Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Τελικά ασκητικά κεφάλαια

Συλλογή από πνευματικές νουθεσίες και περιστατικά σχετικά με την αποφυγή της κενοδοξίας, την απόκρουση των αιρετικών, την υπομονή στις ασθένειες και την έμπρακτη εφαρμογή της αρετής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 10

Περὶ τοῦ εὐκτηρίου οὗ ᾠκοδόμησεν ὁ ἅγιος, ιʹ. Οἰκοδομήσας ὁ μακάριος Παχώμιος εὐκτήριον οἶκον ἐποίησεν ἐν αὐτῷ στοὰς καὶ στύλους διὰ πλίνθων ἔστησε· καὶ πάνυ φιλοκαλήσας αὐτὸ ἐτέρφθη ἐπὶ τῷ ἔργῳ ὡς οἰκοδομηθέντι καλῶς. Ἐλογίσατο οὖν ἐκ διαβολικῆς ἐνεργείας εἶναι τὸ θαυμάσαι τὸ ἔργον τοῦ οἴκου ἐπὶ τῇ ὡραιότητι· καὶ λαβὼν σχοινία καὶ δήσας τοὺς στύλους καὶ ποιήσας εὐχὴν παρ’ ἑαυτῷ, κελεύσας τοῖς ἀδελφοῖς ἑλκύσαι τοὺς στύλους ἔκλινε πάντας ὥστε σκαμβοὺς αὐτοὺς γενέσθαι. Καὶ τοῦτο ποιήσας λέγει πρὸς τοὺς ἀδελφούς· «Δέομαι ὑμῶν, ἀδελφοί, μὴ ἀγωνίζεσθε καλλωπίζειν ἐπὶ πολὺ τὸ ἔργον τῶν χειρῶν ὑμῶν, ἀλλὰ μᾶλλον σπουδάζειν ἀπὸ τῆς δωρεᾶς τοῦ θεοῦ χάριν γενέσθαι ἐν τῷ ἔργῳ ἑνὸς ἑκάστου ὑμῶν, ἵνα μὴ διὰ τοῦ ἐπὶ τῇ τέχνῃ ἐπαίνου ὀλισθήσας ὁ νοῦς θήραμα τοῦ διαβόλου γένηται.»

Περὶ τῶν τριχινοφόρων αἱρετικῶν, ιαʹ. Αἱρετικοί τινές ποτε μονάζοντες, τρίχινα φοροῦντες ἱμάτια, περὶ τῆς πολιτείας ἤκουσαν τοῦ θείου Παχωμίου· καὶ παραγενόμενοι εἰς τὸ μοναστήριον αὐτοῦ πρός τινας τῶν ἀδελφῶν ἔλεγον ὅτι «Ὁ πατὴρ ἡμῶν ἀπέστειλεν ἡμᾶς πρὸς τὸν μέγαν ὑμῶν εἰπεῖν· Εἰ ἀληθῶς ἄνθρωπος εἶ τοῦ θεοῦ καὶ πέποιθας ὅτι ἀκούει σου ὁ θεός, δεῦρο κοινῇ διαβῶμεν τὸν ποταμὸν τοῖς ποσὶ καὶ γνῶμεν τίς ἡμῶν μᾶλλον παρρησίαν ἔχει πρὸς τὸν θεόν.» Ἀναγγειλάντων δὲ ταῦτα τῶν ἀδελφῶν τῷ μεγάλῳ, ἀγανακτήσας ἐκεῖνος κατ’ αὐτῶν εἶπεν· «Ὅλως γὰρ διατί κατεδέξασθε ἀκοῦσαι αὐτῶν φθεγγομένων ταῦτα; Οὐκ οἴδατε ὅτι τὰ τοιαῦτα προβλήματα ἀλλότριά εἰσι τοῦ θεοῦ καὶ ξένα παντελῶς τῆς ἡμετέρας πολιτείας; Ἀλλ’ οὐδὲ κοσμικοῖς τοῖς εὖ φρονοῦσιν ἴδια ταῦτα καθέστηκε. Ποῖος γὰρ νόμος τοῦ θεοῦ ἐπιτρέπει ἡμῖν ταῦτα ποιεῖν; Τοὐναντίον δὲ τούτων ἐντέλλεται διὰ τῶν εὐαγγελίων ἡμῖν ὁ σωτὴρ λέγων· “Μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου.” Οὐδὲν γὰρ ἀθλιώτερον τῆς ἀνοίας ταύτης καθέστηκε τοῦ καταλεῖψαί με πενθεῖν τὰς ἁμαρτίας μου καὶ πῶς ὀφείλω φυγεῖν τὴν αἰώνιον κόλασιν, καὶ νηπιάζοντα ταῖς φρεσὶν ἐπὶ τὰ τοιαῦτα προβλήματα ἐλθεῖν.» Ἀποκριθέντες δὲ οἱ ἀδελφοὶ εἶπον· «Πῶς οὖν αἱρετικὸς ὢν οὗτος καὶ ἀλλότριος τοῦ θεοῦ προσκαλέσασθαί σε εἰς τοῦτο ἐθάρσησεν;»

Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Δύναται οὗτος περᾶσαι τὸν ποταμὸν ἴσως ὡς ἐπὶ ξηρᾶς ὁδεύων κατὰ θεοῦ συγχώρησιν ἐνεργοῦντος τὰ τοιαῦτα τοῦ διαβόλου πρὸς τὸ τὴν αἵρεσιν τῆς ἀσεβείας κρατύνεσθαι παρ’ αὐτῷ· πίστις γὰρ οὐκ ἀγαθὴ τοῖς ἀπατηθεῖσι παρ’ αὐτοῦ προστίθεται τῷ δράματι τῆς τοιαύτης ἐπιχειρήσεως. Ἐξελθόντες οὖν εἴπατε τοῖς τὴν τοιαύτην ἀγγελίαν κομίσασιν ὅτι τάδε λέγει ὁ ἄνθρωπος τοῦ θεοῦ Παχώμιος· Ὁ ἐμὸς ἀγὼν καὶ πᾶσά μου ἡ σπουδὴ οὐ τὸ περᾶσαι τὸν ποταμόν ἐστιν ἐν πεζοπορίᾳ, ἀλλ’ ὅπως διαφύγοιμι τὴν κρίσιν τοῦ θεοῦ καὶ ὑπερπηδᾶν δυναίμην τὰς τοιαύτας σατανικὰς μεθοδείας τῇ τοῦ κυρίου δυνάμει.» Καὶ εἰπὼν ταῦτα παρήγγειλε τοῖς ἀδελφοῖς μὴ ἐπὶ τοῖς ἰδίοις κατορθώμασι μέγα φρονεῖν μηδὲ ἐπιθυμεῖν ὀπτασίαν ἰδεῖν μηδὲ δαίμονας θεάσασθαι μηδὲ αὐτομολεῖν τοῖς τοιούτοις πράγμασι μηδὲ πειράζειν διὰ τῶν τοιούτων αἰτήσεων τὸ θεῖον παρακελευόμενον διὰ τῶν γραφῶν κατὰ πρόγνωσιν τὰ τοιαῦτα·

Οὐκ ἐκπειράσεις γὰρ κύριον τὸν θεόν σου, φησὶν ὁ κύριος.

Φιλοσοφία περὶ παθῶν πρὸς ἀδελφῶν ἐρωτήσεις, ιβʹ. Ἠρωτήθη ποτὲ ὁ μέγας παρά τινος τῶν ἀδελφῶν· «Διατί πρὸ μὲν τῆς ἐπιστάσεως τοῦ ἐνοχλοῦντος δαίμονος σῶον ἔχοντες τὸ τῆς διανοίας φρόνημα περὶ ἐγκρατείας τε καὶ ταπεινοφροσύνης φιλοσοφοῦμεν καὶ τῶν λοιπῶν ἀρετῶν, γενομένης δὲ τῆς ὥρας τοῦ ἐπιδείξασθαι ἔργῳ τὰ φιλοσοφούμενα, οἷον μακροθυμίαν ἐν τῇ ὥρᾳ τοῦ θυμοῦ καὶ ἀκενόδοξον φρόνημα ἐπαίνου προκειμένου καὶ ἀμνησικακίαν ἐν τῷ καιρῷ τῆς ὀργῆς καὶ ἄλλα ἕτερα πολλά, οὐκ ἔστι σῶον;» Ἀποκριθεὶς ὁ μέγας εἶπεν· «Ἐπειδὴ τελείως τὴν πρακτικὴν οὐ μετερχόμεθα, διὰ τοῦτο πᾶσαν τὴν τῶν δαιμόνων ἕξιν τε καὶ μετεμπλοκὴν οὐκ ἐπιστάμεθα πρὸς τὸ δύνασθαι ἡμᾶς τοῦ ἐνοχλοῦντος αἰσθάνεσθαι τῆς παρουσίας ὀξυτέρᾳ τῇ θεωρητικῇ δυνάμει τῆς ψυχῆς καὶ ἀποσοβῆσαι τὴν περικειμένην σύγχυσιν τῶν τοιούτων λογισμῶν.

Διὰ τοῦτο γάρ, φησί, καθ’ ἑκάστην ἡμέραν τε καὶ ὥραν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς καθάπερ ἔλαιον ἐπιχέωμεν τὸν τοῦ θεοῦ φόβον, ὃς τῆς πρακτικῆς ὢν ποιητικὸς καὶ λύχνος πρὸς τὴν θεωρίαν τῶν ἐπιβαλλομένων τυγχάνων ἄσειστον μὲν τὸν νοῦν ἀπεργάζεται πρὸς ὀργήν τε καὶ θυμὸν καὶ μνησικακίαν τὰ ἐκμοχλεύοντα ἡμᾶς πάθη, θεωρητικὸν δὲ καὶ μετάρσιον πρὸς τὴν τῶν ἀσωμάτων χορείαν ποιήσας τοῦτον τῶν ὑπὸ τῶν δαιμόνων ἐνεργουμένων καταφρονεῖν ἀναγκάζει, ἐπάνω σκορπίων καὶ ὄφεων πατεῖν ποιῶν καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.»

Περὶ τοῦ δείξαντος τὰ ψιάθια ἃ ἐποίησεν πρὸς ἐπίδειξιν, ιγʹ. Ἐγένετό ποτε καθημένου τοῦ μεγάλου ἐν τόπῳ τινὶ τῆς μονῆς μετὰ καὶ ἄλλων τινῶν μεγάλων ἀδελφόν τινα τῆς μονῆς ἐν αὐτῇ τῇ ἡμέρᾳ δύο ψιάθια ποιήσαντα προθεῖναι ταῦτα ἔμπροσθεν τοῦ κελλίου αὐτοῦ κατέναντι τοῦ τόπου ἐν ᾧ ἦσαν καθήμενοι οἱ ἀδελφοὶ μετὰ τοῦ μακαρίου. Τοῦτο δὲ ἐποίησε τῷ τῆς κενοδοξίας ἐπαιρόμενος λογισμῷ καὶ οἰόμενος ἐπαινεθῆναι παρὰ τοῦ μεγάλου ἐπὶ τούτῳ ὡς ἐνδειξάμενος σπουδήν, τοῦ κανόνος ἔχοντος ἓν ψιάθιον τῆς ἡμέρας ποιεῖν ἕκαστον ἀδελφόν.

Ἰδὼν δὲ ὁ μέγας πρὸς ἐπίδειξιν τοῦτο ποιήσαντα καὶ κατανοήσας τὸν εἰς τοῦτο κινοῦντα αὐτὸν λογισμόν, στενάξας μέγα εἶπεν τοῖς ἀδελφοῖς τοῖς συγκαθημένοις αὐτῷ· «Βλέπετε τοῦτον τὸν ἀδελφὸν ἀπὸ πρωΐας ἕως ἄρτι ὅλον τὸν κόπον αὐτοῦ τῷ διαβόλῳ χαρισάμενον καὶ μηδὲν τοῦ ἔργου αὐτοῦ εἰς παραμυθίαν τῆς ἰδίας ψυχῆς ἐάσαντα, ὅτι τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἢ τοῦ θεοῦ ἠγάπησε καὶ τῷ μὲν καμάτῳ τὸ σῶμα αὐτοῦ κατανάλωσε, κενὴν δὲ τὴν ψυχὴν αὐτοῦ κατέστησε τῆς ἀπὸ τῶν ἔργων ἀπολαύσεως.» Καλέσας οὖν τὸν ἀδελφὸν ἐκεῖνον ἐπετίμησεν αὐτῷ καὶ παρήγγειλεν ἵνα εὐχομένων τῶν ἀδελφῶν κατέχων τὰ δύο ψιάθια καὶ στὰς ὄπισθεν αὐτῶν εἴπῃ· «Δέομαι ὑμῶν, ἀδελφοί, εὔξασθε ὑπὲρ τῆς ἀθλίας μου ψυχῆς, ἵνα ὁ πανοικτίρμων θεὸς ταῖς ὑμετέραις εὐχαῖς ἐλεήσῃ αὐτὴν προκρίνασαν μᾶλλον τὰ δύο ψιάθια τῆς βασιλείας αὐτοῦ.» Καὶ πάλιν ἐν τῷ ἐσθίειν τοὺς ἀδελφοὺς ἐκέλευσε, τὸν αὐτὸν τρόπον ἑστῶτα μέσον τῶν ψιαθίων τὰ αὐτὰ λέγειν ἕως οὗ ἀναστῶσιν ἐκ τῶν τραπεζῶν οἱ ἀδελφοί. Μετὰ ταῦτα ἐκέλευσεν αὐτὸν ἐγκλεισθέντα κελλίῳ ἐσθίειν ἄρτον μόνον μετὰ ἅλατος καὶ πίνειν ὕδωρ ἑκάστης ἡμέρας καὶ μηδενὶ συντυγχάνειν τῶν ἀδελφῶν.

Περὶ τοῦ λελωβημένου ἀδελφοῦ, ιδʹ. Ἀναγκαῖον ἐπὶ τούτοις πρὸ τοῦ καταπαῦσαι τὸν λόγον ἡμᾶς μνημονεύσαντας ἄλλου τινὸς ἐν τοῖς ἀδελφοῖς ἁγίου, πολιτευσαμένου τὴν ἀρετὴν ἄκρως, ὀλίγα τῶν αὐτῷ βεβιωμένων πρὸς οἰκοδομὴν διηγήσασθαι. Οὗτος ὁ τῆς μακαρίας μνήμης ἀδελφός, λελωβημένος ὢν τὸ σῶμα, ἀφωρισμένον εἶχε τῶν ἀδελφῶν τὸ κελλίον αὐτοῦ· ἅλατι δὲ καὶ ἄρτῳ μόνῳ πάντα τὸν βίον αὐτοῦ διαιτώμενος ἓν καθ’ ἑκάστην ἡμέραν ἐποίει ψιάθιον, ὥστε πολλάκις, πλέκοντος αὐτοῦ τὰ σχοινία τὰ προχωροῦντα εἰς τὰ ψιάθια ἃ ἐποίει, συμβαίνειν ὑπὸ τῶν θρύων κεντουμένας τὰς χεῖρας αὐτοῦ αἵματος πληροῦσθαι καὶ αὐτὰ τὰ ψιάθια τῷ αἵματι αὐτοῦ μολύνεσθαι· καὶ ἐν τῇ τοιαύτῃ ἀσθενείᾳ ὢν οὐκ ἀπελείφθη ποτὲ τῆς συνάξεως τῶν ἀδελφῶν ἢ ἐκοιμήθη ἡμέρας ἕως τῆς ἐξόδου τῆς ψυχῆς αὐτοῦ. Πρὸ δὲ τοῦ κοιμηθῆναι αὐτὸν κατὰ νύκτα ἔθος εἶχεν ἐκστηθίζειν ἀπὸ τῶν γραφῶν τινα καὶ οὕτω κοιμᾶσθαι μέχρι τῆς νυκτερινῆς συνάξεως. Εἰσελθὼν δέ τίς ποτε πρὸς αὐτὸν ἀδελφὸς καὶ ἰδὼν αὐτοῦ τὰς χεῖρας ᾑμαγμένας ἀπὸ τῶν ψιαθίων λέγει αὐτῷ· «Ἀδελφέ, τί κοπιᾷς οὕτως ἐργαζόμενος ἐν τοιαύτῃ νόσῳ; Μὴ γάρ, ἐὰν μὴ ἐργάζῃ, ἀργίας ἔγκλημα ἕξεις παρὰ τῷ θεῷ; Οἶδεν ὁ κύριος ὅτι νοσεῖς· καὶ οὐδεὶς οὐδέποτε οὕτω νοσῶν ἥψατο ἔργου ποτέ, μάλιστα μηδενός σε ἀναγκάζοντος εἰς τὸ ἔργον.

Ἄλλους τρέφομεν ἡμεῖς ξένους τε καὶ πτωχούς· καὶ σοὶ τῷ ἰδίῳ καὶ τηλικούτῳ ἁγίῳ οὐκ ὀφείλομεν δουλεύειν ἐκ ψυχῆς καὶ μετὰ πολλῆς χαρᾶς;» Ἐκείνου δὲ εἰπόντος ὡς «Ἀδύνατόν ἐστι τὸ μὴ ἐργάζεσθαί με,» ἔλεγεν οὗτος· «Εἰ οὖν σοι δοκεῖ, παρακαλῶ, κἂν ἄλειφε τὰς χεῖράς σου ἐλαίῳ κατοψέ, ἵνα μὴ κοπιᾷς.» Ἀκούσας δὲ ἠλείψατο τὰς χεῖρας αὐτοῦ καθὼς εἶπεν αὐτῷ ὁ ἀδελφός· καὶ ἁπαλυνθεῖσαι πλέον ἐβλάβησαν ὑπὸ τῶν θρύων κεντούμεναι.

Τότε παραγενόμενος ὁ μέγας πρὸς τὸ ἐπισκέψασθαι αὐτὸν ἐν τῷ κελλίῳ λέγει αὐτῷ· «Νομίζεις, Ἀθηνόδωρε, ὅτι τὸ ἔλαιόν σε ὠφελεῖ; Τίς γάρ σε ἠνάγκαζεν ἵνα προφάσει τοῦ ἐργάσασθαι ἀλείψῃ τῷ ἐλαίῳ καὶ μὴ τῷ θεῷ μᾶλλον ἀναθῇς τὰς ἐλπίδας; Μὴ γὰρ ἀδύνατόν ἐστιν αὐτῷ θεραπεῦσαί σε; Ἀλλὰ τὴν ὠφέλειαν τῆς ψυχῆς σου οἰκονομῶν συνεχώρησέ σε εἶναι ἐν τούτῳ τῷ πάθει.» Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς τὸν μέγαν· «Ἥμαρτον, ὦ πάτερ, καὶ τὸ σφάλμα μου ἐπιγινώσκω.

Ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ, παρακαλῶ σε, ἵνα συγχωρήσῃ μοι ὁ θεὸς τὴν ἁμαρτίαν ταύτην.» Καὶ καθὼς διεβεβαιοῦντο οἱ συνόντες αὐτῷ πατέρες, ἐνιαυτὸν ὁλόκληρον ἐπένθει ἑαυτὸν ὑπὲρ τοῦ πράγματος τούτου καὶ διὰ δύο ἡμερῶν ἤσθιεν. Εἰώθει δὲ ὁ μέγας ἐν ταῖς ἀρχαῖς, πρὸ τοῦ σφοδρῶς κρατηθῆναι ὑπὸ τοῦ πάθους, ἀποστέλλειν αὐτὸν ἐν ἑκάστῃ μονῇ πρὸς τὸ τύπον καὶ θεμέλιον τοῖς ἀδελφοῖς παραγίνεσθαι διὰ τὸ εὐχαρίστως φέρειν τὴν βαρεῖαν ἐκείνην τοῦ πάθους ἀσθένειαν.

Τέλος τῶν ιδʹ κεφαλαίων.