Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Ασκητικές παραινέσεις για την εγρήγορση και τη μνήμη θανάτου

Κατηχητικοί λόγοι προς την αδελφότητα κατά τις νυχτερινές συνάξεις, με επίκεντρο τη συνεχή επαγρύπνηση, τη μετάνοια και την αποφυγή των κοσμικών μεριμνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 10

Θαυμάζοντος δὲ ἐπὶ τοῖς λαληθεῖσιν αὐτῷ τοῦ μεγάλου, εὐθὺς κρούουσι τοῖς ἀδελφοῖς εἰς τὴν νυκτερινὴν σύναξιν. Καὶ τελεσθείσης τῆς νυκτερινῆς λειτουργίας, ἐκάθισαν οἱ ἀδελφοὶ εἰς ἀκρόασιν τοῦ λόγου αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἔλεγε ταῦτα·

Κατήχησις ὠφέλιμος πάνυ τοῦ μεγάλου Παχωμίου. «Ἀδελφοί, ὅσον ἔχετε τὴν πνοὴν ὑμῶν ἐν τῷ στόματι, ἀγωνίσασθε ὑπὲρ τῆς σωτηρίας ὑμῶν· πρὸ τοῦ ἐλθεῖν τὴν ὥραν ἐκείνην ἐν ᾗ μέλλομεν κλαίειν καὶ θρηνεῖν ἑαυτούς, ἐργασώμεθα προθύμως τὴν ἀρετήν. Λέγω γὰρ ὑμῖν ὡς, εἴπερ ᾔδειτε τὰ ἐν οὐρανοῖς ἀγαθὰ καὶ τὴν ἀποκειμένην τοῖς ἁγίοις ἐπαγγελίαν καὶ πῶς οἱ ἀποπεσόντες τοῦ θεοῦ κολάζονται καὶ τὰ βασανιστήρια τὰ τοῖς ἀμελήσασιν ἀποκείμενα, μάλιστα τοῖς ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ μὴ ἀξίως αὐτῆς πολιτευσαμένοις ὑπὲρ τοῦ κληρονομῆσαι τὴν ἐπηγγελμένην τοῖς ἁγίοις μακαριότητα καὶ ἀποφυγεῖν τὴν ἐν ταῖς βασάνοις κόλασιν, πάντα πόνον ὑπεμείνατε ἂν ὑπὲρ τοῦ τελειωθῆναι ἐν τῇ κατὰ Χριστὸν ἀρετῇ. Ἀπέλθετε πρὸς τοὺς τάφους καὶ ἴδετε τὴν τῶν ἀνθρώπων ὑπόστασιν ὅτι οὐδέν ἐστι. Τί οὖν κενοδοξεῖ ἄνθρωπος χοῦς τυγχάνων; Τί δὲ ὑπερηφανεύεται ὅλως, δυσωδία ὑπάρχων; Κλαύσωμεν ἑαυτούς, ὡς καιρὸν ἔχομεν, μήποτε ἐλθούσης τῆς ἐξόδου ἡμῶν εὑρεθῶμεν τότε τὸν θεὸν αἰτούμενοι καιρὸν ἕτερον πρὸς μετάνοιαν. Δειλαία ἀληθῶς ἡ ψυχὴ ἐκείνη καὶ τρισαθλία ἡ τὸν κόσμον καταλιποῦσα καὶ καταγράψασα μὲν ἑαυτὴν τῷ θεῷ, ἀξίως δὲ μὴ ζήσασα τοῦ ἑαυτῆς ἐπαγγέλματος. Μὴ οὖν συγχωρήσωμεν, ἀδελφοί, τῷ αἰῶνι τούτῳ ὀλίγῳ ὄντι καὶ εὐτελεῖ καὶ σκιᾷ παρερχομένῃ ἐοικότι ἁρπάσαι τὴν μακαρίαν ἐκείνην καὶ ἀθάνατον ζωὴν ἀφ’ ἡμῶν.

Ἀληθῶς φοβοῦμαι μήποτε οἱ κατὰ σάρκα πατέρες ἡμῶν ἐν τῷ κόσμῳ διατρίβοντες καὶ περιαντλούμενοι ταῖς τοῦ κόσμου μερίμναις, οἰόμενοι περὶ ἡμῶν ὡς ἀνακειμένων δῆθεν τῷ θεῷ καὶ ἀρραβωνισθέντων ἐντεῦθεν ἤδη τὴν μακαρίαν ζωήν, προσδοκῶντες δὲ καὶ τυχεῖν ἐπικουρίας παρ’ ἡμῶν ἐν τῷ μέλλοντι, εὑρεθῶσι κατακρίνοντες ἡμᾶς καὶ τὸ γεγραμμένον ἐκεῖνο λέγοντες· “Πῶς ἐταλαιπωρήσατε καταισχυνθέντες σφόδρα;

Μεγάλη ἡ θλῖψις ὑμῶν· πῦρ ἀνήφθη ἐφ’ ὑμᾶς· ἠχρειώθησαν οἱ κλάδοι ὑμῶν. Διὰ τοῦτο εἰς προνομὴν ἐγένοντο· ἐπ’ αὐτὴν ὠρύοντο λέοντες καὶ ἐπ’ αὐτὴν ἔδωκαν φωνὴν αὐτῶν. Διὰ τοῦτο ἐγένοντο οἱ ἡγούμενοι ὡς οἱ ἐβδελυγμένοι καὶ ὁ στέφανος τῆς κεφαλῆς ὑμῶν ἀφῄρηται. Πόλεις αἱ πρὸς νότον πῶς συνεκλείσθητε; Οὐκ ἔστιν ὁ ἀνοίγων ὑμῖν. Ἀρθήτω γὰρ ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.” Ἠκούσατε, ἀδελφοί.» «Διὰ τοῦτο ἀγωνισώμεθα ἐξ ὅλης καρδίας, τὸν θάνατον πρὸ ὀφθαλμῶν κατὰ πᾶσαν ὥραν φέροντες καὶ τὴν φοβερὰν κόλασιν φανταζόμενοι καθ’ ἑκάστην, δι’ ὧν εἰς αἴσθησιν ἐρχόμενος ὁ νοῦς βρίθειν μὲν δάκρυσι ποιεῖ τὴν ψυχήν, θεωρητικὴν δὲ αὐτὴν κατεργάζεται καὶ μετέωρον πρὸς τὸν θεὸν ἀπὸ τῶν γηΐνων· οὐ μὴν δὲ ἀλλὰ καὶ ταπεινοφροσύνην ἐκ τούτων ἐμποιῶν οἰκτράν τε καὶ ἀκενόδοξον καὶ παντὸς ἀπηλλοτριωμένην τοῦ κοσμικοῦ φρονήματος πείθει γενέσθαι αὐτήν.

Φιλοσοφείτω οὖν καθ’ ἑκάστην, ἀδελφοί, πρὸς τὸ παχύτερον τοῦ σώματος ἡ ψυχὴ περὶ τὴν κοίτην ὀψὲ λέγουσα πρὸς ἕκαστον μέλος τοῦ σώματος· Ὦ πόδες, ὡς ἔχετε ἐξουσίαν σταθῆναι καὶ κινηθῆναι, πρὸ τοῦ τεθῆναι ὑμᾶς ἐν τάφῳ καὶ μένειν ἀκινήτους στήκετε προθύμως τῷ κυρίῳ ὑμῶν. Πρὸς δὲ τὰς χεῖρας αὖθις λεγέτω· Ὦ χεῖρες, ἔσται ὥρα ἐν ᾗ ἔσεσθε ἐκλελυμέναι καὶ ἀκίνητοι καὶ δεδεμέναι ἀλλήλαις· διὰ τοῦτο πρὸ τοῦ ἐμπεσεῖν ὑμᾶς εἰς ἐκείνην τὴν ὥραν μὴ ἐκκακεῖτε πρὸς τὸν κύριον ἐπεκτεινόμεναι. Πρὸς δὲ τὸ σῶμα ὅλον οὕτως ἡ ψυχὴ ὁμιλείτω· Ὦ σῶμα, πρὸ τοῦ διαχωρισθῆναι ἡμᾶς ἀπ’ ἀλλήλων καὶ μακρυνθῆναι κἀμὲ μὲν εἰς ᾅδην κατενεχθῆναι δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετηρημένην, σὲ δὲ πρὸς τὴν ἀρχαίαν οὐσίαν μεταβληθῆναι καὶ διαλυθῆναι εἰς δυσωδίαν καὶ σηπεδόνα, θαρσαλέως στῆθι, προσκύνησον ἀόκνως τῷ κυρίῳ· λάβε καὶ αὐτὸ τὴν ἐμὴν αἴσθησιν διὰ δακρύων γνωριζομένην, ἐμφάνισον τῷ δεσπότῃ τὴν ἀγαθήν σου δουλείαν· βάστασόν με προθύμως τῷ θεῷ ἐξομολογουμένην πρὸ τοῦ σε βασταχθῆναι ὑπὸ ἄλλων, μὴ θέλον κοιμᾶσθαι καὶ ἀναπαύεσθαι νῦν εἰς αἰωνίαν καταδικάσῃς με κόλασιν. Ἔσται γὰρ καιρὸς ὅτε ὁ βαρύτατος ὕπνος μέλλει σε διαδέχεσθαι. Ἐὰν ἀκούσῃς μου, ἀπολαύσομεν ὁμοῦ τῆς μακαρίας κληρονομίας· εἰ δὲ μὴ ἀκούσεις μου, οἴμοι ὅτι συνεδέθης μοι.

Διὰ γάρ σε κἀγὼ ἡ ἀθλία κατάδικος γίνομαι. —Ἐὰν οὕτως, ἀδελφοί, καθ’ ἑκάστην ἦτε ἀλείφοντες ἑαυτούς, ὄντως ἀληθινὸς ναὸς ὑπάρξετε τοῦ θεοῦ· καὶ τούτου ἐνοικοῦντος ἐν ὑμῖν, ποία σατανικὴ μεθοδεία δύναται ὑμᾶς ἀπατῆσαι; Ὁ γὰρ τοῦ θεοῦ φόβος ἐνοικῶν ἐν ὑμῖν μυρίων διδασκάλων πλέον διδάσκει καὶ σοφίζει ὑμᾶς τὴν ἑαυτοῦ γνῶσιν· καὶ ὅσα ὁ ἀνθρώπινος λόγος οὐ δύναται εἰπεῖν, ταῦτα τὸ πανάγιον καὶ θεῖον τῆς ἀχράντου φύσεως πνεῦμα διδάσκει καὶ ὑφηγεῖται. Τί γάρ, φησίν, προσευξόμεθα καθ’ ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ἐξῆν μὲν οὖν καὶ ἕτερα πολλὰ πρὸς ὑμᾶς εἰπεῖν περὶ ὠφελείας τῇ χάριτι τοῦ θεοῦ· ἀλλ’ ἵνα μὴ ἐγχρονίσωμεν τοῖς αὐτοῖς, ἐφ’ ἕτερα τὸν λόγον τρεψώμεθα.»