Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Διδασκαλία για την ταπεινοφροσύνη και ο βίος του Σιλβανού

Νουθεσίες του αγίου Παχωμίου προς τους μοναχούς για το πάθος της υπερηφάνειας και η υποδειγματική μετάνοια, άσκηση και οσιακή τελευτή του πρώην μίμου Σιλβανού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 10

αʹ. Περὶ Θεοδώρου. Ἔθος ἦν τοῖς ἀδελφοῖς τοῦ μακαρίου πατρὸς ἡμῶν Παχωμίου καθ’ ἡμέραν τὸ πρὸς ἑσπέραν εἰς ὡρισμένον τόπον ἔρχεσθαι τῆς μονῆς πρὸς τὸ ἀκοῦσαι τῆς διδασκαλίας αὐτοῦ. Συναχθέντων οὖν κατὰ τὸ ἔθος πάντων ἐπὶ τούτῳ, κελεύει Θεοδώρῳ τινί, εἰκοσαετῆ χρόνον ἔχοντι ἐν τῇ μονῇ, λαλῆσαι τοῖς ἀδελφοῖς τὸν λόγον τοῦ θεοῦ. Ὃς ἄνευ πάσης παρακοῆς ἐλάλησεν αὐτοῖς παραχρῆμα τὰ πρὸς ὠφέλειαν. Τινὲς δὲ τῶν ἀρχαιοτέρων ἰδόντες τὸ γενόμενον οὐκ ἠβουλήθησαν αὐτοῦ ἀκοῦσαι, λέγοντες ἐν ἑαυτοῖς· «Ἐπειδὴ ἀρχάριός ἐστι καὶ διδάσκει ἡμᾶς, οὐκ ἀκουσόμεθα αὐτοῦ.» Καὶ καταλείψαντες τὴν σύναξιν τῶν ἀδελφῶν ἀνεχώρησαν εἰς τὰ κελλία ἑαυτῶν. Ἀπολυθέντων δὲ τῶν ἀδελφῶν ἀπὸ τῆς ἀκροάσεως, ἀποστείλας ὁ μέγας Παχώμιος ἐκάλεσε τοὺς ἀναχωρήσαντας καὶ μὴ θελήσαντας ἀκοῦσαι Θεοδώρου. Ἐλθόντων δὲ αὐτῶν πρὸς τὸν ἅγιον, ἠρώτα αὐτούς· «Τίνος ἕνεκεν καταλιπόντες ἡμᾶς ἀνεχωρήσατε εἰς τὰ κελλία ἑαυτῶν;» Οἱ δέ φασιν· «Ὅτι παιδίον διδάσκαλον ἡμῶν ἐποίησας τοσούτων γερόντων καὶ ἄλλων ἀρχαίων ἀδελφῶν.» Ἀκούσας δὲ ὁ μέγας ἐστέναξεν εἰπών· «Οἴδατε πόθεν ἡ ἀρχὴ τοῦ κακοῦ ἐχώρησεν εἰς τὸν κόσμον;» Εἰπόντων δὲ ἐκείνων· «Πόθεν;», ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ἀπὸ τῆς ὑπερηφανίας δι’ ἣν ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνετρίβη ἐπὶ τὴν γῆν, δι’ ἣν συνῴκησε μετὰ τῶν θηρίων Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος.

Ἢ οὐκ ἠκούσατε τὸ γεγραμμένον ὅτι βδέλυγμα παρὰ κυρίῳ ἀνὴρ ὑψηλοκάρδιος; Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Ἐσκυλεύθητε τοιγαροῦν παρὰ τοῦ διαβόλου πᾶσαν ὑμῶν ἀρετὴν ἀγνοοῦντες. Μήτηρ γὰρ πάντων τῶν κακῶν ἀρχετόκος ἡ ὑπερηφανία. Οὐ γὰρ Θεόδωρον καταλείψαντες ἀπήλθετε, ἀλλὰ τὸν λόγον τοῦ θεοῦ ἀποφυγόντες ἐξεπέσετε τοῦ ἁγίου πνεύματος, ἄθλιοι ἀληθῶς καὶ παντὸς οἴκτου ἄξιοι. Πῶς οὐκ ἐνοήσατε ὅτι ὁ σατανᾶς ἦν ὁ ἐνεργήσας ἐν ὑμῖν τοῦτο, οὗ χάριν ἀπεσχοινίσθητε τοῦ θεοῦ; Ὢ μεγάλου θαύματος· θεὸς ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου δι’ ἡμᾶς· καὶ ἡμεῖς κατὰ φύσιν ὄντες ταπεινοὶ φυσιούμεθα. Ἀνετράπη παρ’ ἡμῶν ἡ τάξις· ὁ πανύψηλος καὶ λίαν ὑπερμεγέθης διὰ τῆς ταπεινότητος τὸν κόσμον ἑαυτῷ ἐσαγήνευσε, δυνάμενος καὶ βλέμματι μόνῳ τὰ πάντα καταφλέξαι· ἡμεῖς δὲ μηδὲν ὄντες ὑπερηφανευόμεθα ἀγνοοῦντες ὅτι μᾶλλον ἑαυτοὺς καταβυθίζομεν εἰς τὰ κατώτατα τῆς γῆς οὕτω φρονοῦντες. Οὐκ εἴδετέ με στήκοντα καὶ ἀκροώμενον αὐτοῦ τῆς διδασκαλίας;

Ἐπ’ ἀληθείας λέγω ὑμῖν ὅτι μεγάλως ὠφελήθην ἀκούσας αὐτοῦ. Οὐ γὰρ ὡς δοκιμάζων αὐτὸν ἐπέτρεψα λαλῆσαι ὑμῖν, ἀλλ’ ὡς προσδοκῶν καὶ αὐτὸς ὠφεληθήσεσθαι. Πόσῳ οὖν μᾶλλον ὑμᾶς ἔδει μετὰ πολλῆς προθυμίας καὶ ταπεινοφροσύνης ἀκοῦσαι τοῦ λόγου αὐτοῦ; Ἐπ’ ἀληθείας ἐγὼ ὁ πατὴρ ὑμῶν ἐν κυρίῳ ὡς μὴ εἰδὼς ἀριστερὰν ἢ δεξιὰν οὕτως ἐξ ὅλης ψυχῆς ἠκροώμην αὐτοῦ.

Ὑμῖν οὖν ἐνώπιον τοῦ θεοῦ λέγω· ἐὰν μὴ μεγάλην ὑπὲρ τοῦ σφάλματος τούτου δείξητε μετάνοιαν ὥστε κλαῦσαι καὶ πενθῆσαι ἑαυτούς, ἵν’ οὕτω συγχωρηθῇ ὑμῖν τὸ γενόμενον παρ’ ὑμῶν, εἰς ἀπώλειαν ἔσεσθε.»

βʹ. Περὶ τοῦ νέου Σιλβανοῦ. Ἦν τίς ποτε ἐν τοῖς ἀδελφοῖς, Σιλβανὸς ὀνόματι, εἰκοσαετῆ τὸν πάντα χρόνον ἐν τῷ σχήματι τοῦ μοναχοῦ ποιήσας. Οὗτος ἀπὸ μίμων ἐγένετο· ὃς ἐν ταῖς ἀρχαῖς μέν, καίτοι παιδίον ὤν, πάνυ ἐπεμελεῖτο τῆς ψυχῆς αὐτοῦ. Χρόνου δὲ παρελθόντος, ἤρξατο καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας, ὥστε βούλεσθαι σπαταλᾶν λοιπὸν καὶ στρηνιᾶν, ἔτι μὴν καὶ τὰ τῆς θυμέλης ἄσεμνα ῥήματα μεταξὺ τῶν ἀδελφῶν ἀδεῶς ἐκφωνεῖν. Τοῦτον καλέσας ὁ ἅγιος ἡμῶν πατὴρ Παχώμιος ἐπὶ τῶν ἀδελφῶν ἐκέλευσεν ἀποδυθῆναι τὸ σχῆμα τοῦ μοναχοῦ καὶ λαβόντα τὰ κοσμικὰ ἱμάτια τῆς μονῆς ἐκβληθῆναι. Ὁ δὲ πεσὼν ὑπὸ τοὺς πόδας αὐτοῦ παρεκάλει λέγων ὅτι «Ἐὰν συγχωρήσῃς μοι, πάτερ, ἔτι τοῦτο ἅπαξ τοῦ μὴ βαλεῖν με ἔξω, ἕξεις με ἀπὸ τοῦ νῦν μετανοοῦντα ἐφ’ οἷς ἐν ἀμελείᾳ διῆλθον, ὥστε σε χαρῆναι ἐπὶ τῇ μεταβολῇ τῆς ψυχῆς μου.» Ὁ δὲ ἅγιος ἀποκριθεὶς εἶπεν αὐτῷ· «Οἶδας πόσα σε ἐβάστασα καὶ πόσα σε ἐνουθέτησα, ὥστε με καὶ τυπτῆσαί σε πολλάκις, ἄνθρωπον μὴ βουλόμενον μηδὲ τὴν χεῖρα ἐκτεῖναι τούτῳ τῷ λόγῳ ποτέ; Ἐφ’ οἷς ἀνάγκῃ τοῦτο πράττων ἐπὶ σοὶ μᾶλλον τοῦ τυπτομένου τὴν ψυχὴν ἤλγουν τῷ λόγῳ τῆς συμπαθείας. Διὰ γὰρ τὴν ἐν θεῷ σου σωτηρίαν τύπτειν σε ἔδοξα, ἵνα ἐκ τούτου δυνηθῶ διορθώσασθαί σε τοῦ σφάλματος.

Εἰ τοίνυν νουθετούμενος οὐ μετετράπης οὔτε παρακαλούμενος εἰς τὸ κρεῖττον μετηνέχθης οὔτε μὴν τυπτόμενος ἐφοβήθης, πῶς ἄρτι μετανοήσεις; ἢ πῶς ἔτι συγχωρῆσαί σοι δυνήσομαι;» Ἐπεκτείναντος δὲ τὴν παράκλησιν ἐπὶ πλέον τοῦ Σιλβανοῦ καὶ διαβεβαιουμένου διορθώσασθαι τοῦ λοιποῦ ἑαυτόν, ἐγγύας ᾐτήσατο παρ’ αὐτοῦ ὁ μέγας πρὸς τὸ μὴ πάλιν τοῖς αὐτοῖς ἐπιμεῖναι μετὰ τὸ ἀφεθῆναι αὐτόν. Πετρωνίου δέ τινος εὐλαβοῦς ἀδελφοῦ ἀναδεξαμένου αὐτὸν ἐφ’ οἷς ὑπισχνεῖτο, συνεχώρησεν αὐτῷ ὁ μακάριος. Ὁ δὲ Σιλβανὸς τυχὼν τῆς ἀφέσεως οὕτως ἠγωνίσατο πάσῃ ψυχῇ αὐτοῦ ὥστε γενέσθαι πᾶσιν ὑπογραμμὸς εἰς πᾶσαν ἀρετὴν θεοσεβείας μικροῖς τε καὶ μεγάλοις ἀδελφοῖς.

Τὸ δὲ πλεονέκτημα τῶν λοιπῶν αὐτοῦ ἀρετῶν ἦν ἡ ἐπ’ ἄκρον ταπεινοφροσύνη καὶ τὸ μὴ διαλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀπὸ δακρύων ποτέ, ὥστε καὶ ἐσθίοντα μετὰ τῶν ἀδελφῶν μὴ δύνασθαι τῶν δακρύων ἐπικρατεῖν. Παραινούντων δὲ τῶν ἀδελφῶν τὸ μὴ ἐπὶ ξένων προσώπων ἢ ὅλως τινῶν τοῦτο ποιεῖν, διϊσχυρίζετο λέγων ὅτι «Τούτου χάριν ἠθέλησα καὶ αὐτὸς ἐπικρατῆσαι πολλάκις, ἀλλ’ οὐκ ἴσχυσα.» Ἀντέφασκον δὲ πάλιν ἐκεῖνοι ὅτι «Δυνατόν ἐστι καθ’ ἑαυτὸν μὲν κλαίειν τὸν κατανενυγμένον καὶ ἐν τῇ προσευχῇ ὁμοίως ποιεῖν, ἐπὶ δὲ τῆς τραπέζης ἐσθίοντα μετὰ τῶν ἀδελφῶν ἐπικρατεῖν. Δύναται γὰρ ψυχὴ καὶ χωρὶς τῶν φαινομένων τούτων δακρύων πάντοτε κλαίειν. Βουλόμεθα οὖν γνῶναι τί ἐνθυμούμενος ἀδιαλείπτως βρέχῃ τοῖς δάκρυσιν ὥστε πολλοὺς ἐξ ἡμῶν οὕτω σε βλέποντας διατραπῆναι εἰς κόρον φαγεῖν.» Ἀπεκρίθη οὖν πρὸς τοὺς ἐρωτῶντας ὁ Σιλβανός· «Οὐ θέλετε ἵνα κλαύσω βλέπων ἁγίους ὑπηρετοῦντάς μοι, ὧν καὶ τοῦ κονιορτοῦ τῶν ποδῶν ἀνάξιός εἰμι; Πῶς γὰρ οὐκ ὀφείλω πενθεῖν ἐμαυτόν, ὅτι ἀπὸ θυμέλης ἄνθρωπος ὑπηρετοῦμαι ὑπὸ τοιούτων ἁγίων ἀνδρῶν;

Κλαίω οὖν, ἀδελφοί μου, μή ποτε καταποθῶ ὡς Δαθὰν καὶ Ἀβειρών, μάλιστα ὅτι ἀπὸ ἀγνωσίας εἰς γνῶσιν ἐλθὼν τῆς κατὰ ψυχὴν σωτηρίας τὸ πρότερον οὐκ ἐφρόντιζον, ὡς κινδυνεῦσαί με ἐκβληθῆναι ἀπὸ τῶν ἀδελφῶν καὶ ἐγγύην δοῦναι μετὰ φρικωδεστάτων ὅρκων ὑπὲρ τοῦ μηκέτι καταφρονῆσαι τῆς ζωῆς μου. Διὰ τοῦτο οὐκ ἐπαισχύνομαι πενθῶν ἐμαυτόν· οἶδα γὰρ τὰς ἁμαρτίας μου, ὑπὲρ ὧν εἰ καὶ ἔκδοτον ποιήσομαι τὴν ψυχήν μου, οὐκ ἔστι μοι χάρις.» Τούτου οὖν οὕτω καλῶς ἀγωνιζομένου, διεμαρτύρατό ποτε περὶ αὐτοῦ ὁ μέγας ἐπὶ πάντων τῶν ἀδελφῶν λέγων οὕτως· «Ἰδοὺ διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ, ἀδελφοί, ὅτι ἀφ’ οὗ τὸ κοινόβιον τοῦτο γέγονεν, οὐδεὶς ἐκ πάντων τῶν συνόντων μοι ἀδελφῶν ἐμιμήσατο τὸν χαρακτῆρά μου παντελῶς εἰ μὴ μόνος εἷς.» Ἀκούσαντες δὲ ταῦτα οἱ ἀδελφοί, οἱ μὲν ᾤοντο Θεόδωρον εἶναι ὃν λέγει, ἄλλοι δὲ Πετρώνιον, ἄλλοι δὲ Ὀρσίσιον.

Ἐρωτήσαντος δὲ Θεοδώρου τὸν ἅγιον περὶ τίνος αὐτῶν εἰρήκει τοῦτο, οὐκ ἠθέλησεν ὁ μέγας εἰπεῖν· ἐπιμείναντος δὲ Θεοδώρου καὶ τῶν ἄλλων τῶν μεγάλων παρακαλούντων μαθεῖν τίς ἂν εἴη, ἀπεκρίθη λέγων ἐκεῖνος· «Εἰ μὲν ᾔδειν ὅτι κενοδοξεῖν εἶχεν ἐπαινούμενος περὶ οὗ μέλλω λέγειν, οὐκ ἂν συνέστησα τὸν τοιοῦτον· ἀλλ’ ἐπειδὴ οἶδα ὡς ἐπαινούμενος μᾶλλον ἑαυτὸν ταπεινοῖ καὶ ἐξουθενίζει πλέον, διὰ τοῦτο πρὸς τὸ μιμεῖσθαι ὑμᾶς τὸν βίον καὶ τὸν τρόπον αὐτοῦ, ἀφόβως ἐπὶ πάντων ὑμῶν μακαρίσω αὐτόν.

Σὺ μὲν γάρ, φησίν, Θεόδωρε, καὶ ὅσοι εἰσὶ κατὰ σὲ ἀγωνιζόμενοι ἐν τῇ μονῇ δήσαντες τὸν διάβολον ὡς στρουθίον ὑπὸ τοὺς πόδας ὑμῶν ἔθεσθε καὶ καθ’ ἑκάστην καταπατεῖτε αὐτὸν ὡς χοῦν· ἀλλ’ ἐὰν ἀμελήσητε ἑαυτῶν, ἀναστὰς ὁ ὑπὸ τοὺς πόδας ὑμῶν κείμενος διάβολος φεύξεται καὶ πάλιν καθ’ ὑμῶν στρατεύσεται. Ὁ δὲ νεώτερος οὗτος Σιλβανός, ὁ πρὸ χρόνου ὀλίγου ἐκβάλλεσθαι τῆς μονῆς μέλλων παρ’ ἐμοῦ διὰ τὴν ἀμέλειαν αὐτοῦ, ἐχειρώσατο παντελῶς τὸν διάβολον καὶ ἐξηφάνισεν αὐτόν, ὡς μὴ δύνασθαι ἔτι φανῆναι παρ’ αὐτῷ, τῇ ὑπερβολῇ τῆς ταπεινοφροσύνης αὐτοῦ παντελῶς ἡττηθέντα καὶ ἐκλείποντα. Ὑμεῖς μὲν γὰρ ταπεινοῦντες ἑαυτοὺς ὡς ἔχοντες ἔργα δικαιοσύνης καὶ ὡς προσθήκην ποιούμενοι τῆς ἑαυτῶν ἀρετῆς τοῦτο ποιεῖτε καὶ θαρρεῖτε οἷς ἤδη διεπράξατε· οὗτος δὲ ὅσον ἀγωνίζεται, τοσοῦτον ἑαυτὸν ἀδόκιμον οἴεται, ἐξ ὅλης ψυχῆς καὶ διανοίας ἀχρεῖον ἑαυτὸν καὶ εὐτελῆ λογιζόμενος· διὰ τοῦτο καὶ τὸ δάκρυον πρόχειρον ἔχει ἐκ τοῦ πάνυ ἑαυτὸν εὐτελίζειν καὶ τῶν ὁρωμένων ὑπ’ αὐτοῦ πάντων ἀνάξιον λέγειν εἶναι, ὥστε ὑμεῖς μὲν καὶ τῇ γνώσει καὶ τῇ ὑπομονῇ καὶ τοῖς ἀμετρήτοις ἀγωνίσμασιν ὑμῶν κατὰ τοῦ διαβόλου ὑπερέχετε Σιλβανοῦ. Ὁ δὲ τῇ ταπεινοφροσύνῃ ὑπερεπήδησεν ὑμᾶς· οὐδὲν γὰρ οὕτως ἄλλο τὸν διάβολον ἐκνευροῖ ὡς ἡ μετὰ πρακτικῆς δυνάμεως γινομένη ταπείνωσις.»

Οὕτως οὖν ἀγωνιζόμενος Σιλβανὸς ἐν ὅλοις ὀκτὼ μετὰ τὴν ἐπιστροφὴν ἔτεσιν ἐτέλεσε τὸν ἀγῶνα ἀναπαύσας αὐτοῦ τὸν βίον, ὡς μαρτυρῆσαι τὸν τοῦ θεοῦ θεράποντα Παχώμιον περὶ τῆς ἐξόδου αὐτοῦ ὅτι πλῆθος ἀγγέλων ἀπείρων μετὰ χαρᾶς μεγάλης καὶ ψαλμῳδίας τὴν ψυχὴν αὐτοῦ λαβόντες ὡς ἐκλεκτὴν θυσίαν καὶ παράδοξον ἀνθρώποις εὑρεθὲν θυμίαμα προσήνεγκαν τῷ θεῷ.