Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Το χάρισμα των γλωσσών, ο κηπουρός Ιωνάς και η κοίμηση του αγίου

Θαυμαστά περιστατικά όπως η λήψη του χαρίσματος των γλωσσών από τον άγιο Παχώμιο, ο βίος του κηπουρού Ιωνά, καθώς και περιγραφή της ασθένειας και της οσιακής τελευτής του αγίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 9 από 10

Περὶ τοῦ Ῥωμαίου καὶ τοῦ χαρίσματος τῶν γλωσσῶν, ηʹ. Ἐγένετο πάλιν ἐπισκεπτόμενον τοὺς ἀδελφοὺς τὸν μακάριον ἐν τοῖς κελλίοις καὶ ἐπανορθούμενον ἑκάστου τὰ νοήματα παραβαλεῖν καὶ πρὸς Ῥωμαῖόν τινα, ἀπὸ μεγάλου τυγχάνοντα ἀξιώματος, εἰδότα δὲ καὶ τὴν ἑλληνικὴν γλῶσσαν καλῶς. Ἦλθεν οὖν πρὸς τοῦτον ὁ μέγας ἐπὶ τῷ νουθετῆσαι αὐτὸν τὰ πρὸς ὠφέλειαν καὶ γνῶναι αὐτοῦ τὰ τῆς καρδίας κινήματα. Λαλοῦντος οὖν τοῦ ἁγίου γέροντος αἰγυπτιστὶ μόνον διὰ τὸ μὴ εἰδέναι ἑλληνιστί, οὐκ ἐγίνωσκεν ἐκεῖνος ἃ ἐλάλει αὐτῷ· ἀλλ’ οὐδὲ ὁ μέγας ᾔδει τὰ παρὰ τοῦ Ῥωμαίου λεγόμενα. Ἠναγκάσθη οὖν ὁ μέγας καλέσαι ἀδελφὸν τὸν δυνάμενον ἑρμηνεῦσαι τὰ παρὰ ἀμφοτέρων λαλούμενα· ἐλθόντος οὖν τοῦ ἀδελφοῦ ἐπὶ τῷ ἑρμηνεῦσαι, οὐκ ἐβούλετο ὁ Ῥωμαῖος τὰ τῆς καρδίας αὐτοῦ πλημμελήματα δι’ ἑτέρου εἰπεῖν τῷ μεγάλῳ· καὶ λέγει οὕτως· «Σὲ μόνον βούλομαι μετὰ θεὸν γνώστην εἶναι τῶν τῆς καρδίας μου κακῶν. Οὐ θέλω οὖν σοι δι’ ἑτέρου εἰπεῖν, ἀλλ’ οὐδὲ ἀκοῦσαί τινα ἕτερον ταῦτα πλὴν σοῦ.» Τοῦτο δὲ ἀκούσας ὁ μέγας ἐκέλευσεν ἀναχωρῆσαι τὸν ἐλθόντα ἀδελφὸν ἑρμηνεῦσαι.

Μὴ δυνάμενος δὲ αὐτῷ διαλεχθῆναι τὰ πρὸς ὠφέλειαν καὶ σωτηρίαν ῥήματα διὰ τὸ μὴ εἰδέναι ἑλληνιστὶ καὶ νεύσας αὐτῷ τῇ χειρὶ ἐκδέξασθαι αὐτὸν ἕως οὗ ἔλθῃ πρὸς αὐτόν, καταλείψας αὐτὸν ἀπῆλθε προσεύξασθαι καθ’ ἑαυτὸν ὁ μακάριος· καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν προσηύξατο πρὸς τὸν θεὸν λέγων· «Κύριε παντοκράτορ, εἰ οὐ δύναμαι τοὺς ἀνθρώπους ὠφελῆσαι οὓς ἀποστέλλεις πρός με ἀπὸ τῶν περάτων τῆς γῆς διὰ τὸ ἀγνοεῖν με τὰς γλώσσας αὐτῶν, τίς χρεία παραγίνεσθαι αὐτούς; Εἰ θέλεις σῶσαι αὐτοὺς ἐνταῦθα δι’ ἐμοῦ, δός μοι, δέσποτα, τὴν ὁμιλίαν αὐτῶν εἰδέναι πρὸς διόρθωσιν τῶν ψυχῶν αὐτῶν» <Περὶ τῆς συκῆς, θʹ.> [... ἤ]σθιον. Ἐγγίσας δὲ ὁ μέγας τῇ συκῇ ἐκείνῃ ὁρᾷ πνεῦμα ἀκάθαρτον αὐτῇ ἐγκαθήμενον· καὶ εὐθέως ἔγνω ὡς ὁ τῆς γαστριμαργίας δαίμων ἐστί· καὶ γνοὺς ὁ ἅγιος ὅτι αὐτός ἐστιν ὁ ἀπατῶν τὰ παιδία καλεῖ τὸν κηπουρὸν καὶ λέγει αὐτῷ· «Κόψον τὴν συκῆν ταύτην, ὅτι σκάνδαλόν ἐστι τοῖς μὴ γνώμην ἔχουσιν ἀνδρείαν καὶ ὅτι ἀπρεπές ἐστιν ἐν μέσῳ τῆς μονῆς εἶναι αὐτήν.» Ἀκούσας δὲ ὁ κηπουρὸς τοῦτο πάνυ ἐλυπήθη.

Ἰωνᾶς δὲ οὗτος ὀνομαζόμενος ὀγδοήκοντα πέντε ἔτη ἐποίησεν ἐν ἐκείνῃ τῇ μονῇ πάνυ σεμνὸν βίον ἀσκήσας· μόνος γὰρ ἔχων πᾶσαν τὴν φροντίδα τῶν ὀπωρῶν καὶ αὐτὸς μόνος ὅλα τὰ κάρπιμα δένδρα τῆς μονῆς φυλάξας, οὐδέποτε ὀπώρας ἐγεύσατο ἄχρι τῆς τελευτῆς αὐτοῦ οὐδεμιᾶς τὸ καθόλου, καίτοι πάντων τῶν ἀδελφῶν καὶ τῶν ξένων καὶ τῶν περιοικούντων εἰς πλησμονὴν ἐσθιόντων ἐν τῷ καιρῷ τῆς ὀπώρας. Εἶχε δὲ καὶ τὸ ἔνδυμα τοιοῦτον ὁ ἀδελφὸς ἐκεῖνος· τρεῖς μηλωτὰς συνάψας εἰς πᾶσαν περιβολὴν τοῦ σώματος ταύταις ἠρκεῖτο· οὐδέποτε δὲ περιεβάλετο στρῶμα χειμῶνος ὥρᾳ ἢ θέρους ἕτερον· οὐδὲ ᾔδει τί ἐστιν ἀνάπαυσις σώματος ἀπὸ τῆς συνεχείας τοῦ ἔργου διὰ τὸ πάντοτε αὐτὸν ἐργάζεσθαι προθύμως· ἀλλ’ οὐδὲ ἑψημένου βρώματος ἐγεύσατό ποτε, οὔτε φακῆς οὔτε ἄλλου τινός, ἀλλὰ μόνον ὄξος μετὰ λεπτῶν λαχάνων ὠμῶν ἤσθιεν ἐν ὅλῳ τῷ βίῳ αὐτοῦ. Διεβεβαιοῦντο δὲ περὶ αὐτοῦ λέγοντες οἱ ἀδελφοὶ ὡς οὐδὲ τὸν οἶκον τοῦ νοσοκομείου ὁποῖος ἦν ᾔδει οὐδὲ τί ἐσθίουσιν οἱ κακούμενοι ἀδελφοί. Πρὸς τούτοις ἅπασιν οὐδὲ ἐπὶ νῶτον ἐκοιμήθη ποτὲ ὁ μακάριος ἕως τῆς τελευτῆς αὐτοῦ, καθὼς ἠκούσαμεν· ἀλλ’ ἡμέρας μὲν εἰργάζετο εἰς τοὺς κήπους, περὶ δὲ τὴν δύσιν τοῦ ἡλίου μεταλαμβάνων τροφῆς εἰσῄει εἰς τὸ κελλίον ἑαυτοῦ καὶ καθήμενος ἐπὶ δίφρου ἐν τῷ μέσῳ τῆς κέλλης αὐτοῦ ἔπλεκε σχοινία ἕως τῆς νυκτερινῆς συνάξεως.

Καὶ οὕτως εἰ συνέβη αὐτὸν ὀλίγου ἁρπάσαι τοῦ ὕπνου διὰ τὴν τῆς φύσεως ἀνάγκην, καθήμενος καὶ μετὰ χεῖρας ἔχων τὰ πλεκόμενα σχοινία ἐκοιμᾶτο, οὐ λύχνον ἅπτων, ἀλλ’ ἐν τῇ σκοτίᾳ καθήμενος καὶ τὰς γραφὰς ἐκστηθίζων. Ἕνα δὲ λεβίτωνα μόνον ἔσχεν ὃν ἐφόρει ὅτε τῶν θείων ἔμελλε καὶ ἀχράντων τοῦ Χριστοῦ μυστηρίων μεταλαμβάνειν καὶ εὐθέως ἀπετίθετο, καθαρὸν αὐτὸν διατηρήσας ἑαυτῷ ἐν τοῖς ὀγδοήκοντα καὶ πέντε ἔτεσι. Καὶ ἄλλα δὲ πολλὰ ἔργα ἄξια ἐπαίνων ἐποίησεν ὁ μακάριος γέρων ἐκεῖνος· ἅπερ οὐκ ἐτάξαμεν ἐν τῇ τοῦ συντάγματος διηγήσει, ἵνα μὴ εἰς μῆκος ἄπειρον τὸν λόγον ἐκτείναντες τοῖς ῥαθυμοτέροις τῶν ἀναγινωσκόντων ὄκνον παράσχωμεν.

Τοῦτον κατελάβομεν ἡμεῖς οἱ γράψαντες τὸν βίον αὐτοῦ καινοτέρῳ τρόπῳ κοιμηθέντα. Καθήμενος γὰρ ἐπὶ τοῦ δίφρου αὐτοῦ καὶ πλέκων τὰ σχοινία κατὰ τὴν συνήθειαν παρέδωκε τὴν ἁγίαν αὐτοῦ ψυχήν, ὡς εὑρεθῆναι τὰ σχοινία ἐν ταῖς χερσὶν αὐτοῦ τελευτήσαντος. Οὐκ ἄφνω δὲ ἐτελεύτησεν ὁ ἅγιος οὗτος, ἵνα μὴ τὰ τοῦ δικαίου ἀνδραγαθήματα σμικρυνθῶσιν· ἀλλ’ ἐνόσησε μὲν καθὼς πάντες οἱ ἄνθρωποι, οὐκ ἐπείσθη δὲ ἀπελθεῖν εἰς τὸν τόπον τῶν νοσούντων διὰ τὸ μὴ θέλειν αὐτὸν ὑπηρετεῖσθαι καθὼς καὶ οἱ λοιποὶ ἄρρωστοι μηδὲ γεύσασθαι τῶν βρωμάτων ὧν ἤσθιον ἐκεῖνοι οἱ ἀδελφοί. Οὔτε μὴν ἐπὶ τοῦ νώτου αὐτοῦ ἐκοιμήθη κακούμενος, οὔτε συνεχώρησε καθημένῳ αὐτῷ ὑποβληθῆναι προσκεφάλαιον ἢ ἄλλο τι τὸ δυνάμενον αὐτὸν ἀναπαῦσαι. Οὐδεὶς δὲ παρειστήκει αὐτῷ τελευτῶντι. Ἀμέλει κατέχων τὸ ἔργον τῶν σχοινίων καὶ πλέκων αὐτὸ ἀνεπαύσατο. Θαυμαστὸν δέ ἐστιν ἀκοῦσαι πῶς ἐθάψαμεν αὐτόν· τῶν γὰρ ποδῶν αὐτοῦ μὴ δυνηθέντων ἐκταθῆναι διὰ τὸ ἀποξυλωθῆναι αὐτούς, μηδὲ τῶν χειρῶν αὐτοῦ δυναμένων προσκολληθῆναι τῷ σώματι αὐτοῦ, μηδὲ τοῦ ἐπικειμένου δέρματος ἀπεκδυθῆναι καὶ γυμνωθῆναι, διὰ τοῦτο ἠναγκάσθημεν ἐντυλίξαντες ὡς φορτίον ξύλου θάψαι αὐτόν.

Πρὸς τοῦτον παραγενόμενος ὁ θεῖος Παχώμιος εἶπεν κόψαι τὴν συκῆν ἐκείνην. Ὁ δὲ ἀκούσας εἶπεν τῷ μεγάλῳ· «Μηδαμῶς, πάτερ, ὅτι πλῆθος καρπῶν εἰώθαμεν συλλέγειν ἐκ τῆς συκῆς ταύτης τοῖς ἀδελφοῖς.» Ἰδὼν δὲ ὁ μέγας ὅτι ἐλυπήθη ἐπὶ τούτῳ, οὐκ ἠβουλήθη τοῦ ἀναγκάσαι αὐτὸν ἐπὶ πλεῖον, ἵνα μὴ περισσοτέρως λυπηθῇ. ᾜδει γὰρ ὁ μέγας ὅτι ὁ βίος αὐτοῦ τίμιος καὶ θαυμαστὸς ὑπῆρχεν ἐν πᾶσι, μεγάλοις τε καὶ μικροῖς. Τῇ δὲ ἑξῆς ἡμέρᾳ εὑρέθη ἡ συκῆ ἐκείνη ἐξηραμμένη τοσοῦτον ὡς μηδὲ φύλλον εὐθαλὲς μηδὲ καρπὸν ὅλως ἐναπομεῖναι αὐτῇ. Τοῦτο οὖν ἑωρακὼς ὁ μακάριος Ἰωνᾶς ἐλυπήθη μεγάλως οὐ διὰ τὴν συκῆν, ἀλλὰ διὰ τὴν παρακοήν, ὅτι τοῦ μεγάλου κελεύσαντος οὐκ ἔκοψεν αὐτὴν παρευθύ.