Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Κοίμηση αδελφών και πνευματικός αγώνας

Οδηγίες του αγίου για τον πνευματικό αγώνα και περιγραφές περιστατικών κοιμήσεως αδελφών, όπου αποκαλύπτεται η πνευματική κατάσταση των ψυχών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 3 από 10

γʹ. Περὶ τοῦ δίχα ψαλμῶν ταφέντος ἀδελφοῦ. Ἀπερχόμενος ὁ ἅγιος πατὴρ ἡμῶν Παχώμιος εἰς ἕτερον αὐτοῦ μοναστήριον ἐπὶ τῷ ἐπισκέψασθαι τοὺς ἐκεῖσε ἀδελφοὺς συνήντησε προκομιδῇ τινος ἀδελφοῦ κοιμηθέντος ἐκ τῆς μονῆς ἐκείνης. Ἦσαν οὖν πάντες οἱ ἀδελφοὶ τῆς μονῆς ἀκολουθοῦντες τῷ ἐξοδίῳ καὶ ψάλλοντες· ἦσαν δὲ καὶ οἱ γονεῖς καὶ συγγενεῖς τοῦ κοιμηθέντος μετ’ αὐτῶν. Ἰδόντες οὖν οἱ ἀδελφοὶ τὸν ἅγιον ἐρχόμενον μήκοθεν πρὸς αὐτοὺς ἀπέθεντο τὸν κράββατον εἰς τὴν γῆν ὡς ἂν ἐλθὼν ὁ ἅγιος εὔξηται ὑπὲρ αὐτοῦ. Στήκοντες δὲ οἱ ἀδελφοὶ ἔψαλλον μετὰ τῶν κοσμικῶν. Ἐλθὼν οὖν ὁ ἅγιος καὶ εὐξάμενος ἐκέλευσε τοῖς ἀδελφοῖς μηκέτι ψάλλειν ἔμπροσθεν αὐτοῦ· ποιήσας δὲ καὶ τὰ ἱμάτια τοῦ κοιμηθέντος ἐνεχθῆναι, κελεύει ἔμπροσθεν πάντων καῆναι αὐτά. Καὶ καυθέντων αὐτῶν προσέταξεν ἄνευ ψαλμῳδίας κηδευθῆναι τὸ σκήνωμα. Τῶν δὲ συγγενῶν τοῦ τετελευτηκότος ῥιψάντων ἑαυτοὺς ὑπὸ τοὺς πόδας τοῦ ἁγίου καὶ ἱκετευόντων αὐτὸν τοῦ συγχωρῆσαι ψάλλεσθαι τὸν ἀποιχόμενον, οὐκ ἠνέσχετο.

Ἔλεγον οὖν οἱ γονεῖς αὐτοῦ· «Τί ποιεῖς, ὦ πάτερ, τὸ καινὸν τοῦτο καὶ ἀθέμιτον ὄνειδος περιάπτων ἡμῖν; Οὐ πρέπει τῇ σῇ ἁγιότητι τοιαύτην ἀσπλαγχνίαν ἐπὶ τῷ νεκρῷ τούτῳ ἐνδείξασθαι, ὃς καὶ βαρβάρων ἀγρίων ὠμότητα δύναται πρὸς οἶκτον καὶ συμπάθειαν ἀγαγεῖν. Οἶδε καὶ ἄσπονδος ἐχθρὸς τὸ τοῦ ἀντιδίκου αὐτοῦ σκήνωμα νεκρὸν ὁρῶν καὶ ἄφθογγον κείμενον οἰκτείρειν πολλάκις.

Καινότερον νῦν θέαμα βλέπομεν παρ’ ὑμῖν τοῖς χριστιανοῖς, ὃ μηδὲ παρὰ βαρβάροις ὤφθη ποτέ. Διὰ τῆς τοιαύτης ἀσπλαγχνίας ὄνειδος τῷ γένει προσάπτεις ἡμῶν ἀνεξάλειπτον. Εἴθε μὴ εἴδομέν σε σήμερον, ἵνα μὴ μῶμον αἰώνιον ἐκληρονόμησεν ὁ οἶκος ἡμῶν· εἴθε μὴ μετῆλθε τὸν ἀγριώτατον τοῦτον βίον ὁ υἱὸς ἡμῶν. Οὐ γὰρ ἂν κατέλιπε τὴν τοιαύτην αἰώνιον ὀδύνην ἡμῖν.

Δεόμεθά σου, εἰ καὶ τὰ ἱμάτια αὐτοῦ καυθῆναι ἐποίησας, τοὺς ψαλμοὺς συγχώρησον λεχθῆναι.» Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτοῖς· «Ἀληθῶς, ἀδελφοί, πλέον ὑμῶν οἰκτείρω τὸν κείμενον τοῦτον καὶ περισσοτέραν φροντίδα ποιούμενος αὐτοῦ ὡς πατὴρ προσέταξα τοῦτο γενέσθαι. Ὑμεῖς μὲν γὰρ τοῦ φαινομένου τούτου σκήνους ποιεῖσθε φροντίδα, ἐγὼ δὲ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἀγωνίζομαι.

Ἐὰν γὰρ ψάλητε ἐπ’ αὐτῷ, πλείονες διαδέξονται κολάσεις αὐτὸν ἀπαιτούμενον ὑπὲρ τῶν ψαλλομένων λόγον, ὅτι οὐκ ἀπῆλθεν ἔχων μεθ’ ἑαυτοῦ τῶν ψαλλομένων τὴν δύναμιν. Εἰ μὲν οὖν θέλετε ἀληθῶς προσθήκην αὐτῷ ποιῆσαι τῶν αἰωνίων ὀδυνῶν, καὶ δὴ ψάλλετε· εἰ δὲ μή, συγχωρήσατέ μοι ποιεῖν ὅσα οἶδα πρὸς ὠφέλειαν καὶ ἄνεσιν τοῦ ἀπελθόντος γινόμενα. Ἐπ’ ἀληθείας γὰρ λέγω ὑμῖν ὡς, ἐὰν ψάλητε ἐπ’ αὐτῷ, πλέον ὀδυνώμενος ἐκεῖ ὑπὲρ τῶν ψαλμῶν καταράσεται ὑμῖν. Εἰδὼς οὖν ἐγὼ τὸ συμφέρον τῇ ψυχῇ αὐτοῦ οὐκ ἐπιμελοῦμαι τοῦ σώματος τοῦ νεκροῦ· εἰ γὰρ συγχωρήσω ὑμῖν ψάλλειν, ὡς ἀνθρωπάρεσκος εὑρίσκομαι παρὰ τῷ θεῷ, ὅτι ἕνεκεν ἀνθρωπίνης πληροφορίας τοῦ συμφέροντος τῆς μελλούσης ἐν κρίσει κολάζεσθαι ψυχῆς κατεφρόνησα. Πηγὴ γὰρ τυγχάνων ἀγαθότητος ὁ θεὸς ζητεῖ πρόφασιν δι’ ἧς δράξασθαι δύναται τοῦ πηγάζειν εἰς ἡμᾶς τὰ τῆς ἑαυτοῦ χρηστότητος ῥεῖθρα. Ἐὰν οὖν ἡμεῖς, οἱ καταξιωθέντες παρὰ θεοῦ ἔμπειροι τῆς θείας αὐτοῦ ἰατρείας εἶναι, μὴ τὸ ἐπιτήδειον βοήθημα ἑκάστῳ πάθει προσφέρωμεν, εἰκότως ὡς καταφρονηταὶ ἀκουσόμεθα τὸ γεγραμμένον· Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς· χωρὶς ψαλμῶν ἄρατε αὐτὸν πρὸς τὸ κουφισθῆναι τῆς τιμωρίας. Οἶδε γὰρ ὁ θεός, ἀγαθὸς ὤν, ὑπὲρ ταύτης τῆς γενομένης αὐτῷ ἀτιμίας, ἄνεσιν αὐτῷ παρασχεῖν καὶ εἰς ζωὴν ἄνωθεν ἀνακαλέσασθαι.

Εἰ γὰρ ἤκουσέ μου πολλάκις νουθετηθείς, οὐκ ἂν ἔφθασεν εἰς τοῦτο.» Καὶ ταῦτα εἰπόντος τοῦ μακαρίου, ἀπηνέχθη τὸ σκήνωμα εἰς τὸ ὄρος χωρὶς ψαλμῶν καὶ ἐτάφη.

Ἐποίησε δὲ ὀλίγας ἡμέρας ἐν τῇ μονῇ ἐκείνῃ ὁ ἅγιος πατὴρ ἡμῶν νουθετῶν καὶ διδάσκων ἕνα ἕκαστον τῶν ἀδελφῶν τὸν πρὸς τὸν θεὸν φόβον καὶ πῶς δεῖ ἀγωνίζεσθαι πρὸς τὸν διάβολον καὶ ὅπως τὰς τούτου μεθοδείας καὶ μετεμπλοκὰς καταλαβόντες ὀξυδερκῶς ἀκυρώσωμεν αὐτοῦ τὰ καθ’ ἡμῶν σπουδαζόμενα τῇ δυνάμει τοῦ κυρίου.

Περὶ ἑτέρου ἀδελφοῦ κοιμηθέντος. Ἔτι δὲ ὄντος ἐκεῖ τοῦ μεγάλου, ἀνήγγειλαν αὐτῷ ἐλθόντες ἀπὸ τῆς τῶν Χηνοβοσκίων μονῆς ὅτι «Ἀδελφός τις νοσεῖ καὶ θέλει σε ἰδεῖν καὶ εὐλογηθῆναι πρὸ τοῦ αὐτὸν ἀποθανεῖν.» Ἀκούσας δὲ ταῦτα ὁ ἄνθρωπος τοῦ θεοῦ, ἀναστὰς ἠκολούθει αὐτοῖς. Γενόμενος δὲ λοιπὸν ὡς ἀπὸ μιλίων δύο τῆς μονῆς ἐκείνης ἤκουσεν ὁ ἅγιος φωνὴν ἱερὰν ἐν τῷ ἀέρι· καὶ ἀνανεύσας εἶδε τὴν ψυχὴν τοῦ κακουμένου ἀδελφοῦ μετὰ τῶν ἁγίων ἀγγέλων ψάλλουσαν καὶ πρὸς τὴν μακαρίαν ζωὴν τοῦ θεοῦ ἀπαγομένην. Οἱ δὲ ἀκολουθοῦντες αὐτῷ ἀδελφοί, μὴ ἀκούσαντές τι τούτων ἢ θεασάμενοι, στήκοντος ἐκείνου καὶ ἀτενίζοντος ἐπὶ πολὺ κατὰ ἀνατολάς, ἔλεγον αὐτῷ· «Τί στήκεις, ὦ πάτερ; Ἀνέλθωμεν ταχέως ἵνα ζῶντα καταλάβωμεν αὐτόν.» Ὁ δὲ πρὸς αὐτούς φησιν· «Οὐ καταλαμβάνομεν αὐτὸν ἐκεῖ· αὐτῷ γὰρ ἀτενίζω νῦν ἀπαγομένῳ εἰς ζωὴν αἰώνιον. Ἀπέλθετε οὖν εἰς τὴν μονὴν ὑμῶν, ὦ τέκνα.» Παρακαλεσάντων δὲ τῶν ἀδελφῶν εἰπεῖν αὐτοῖς πῶς ἐθεάσατο τὴν ψυχὴν τοῦ τετελευτηκότος ἀδελφοῦ, εἶπεν αὐτοῖς τὸν τρόπον. Καὶ ἀκούσαντες ἐπορεύθησαν εἰς τὴν μονὴν αὐτῶν.

Ἀκριβέστερον δὲ πυθόμενοι τὴν ὥραν ἣν εἶπεν ὁ μέγας παρὰ τῶν ὄντων ἐν τῷ μοναστηρίῳ ἀδελφῶν, οὕτως ἔγνωσαν ὅτι ἀληθῆ ἦν τὰ ὑπὸ τοῦ ἁγίου λεχθέντα αὐτοῖς περὶ τοῦ κοιμηθέντος ἀδελφοῦ.