Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος

Θεοφύλακτος Βουλγαρίας

Η ιεραποστολή των αγίων Κυρίλλου και Μεθοδίου και η επινόηση του σλαβικού αλφαβήτου

Παρουσίαση του βίου και του μεταφραστικού έργου των δύο αυταδέλφων, η επίσκεψή τους στη Ρώμη, η υποδοχή από τον πάπα και η κοίμηση του αγίου Κυρίλλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 9

Τίνες οὖν οἱ πατέρες οὗτοι, τάχα ζητεῖτε μαθεῖν; Μεθόδιος, ὃς τὴν Πανόνων ἐπαρχίαν ἐκόσμησεν, ἀρχιεπίσκοπος Μοράβου γενόμενος, καὶ Κύριλλος, ὁ πολὺς μὲν τὴν ἔξω φιλοσοφίαν, πλείων δὲ τὴν ἔσω, καὶ τῆς τῶν ὄντων ὄντως φύσεως ἐπιγνώμων, μᾶλλον τοῦ ἑνὸς ὄντος, ᾧ τὰ πάντα ἐκ μὴ φαινομένων τὸ εἶναι ἔλαβον· οὗτοι γὰρ δὴ διὰ τὴν τοῦ βίου καθαρότητα θεὸν λαβόντες ἐν ἑαυτοῖς, καὶ διὰ τοῦ τὸν φόβον συλλαβεῖν ἐν γαστρὶ τὸ σωτηριῶδες πνεῦμα ἀποτεκεῖν σπεύδοντες εἶχον μὲν ἱκανῶς λόγον διδασκαλικοῦ, ἑλλάδι γλώττῃ προφερομένου, καὶ πολλοὺς εἷλκεν ἡ τοιαύτης σοφίας ἅλυσις.

Ἐπεὶ δὲ τὸ τῶν Σθλοβενῶν γένος εἴτ’ οὖν Βουλγάρων ἀσυνέτως εἶχον τῶν ἐν ἑλλάδι γλώττῃ συντεθειμένων γραφῶν, ζημίαν ἡγοῦντο τοῦτο μεγίστην οἱ ἅγιοι, καὶ τὸ μὴ τὸν λύχνον τῶν γραφῶν ἐπανάπτεσθαι τῷ τῶν Βουλγάρων αὐχμηρῷ τόπῳ ἀπαρακλήτου λύπης ἐποιοῦντο ὑπόθεσιν· ἤλυον, ἐδυσφόρουν, ἀπελέγοντο τὴν ζωήν.

Τί γοῦν ποιοῦσι; Πρὸς τὸν παράκλητον ἀποβλέπουσιν, οὗ πρῶτον δῶρον αἱ γλῶσσαι καὶ τοῦ λόγου βοήθεια. Καὶ παρὰ τούτου τὴν χάριν ταύτην αἰτοῦνται, γράμματά τε ἐξευρέσθαι, δασύτητι Βουλγάρου γλώττης κατάλληλα, καὶ δυνηθῆναι τὰς θείας γραφὰς πρὸς τὴν φωνὴν τοῦ ἔθνους [τῇ ἑρμηνείᾳ] μεταγαγεῖν. Ἀμέλει καὶ νηστείᾳ εὐτόνῳ καὶ προσευχῇ ἐπιμόνῳ καὶ κακώσει τε σώματος καὶ ψυχῆς καὶ συντριβῇ καὶ ταπεινώσει ἐκδόντες ἑαυτοὺς τοῦ ποθουμένου τυγχάνουσι· ἐγγὺς γάρ, φησί, κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, καὶ ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι· θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ θεὸς πόῤῥωθεν.

Εὑρίσκουσιν οὖν καὶ οὗτοι τὴν τοῦ πνεύματος χάριν, ὡς ὄρθρον ἕτοιμον, καὶ φῶς ἀνέτειλε τοῖς δικαίοις γνώσεως, καὶ ἡ σύζυγος αὐτῶν εὐφροσύνη τὴν προτέραν λύπην αὐτῶν ἀπήλασε. Τυχόντες οὖν τοῦ εὐκταίου τούτου χαρίσματος ἐξευρίσκουσι μὲν τὰ Σθλοβενικὰ γράμματα, ἑρμηνεύουσι δὲ τὰς θεοπνεύστους γραφὰς ἐκ τῆς ἑλλάδος γλώττης εἰς τὴν Βουλγαρικήν, ποιοῦνται δὲ σπουδὴν τοῖς ὀξυτέροις τῶν μαθητῶν παραδοῦναι τὰ θεῖα μαθήματα· οὐκ ὀλίγοι γὰρ τῆς διδασκαλικῆς ταύτης πηγῆς ἔπινον, ὧν ἔκκριτοί τε καὶ τοῦ χοροῦ κορυφαῖοι Γοράσδος τε καὶ Κλήμης καὶ Ναοὺμ καὶ Ἀγγελάριος καὶ Σάββας.

Ἐπεὶ δὲ Παῦλον ἐγίνωσκον τοῖς ἀποστόλοις τὸ εὐαγγέλιον κοινωσάμενον, τρέχουσι καὶ αὐτοὶ πρὸς τὴν Ῥώμην, τῷ μακαρίῳ τούτῳ πάπᾳ τὸ ἔργον τῆς ἑρμηνείας τῶν γραφῶν ἐμφανίσοντες, ἐκατηυθύνθη ἐπ’ αὐτούς, καὶ μὴ εἰς κενὸν ἔδραμον.

Ὁ δὲ τηνικαῦτα τοῖς ἀποστολικοῖς ἐμπρέπων θρόνοις Ἀδριανός, τὴν τούτων ἀκούσας ἔλευσιν, ἐχάρη μὲν χαρὰν μεγάλην σφόδρα· ἐκ μακροῦ γὰρ τῇ βροντῇ τῆς περὶ τῶν ἁγίων φήμης καταπληττόμενος ἐπόθει καὶ τὴν ἀστραπὴν ἰδεῖν τῆς ἐν αὐτοῖς χάριτος, ἐκεῖνο πάσχων πρὸς τοὺς θείους ἄνδρας, ὃ Μωσῆς πρὸς θεόν, καὶ ὄψιν αὐτῷ ἐμφανισθῆναι τὴν ποθουμένην καὶ γνωστῶς ἰδεῖν ἐφιέμενος· οὐκ ἔτι δὲ κατέχειν οἷός τε ἦν ἑαυτόν, ἀλλὰ τὸ ἱερατικὸν ἅπαν σὺν τῷ παρευρεθέντι ἀρχιερατικῷ προσλαβόμενος ἐξῆλθεν εἰς τὴν τῶν ἁγίων συνάντησαν, τὸ τοῦ σταυροῦ τε σημεῖον προπορευόμενον αὐτοῦ κατὰ τὸ εἰωθὸς ἔχων, καὶ τῷ τῶν λαμπάδων φωτὶ τὴν τὴς χαρᾶς ἐπισημαίνων φαιδρότητα, ἔστι δ’ εἰπεῖν, ὅτι καὶ τὴν τῶν ἐπιξενουμένων λαμπρότητα, οὓς δοξάζων ὁ τοῖς ἁγίοις ἐνδοξαζόμενος κύριος θαύματα πολλὰ τελεσθῆναι παρ’ αὐτῶν κατὰ τὸν τῆς εἰσόδου καιρὸν εὐδόκησεν. Ὡς δὲ καὶ τὸ ἔργον ἐμφανισθείη τῷ πάπᾳ, καὶ τὴν τῶν γραφῶν ἐν γλώττῃ μετάθεσιν κατασκέψαιτο, ἀποστολικῆς ὄντως ψυχῆς χάριτος πνευματικῆς οὖσαν γέννημα, οὐκ εἶχεν ὃ χρήσαιτο τῇ χαρᾷ· ἐμακάριζε τοὺς ἄνδρας, παντοίοις ὀνόμασιν ἀνεκάλει, πατέρας, ἐπιπόθητα τέκνα, χαρὰν οἰκείαν, στέφανον πίστεως, δόξης καὶ κάλλους ἐκκλησίας διάδημα.

Ἐπὶ τούτοις τί ποιεῖ; Τὰς ἑρμηνευθείσας βίβλους λαβὼν τῷ θείῳ θυσιαστηρίῳ προσήγαγεν. οἵων τι ἀνάθημα ταύτας καθιερῶν τῷ θεῷ καὶ δεικνύς, ὡς τοιαύταις θυσίαις, καρπῷ χειλέων εὐαρεστεῖται θεός, καὶ εἰς ὀσμὴν εὐωδίας τὰς τοιουτοτρόπους καρπώσεις δέχεται· τί γὰρ τῷ λόγῳ λύγου τοὺς λογικοὺς ἀλογίας λυτρουμένου τερπνότερον, εἴπερ τῷ ὁμοίῳ τὸ ὅμοιον ἥδεται; Ἀποστολικούς τε τοὺς ἄνδρας ἐπ’ ἐκκλησίας ἐκήρυξεν, ὡς τῷ Παύλῳ τὸν ἶσον ὑποδύντας ἀγῶνα, καὶ τὴν τῶν ἐθνῶν προσφορὰν τελείαν καὶ ἁγίαν τῷ θεῷ προσενεγκεῖν σπείσαντας.

Εἶτα τῶν ἑπομένων τοῖς ἁγίοις, ὅσοι καὶ Σθλοβενικῶν γραμμάτων ἱκανὴν πεῖραν ἔχειν καὶ βίῳ σεμνῷ κεκοσμῆσθαι παρὰ τῶν διδασκάλων ἐμαρτυροῦντο, τοὺς μὲν τοῦ πρεσβυτερίου, τοὺς δὲ τοῦ τῶν διακόνων, ἔστι δ’ οὓς καὶ ὑποδιακόνων βαθμοῦ ἠξίωσεν, αὐτὸν δὲ τὸν μέγαν Μεθόδιον, καίτοι πολλὰ δραπετεύοντα καὶ ἀναδυόμενον, ἐπίσκοπον Μοράβου τῆς Πανονίας χειροθετεῖ, οὐχ ὅσιον εἶναι κρίνας ἀμοιρεῖν τοῦ ὀνόματος τὸν ἀξιωθέντα τοῦ πράγματος, ἶσον γὰρ πλημμελεῖσθαι, ὅταν τε τοῦ ὀνόματός τις τύχοι πάμπολυ διῳκισμένος τοῦ πράγματος, καὶ ὅταν ἐπίσκοπός τις ὢν τοῖς ἔργοις καὶ τῷ ἀξιώματι παρορῷτο τῇ τάξει τῶν ἰδιωτῶν ὑποκρύπτεσθαι, καὶ λύχνος ὢν ὑπὸ τὴν κλίνην τῆς ἀφανείας τιθοῖτο· ἀλλὰ Μεθόδιον μὲν οὕτως ὁ Ῥώμης ἀρχιερεὺς τῷ ἐπισκοπικῷ τιμᾷ ἀξιώματι, μᾶλλον δὲ τὴν ἐπισκοπὴν δι’ αὐτοῦ.

Κύριλλον δὲ τὸν ὄντως φιλόσοφον ὁ μέγας ἀρχιερεὺς εἰς τὰ τῶν ἁγίων προσκαλεῖται ἅγια, ἐκεῖ λειτουργήσοντα ἔνδον τῆς σκηνῆς τῆς ἀληθινῆς καὶ τῶν μυστηρίων μεταληψόμενον πνευματικώτερον καὶ θειότερον καὶ τοῦ ποτηρίου τοῦ καινοῦ κοινωνήσοντα.

ὥσπερ γὰρ ἐπὶ τούτῳ παραμεῖναι τῇ σαρκὶ ἐαθείς, ἵνα τήν τε τῶν γραμμάτων εὕρεσιν καὶ τὴν τῶν γραφῶν μάθεσιν πραγματεύσηται, μετὰ τὸ ταῦτα διακονῆσαι τῷ θείῳ βουλήματι παρὰ τοῦ διδάξαντος αὐτὸν τὴν γνῶσιν θεοῦ προσλαμβάνεται· προγνοὺς δὲ τὴν ἑαυτοῦ τελευτὴν τὸ τῶν μοναχῶν σχῆμα ἐπαμφιέννυται, καὶ πάλαι μὲν τοῦτο ποθῶν, διὰ δὲ μετριοφροσύνην, ὡς μέγα τι καὶ τὴν αὐτοῦ ἰσχὺν ὑπερβαῖνον ἀναδυόμενος· δέκα δὲ ἡμέρας ἐν τούτῳ διαγενόμενος καὶ φωτὶ φῶς προσλαβὼν εἰς οὐρανοὺς μετέστη, οὗ ὁ Χριστός, τὴν τοῦ κλαυθμῶνος κοιλάδα, τὰ τοῦ σκοτασμοῦ σκηνώματα, τὸν πηλὸν τῆς ἰλύος, τὴν ἐνταῦθα παροικίαν καταλιπών· καὶ τὸ πνεῦμα μὲν τῷ θεῷ τῶν πνευμάτων παρέθηκε, σῶμα δ’ ἐκεῖνο τὸ πρὸ τῆς φυσικῆς νεκρώσεως τῆς προαιρετικῆς ἀπολαῦσαν ὕμνοις ὑπό τε τοῦ θείου πάπα καὶ τοῦ κλήρου παντὸς φιλοτιμηθὲν ἐγκατετέθη τῷ ναῷ Κλήμεντος, Κλήμεντος ἐκείνῳ τοῦ τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέτρῳ πεφοιτηκότος καὶ τῇ τοῦ Χριστοῦ σοφίᾳ τὴν ἑλληνικήν, οἷα δεσποίνῃ, δούλην καθυποτάξαντος· καὶ δέχεται τὸν φιλόσοφον ὁ φιλόσοφος, ὁ μέγας διδάσκαλος τὴν τοῦ λόγου φωνὴν προσλαμβάνεται, ὁ τῶν ἐθνῶν καθηγητὴς τὸν τοῖς ἔθνεσι φωτίσαντα τὸ φῶς τῆς γνώσεως εἰσοικίζεται.

Ἐπισημαίνει δὲ καὶ θεὸς προσμαρτυρῶν τῷ Κυρίλλῳ τὴν ἐκδεχομένην δόξαν ἐν οὐρανοῖς, καὶ τὰ φαινόμενα τῶν μὴ φαινομένων ποιεῖται κήρυκας· δαιμονῶντές τε γὰρ τῇ σορῷ προσελθόντες ἰάσεις εὕροντο, καὶ πολλαῖς ἄλλαις νόσοις ἡ τοῦ ἁγίου πνεύματος χάρις μάστιξ ἐλάτειρα γέγονεν· ἅμα τε γάρ τις ἢ τῇ σορῷ προσῄει ἢ τοὔνομα ἐπικαλεῖτο τοῦ θεοφόρου τούτου πατρός, καὶ τῆς τοῦ λυποῦντος ἀπαλλαγῆς μέτρον τὴν πίστιν εὕρισκεν. Ὅθεν πολὺς ἐν τοῖς Ῥωμαίων στόμασιν ὁ Κύριλλος ἔκειτο, καὶ πλείων ἐν ταῖς ψυχαῖς· ὡς εἶναι τὰς μὲν θαυματουργίας τῆς περὶ αὐτοῦ δόξης ὑπόθεσιν, ταύτην δὲ τῆς περισσοτέρας τιμῆς ἐπίβασιν, τὴν δὲ τοῦ ἁγίου τιμὴν τῆς τοῦ θεοῦ δόξης βεβαίωσιν.

Ἀλλὰ Κυρίλλῳ μὲν οὕτως ἡ τελευτὴ τιμῆς καὶ παρὰ τοῦ θειοτάτου πάπα καὶ παρὰ θεοῦ τετίμηκεν, Μεθόδιος δὲ τὸν σύμπονον ἀποβαλὼν καὶ συνέμπορον, τὸν τὰ πάντα καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ γνήσιον ἀδελφόν, λύπῃ μὲν τὴν καρδίαν ἐβάλλετο, πάσχων τοῦτο δὴ τὸ ἀνθρώπινον, καὶ συνηθείας ἁλώσιμος ἦν· παρακαλεῖτο δ’ ἑτέρωθεν οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἐλπίζων ἔχειν τὸν Κύριλλον τοῦ τῆς διδασκαλίας ἔργου συλλήπτορα, ὅσῳ καὶ θεῷ πλησιάζοντα ἐκτὸς τῆς σαρκός, ἀνυσιμωτέραν ἔχειν τὴν παῤῥησίαν.