Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Αποκαλύψεις για τις δαιμονικές μεθοδείες

Αντιμετώπιση δαιμονικών οπτασιών και διάλογοι του αγίου με τα πονηρά πνεύματα, όπου ομολογείται η απώλεια της δύναμής τους μετά την έλευση του Χριστού και αποκαλύπτονται οι παγίδες τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 10

Περὶ τῆς νυκτερινῆς φαντασίας, ζʹ. Ἐγένετό ποτε περιπατοῦντα τὸν μέγαν νυκτὸς ἅμα Θεοδώρῳ τῷ ποθουμένῳ φαντασίαν ἰδεῖν ἀπὸ μήκοθεν ἄφνω μεγάλην τινὰ καὶ πολλῆς γέμουσαν ἀπάτης. Ἦν δὲ τὸ φαινόμενον γυναικὸς σχῆμα, κάλλος ἐχούσης ἀνεκλάλητον, ὡς μὴ δύνασθαι μήτε τὸ κάλλος μήτε τὸ σχῆμα μήτε τὴν θέαν τῆς προσούσης αὐτῇ φαντασίας διηγήσασθαι καὶ τὸν Θεόδωρον ἰδόντα πάνυ ταραχθῆναι καὶ ἀλλοιοῦσθαι τῷ προσώπῳ· ὃν ἰδὼν ὁ μακάριος οὕτως ταραχθέντα καὶ δειλιάσαντα ἔλεγεν αὐτῷ· «Θάρσει ἐν κυρίῳ, Θεόδωρε, καὶ μὴ ἀγωνιάσῃς.» Καὶ ταῦτα εἰπὼν ὁ ἅγιος ἤρξατο μετ’ αὐτοῦ εὔχεσθαι πρὸς τὸ ἀπελαθῆναι ἀπ’ αὐτῶν τὴν ἔμπληκτον φαντασίαν ἐκείνην.

Εὐχομένων δὲ αὐτῶν, μᾶλλον κατ’ αὐτῶν ἐχώρει ἀναιδευομένη. Ἐγγιζούσης δὲ αὐτῆς μετὰ πλήθους δαιμόνων προτρεχόντων ἔμπροσθεν αὐτῆς καὶ τῆς εὐχῆς μὴ ἀποστρεψάσης αὐτήν, ἤκουον λεγούσης· «Τί μάτην κοπιᾶτε; Οὐ δύνασθε τέως ἄρτι κατ’ ἐμοῦ ποιεῖν οὐδέν. Ἐξουσίαν γὰρ ἔλαβον παρὰ τοῦ παντοκράτορος θεοῦ πειράσαι οὓς βούλομαι, πολὺν χρόνον αἰτουμένη παρ’ αὐτοῦ τοῦτο.» Ἐρωτήσαντος δὲ τοῦ ἁγίου καὶ λέγοντος αὐτῇ· «Σὺ γὰρ πόθεν εἶ καὶ τίς εἶ καὶ τίνας ἦλθες πειράσαι;» ἀπεκρίθη λέγουσα· «Ἐγώ εἰμι ἡ θυγάτηρ τοῦ διαβόλου ἡ πᾶσα δύναμις αὐτοῦ λεγομένη.

Ἐμοὶ γὰρ πᾶσα ἡ φάλαγξ τῶν δαιμόνων δουλεύει. Ἐγώ εἰμι ἡ τοὺς ἁγίους φωστῆρας εἰς γῆν καταφέρουσα. Ἐγώ εἰμι ἡ σκυλεύσασα τὸν Ἰούδαν ἐκ τῆς ἀποστολικῆς παρεμβολῆς. Πρὸς σὲ οὖν, Παχώμιε, πολεμῆσαι ἔλαβον ἐξουσίαν· οὐ γὰρ ἠδυνήθην στέξαι τὸν ὀνειδισμὸν τῶν δαιμόνων, ὅτι οὐδεὶς ἕτερος οὕτως ἐξενεύρισέ με ὡς σύ· παιδίοις καὶ γέρουσι καὶ νεωτέροις πατεῖσθαί με παρεσκεύασας καὶ συνῆξας κατ’ ἐμοῦ τοσοῦτον ὄχλον, τεῖχος ἀρραγὲς αὐτοῖς περιτεθεικὼς τὸν τοῦ θεοῦ φόβον, ὡς μὴ δύνασθαι λοιπὸν τοὺς ἡμετέρους ὑπηρέτας τινὶ προσεγγίζειν ὑμῶν μετὰ παρρησίας. Ταῦτα δὲ συνέβη μοι διὰ τὸν ἐνανθρωπήσαντα τοῦ θεοῦ λόγον· ἐκεῖνος γὰρ ἔδωκεν ὑμῖν τὴν ἐξουσίαν καταπατεῖν τὴν δύναμιν ἡμῶν πᾶσαν καὶ ἐμπαίζειν ἡμῖν.» Ἐρωτήσαντος δὲ τοῦ ἁγίου Παχωμίου· «Ἐμὲ μόνον ὡς λέγεις ἦλθες πειράσαι ἢ καὶ ἄλλους;» εἶπεν ἐκείνη· «Καὶ σὲ καὶ τοὺς κατὰ σὲ πάντας.» Λέγει δὲ Παχώμιος πάλιν πρὸς αὐτήν· «Οὐκοῦν καὶ Θεόδωρον;» Ἡ δὲ εἶπεν· «Καὶ πρὸς σὲ καὶ πρὸς Θεόδωρον ἔλαβον ἐξουσίαν· ἀλλ’ οὐ δύναμαι τὸ σύνολον ἐγγίζειν ὑμῖν.» Εἰπόντων δὲ αὐτῶν· «Διατί;» εἶπεν ἐκείνη· «Ἐὰν πολεμήσω πρὸς ὑμᾶς, αἰτία γίνομαι ὑμῖν ὠφελείας μᾶλλον ἢ βλάβης, καὶ μάλιστα σοί, Παχώμιε, ὅτι σωματικοῖς ὀφθαλμοῖς κατηξιώθης θεατὴς γενέσθαι τῆς δόξης τοῦ θεοῦ.

Ἀλλὰ γὰρ οὐκ εἰς τὸν αἰῶνα μέλλετε ζῆν αὐτοῖς οἷς νῦν διὰ τῶν εὐχῶν βοηθεῖτε καὶ τεῖχός ἐστε. Ἐλεύσεται δὲ καιρὸς μετὰ τὸν θάνατον ὑμῶν τῶν νῦν περιφρουρούντων αὐτοὺς ἐν ᾧ μέλλω χορεύειν ἐν αὐτοῖς. Ὑμεῖς γάρ ἐστε οἱ ποιήσαντές με καταπατεῖσθαι ὑπὸ τοσούτου πλήθους μοναχῶν.» Εἶπεν δὲ ὁ μέγας· «Πόθεν γὰρ σὺ οἶδας ὅτι οἱ μεθ’ ἡμᾶς οὐκ ἔσονται μᾶλλον <ἡμῶν> γνήσιοι τῷ θεῷ πρὸς τὸ δύνασθαι τοὺς μετ’ αὐτῶν ἀσφαλίσασθαι τῷ τοῦ θεοῦ φόβῳ;» Εἰπούσης δὲ αὐτῆς ὅτι «Οἶδα τοῦτο», λέγει αὐτῇ ὁ μέγας· «Ψεύδῃ κατὰ τῆς ἀνοσίας σου κεφαλῆς, μηδ’ ὅλως τι προγνωστικὸν ἔχουσα. Θεῷ γὰρ μόνῳ τὸ προγνωστικὸν ἕπεται. Σὺ δὲ τοῦ ψεύδους ἄρχεις.» Ἡ δὲ ἀποκριθεῖσα εἶπεν αὐτῷ· «Κατὰ πρόγνωσιν μέν, ὡς καὶ αὐτὸς εἶπας, οὐδὲν ἐπίσταμαι· θεοῦ γὰρ μόνου ἴδιον τὸ προγνῶναι τὰ μέλλοντα. Κατὰ στοχασμὸν δὲ λέγω σοι οἶδα.» Εἰπόντος δὲ αὐτῇ τοῦ μακαρίου· «Πῶς στοχάζῃ;» ἀπεκρίθη ἐκείνη· «Ἐκ τῶν ἤδη προλαβόντων τὰ μηδέπω γενόμενα στοχάζομαι.» Ὁ δὲ εἶπεν· «Πῶς;»

Ἡ δέ φησι πρὸς αὐτόν· «Ἔγνων ὅτι παντὸς πράγματος ἡ ἀρχὴ διατεταμένῳ πόθῳ πρὸς τὰ σπουδαζόμενα τὴν ἐνέργειαν ἔχει μάλιστα ἐπὶ θείας φυτείας καὶ κλήσεως οὐρανίου, ἥτις θελήματι θεοῦ βεβαιοῦται, τέρασι καὶ σημείοις καὶ ποικίλαις δυνάμεσι τοὺς μετερχομένους αὐτὴν ἀσφαλιζομένη· παλαιουμένη δὲ καὶ γηράσκουσα ἡ ἀρχὴ τῆς μὲν αὐξήσεως ἀποπίπτει· ἀποπίπτουσα δὲ τῆς αὐξήσεως ἢ χρόνῳ ἀναλίσκεται ἢ καταφρονήσει ἀμβλύνεται.» Ἐρωτήσαντος δὲ τοῦ ἁγίου· «Διατί τοὺς μεγάλους πειράσαι ἦλθες ὡς ἔφης καὶ οὐχὶ πάντας τοὺς ἀδελφούς, εἴπερ ὡς λέγεις ἴδιόν σου ἔργον ἐστὶν ἀπώλεια ψυχῶν καὶ ὑπερβάλλεις πάντας τοὺς δαίμονας εἰς κακίαν καὶ τοσοῦτον ἰσχύεις ὡς δύνασθαι πρὸς τηλικούτους ἄνδρας ἀντιτάττεσθαι;» ἀποκριθεῖσα εἶπεν αὐτῷ· «Φθάσασα εἶπόν σοι ἤδη· ἀφ’ οὗ ἡ παντοκρατορικὴ δύναμις τοῦ σωτῆρος Χριστοῦ ἐπεφάνη ἐπὶ γῆς, ἐξενευρίσθημεν ἡμεῖς, ὥστε παρὰ τοῖς θέλουσι τῷ κυρίῳ δουλεύειν ὡς στρουθίον ἡμᾶς καταπαίζεσθαι καὶ καταγελᾶσθαι παρὰ τῶν τοιούτων θεοφόρων ἀνδρῶν.

Ἀλλ’ εἰ καὶ ἄτονοι γεγόναμεν παρ’ αὐτοῦ, οὐκ ἀργοῦμεν τῆς ἐνεργείας ἡμῶν καθ’ ὃ δυνάμεθα· ἀλλὰ ποτὲ μὲν ἡσυχάζειν δοκοῦμεν τοῦ ἀντικεῖσθαι ὑμῖν, ποτὲ δὲ σπείρομεν τὴν ἰδίαν κακίαν ἐπὶ τὴν ψυχὴν τοῦ ἀνταγωνιστοῦ· καὶ μάλιστα εἴπερ ἴδωμεν ὅτι ὑποδέχεται ἢ ὅλως συγχωρεῖ ἡμῖν ἐπιβῆναι αὐτῷ, πλέον ἐκκαίομεν αὐτῷ τὰς ἡδονάς, καὶ ὡς δυνατοὶ καὶ παλαμναῖοι καὶ δυσμαχώτατοι ἐπιβαίνομεν αὐτῷ· εἰ δὲ μὴ θελήσει ὑποδέξασθαι ἡμῶν τὸν σπόρον μηδὲ τὰ παρ’ ἡμῶν προβαλλόμενα ἡδέως καταδέξεται τῇ πρὸς τὸν θεὸν πίστει αὐτοῦ, ὡς καπνὸς εἰς ἀέρα διαλυόμενος οὕτως ἐσόμεθα πρὸ τῶν φλιῶν τοῦ νοὸς αὐτοῦ. Διὰ τοῦτο πρὸς πάντας οὐ συνεχωρήθημεν πολεμῆσαι, διὰ τὸ μὴ πάντας ἔχειν τὴν τελειότητα· εἰ γὰρ συνεχωρούμην πρὸς πάντας πολεμῆσαι, πολλοὺς ἂν καὶ τῶν ἐπερειδομένων τῇ σῇ σκέπῃ ἐξηπάτησα.» Ὁ δὲ μακάριος εἶπεν· «Ὢ τῆς ἀκοιμήτου κακίας ὑμῶν, ὅτι μὴ παύεσθε κατὰ τοῦ γένους τῶν ἀνθρώπων μαινόμενοι, ἕως ἂν ἡ θεία καὶ ἄχραντος χάρις τοῦ Χριστοῦ κατελθοῦσα ἐξ οὐρανοῦ ἀναλώσῃ ὑμᾶς.» Καὶ ταῦτα εἰπὼν ἐπέτρεψεν ὅπου προσετάγη ἀπελθεῖν παραγγείλας αὐτῇ μηδὲ ὅλως ἐγγίσαι τῇ μονῇ αὐτοῦ. Πρωΐας δὲ γενομένης, καλέσας ἀδελφοὺς πάντας ἀπήγγειλεν αὐτοῖς ὅσα εἶδε καὶ ἤκουσε παρὰ τοῦ ὀλεθρίου δαίμονος.

Ἀπέστειλε δὲ καὶ πρὸς τοὺς ἐν ταῖς ἄλλαις μοναῖς μεγάλους ὑπάρχοντας, ἀσφαλιζόμενος αὐτοὺς διὰ τῶν γραμμάτων εἰς τὸν φόβον τοῦ θεοῦ καὶ τὴν ὑπόθεσιν τῆς ὀπτασίας γνωρίζων αὐτοῖς.