία έτη του Κλήμεντος

Οι θεραπείες παραλύτων, ο διάλογος με τον τσάρο Συμεών και η άρνησή του να δεχθεί την παραίτηση του αγίου λόγω γήρατος, η ολοκλήρωση του μεταφραστικού έργου και η σύνταξη της διαθήκης του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 8 από 9

Οὕτω δὲ τῆς πρὸς θεὸν ἀγάπης ἔχοντι τούτῳ καὶ τὸν ἐν οὐρανοῖς πατέρα ὡς υἱῷ ἀγαπῶντι, ἆρα μικρὰ τοῦ ἀνταγαπᾶσθαι παρ’ ἐκείνου μαρτύρια; οὐμενοῦν, ἀλλὰ δοξάζει καὶ τοῦτον ὁ θεὸς θαυματουργῷ χάριτι. Καὶ πῶς, ἐντεῦθεν ἀκούοιτε ἄν.

Ἐπάνεισι μὲν ἐκ Βελίτζας εἰς Ἀχρίδα Κλήμη, ἅμα μὲν τοὺς τῆς χώρας ἐπισκεψόμενος, εἰ τὰς ψυχὰς εἶεν εὔρωστοι εἰ τῷ τοῦ θεοῦ φόβῳ οἷόν τινι βακτηρίᾳ στηρίζοιντο, ἅμα δὲ καὶ κατὰ σχολὴν ἐν τῷ μοναστηρίῳ τῷ θεῷ συνεσόμενος, οὗ τοῦ κάλλους ἐρῶν δυσφόρως εἶχεν ἄλλοσέ ποι περιελκόμενος. Παράλυτοι δέ τινες δύο ὑπ’ ὄψιν αὐτῷ πεσόντες ὁδεύοντι, ὧν ἅτερος πρὸς τῇ παρέσει καὶ τοῦ πᾶσιν ἡδίστου φωτὸς ἐστέρητο, εἰς οἶκτον τὴν συμπαθεστάτην ψυχὴν ἐκίνησαν· ἀλλ’ ὅσον πρὸς οἶκτον ἕτοιμος, τοσοῦτον καὶ πρὸς ταπεινοφροσύνην ἐπικλινής· μᾶλλον δὲ πλείων ἐκείνῳ τοῦ λαθεῖν θαυματουργοῦντι φροντὶς ἢ τοῖς παραλύτοις ἐπιθυμία τοῦ τυχεῖν τῆς ἰάσεως. Ταύτῃ τοι καὶ περιβλεψάμενος κύκλῳ καὶ μηδένα ἑωρακὼς ἀνατείνει μὲν τὸ ὄμμα εἰς οὐρανούς, αἴρει δὲ χεῖρας ὁσίας εἰς προσευχὴν καὶ καθέλκει τὴν θείαν βοήθειαν, ἅπτεται χερσὶν ἐκείναις, αἷς τὴν εὐχὴν ἐπλήρου, τῶν παραλελυμένων σωμάτων, καὶ ἡ ἁφὴ σύσφιγξις αὐτοῖς ἐγένετο καὶ συνάρθρωσις.

Καὶ τοῦτο δὴ τὸ τοῦ Ἡσαΐου, ἑκάτερος αὐτῶν ἁλλόμενος ἦν ὡς ἔλαφος πλὴν ὅσον οὐ χωλὸς πρὶν μόνον καὶ μέλος ἓν πεπηρωμένος τοῦ σώματος, ἀλλ’ ὅλος ἀκίνητος καὶ μηδὲν τῆς γῆς διαφέρων, ἐφ’ ἧς κατέκειτο. Τῷ δέ γε καὶ τυφλῷ ταχὺ ἀνέτειλεν ἴαμα, καὶ φῶς ἰδὼν φωνῇ μεγάλῃ τὸν κύριον ἐμεγάλυνεν. Ἀλλ’ οὐκ ἔμελλεν ἄρα παντάπασιν ὀφθαλμοὺς ἀνθρώπων λαθεῖν τὸ θαυματούργημα· ὡράθη γὰρ τῶν τινι τοῦ ἁγίου θεραπευτῶν, ὃν ἰδὼν μετὰ ταῦτα ἐκεῖνος καὶ γνοὺς θεατὴν ὄντα ἀθέατον, πρὸς γὰρ τῇ κέλλῃ κρυπτόμενος κατεσκέπτετο, ἐνεβριμήσατό τε ὡς πονερευομένῳ καὶ σὺν ἀπειλῇ μὴ ἐξειπεῖν τινι τὸ γεγονός, ἄχρις ἂν τῷ κόσμῳ Κλήμης ἐνδημοίη, παρήγγειλεν.

Ἤδη δὲ καὶ γήρᾳ καμφθεὶς καὶ πόνοις ἐκδαπανηθεὶς ἔκρινε τὴν ἐπισκοπὴν παραιτήσασθαι, οὐχ ὡς λειποτακτῶν οὐδὲ τῆς τάξεως ἐξιστάμενος, ἐν ᾗ τὸ πνεῦμα τὸ ἅγιον αὐτὸν ἔθετο ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἀλλὰ δι’ εὐλάβειαν μακαριστήν τε καὶ ἔνθεον. Ἐδεδίει γάρ, μὴ τῇ αὐτοῦ ἀσθενείᾳ τὸ ἔργον τοῦ θεοῦ καταλύοιτο. Καὶ δὴ τῷ βασιλεῖ προσελθών, „ἄχρι μέν“, εἶπε, „θεοσεβέστατε βασιλεῦ, ἀντεῖχέ μοι τὸ σῶμα πρὸς πόνους καὶ φροντίδας ἐκκλησιαστικὰς βαρυτέρας οὔσας τῶν πολιτικῶν, ὡς ἔγωγε πείθομαι, τὸ τὴν ἐκκλησίαν τοῦ θεοῦ καταλιπεῖν, ἣν αὐτὸς ἐνεχείρισέ μοι τῷ σῷ κράτει χειρὶ χρησάμενος, πάσαις ψήφοις ἐδόκει κατάκριτον, καὶ οὐδὲ μισθωτοῦ τὸ ἔργον· ἐκείνῳ γὰρ τοῦ λύκου ἐπιόντος φεύγειν καὶ ἀφιέναι τὰ πρόβατα σύνηθες, ἐμοὶ δὲ τίς ἀπολογίᾳ, μηδένα λύκον ὁρῶντι τὴν ποίμνην ἐγκαταλιπεῖν τοῦ θεοῦ; οὐκοῦν οὐδὲ κατέλιπον ἄχρι καὶ ἐς τόδε καιροῦ· ἐπεὶ δέ μοι καὶ τὸ γῆρας ὁρᾷς ὅπως ἐπίκειται, καὶ τὸ τῶν πολλῶν κόπων πλῆθος τὸ πᾶν παρείλετο τῆς δυνάμεως, ὑπὲρ τῆς ἐκκλησίας μερίμνησον, καὶ τὸν δυνάμεως εὖ σωματικῆς πρὸς τῇ πνευματικῇ ἔχοντα καὶ νεαρώτερον τὰς ἐκκλησιαστικὰς φροντίδας ἀναδεξόμενον τῷ τοῦ κυρίου οἴκῳ ἐπίστησον.

Ταύτην μοι τὴν τελευταίαν ἀξίωσιν πλήρωσον· δός μοι τὰς ὀλίγας ταύτας ἡμέρας ἐμαυτῷ προσλαλῆσαι καὶ τῷ θεῷ, καλόν μοι πρὸς τοῦτο τὸ μοναστήριον οἰκητήριον, τὸν ἐν τούτῳ χάρισαι θάνατον. Τί γὰρ ἐμοὶ καὶ ταῖς φροντίσιν ἔτι κοινόν, στιβαρωτέρων δεομέναις μελῶν; εἰ δὲ πρὸς τὰς τῆς ἐκκλησίας φροντίδας ἀδυνατῶ, τίνος ἄλλου χάριν τῆς ἀξίας ταύτης μεταποιήσομαι; ἔργον γὰρ τὴν ἐπισκοπὴν ὁ Παῦλος ἐκάλεσεν, ἧς ἀπέχειν προσῆκε τὸν τῷ ἔργῳ μὴ οἰκειότατον. Μὴ δὲ θελήσῃς τὴν ἐκκλησίαν, ἐπὶ τῷ ἐμῷ ὀνόματι ἀνθήσασαν ὑπὲρ τὰς πολλάς, εἶτα ἐπ’ αὐτῷ τούτῳ μαραινομένην ἰδεῖν, ἀλλ’ ὅπερ εἶπον, τὸ κάλλος αὐτῇ δι’ ἑτέρων τῶν ἀκμαιοτέρων συντήρησον· κίνδυνος γὰρ οὐ μικρὸς διὰ τὴν ἐμὴν ἀσθένειαν τὰ πράγματα φθείρεσθαι.“ Ὁ γοῦν βασιλεὺς τῷ καινῷ καταπλαγεὶς τοῦ ἀκούσματος, πλήττει γὰρ ἀπροσδοκήτως τὸ ἀθέλητον ἀκουόμενον, „τί ταῦτα“, φάναι, „πάτερ, λέγεις; πῶς ἀνασχοίμην ἐγὼ θρόνοις ἐκείνοις ἰδεῖν σοῦ ζῶντος ἄλλον ἐπικαθήμενον; πῶς τὴν ἐμὴν βασιλείαν τῶν σῶν ἀρχιερατικῶν εὐλογιῶν ἐρημώσαιμι; ἀπαίσιος οἰωνισμός μοι τῆς ἐκ τοῦ θρόνου τοῦ βασιλικοῦ καθαιρέσεως ἡ σὴ τοῦ θρόνου τῆς ἐπισκοπῆς ἐγκατάλειψις.

Εἰ μὲν οὖν παραλελύπηκά τι τὴν σὴν ὁσιότητα, ἐν ἀγνοίᾳ πλημμελήσας, ὡς ἔγωγε οὐδὲν ἐμαυτῷ πεπλημμεληκότι σύνοιδα, καὶ δὴ φειδόμενος ἡμῶν ὡς πατὴρ οὐκ ἐκπομπεύειν ἐθέλεις τὴν ἐμὴν πρὸς σὲ παροινίαν, ἀλλὰ συσκιάζεις τὴν ἀληθινὴν αἰτίαν τῷ τῆς ἀδυναμίας προσχήματι. Εἰπέ, δέομαι, ἕτοιμος ὑπέχειν εὐθύνας ἐγώ, καὶ ἰᾶσθαι τὸ τοῦ πατρὸς ὁ παῖς ἄλγημα· εἰ δὲ μηδὲν ἔχεις ἡμῖν ἐγκαλεῖν, τί λυπεῖν ἐθέλεις αὐτὸς τοὺς μηδὲν λυπήσαντας; οὐ τὸν κλῆρον ἔχεις αἰτιᾶσθαι ὡς ἀπειθῆ καὶ σκληραύχενα, πάντας γὰρ διὰ τοῦ εὐαγγελίου γεννήσας σαυτῷ καὶ τῷ θεῷ ὑποτέθεικας, οὐχ ἡμᾶς αὐτοὺς ὡς τάχα τῶν σῶν ἐνταλμάτων ἀφηνιάζοντας, οὐκ ἄλλο τι τῶν σῶν ἐπίψογον. Τί τοίνυν παῖδας ἐᾷς τὴν σὴν ὀδυρομένους ἀνεύλογον ἀναχώρησιν; εἰ μὲν οὖν πείθοιο, πάτερ, εἰ δὲ μή, τολμηρὸς ὁ λόγος, κἂν πάντα λέγῃς, οὐ πείσομαι, κἂν πάντα ποιῇς, οὐ καμφθήσομαι· παραίτησις γάρ, οἶμαι, μόνοις τοῖς ἀναξίοις ἁρμόδιος· σὺ δὲ πάσης ἀξίας ἐπέκεινα“.

Κάμπτεται τούτοις ὁ γέρων, καὶ οὐδὲν περαιτέρω περὶ παραιτήσεως τοῖς πρὸς τὸν βασιλέα λόγοις προσθεὶς ὑποστρέφει μὲν εἰς τὸ μοναστήριον, τὸν δὲ ἄνω βασιλέα τῷ αὐτοῦ σκοπῷ εὑρίσκει συντρέχοντα· ἅμα γὰρ τῇ ὑποστροφῇ νόσῳ μὲν καταβάλλεται, προεγνωκὼς δὲ τὸν θάνατον ἐξιτήριον δῶρον ταῖς Βουλγάρων ἐκκλησίαις χαρίζεται· καὶ τὸ λεῖπον τῷ τριῳδίῳ προστίθησι, τὸ γὰρ ἀπὸ τῆς καινῆς κυριακῆς ἄχρι τῆς πεντηκοστῆς ψαλλόμενον τότε δὴ συνετέλεσε. Καί τοι τεκμαίρεσθαι τοῖς ὀξυτέροις ἐντεῦθέν ἐστι, τίς ἂν ἦν ἐῤῥωμένος τὸ σῶμα, ὃς κἂν τῇ νόσῳ τοῖς πόνοις ἑαυτὸν κατέτρυχεν. Ἀλλὰ γὰρ ἦν ὄντως ὁ ἔσω αὐτοῦ ἄνθρωπος τοσούτῳ μέτρῳ ἀνακαινούμενος, ὅσῳπερ ὁ ἔξωθεν ἐφθείρετο, καὶ κατὰ Παῦλον εἶχε λέγειν· ὅτε ἀσθενῶ, τότε δυνατός εἰμι.

Τί ἔτι; διατίθεται, καὶ τοῦτο κανονικόν, περί τε τῶν βιβλίων αὐτοῦ, ὧν ἐποίησε, καὶ τῆς ἄλλης αὐτοῦ περιουσίας, μᾶλλον δὲ τοῦ θεοῦ, ᾧ πάντα εἶχε, καὶ ὃν ἐπλούτει μόνον, τὸν γὰρ καλὸν μαργαρίτην, ὁ σοφὸς ἔμπορος, ὀλίγα τῶν ὀστρέων φροντίζων· καὶ τοίνυν πάντα διχῇ μερίσας τὴν μὲν ἡμίσειαν τῇ ἐπισκοπῇ, θατέραν δὲ μοῖραν τῇ μονῇ καταλέλοιπε, δείξας πάντως κἀντεῦθεν, ὅπως δεῖ κτᾶσθαι καὶ χρᾶσθαι καὶ ὡς ἀμφότερα τῷ πρὸς θεὸν νεύματι· ἐκεῖνος γὰρ τήν τε κτῆσιν ἐκ πιστῶν ἀρχόντων καὶ βασιλέων ἔσχεν, οὓς οὐκ ἔδει πάντως ἀποψυχραίνειν τῇ παροράσει καὶ μάλιστα πεφυκότας βαρβαρικωτέρους. Ἔδειξε δὲ καὶ ὁ κύριος, οἷς τὴν μυροφόρον ἐκείνην οὐ μόνον οὐ παρεῖδεν, ἀλλὰ καὶ προσαπεδέξατο καὶ τῷ εὐαγγελίῳ ἐνέταξε. Τήν τε ἀπόκτησιν τῷ μεγάλῳ Κλήμεντι οὐκ ἔστιν ὅπως ἄν τις ἄλλως ἐπαινετώτερον ἔθετο.