Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Εισαγωγή: Η πνευματική μεταστροφή της Αιγύπτου και ο σκοπός της συγγραφής

Εισαγωγικές αναφορές στην κλήση των εθνών, την ανάδειξη του μοναχισμού στην Αίγυπτο, και τον ρόλο του αγίου Παχωμίου ως θεμελιωτή του κοινοβιακού συστήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 11

Βίος καὶ πολιτεία καὶ θαυμάτων διήγησις τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Παχωμίου. 1. Ὄντως ἀληθὴς ἡ θρυλλουμένη παροιμία, ὅτι οὐ πολλοὺς Αἴγυπτος, ἐπὰν δὲ τέκῃ, μέγα τίκτει· ἔτι δὲ ἀληθεστέρα πάλιν ἡ πρόρρησις τοῦ Θεοῦ, ἣν πρόπαλαι πρὸς τὸν Ἀβραὰμ ἐποιήσατο ὅτι· «Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη,» ἐπεὶ καὶ πέρας ἡ ἐπαγγελία αὕτη ἐδέξατο καὶ εἰς ἔργον ἐκβέβηκε διὰ τῆς ἐπιγενομένης ὕστερον τοῦ Θεοῦ Λόγου σαρκώσεως.

Ἐκ γὰρ τοῦ σπέρματος Ἀβραὰμ τὸ κατὰ σάρκα γενόμενος ὁ Χριστὸς πάντα τὰ ἔθνη πρὸς ἑαυτὸν συνήγαγε καὶ συνεκάλεσεν ἀντὶ τῆς προτέρας πλάνης καὶ εἰδωλομανίας ἐπὶ τὴν θεοσέβειαν μετατραπέντα καὶ τὴν τῆς ἀληθινῆς καὶ ὀρθῆς πίστεως ἐπίγνωσιν, οὐχ ἥκιστα δὲ πάντων τῶν ἄλλων τοὺς τῆς Αἰγύπτου οἰκήτορας, τοσοῦτον τῇ εὐσεβείᾳ ἐκλάμψαντας καὶ τοῖς ὑπὲρ ἀρετῆς ἀγωνίσμασι μετὰ τὸ ἐπιστρέψαι εἰς τὴν ἀλήθειαν, ὅσον τὸ πρὶν τῇ ἀσεβείᾳ δεδούλωντο καὶ τῇ περὶ τὰ εἴδωλα ματαιότητι. Καὶ ὅτε μὲν γὰρ ἐν ἀρχῇ τῆς τοῦ εὐαγγελικοῦ κηρύγματος εἰς τὸν κόσμον ἅπαντα διαδόσεως οἱ κατὰ τῶν χριστιανῶν διωγμοὶ βαρύτεροι καὶ σφοδρότεροι ἐπεγίνοντο, ἅτε τῆς ἑλληνικῆς θρησκείας ἔτι ἐπικρατούσης καὶ τὸ κῦρος ἁπανταχοῦ ἐπιφερομένης, πλείους τῶν ἄλλων χωρῶν ἁπασῶν ἡ Αἴγυπτος προήνεγκε τοὺς ὑπὲρ Χριστοῦ καὶ ἐναθλήσαντας καὶ πᾶσαν ἰδέαν βασάνων ὑπενεγκόντας στερρότατα καὶ αὐτὸν τὸν πικρότατον θάνατον. Καὶ ὅτε δὲ πάλιν εὐδοκίᾳ Θεοῦ πέπτωκε μὲν ἡ τῶν δυσσεβῶν καὶ ἀνόμων τυράννων ὀφρῦς καὶ ἐλώφησε τὰ παρὰ τῶν ἀθέων τοῖς πιστοῖς ἐπενηνεγμένα δεινά, διαλάμπειν δὲ ἤρχετο τὸ τῆς θεοσεβείας φῶς ἐν τῇ οἰκουμένῃ καὶ ἀκολούθως τούτῳ καὶ τὸ μοναχικὸν πολίτευμα εἴτ’ οὖν φιλόσοφον ἐν τῇ γῇ πανταχοῦ περιηύγαζεν, οὐκ ἄλλο τι ἔθνος ἀλλ’ ἢ τὸ τῶν Αἰγυπτίων ἀρχηγέτας τοῦ τοιούτου καλοῦ εὑρήσει ὁ ἐρευνῶν.

Εἴτε μὲν γὰρ τὴν μονήρη φιλοσοφίαν καὶ ἀνεπίμικτον εἴποι τις, Ἀντώνιος εὕρηται ὁ ταύτης καθηγητὴς καὶ διδάσκαλος, τὸ ὑπερφυὲς τῆς Αἰγύπτου θρέμμα καὶ βλάστημα· εἴτε τὴν μιγαδικὴν συναυλίαν τῶν μοναχῶν καὶ τὰ ἐκ τῶν πλειόνων τοιαῦτα συστήματα, Παχώμιον εὑρήσομεν τὸν πολιστὴν τούτων καὶ συναγωγέα καὶ νομοθέτην καὶ ἔξαρχον· ὃς καὶ αὐτὸς Αἰγύπτιος καὶ τῶν Αἰγυπτίων ὅτι κεφάλαιον· οὗ νῦν καὶ ὁ βίος καὶ τὸ πολίτευμα πρόκειται ἡμῖν τοῦ λόγου σκοπός.

2. Ἄξιον γὰρ εἴπερ τινὸς ἄλλου τὰς περὶ τοῦ ἀνδρὸς τούτου ἱστορίας καὶ τὰ θαύματα καὶ λέγειν καὶ ἀκούειν καὶ διὰ μνήμης ἄγειν ἀεί, ὥστε πρὸς τὸν τοῦ καλοῦ ζῆλον ἅπαντας ἐρεθίζεσθαι. Διδάξει γὰρ αὐτοὺς ὁ λόγος, τίς μὲν ἦν καὶ ποῖος ὁ πρῶτος τὴν ἀγγελικὴν ἐπὶ γῆς ἐκείνην καὶ θείαν συστησάμενος πολιτείαν καὶ πόθεν ἀφορμηθεὶς ἔργῳ ἐπεβάλετο τηλικούτῳ καὶ οὕτω καλῷ, τίνες δὲ αὐτῷ αἱ παρασκευαὶ καὶ ποῖα πρὸς τὴν τοῦ ἔργου συντέλειαν τὰ ἐφόδια, αἵ τε πρῶται νομοθεσίαι καὶ διατάξεις αἱ τὴν μοναχικὴν πολιτείαν ἄρτι ἀποκυηθεῖσαν σπαργανοῦσαι καὶ γαλακτοτροφοῦσαι καὶ διαπλάττουσαι καὶ ῥυθμίζουσαι, παρὰ τίνος δὲ ἄρα καὶ ἐπενοήθησαν, πότερον τῶν ἀνθρώπων τις τούτων εἰσηγητὴς ἢ καὶ αὗται καθ’ ὅμοιον τῇ παλαιᾷ καὶ θείᾳ νομοθεσίᾳ παρὰ θείου ἀγγέλου εἰσηνέχθησάν τε καὶ παρεδόθησαν. Τότε μὲν γὰρ Μωϋσῆς ἦν ὁ τὰς πλάκας δεξάμενος, νῦν δὲ Παχώμιος ὁ παρὰ ἀγγέλου τὰς πτύχας, ὡς λέγεται, κομισάμενος, ἐν αἷς τὰ ἱερὰ τοῦ μοναχικοῦ βίου ἐγέγραπτο νόμιμα. Ταῦτα γὰρ πάντα ἱστορήσουσα ἔρχεται ἡ παροῦσα γραφὴ καὶ κατὰ μέρος τὰ ἐκείνου διηγησομένη ἐξαίσια κατορθώματα, πρότερον ἐπικαλεσαμένη τὴν αὐτοῦ ἐκείνου τοῦ μεγάλου ὁσίου πατρὸς εὐμένειαν καὶ ἀρωγὴν εἰς τὸν τοῦ ἐπιχειρήματος ἀπαρτισμόν. Ποιήσεται. δὲ τὴν ἀρχήν, ὡς εἰκός, ἀπὸ τοῦ γένους αὐτοῦ, κατὰ τὸν νόμον τῶν ἐγκωμίων.