Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Εγκράτεια, αντιμετώπιση δαιμόνων και αιρετικών

Ο άγιος Παχώμιος διδάσκει την αληθινή εγκράτεια μέσω περιστατικών καθημερινής διακονίας, αντιμετωπίζει τις δαιμονικές κολακείες και στηλιτεύει την πλάνη των κακόδοξων αναχωρητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 10

Περὶ τῆς εὐφημίας τῶν δαιμόνων, ἐν ᾧ καὶ περὶ ἑτέρων τεσσάρων ὑποθέσεων, κεφάλαιον δʹ. Τοῦ ἁγίου γέροντος ἀπερχομένου εἰς τὸ ἴδιον μοναστήριον καὶ γενομένου περὶ τὴν ἔρημον τὴν λεγομένην Ἀμνών, ἐπέστησαν αὐτῷ λεγεῶνες δαιμόνων ἐκ δεξιῶν καὶ εὐωνύμων παρακολουθοῦντες καὶ ἄλλοι προτρέχοντες αὐτοῦ καὶ λέγοντες· «Ἴδε ὁ εὐλογημένος ἄνθρωπος τοῦ θεοῦ.» Τοῦτο δὲ ἐποίουν κενοδοξίαν ἐπισπεῖραι αὐτῷ βουλόμενοι. Ὁ δὲ γνοὺς τὴν πανουργίαν αὐτῶν, ὅσον ἐκεῖνοι ἔκραζον, τοσοῦτον οὗτος ἀναβοῶν πρὸς τὸν θεὸν τὰς ἑαυτοῦ ἐξωμολογεῖτο ἁμαρτίας. Καὶ ἀναλύων τὴν πανουργίαν τῶν δαιμόνων, πρὸς αὐτοὺς ἀπεφθέγγετο· «Οὐ δύνασθέ με συναρπάσαι πρὸς κενοδοξίαν, ὦ ἀνόσιοι. Οἶδα γάρ μου τὰς ἁμαρτίας, δι’ ἃς ὤφειλον πάντοτε κλαίειν περὶ τῆς αἰωνίου κολάσεως. Οὐ δέομαι οὖν τῆς παρ’ ὑμῶν ψευδολογίας καὶ δολερᾶς ἀπάτης. Ὑμῶν γὰρ τὸ ἔργον ἀπώλεια ψυχῶν ἐστιν. Οὐ συναρπάζομαι οὖν ὑμῶν τοῖς ἐπαίνοις· οἶδα γὰρ τὸ σοφὸν τῆς ἀνοσίου γνώμης ὑμῶν.» Καὶ ταῦτα τοῦ ἁγίου Παχωμίου λέγοντος πρὸς αὐτούς, οὐδὲ οὕτως ἐπαύσαντο τῆς ἀναιδείας αὐτῶν, ἀλλὰ παρέμενον αὐτῷ ἕως ἤγγισεν εἰς τὴν μονὴν αὐτοῦ ὁ μακάριος.

Ἐν ᾧ περὶ τοῦ ἐντυχόντος παιδίου καὶ τοῦ ἑψήματος. Τῶν οὖν ἀδελφῶν ἐξελθόντων εἰς ὑπάντησιν αὐτοῦ καὶ ἀσπαζομένων αὐτόν, παιδίον ἐκ τῆς μονῆς ἐξελθὸν μετὰ τῶν ἀδελφῶν ἀσπάσασθαι τὸν ἅγιον ἤρξατο ἐντυγχάνειν αὐτῷ καὶ λέγειν· «Ἀληθῶς, ὦ πάτερ, ἀφ’ οὗ εἰς τὴν ἐπίσκεψιν τῶν ἀδελφῶν ἀπῆλθες ἕως ἄρτι οὔτε λάχανον οὔτε ἀθὴρ ἑψήθη ἡμῖν.» Πρὸς ὃν χαριέντως εἶπεν ὁ ἅγιος γέρων· «Μὴ λυποῦ, τέκνον· ἐγὼ ποιῶ ἀπὸ τοῦ νῦν ἑψηθῆναι ὑμῖν.» Περιελθὼν οὖν τὴν μονὴν εἰσῆλθεν εἰς τὸ μαγειρεῖον καὶ εὗρε τὸν μάγειρον ἐργαζόμενον ψιάθιον καὶ εἶπεν αὐτῷ· «Πόσον χρόνον ἔχεις μὴ ἑψῶν τοῖς ἀδελφοῖς λάχανον;» Ὁ δέ φησιν· «Δύο μῆνας.» Καὶ εἶπεν ὁ μέγας· «Τί τοῦτο πεποίηκας, τῶν ἐντολῶν καὶ τῶν ἁγίων πατέρων παρακελευομένων κατὰ σάββατον καὶ κυριακὴν ἑψεῖσθαι τοῖς ἀδελφοῖς λάχανον;» Ὁ δέ φησιν· «Ἀληθῶς, πάτερ, ἤθελον καθ’ ἑκάστην ἡμέραν αὐτοῖς ἑψῆσαι. Ἀλλ’ ἐπειδὴ εἶδον ὡς ἑψόμενον τὸ λάχανον οὐκ ἐσθίεται, τῶν ἀδελφῶν σχεδὸν πάντων ἐγκρατευομένων καὶ μὴ ἐσθιόντων ἕψημα, τούτου χάριν οὐκ ἕψησα, ἵνα μὴ τὸ μετὰ τοσούτου κόπου γενόμενον ἀνάλωμα ἔξω βληθῇ, μηδενὸς ἐσθίοντος—τεσσαράκοντα γὰρ ξέστας ἐλαίου βάλλομεν τοῦ μηνὸς εἰς τὸ σύνηθες ἕψημα τῶν ἀδελφῶν—· ἄτοπον οὖν ἡγησάμην τὸ βαλεῖν ἔξω τοσαῦτα ἀναλώματα, μηδενὸς χρῄζοντος.

Διὰ τοῦτο πρὸς τὸ μὴ ἀργόν με καθέζεσθαι ἐργάζομαι ψιάθια μετὰ τῶν ἀδελφῶν, λογισάμενος ἕνα μόνον ἐπαρκεῖν ἐν τῷ μαγειρείῳ πρὸς τὸ καταρτῦσαι τὰ μικρὰ βρώματα τοῖς ἀδελφοῖς, ἅπερ ἐστὶν λαψάνια μετὰ ὄξους καὶ ἐλαῖαι.» Ἀκούσας δὲ ταῦτα ὁ ἅγιος εἶπεν αὐτῷ· «Πόσα ψιάθια ἐποιήσατε ὑμεῖς οἱ ἀπὸ τοῦ μαγειρείου σχολάσαντες τῷ ἔργῳ τούτῳ;» Ὁ δέ φησιν· «Πεντακόσια.» Καὶ λέγει· «Φέρε μοι αὐτὰ ὧδε, ἵνα ἐγὼ ταῦτα μετρήσω.» Ἐνεχθέντα δὲ τὰ ψιάθια κελεύει πυρὶ βληθῆναι· καὶ καυθέντων αὐτῶν εἶπεν πρὸς τοὺς μαγείρους· «Ὥσπερ ὑμεῖς παρείδετε τὸν κανόνα τὸν δοθέντα ὑμῖν περὶ τῆς τῶν ἀδελφῶν οἰκονομίας δι’ ἔννοιαν σατανικήν, οὕτως κἀγὼ κατέκαυσα τὸ ἔργον τῶν χειρῶν ὑμῶν ἀφειδῶς, ἵνα μάθητε τί ἐστι τὸ καταφρονεῖν θεσμῶν πατέρων εἰς σωτηρίαν ψυχῶν δοθέντων. Πόσην ὠφέλειαν περιείλετε ἀπὸ τῶν ἀδελφῶν ἐν τῷ μὴ ἑψῆσαι ὑμᾶς; Ἢ ἀγνοεῖτε ὅτι οὗ τὴν ἐξουσίαν ἔχει ὁ ἄνθρωπος ἐφίεσθαι, τούτου τὴν ἀποχὴν πρὸς θεὸν ποιησάμενος, μισθὸν ἕξει παρὰ τοῦ θεοῦ οὐκ ὀλίγον; οὗ δὲ τὴν δεσποτείαν οὐκ ἔλαβεν, ἀλλ’ ἀνάγκῃ καὶ βίᾳ διὰ τὸ μὴ ἔχειν ἀπέχεται, μάτην ὑπὲρ τούτου μισθὸν ἐπιζητεῖ; Οὐκ οἴδατε ὅτι, ἐάν τι τεθῇ εἰς τὴν τράπεζαν καὶ τούτου μὴ γεύσωνται οἱ ἀδελφοὶ διὰ τὸν θεὸν ἐγκρατευόμενοι, πολὺν ὑπὲρ τούτου μισθὸν ἕξουσιν, εἰ δὲ μὴ δοθῇ αὐτοῖς ἕψημα, οὗπερ οὐκ εἶδον ἐγκράτεια οὐδέποτε λογισθήσεται αὐτοῖς;

Διὰ ὀγδοήκοντα ξέστας ἐλαίου τοσαύτην καρποφορίαν ἀρετῶν ἐξεκόψατε; Ὅλη τοῦ παντὸς κόσμου ἡ ὕλη ἀπολέσθω, καὶ μία εὐτελὴς ἀρετὴ μὴ ἐκκοπτέσθω ἀπὸ ψυχῆς. Ἐγὼ μὲν οὖν ἀληθῶς ἐβουλόμην ἑψεῖν καθ’ ἑκάστην καὶ πολλὰ παρατιθέναι τοῖς ἀδελφοῖς βρώματα, ἵνα καθ’ ἑκάστην ἐγκρατευόμενοι καὶ ἀπεχόμενοι τῶν διδομένων αὐτοῖς ἐδεσμάτων, προσθήκην τῆς ἀρετῆς καθ’ ἑκάστην ἡμέραν ποιῶνται. Εἰ δὲ συνέβη τινὶ κακωθέντι τὸ σῶμα μὴ θελῆσαι πρὸς τὸν τῶν νοσούντων τόπον ἀπελθεῖν, ἀλλ’ εἰς τὴν τῶν ὑγιαινόντων τράπεζαν ἐπὶ τῷ μεταλαβεῖν τοῦ κατὰ συνήθειαν διδομένου λαχάνου, τί ἂν ἐγένετο; οὐκ ἐσκανδαλίζετο ἆρα τῷ μὴ εὑρεῖν ἐν τῇ κοινῇ τραπέζῃ τὴν χρείαν αὐτοῦ; Οὐκ οἴδατε δὲ ὅτι καὶ τὰ παιδία μάλιστα οὐ δύνανται τῇ ἀρετῇ παραμένειν, μὴ ὑπαρχούσης αὐτοῖς ἀνέσεως ἢ παραμυθίας μικρᾶς;» {βʹ, ἐν ᾧ περὶ παραβαλλόντων πρὸς τὸν ἅγιον κακοδόξων ἀναχωρητῶν.} Ταῦτα διαλεγομένου τοῦ ἁγίου γέροντος τοῖς ἀδελφοῖς, παραγενόμενος ὁ θυρωρὸς λέγει αὐτῷ ὅτι «Μεγάλοι ἄνδρες ἀναχωρηταὶ ἦλθον θέλοντές σοι συντυχεῖν.» Ὁ δέ φησιν· «Κάλεσον αὐτοὺς ὧδε.» Εἰσελθόντας οὖν αὐτοὺς ἠσπάσατο μετὰ τῶν ἀδελφῶν. Μετὰ δὲ τὸ ἰδεῖν τὴν ἀδελφότητα πᾶσαν καὶ περιελθεῖν ὅλα τὰ κελλία τῆς μονῆς, ἠθέλησαν αὐτῷ κατ’ ἰδίαν διαλεχθῆναι.

Καθεσθέντων δὲ αὐτῶν ἔν τινι κελλίῳ ἡσύχῳ καὶ ὁμιλούντων, ἀντελάβετο αὐτῶν μεγάλης δυσωδίας ὁ γέρων· οὐκ ἔγνω δὲ τὴν αἰτίαν τῆς τοσαύτης αὐτῶν δυσωδίας ὁ ἅγιος διὰ τὸ μὴ δύνασθαι αὐτὸν διὰ τῆς πρὸς τὸν θεὸν ἐντεύξεως τοῦτο μαθεῖν, συγκαθεζόμενος τέως καὶ συνδιαλεγόμενος τοῖς ἀνθρώποις.

Ὁρῶν δὲ αὐτῶν τὸν προφορικὸν λόγον καὶ τὴν λέξιν ἠνθισμένην ἐκ τῶν γραφῶν ἠπόρει περὶ τῆς νοσερᾶς δυσωδίας. Μετὰ δὲ τὸ πολλὰ αὐτοὺς διαλεχθῆναι καὶ λοιπὸν φθάσαι τὴν ὥραν τῆς πρὸς τὰ ἴδια ἐπαναλύσεως, παρακληθέντες ὑπὸ τοῦ μεγάλου πρὸς τὸ γεύσασθαι αὐτοὺς ἐκεῖ, οὐ συγκατέθεντο σπουδὴν ἔχοντες πρὸ τῆς ἡλίου δύσεως καταλαβεῖν τὸν τόπον αὐτῶν. Εὐξάμενοι δὲ καὶ ἀποταξάμενοι αὐτῷ ἀπῆλθον. Ὁ δὲ μέγας ὑπὲρ τοῦ μαθεῖν τὴν αἰτίαν τῆς δυσωδίας ἐκείνων εἰσῆλθεν εἰς τὸ κελλίον αὐτοῦ· καὶ εὐξάμενος τῷ θεῷ εὐθέως ἔγνω ὅτι δόγματα ἀσεβείας ἦν τὰ ἐκ τῆς ψυχῆς αὐτῶν τοσαύτην δυσωδίαν ἐκπέμποντα. Παραχρῆμα οὖν ἐξελθὼν κατεδίωξεν αὐτούς· καὶ καταλαβὼν λέγει αὐτοῖς· «Θέλω ὑμᾶς ἐρωτῆσαι λόγον.» Οἱ δὲ εἶπον· «Λέγε.» Ὁ δέ φησιν πρὸς αὐτούς· «Μή τινων αἱρετικῶν συντάγματα ὑμεῖς ἀναγινώσκετε;» Οἱ δὲ ἀκούσαντες ἠρνήσαντο λέγοντες· «Οὐχί.» Ὁ δὲ ἅγιος εἶπεν αὐτοῖς· «Ἰδοὺ διαμαρτύρομαι ὑμᾶς ἐνώπιον τοῦ θεοῦ ὅτι πᾶς ἄνθρωπος ἀναγινώσκων αἱρετικῶν δόγματα καὶ δεχόμενος τὰ συντάγματα αὐτῶν εἰς πυθμένα ᾅδου μέλλει καταντᾶν καὶ ἡ κληρονομία αὐτοῦ τὸ σκότος ἐστὶ τὸ αἰώνιον. Ὃ οὖν ἐγνωρίσθη μοι ὑπὸ θεοῦ ἐμαρτυράμην ὑμῖν· ἀνεύθυνος οὖν εἰμι πρὸς τὸν θεὸν ὑπὲρ τούτου· ὑμεῖς ὄψεσθε· ἰδοὺ ἠκούσατε τὴν ἀλήθειαν.